Ἐπειδὴ πλεῖστοι τῶν ἐξ ἐθνῶν εἰς Χριστὸν πεπιστευκότων οἴονται τὴν βίβλον ταύτην τοῦ Δαυὶδ ὑπάρχειν ἐπιγράφουσί τε αὐτὴν ψαλμοὶ τοῦ Δαυίδ , λεκτέον τὰ εἰς ἡμᾶς ἐληλυθότα περὶ αὐτῆς. Ἑβραῖοι ἐπέγραψαν τὴν βίβλον σέφρα θελλείμ , ἐν δὲ ταῖς Πράξεσι τῶν ἀποστόλων Βίβλος ψαλμῶν εἶναι λέγεται· ἔχει δὲ ἡ λέξις οὕτως· ὡς γέγραπται ἐν Βίβλῳ ψαλμῶν . ὄνομα δὲ ἐν τῇ ἐπιγραφῇ τοῦ βιβλίου οὐ κεῖται ἐνταῦθα. ἡ δὲ αἰτία τὸ μὴ ἑνὸς λόγους ἀναγεγράφθαι ἐπὶ τοῦτο, ἀλλὰ πλειόνων συνειλέχθαι τοῦ Ἔσδρα , ὡς αἱ παραδόσεις φασίν, μετὰ τὴν αἰχμαλωσίαν συναγαγόντος ψαλμοὺς πλειόνων εἰς ἓν ἢ καὶ λόγους οὐ πάντως ὄντας ψαλμούς. προτέτακται γοῦν ἐπὶ μέν τινων τοῦ Δαυὶδ ὄνομα καὶ ἐπὶ ἑτέρων τοῦ Σολομῶν καὶ ἐπὶ ἄλλων τοῦ Ἀσάφ . εἰσὶ δὲ καὶ τοῦ Ἰδιθούμ τινες καὶ παρὰ τούτους ἄλλοι τῶν υἱῶν Κορὲ ὡς καὶ Μωσέως . τῶν οὖν τοσούτων ἐπὶ τὸ αὐτὸ συναχθέντες οἱ λόγοι οὐκ ἂν ὑπ’ εἰδότος λέγοιντο μόνου τοῦ Δαυίδ . Ζητητέον δὲ περὶ τῶν ἀνεπιγράφων, τίνος αὐτοὺς χρὴ ὑπονοεῖν. διὰ τί γὰρ κἂν ἡ ἁπλουστάτη ἐπιγραφὴ οὐ πρόκειται αὐτῶν, ἥτις οὕτως ἔχει· τοῦ Δαυὶδ ψαλμός, ἢ εἰ μὴ εἶεν ψαλμοὶ ἡ ἔτι ἁπλουστέρα λέγουσα τοῦ Δαυίδ χωρὶς πάσης προσθήκης; ὑπενοήσαμεν δέ, ὅπου αὕτη μόνη ἐπιγραφή ἐστιν, ὅτι οὔτε ψαλμός ἐστι τὸ λεγόμενον οὔτε ᾠδή, ἀλλὰ λόγος τις ἐξ ἁγίου πνεύματος ὠφελείας ἕνεκεν τῆς τοῦ δυναμένου συνιέναι ἀναγεγραμμένος. ἦλθε δὲ εἰς ἐμὲ Ἑβραίου τινὸς παράδοσις περὶ τῶν τελευταίων· ἐπεὶ γὰρ πολλοὶ ἦσαν ἀνεπίγραφοι, εἷς δὲ ὁ πρὸ τούτων τῶν ἀνεπιγράφων ἐπιγραφὴν ἔχει τοῦ Δαυίδ , ἔλεγε κἀκείνους ἀπὸ κοινοῦ λαμβανομένους τοῦ Δαυὶδ αὐτοὺς δεῖν νομίζεσθαι. καὶ εἰ τοῦθ’ οὕτως, ἀκόλουθόν ἐστι τοὺς ἀνεπιγράφους ἐκείνων εἶναι, ὧν οἱ πρὸ αὐτῶν κατὰ τὴν ἐπιγραφὴν καλῶς εἰσι νενομισμένοι. Διὰ τί δέ εἰσιν ἑκατὸν πεντήκοντα ἐξετάσωμεν. ὁ πεντήκοντα ἀριθμὸς ὅτι ἐστὶν ἱερὸς ἐν μὲν ἡμέραις, δῆλον ἐκ τῆς πολυθρυλλήτου πεντηκοστῆς λύσιν πόνων καὶ εὐφροσύνην σημαινούσης. διόπερ οὐδὲ νηστεύειν τούτων τῶν ἡμερῶν κέκριται οὐδὲ κλίνειν γόνατα· σύμβολα γὰρ ταῦτα μεγάλης πανηγύρεως ἀποκειμένης ἐν τοῖς μέλλουσιν, ὧν σκιὰ κατὰ τὸν Ἰσραὴλ ἦν ἐπὶ γῆς. Ἐν δὲ ἐνιαυτοῖς ὁ καλούμενος ἰωβὴλ παρ’ Ἑβραίοις πεντηκοστὸς ἐνιαυτὸς τυγχάνει πολλῷ μείζων τῆς ἐν τοῖς ἑβδοματικοῖς δούλων ἐλευθερίας καὶ χρεῶν ἀποκοπῆς καὶ ἀπὸ γεωργίας καὶ πάσης γεωπονίας ἀνέσεως ἐν τῷ <ἐν> ἰωβηλαίῳ καὶ ἀγροὺς καὶ οἰκίας ἐκ πατέρων κατά τινας βιωτικὰς χρείας ἀλλοτριούσας ἀποκαθίστασθαι τῷ γένει. Τὸ ἱερὸν δὲ εὐαγγέλιον οἶδεν ἄφεσιν πεντηκοντάδος καὶ τοῦ συγγενοῦς αὐτῷ καὶ παρακειμένου ἀριθμοῦ πεντακοσιοστοῦ· οὐ γὰρ μάτην πεντήκοντα δηναρίων καὶ πεντακοσίων ἄφεσις δίδοται. οὕτως οὖν καὶ τοὺς ὕμνους τοὺς εἰς θεὸν ἐπὶ καθαιρέσει ἐχθρῶν καὶ εὐχαριστίᾳ τῇ κατὰ τὰς τοῦ θεοῦ εὐεργεσίας ἐχρῆν περιέχειν οὐ μίαν πεντηκοντάδα, ἀλλὰ τρεῖς, εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος . Περιέχει δὲ ἡ πεντηκοντὰς ἑπτὰ ἑβδομάδας σάββατα σαββάτων καὶ ἀρχὴν μετὰ τέλεια σάββατα ὑπὲρ τὰ σάββατα ἐν ὀγδοάδι ἀληθῶς καινῆς ἀναπαύσεως. Καὶ τοῦτο ἐπὶ τῶν ψαλμῶν ὁ δυνάμενος τηρείτω μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ ἐπὶ πάντων τοὺς λόγους εὑρεῖν, ὡς παραθησόμεθα, οἷον ὅτι οὐ μάτην ὁ ὄγδοος περὶ τῶν ληνῶν ἐπιγέγραπται καρπῶν περιέχων ἐν ὀγδοάδι τὸν ἀπαρτισμόν· οὐδέπω γὰρ καιρὸς τῆς ἀπολαύσεως τῶν καρπῶν τῆς ἀληθινῆς ἀμπέλου ἐδύνατο εἶναι ἐν τοῖς πρὸ τοῦ ὀγδόου ἀριθμοῖς, καὶ ὅτι ὁ δεύτερος ὑπὲρ τῶν ληνῶν ὀγδοηκοστός ἐστιν ἄλλην ὀγδοάδα περιέχων τὴν ἐν δεκάσιν. ὁ δὲ ὀγδοηκοστὸς τρίτος ἐπιπλεκομένων δύο ἁγίων ἀριθμῶν τοῦ ὀγδόου ἐν δεκάσι καὶ τοῦ τρίτου ἐν μονάσιν <...>. Καὶ περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιῶν καὶ ἐξομολόγησιν περιέχων ὁ πεντηκοστός ἐστιν. ὡς γὰρ ὁ πεντηκοστὸς κατὰ τὸ εὐαγγέλιον ἄφεσιν ἔσχεν μαρτυρῶν τῇ νοήσει τῇ περὶ τοῦ ἰωβηλαίου, οὕτως ἐλπίζει οὐκ ἐν ἄλλῳ ἢ ἐν τῷ πεντηκοστῷ ἀριθμῷ ἄφεσιν λήψεσθαι ὁ εὐχόμενος τάδε τινὰ τῆς ἐξομολογήσεως. Πάλιν τε αὖ εἰσί τινες τῶν ἀναβαθμῶν ᾠδαί , τὸν ἀριθμὸν πεντεκαίδεκα, ὅσοι καὶ οἱ ἀναβαθμοὶ τοῦ ναοῦ, τάχα δηλοῦσαι τὰς ἀναβάσεις περιέχεσθαι ἐν τῷ ἑβδόμῳ καὶ ὀγδόῳ ἀριθμῷ. ἡ δὲ ἀρχὴ τῶν ἀναβαθμῶν ἀπὸ ἑκατοστοῦ εἰκοστοῦ ἁπλούστερον λεγομένου ψαλμοῦ, ὡς τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων· οὗτος δέ ἐστιν ἀριθμὸς τελειότητος ζωῆς ἀνθρώπου. Καὶ ὁ ἑκατοστός, οὗ ἡ ἀρχή· ἔλεος καὶ κρίσεις ᾄσομαί σοι, κύριε , περιέχει βίον ἁγίου κοινωνουμένου ὑπὸ θεοῦ. ὁ δὲ ἑκατοστὸς πεντηκοστὸς καταλήγει εἰς τὸ πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον . Ἀλλ’ ἐπείπερ, ὡς προείπαμεν, ἐφ’ ἑνὸς ἑκάστου τοῦτο ποιῆσαι καὶ εὑρεῖν τὰς αἰτίας σφόδρα ἐστὶ χαλεπώτατον καὶ δυσέφικτον τῇ ἀνθρώπων φύσει, τούτοις ἀρκεσθησόμεθα ὑπογραφῆς χάριν μόνον προσθέντες, ὅτι οὐ κατὰ τὴν τάξιν τῆς γραφῆς τῆς ἱστορίας οἱ δοκοῦντες ἠρτῆσθαι τῆς ἱστορίας ψαλμοὶ ἐνεγράφησαν. καὶ αἰτίαν τούτων ἔχει οὐκ ἄλλην ἢ τοὺς ἀριθμούς, ἐν οἷς εἰσι τεταγμένοι οἱ ψαλμοί. οἷον ἡ ἱστορία τοῦ πεντηκοστοῦ πρώτου προτέρα ἐστὶ τῆς ἱστορίας τοῦ πεντηκοστοῦ. τὰ γὰρ περὶ Δωὴκ τὸν Ἰδουμαῖον διαβάλλοντα τὸν Δαυὶδ τῷ Σαοὺλ πᾶς ὁμολογεῖ πρότερα εἶναι τῆς πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίας. οὐκ ἀλόγως δὲ τὸ τῆς ἱστορίας δεύτερον πρότερόν ἐστι τοῦ τῇ ἱστορίᾳ προτέρου, ἐπεί, ὡς προειρήκαμεν, ὁ περὶ ἀφέσεως τόπος συγγενὴς τῷ πεντηκοστῷ ἐστιν ἀριθμῷ, ὁ δὲ οὐκ ἄξιος ἀφέσεως ὑπερέπεσε τὸν πεντηκοστὸν ἀριθμόν ὡς Δωὴκ ὁ Ἰδουμαῖος · πεντηκοστὸς γὰρ πρῶτός ἐστιν ὁ ἀπαγγέλλων τὰ περὶ αὐτοῦ. ἀλλὰ μὴν καὶ ὁ τρίτος, ἐπεὶ ὅτε ἔφευγε Δαυὶδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ εἴρηται, δῆλον τοῖς ἀνεγνωκόσι τὰς Βασιλείας, ὅτι μετὰ τὸν πεντηκοστὸν πρῶτόν ἐστι καὶ τὸν πεντηκοστόν. Τὰ τοιαῦτα δ’ ἢν ἐπὶ πλεῖόν τις διατρίψας τηρήσῃ τῆς ἱστορίας καὶ τῶν ἐπιγραφῶν, ἀκριβέστερον εὑρήσει τὰς αἰτίας τῆς τάξεως τῶν ψαλμῶν.