πρόλογος ε ἰ πᾶσϊ ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπϊφάνειαν· εἰς δὲ τὸ βάθος καταδΰειν· καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν· ἴσως ἂν ἐνομΐσθη παρέλκον· ἀνάγραπτον τούτων ποι ῆ εῖ σθαι τὴν ἑρμηνείαν· πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνω- σϊν· τῆς προφητϊκῆς διανοίας ἐφϊκνουμένων· ἐπειδὴ δὲ μΐαν μὲν φύσϊν ἐλάχομεν ἅπαντες· οὐκ ἴσην δὲ γνῶσϊν ἐλάβομεν, ἑκάστω γὰρ δίδοται ἡ φανέρωσϊς τοῦ πνεύματος πνς πρὸς τὸ σϋμφέρον ὡς φησὶν ὁ ἀπόστολος· καὶ ᾧ μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφΐας· ἄλλω δὲ λό- γος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα ἑτέρω δὲ πίστϊς ἐν τῷ αὐτῷ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡς αὔτως καταδϊαίρε- σϊν ἅπαντα δϊανέμεται, οὐδὲν δὲ ἀπεικὸς οἶμαι ποιεῖν. εἰ τοῖς ἀγνοοῦσϊ τὰ θεῖα τούτων συγγράμματα, ἔγγρα- φον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν· σμϊ- κράν τϊνα γνῶσϊν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος πα- ρακελεύεται νόμος· ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτά φησϊ τοὺς υἱούς σου· καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάρϊν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τὸν νόμον- μου· κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόμα- τός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξο- μαι προβλήματα ἀπ’ ἀρχῆς· εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν, ὅσα ἠκούσαμεν φησῒ καὶ ἔγνωμεν. καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρΰβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτΐαν διδάσκων, νόμον γάρ φησϊν ἔθετο ἐν ἰσραήλ ἰήλ , ὅσα ἐνετείλατο τοῖς πατράσϊ τοῦ γνωρΐσαι αὐτά· ὅπως γνῶ γενεὰ ἑτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀνα- στήσονται καὶ ἀπαγγελοῦσϊν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς δϊδασκαλίας ὠφέλειαν δεικνῢς· ἐπήγαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα· αὐτῶν· καὶ μὴ ἐπϊλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσϊ· ταύτην τοίνϋν τὴν δϊδασκαλΐαν παρὰ τῶν πατέρων πρων δεχόμενο ς ι χρέος δΐκαιον τοῖς μεθ’ ἡμᾶς γεννωμένοις ὀφείλομεν· καὶ προσήκει τούτου τὴν ἔκτϊσϊν, εὐγνωμόνως ποιή- σασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμᾶς διεγείρειν νόμος· ἀλλὰ καὶ πολλοὶ τῶν ἐπϊσήμων θερμῶς ἡμᾶς λϊ- παρήσαντες θαρρῆσαι πρὸς τὸν ἀγῶνα τοῦτον ἠ- νάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανϊὴλ τὴν προφητείαν ὡς ἔνι μάλϊστα σαφῆ τοῖς ἀγνοοῦσϊ ποιήσωμεν· ἴσως δὲ οὔ τε τοῖς γνώσεως ἠξιωμένοις, ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσϊν ὧν, νενοήκασϊν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσϊ τῆ κοινω- νΐα τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φϊλεῖ γάρ πως ἡ τῶν πλειόνων σϋγκατάθεσϊς· κρατύνειν τὰ νοη- θέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων κατα- φρονοῦντες μὴ γένοιτο, ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος πνς ὄργανα, ἀλλὰ πρῶτον μὲν ὅτϊ τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἤτησαν καὶ προ- σήκειν· ἡγούμεθα. ἣν ἠτήμεθα χάρϊν ταύτην μεταδοῦναι τοῖς ἠτηκόσϊν. ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῷ παρόντϊ καταλϊπεῖν· τὰς δὲ τούτου προρρήσεις, γϋμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντΐαν ἤλασαν· ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν, τοῦτον ἀποσχοινΐζειν· καὶ αὐτῆς αὐτὸν τῆς προφητϊκῆς προσηγορίας ἀποστε- ρεῖν· ἔτϊ δὲ αὐτοῖς ἀναιδὲς μὲν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπεισε παρουσΐαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας· ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς· καὶ τὸν μέχρϊ τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀρϊθμὸν, καὶ πάντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπϊστΐαν καταληψόμενα λϋπηρὰ· εἰκότως θεομϊσεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσϊν ἀναιδῶς καὶ λΐαν ἀπηρϋθρϊασμένως λέγειν, ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας· ἀπο- χρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασϊν· εἰς τὴν τοῦ ψεύδους βεβαίωσϊν· θαυμαστὸν δὲ οὐδὲν εἰ οἱ κα- τὰ τοῦ μονογενοῦς λυττήσαντες τοὺς εὔνους τοῦ δε- σπότου σϋκοφαντοῦσϊ θεράποντας· σϋμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριος κς φησΐν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσϊν· καὶ πά- λϊν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐκάλεσαν· πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν δϊε- λέγξωμεν, πϋθώμεθα αὐτῶν οὕτως· τΐ προφή- του ἴδιον εἶναί φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν· ἴδωμεν τοί- νϋν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε· καὶ προείρηκεν ὁ μακάριος δανϊήλ· καὶ τὸν μὲν περὶ τοῦ χριστοῦ χυ λόγον· τέως ἐπίσχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγωμεν. εὑρίσκομεν τοίνϋν αὐτὸν· πολ- λὰ μὲν περὶ τῆς βαβϋλωνίων βασϊλείας, πολλὰ σ δ ὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περῒ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται βαβϋλωνΐων βασϊλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψωνται βασϊλείαν· ἔπειθ’ ὅτϊ τούτους καταλύσας ὁ μακεδὼν· τελευτήσει μὲν αὐτὸς ὡς τάχϊστα, τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονο- μήσουσϊ τὴν βασϊλείαν· καὶ ὅτϊ ἐξ ἑνός τϊς τούτων βλαστήσας· μυρΐα ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτϊ θείας ἀπολαύσαντες βοηθείας· τῆς ἐκείνου θηριωδΐας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτϊ πά- σας καταγωνϊσαμένη τὰς βασϊλείας· τὸν παρὰ πάντων κομίσεται δασμὸν· τΐ δὴ λέγειν ὅσα περὶ τοῦ τῶν αἰγϋπτΐων καὶ τοῦ τῶν σύρων προηγόρευσε βασϊλέως. καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπϊγαμΐας καὶ σϋγγενείας· εἶτα πάλϊν τοὺς ἀκ ϊ η ρύκτους πο- λέμους, μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν πάντα ταῦτα προεγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλϊπόντα· πῶς οὐ δυσσεβὲς καὶ ἀνόσϊον· τοῦ τῶν προφητῶν ἐξο- ρΐζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας αλλότρϊα ποῖα τῆς προφητείας τὰ ἴδϊα· εἰ δ’ ὅτϊ τῶν οἰκείων οὐ προστί- θησϊ λόγων τὸ τάδε λέγει κύριος κς , καὶ τούτου χάρϊν τῆς τῆς προφητϊκῆς αὐτὸν ἀποστεροῦσϊ σϋμμορΐας· εἰπάτωσαν ἡμῗν τΐ τοιοῦτον ἁβραὰμ ὁ πατρϊάρχης εἰρηκὼς, προ- φήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τὸ γὰρ ἀ- βϊμέλεχ φησι· καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῷ ἀνδρΐ, ὅτϊ προφήτης ἐστῒν καὶ προσεύξεται περὶ σοῦ, καὶ σω- θήση σῢ καὶ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περΐ ἑαὐτοῦ· καὶ τοῦ υἱέως καὶ τοῦ ἐκγόνου φησΐν· ὅτϊ ἤ- λεγξεν ὑπὲρ αὐτῶν βασϊλεῖς ὁ θεὸς θς λέγων· μὴ ἅπτεσθαι τῶν χρηστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονη- ρεύεσθε· καὶ ὁ μέγϊστος δὲ προφήτης σαμουὴλ· ὁ παι- δόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς· ἢ δι’ ὀνειράτων· ἢ δϊα μεσημβρϊ- νῶν τϊνῶν ἀποκαλύψεων, προγνώσεις ἐνίας καὶ προρ- ρήσεις ἐδέξατο· πολεμεῖτε τοίνϋν κακείνοις ἀναφαν- δὸν· καὶ τοῦ σϋλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινΐαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε σϋκοφαντΐαν· προφήτης γὰρ καὶ προφήτης· ἐπϊθϋμΐα καὶ πόθω τῶν μελλόντων τὴν γνῶσϊν δεξάμενος, ἱδρῶσϊ τε καὶ πόνοις· νηστεία καὶ κακουχΐα. τὰ ἐσόμενα δϊδαχθείς· οὐ τίνα μόνοις ἰουδαίοις σϋμβήσεται ἅπερ ἔνϊοι τῶν προφητῶν προ- ειρήκασϊν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν κοινωνίαν, καὶ προμαθὼν καὶ προδιδάξας· σκο πήσατε τοίνϋν εἰ μὴ λΐαν ἄδϊκον· ἀβδϊοῦ μὲν τὸν τὰ καταληψόμενα κακὰ τοὺς ἰδουμαίους μόνον προαγο- ρεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περῒ μϊᾶς πόλεως προθεσπίσαντας τῆς νϊνευῒ, τοῖς προφήταις ἐγκατα- λέγειν· τὸν δὲ μακάρϊον δανιὴλ, οὐ περὶ πόλεως μϊᾶς· οὐδὲ περὶ ἔθνους βραχέως, ἀλλὰ περὶ τῶν μεγΐστων βα- σϊλειῶν προειρηκότα· χαλδαϊκῆς· περσϊκῆς· μακεδονικῆς. ῥωμαϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματικῆς πνικῆς χάρϊτος, ἀλλότρϊον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰ- δεσθῆναι· τὸν δυσσεβῆ· τὸν θηρϊώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον, βοῶντα περῒ τοῦ δανϊὴλ καὶ λέγοντα· ὅτϊ πνεῦμα πνᾶ θεοῦ θῦ ἅγιόν ἐστϊν ἐν αὐτῷ· καὶ γὰρ τῷ ὄντϊ τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνύπνϊον εἰπεῖν ὃ ἕτε- ρος θεασάμενος ἐπελήσθη. καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκρϊβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει, τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανΐαν, ἀλλὰ διὰ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τε- χνασμάτων· προφὴτην γὰρ αὐτὸν δείκνϋσϊ τὰ θεῖα σϋγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσϊν· καὶ τὸ τῆς προρρήσεως τέλος· αὐτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσμα- τα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάλη- ψϊν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν, καὶ διατούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐγκεφαλαίω, τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολο- γΐαν· καὶ τὴν ἰουδαίων κατηγορΐαν ἀποχρώντως ποιη- σάμενοι· τὴν τῆς προφητείας ὑπόθεσϊν, δήλην πρότε- ρον καταστήσωμεν· εἶθ’ οὕτως, τῆς καταλέξϊν ἑρμη- νείας ἁψώμεθα· μετὰ τὸν ἰωσΐαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασϊλεὺς, ἐβασΐλευσε τῆς ἰουδαίας ἰωά- χαζ ὁ υἱὸς αὐτοῦ· τρεῖς ὅλους μῆνας· καὶ ὀλΐγας ἡμέρας· 3ἡ ὑπόθεσϊς ὅτϊ μετὰ ἰωσΐαν ἰωά- χαζ ὁ υἱὸς αὐτοῦ ὃς καὶ σελὴμ κατὰ τὸν ἱερε μΐαν προαγορεύεται· μετὰ δὲ τοῦτον, ἐλϊα- κεὶμ ὁ ἀδελφὸς αὐτοῦ· ὃν φαραὼ ἰωακεὶμ προσηγόρευσεν· μετὰ δὲ τοῦτον ἐλιακεὶμ ὁ υἱὸς αὐτοῦ ὃς καὶ ἰωακεὶμ μετωνομάσθη· ὃν ἱερεμΐαν ἰεχονίαν ὀνομάζει· μεθ’ ὃν ὁ πρὸς πατρὸς πρς αὐτῶν θεῖος σεδεκίας:— διώνϋμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασϊλείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακά- ρϊος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελὴμ προσαγορεύει· τοῦτον δορϊάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασϊλεὺς φα- ραὼ νεχαὼ· εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἐντ’ αὐτοῦ βασϊλέα ἐλϊακεὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη. πρὸς ὀλΐγοις μησΐν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασϊλείας ἐπϊστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβϋλωνίων βασϊλεὺς· ἔλαβεν μὲν οὐκ ὀλίγους δωριαλώτους τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων· ἔλαβεν δὲ καὶ ἔνϊα τῶν ἱερῶν σκευῶν, τῶν ταῖς θείαις λειτουργΐαις ἀφϊερωμένων· δασμὸν δέ τϊνα ἐπϊθεὶς τῶ ἰωακεὶμ, ἀ- πῆρεν εἰς βαβϋλῶνα· εἶτα τούτου τὸν ὡρισμένων φόρον ἐκτίσει μὴ βουλομένου, πάλϊν ἐπεστράτευσε τοῖς ἱεροσο- λΰμοις, καὶ τὴν πόλϊν ἑλὼν καὶ τοῦτον ἀνελὼν· κα- θίστησϊν ἀντ’ αὐτοῦ βασϊλέα τὸν ἐξ αὐτοῦ, ἐλϊακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα· ἰωακεὶμ δὲ πάλϊν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάρϊος ἱερεμΐας ὁ προφήτης, ἰεχονΐαν