Προθεωρία Τοῖς ὡς ἄριστα καὶ ὡς ἔνι μάλιστα θεοφιλῶς διαβιοῦν ᾑρημένοις ἠθικὴν ὑφήγησιν συνθεῖναι προῃρημένος, ὡς ἂν εἰδεῖεν εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἰέναι τρίβον ὀρθῶς τε καὶ ἀπλανῶς τῆς ἐν Χριστῷ πολιτείας ἀποπεραίνειν δύνασθαι τὰ αὐχήματα, καθίημι μὲν ἀναγκαίως τὸν λόγον ἐπὶ τὴν θεόπνευστον γραφήν, ἐντολῆς δὲ τῆς διὰ Μωσέως τὰ βάθη διερευνώμενος ἐν βιβλίοις ἑπτακαίδεκα τὸ σύμπαν τῆς πραγματείας εἴργασμαι σῶμα. Τῆς σῆς δ’ ἂν εἴη παγκάλης φρενός, ποθεινότατε ἀδελφέ, τὴν τῶν κεφαλαίων εὔρυθμον τηρῆσαι τάξιν καὶ προσώπων τῶν ἐξ ἀμοιβῆς ἀσύγχυτον τὴν διαφοράν. ἐπειδὴ γὰρ ἀνάγκη λεπτοεπεῖν καὶ ταῖς ἄγαν ἰσχναῖς προσβάλλειν ἐννοιαῖς διαπτύσσοντες τοῦ νόμου τὴν σκιὰν καὶ εἰς ἐμφανεστέραν ἄγοντες γνῶσιν τὰ ὡς ἐν αἰνίγμασιν εἰρημένα, ταύτῃτοι καὶ χρειωδέστατα πρὸς πεῦσιν ὥσπερ ἡμῖν καὶ ἀπόκρισιν τὸ εἶδος τοῦ λόγου συντέθειται καὶ ἔστιν ἀνειμένον.