Εἰ μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν διὰ τοῦ μεταβεβηκέναι ἀπὸ ἀπιστίας εἰς πίστιν, μὴ θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ σκοτεινῆς τῆς τοῦ θανάτου, ἵν’ οὕτως ὀνομάσω, οἰκίας ἐπὶ τὰ πεπληρωμένα οἰκοδομήματα ἐκ λίθων ζώντων φωτὸς ζωῆς. ὑπὲρ ἡμῶν ἔθηκεν Ἰησοῦς τὴν ψυχὴν , καὶ ἡμεῖς οὖν θῶμεν αὐτὴν, οὐκ ἐρῶ ὑπὲρ αὐτοῦ ἀλλ’ ὑπὲρ ἑαυτῶν, οἶμαι δ’ ὅτι κἂν ὑπὲρ τῶν ἐν τῷ μαρτυρίῳ ἡμῶν οἰκοδομηθησομένων. ἐνέστη ἡμῖν καιρὸς Χριστιανοῖς καυχήσεων· οὐ μόνον, γάρ φησιν, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, μόνον ἡ ἀγάπη τοῦ θεοῦ ἐκκεχύσθω ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου . Παῦλος μὲν λεγέτω· εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ , ἡμεῖς δέ· εἰ κατὰ ἄνθρωπον ἀνῃρέθην ἐν Γερμανίᾳ . Εἰ καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις , προθυμότατα παραδεξώμεθα τὰ Χριστοῦ παθήματα, καὶ περισσευσάτω ἐν ἡμῖν, εἴπερ ὀρεγόμεθα περισσῆς παρακλήσεως, ἣν πάντες μὲν οἱ πενθοῦντες παρακληθήσονται , τάχα δὲ οὐκ ἐπ’ ἴσης. εἰ γὰρ ἐπ’ ἴσης ἦν ἡ παράκλησις, οὐκ ἂν ἐγέγραπτο τό· καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. οἱ κοινωνοὶ τῶν παθημάτων κατὰ τὴν ἀναλογίαν τῶν παθημάτων, ὧν εἰσι κοινωνοὶ πρὸς Χριστὸν, κοινωνοὶ ἔσονται καὶ τῆς παρακλήσεως· ἃ καὶ μανθάνετε ἀπὸ τοῦ πεπιστευμένως τὰ τοιαῦτα λέγοντος· οἴδαμεν γὰρ, ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. φησὶ δὲ διὰ προφήτου ὁ θεός· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ποῖος οὖν ἄλλος εὐπρόσδεκτος καιρὸς, ἢ ὅτε διὰ τὴν εἰς θεὸν ἐν Χριστῷ εὐσέβειαν ὑπὸ φρουρὰν πομπεύοντες ἐν τῷ κόσμῳ καὶ θριαμβεύοντες μᾶλλον ἤπερ θριαμβευόμενοι ἀπαγόμεθα; οἱ γὰρ ἐν Χριστῷ μάρτυρες συναπεκδύονται αὐτῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ συνθριαμβεύουσιν ὡς κοινωνοὶ τῶν παθημάτων αὐτοῦ γινόμενοι οὕτως καὶ τῶν ἐν τοῖς παθήμασιν αὐτοῦ ἀνδραγαθημάτων· ἐξ ὧν ἐστι καὶ τὸ θριαμβεῦσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας , ἃς μετ’ ὀλίγον ὄψεσθε νενικημένας καὶ κατῃσχυμμένας. ποία ἄλλη οὕτως ἡμέρα σωτηρίας ὡς ἡ ἡμέρα τῆς τοιαύτης ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς; ἀλλὰ παρακαλῶ· μηδεμίαν ἐν μηδενὶ δῶτε προσκοπὴν, ἵνα μὴ μωμηθῇ ὑπὸ ὑμῶν τὸ πρεσβυτέριον ἢ ἡ διακονία, ἀλλὰ ἐν παντὶ ἑαυτοὺς συστήσασθε ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ λέγοντες· καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος; ἐν θλίψεσι πειθόμενοι ὅτι πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ἐν ἀνάγκαις , ἵν ὡς ἀναγκαίαν ἡμῖν τὴν μακαριότητα ἀπαιτήσωμεν, ἐν στενοχωρίαις , ἵν’ ὡς τὴν στενὴν καὶ τὴν τεθλιμμένην ἀπαραλείπτως ὁδεύσαντες καταντήσωμεν ἐπὶ τὴν ζωήν. ἐὰν δέον ᾖ, συστήσωμεν ἑαυτοὺς καὶ ἐν πληγαῖς καὶ ἐν φυλακαῖς καὶ ἐν ἀκαταστασίαις καὶ ἐν κόποις καὶ ἐν ἀγρυπνίαις καὶ ἐν νηστείαις. ἰδοὺ γὰρ κύριος, καὶ ὁ μισθὸς αὐτοῦ ἐν χειρὶ ἀποδοῦναι ἑκάστῳ , ὡς τὰ ἔργα αὐτοῦ ἐστι. Νῦν δείξωμεν ὅτι γνῶσιν διὰ ἔργα πρέποντα τῇ γνώσει ἐποθήσαμεν. πᾶσα ἁγνότης ἡ ἀπὸ παντὸς οὑτινοσοῦν τοῦ ἐν ὁποιωδήποτε ἁμαρτήματι μολυσμοῦ φανερωθήτω ἐν ἡμῖν. ὡς μακροθύμου θεοῦ υἱοὶ καὶ μακροθύμου Χριστοῦ ἀδελφοὶ μακροθυμήσωμεν ἐν πᾶσι τοῖς συμβαίνουσι· μακρόθυμος γὰρ ἀνὴρ, πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. εἰ δεῖ ἑαυτὸν συνιστάναι διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν , συστήσαντες ἑαυτοὺς διὰ δόξης καὶ μὴ χαυνωθέντες ἐπ’ αὐτῇ νῦν καὶ τὴν ἀτιμίαν ὑπομείνωμεν· ἀλλ’ εἰ καὶ εὐφημίας ἀξίως ἐπολιτευσάμεθα καὶ εὐφημήθημεν, νῦν καὶ τῆς ἀπὸ τῶν δυσσεβῶν δυσφημίας ἀνασχώμεθα. ἔτι δὲ εἰ ὡς ἀληθεῖς παρὰ τοῖς φιλαλήθεσιν ἐθαυμάσθημεν, νῦν ἐπὶ τῷ λέγεσθαι ἡμᾶς πλανᾶσθαι γελάσωμεν. ἐπὶ πολλοῖς κινδύνοις, ἀφ’ ὧν ἐῤῥύσθημεν, πολλοὶ εἶπον ἡμᾶς ἀπὸ θεοῦ ἐπιγινώσκεσθαι· νῦν ὁ βουλόμενος λεγέτω ἡμᾶς ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. Φησί που ὁ Παῦλος πρὸς τοὺς ἐν ἀρχῇ ὑπομείναντας παρακαλῶν αὐτοὺς ἀκολούθως τῇ προτέρᾳ ὑπομονῇ φέρειν κινδύνους δευτέρους τοὺς διὰ τὸν λόγον· ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ὅτι κρείττονα ἔχετε ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν. πολλὴν τοιγαροῦν καὶ ἡμεῖς νῦν ἄθλησιν ὑπομείνωμεν παθημάτων ὀνειδισμοῖς καὶ θλίψεσι καὶ θεατριζόμενοι καὶ μετὰ χαρᾶς παραδεχόμενοι τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ἡμῶν· πειθόμεθα γὰρ κρείττονα ἔχειν ὕπαρξιν οὐ γηΐνην ἀλλ’ οὐδὲ σωματικὴν ἀλλά τινα ἀόρατον καὶ ἀσώματον. σκοποῦμεν γὰρ οὐ τὰ βλεπόμενα , ὁρῶντες ταῦτα μὲν πρόσκαιρα ἐκεῖνα δὲ αἰώνια . Ἐπεὶ δέ τινες μὴ θεωροῦντες τὸν περὶ τῶν δαιμόνων λόγον, καὶ ὡς ὑπὲρ τοῦ παραμένειν ἐν τῷ παχεῖ τούτῳ καὶ περιγείῳ ἀέρι δεόμενοι τροφῆς τῆς διὰ τῶν ἀναθυμιάσεων ἐπιτηροῦσιν ὅπῃ κνίσσα ἀεὶ καὶ αἵματα καὶ λιβανωτοὶ, ἐξευτελίζουσιν ὡς ἀδιάφορον τὸ θύειν, εἴποιμεν ἂν καὶ πρὸς ταῦτα ὅτι, εἴπερ οἱ τροφὰς λῃσταῖς καὶ φονεῦσι καὶ βαρβάροις ἐχθροῖς τοῦ μεγάλου βασιλέως παρέχοντες ὡς τὸ κοινὸν ἀδικήσαντες καὶ κολάζονται, πόσῳ πλέον οἱ τοῖς τῆς κακίας ὑπηρέταις διὰ τοῦ θύειν διδόντες τροφὰς παρακατεχούσας αὐτοὺς ἐν τῷ περιγείῳ τόπῳ δικαιότατα ἂν ἐγκαλοῖντο, καὶ μάλιστα εἰ μαθόντες τό· ὁ θύων θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, πλὴν κυρίῳ μόνῳ , θύοιεν τοῖς τῶν ἐπὶ γῆς κακῶν αἰτίοις. καὶ οἶμαί γε ἐπὶ τοῖς ἁμαρτανομένοις ὑπὸ τῶν δαιμόνων ἐνεργούντων κατὰ τῶν ἀνθρώπων οὐκ ἔλαττον ἐγκληθήσεσθαι τῶν ἐνεργησάντων δαιμόνων τὰ χείρονα, διὰ τοῦ θύειν θρέψαντες αὐτούς· οἱονεὶ γὰρ κοινῇ τὰ κακὰ πεποιήκασι τοῖς ἀνθρώποις οἵ τε δαίμονες καὶ οἱ κατασχόντες αὐτοὺς ἐπὶ γῆς, μὴ ἂν δυνηθέντας διαρκέσαι χωρὶς τῶν ἀναθυμιάσεων καὶ τῶν νομιζομένων εἶναι καταλλήλων τροφῶν τοῖς σώμασιν αὐτῶν.