ὀνομάζει· ζῷ γὰρ ἐγώ φησϊ λέγει κύριος κς · ἐὰν γενόμενος γένηται ἰεχονΐας υἱὸς ἰωακεὶμ βα- σϊλέως ἰούδα ἀποσφράγϊσμα ἐκ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψϋχήν σου, ὧν σῢ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μήνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασϊλείαν πρϋτα- νεύσαντος, πάλϊν ὁ ναβουχοδονόσορ ὁ τῶν βαβϋλωνΐων βασϊλεὺς, στρατείαν ἀποστείλας καὶ στρατηγὸν· τοῦτον μὲν, αἰχμάλωτον ἐπήγαγεν εἰς τὴν βαβϋλωνίαν· τῶ δὲ σε- δεκΐα θείω πρὸς πατρὸς πρς αὐτῶ ὄντϊ· τὴν βασιλείαν ἐνεχείρϊσεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασϊλεύσαντος· εἶτα τὸν ἐπϊκείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπϊστρατεύει τοῖς ἱεροσολύμοις τῶν βα- βϋλωνΐων ὁ βασϊλεὺς· ἔπειτα πολϊορκήσας· καὶ τῷ λϊ- μῶ κατ’ αὐτῶν σϋμμάχω χρησάμενος· καὶ μηχανήματα τοῖς περϊβόλοις προσενεγκὼν, ῥήγνϋσϊ μὲν τὸ τεῖχος ἀναι ρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδΐσας, ἀπάγει δορϊαλώτους, πϋρῒ τὴν πόλϊν καὶ τὸ ἱερὸν πα- ραδούς. ἀλλ’ ὁ τῶν ὅλων θεός θς · ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν σϋγχωρήσας, παρανομΐαν· οὔτε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονΐας ἐγΰ- μνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία, οἷόν τϊνας παι- δονόμους ἐδεδώκει τόν τε οὐρΐαν τὸν σαμαίου· καὶ ἱερεμΐαν τὸν τοῦ χελκΐου· ἄνδρας, ἱερωσύνη καὶ προ φητεία λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλω- σΐαν δορϊαλώτοις ἀπαχθεῖσϊν εἰς βαβϋλῶνα. τοὺς περῒ τὸν μακάρϊον δανϊὴλ συναπέστειλεν· καὶ ἐζεκϊὴλ· καὶ ἀνανΐαν· καὶ ἀζαρίαν· καὶ μϊσαήλ· ἵνα ἔχοντες τῆς νομϊκῆς ἀκρϊβείας διδασκάλους· μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπϊμϊξΐας δέξωνται λάβην· ἀλλ’ ἔχω- σϊν ἀρχέτϋπα, τῆς προγονϊκῆς αὐτοὺς ἀρετῆς καὶ φϊ- λοσοφίας ἀναμϊμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτϊ τοὺς εὐ- νοϊκῶς αὐτῷ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν δϊα- πάντων προθϋμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας, αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι, καὶ πολλοῖς κϊνδύνοις περϊπε- σεῖν· καὶ διὰ κϋμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βΐον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησΐν· ὅτϊ ἀπέ- κτεινα δι’ ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ἐν ῥήματϊ στόματός μου στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σριαν · τοὺς ἁγΐους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν· τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποι- ούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς· τὴν βαβϋλῶνα καταλαβεῖν· ὃς, νέος ὢν ἔτϊ· καὶ ὥρα λάμπων· σὺν τοῖς φϊλοθέοις ἐκείνοις μειρακΐοις ἐν τοῖς βασϊλείοις ἀνατραφεὶς· καὶ παιδόθεν τὴν θείαν χάρϊν ἐσχηκὼς ἐπανθοῦσαν· σο- φΐας δὲ παντοδαποῦς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντϊ παρρησΐαν. τὸν δὲ τῆς εὐσεβείας κηρΰξας λόγον ὠφελείας κακείνω πρόξενος γεγένηται· οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσϊ τοῖς ὑπηκόοις· ἃ, γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου δϊδασκαλΐας, εἰς τοὺς ὑπηκόους παρέπεμψεν· νόμον τε- θεικὼς τὸν διαρρήδην παρεγγϋῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεὸν θν · πότε μὲν οὖν εἰς τὴν βαβϋλῶνα· ὁ θεσπέσϊος οὗτος θη ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν· καὶ ὅσων ἀγαθῶν γεγένοιται πρόξενος· οὐ τοῖς ὁμοφύλοις μόνον· ἀλλὰ καὶ τοῖς βαρβάροις· συντόμως εἰρήκαμεν· τῆς δὲ προ- φητείας τὴν δύναμϊν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκρϊβέστερον εἰσόμεθα· τὴν θείαν τοίνϋν χάρϊν κα- λέσαντες συνεργὸν, τῆς σαφηνείας ἀρξώμεθα·-