ὅρασις α: - ΤΟΜΟΣ Β Ἐ ν τῷ ἔτει τῷ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ ἐ- νυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον. καὶ ἐξέστη τὸ – πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ:- Ἐντεῦθεν μανθάνομεν· ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσε τῆ ἰουδαία. ἐν τῷ τρίτῶ ἔτει τῆς βασιλείας ἰωακείμ· καὶ τὸν μὲν ἐκέλευσεν φέρειν δασμὸν τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγεν χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτως λέγων: ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν πρὸς πάντα τὸν λαὸν ἰούδα· ἐν τῷ ἔτει τῶ τετάρτω τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα, αὐτὸς ἐνιαυτὸς πρῶτος τὸ ναβουχοδονόσορ, τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατo· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνε- σιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῷ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ, τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν· ἐν τῷ ἔτει τᾠ δευτέρω τῆς βασιλείας να- – βουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα· ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκρι- βῶς καταμάθωμεν· τούτου γὰρ χάριν καὶ οἱ θεῖοι προ- φῆται μεμνημένοι τῶν βασιλέων: καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῷ ἔτει τοίνυν τῷ δευτέρῶ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μά- γους καὶ τοὺς φαρμάκους καὶ τοὺς χαλδαίους, τοῦ – ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία· τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτῶ τὸν οἰκεῖον ποιῆσαι βουλόμενος προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους δέξηται παραινέσεις δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προ- μήθεια, οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι· καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ἄκρας παρα- πληξίας, τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνή- μην· ἀλλ’ ὅμως κληθέντες φησὶν ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως·, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς. ἐνυπνιάσθην ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ συριστὶ καὶ εἶπαν· βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου· καὶ τὴν σύ- γκρισιν αὐτοῦ ἀπαγγελοῦμεν. καὶ τὴν μὲν αἴτησιν – τῷ ὄντι, ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ανινης ἦν διανοίας θείας ἑρμη- νεύειν ἀποκαλύψεις· δίχα τῆς ἄνωθεν ἐνεργείας· συριστὶ δὲ τὴν οἱ χαλδαῖοι διάλεξιν πεποίηνται. τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν· καὶ ἰδίαν μὲν γλῶτταν ἑκάστων ἐχόντων· κοινῆ δὲ πάντων τῆ σύρων χρωμένων φωνῆ. διδάξαι βουλόμενοι τὸ τῆς ἀπο- κρίσεως ἀκόλουθον· ἀλλ’ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ανων τὰ πέρατα τῆς φύσεως· ἀπεκρίθη γάρ φησι, καὶ εἶπεν τοῖς χαλδαίοις· ὁ λόγος ἀπέστη ἀπ ̓ ἑμοῦ· ἐὰν δὲ μὴ γνωρί- σητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπό- λειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται, ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν – τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι· ταῦτα δὲ· οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες. ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης. τὸ νομίσαι ἢ τῆ ἀπειλῆ τῶν κακῶν, ἢ τῆ ὑποσχέσει τῶν ἀγαθῶν, πλείονα τοῖς χαλδαίοις ἐγγενήσεσθαι γνῶσιν· αὐτίκα τοίνυν, ἐκεῖνοι πάλιν πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολο- γοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν· καὶ ἑρμη- νεῦσαι μὲν εἰ μάθοιμεν τὸ ἐνύπνιον δυνησόμεθα· εὑρεῖν δὲ αὐτὸ σοὶ μὲν γνωρισθὲν, εἶτα λήθη παραδοθὲν, οὐ δυνάμεθα· ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν· ἀπεκρίθη δὲ ὁ βασι- λεὺς καὶ εἶπεν· ἐπ’ ἀληθείας ἐγὼ οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζεσθε· καθότι οἴδατε, ὅτι ἀπέστη ἀπ’- ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἐπαγγείλη- τέ μοι, ἕν ἐστι τὸ δόγμα ὑμῶν· καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν- μου, ἕως οὗ ὁ καιρὸς παρέλθη· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐ- – τοῦ ἀπαγγελεῖτέ μοι· τούτων δὲ τῶν λόγων· ἡ μὲν ἀ- παίτησις αὐθάδης καὶ μανικὴ· ἡ δὲ κατηγορία λίαν ἀληθής· βούλεσθε γάρ φησι μαθεῖν τὸ ἐνύπνιον, ἵνα κοινήν τινα πλασάμενοι ἑρμηνείαν ψευδῇ φενακίσητέ με φενακίσητέ με συνήθως. συνεργὸν λα μ βόντες τοῦ χρό- νου τὸ μῆκος, καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμέ- νοντες· τούτων ἀκούσαντες οἱ χαλδαῖοι· ὡς γὰρ ἔοικεν οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῷ παρρησίαν ἀποφατικῶς διαλέγονται, καὶ παντελῶς ἀπαγορεύ- ουσι, τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν· οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ανος ἐπὶ τῆς ξηρᾶς, ὅστις δύναται γνωρίσαι τὸ ῥῆμα τῷ βασιλεῖ· καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων, ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ, πάντα μάγον χαλδαῖον· ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς· ἐρωτᾶ βαρὺς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώ- πιον τοῦ βασιλέως, ἀλλ’ ἢ θεοὶ θοι ὧν οὐκ ἔστιν ἡ κατοί- κησις αὐτῶν μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει· ἀνθρώπινα ανινα φησὶ παρ’ ἡμῶν ἐπιζή- τησον, μὴ τὰ πέρα τῆς φύσεως· πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει· δικαίως τὴν βασιλείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ, δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ανων τῶν σάρκα περικειμένων ἡ τοιάδε γνῶσις, ἀλλὰ τῆς ἀσωμάτου φύσεως, τῆς ἀκριβῶς ἅπαντα γινωσκού- σης· ταῦτα μὲν οὖν, παρὰ τῶν χαλδαίων ἐρρήθη· προωκονήμητο δὲ ἡ τοῦ δανιὴλ ἀνάρρησις· τούτω γὰρ εἰρηκότων οὐκ ἔστιν ἀνθρώπων ανων ἀλλὰ θεῶν τοῦ ταῦτα γινώσκειν· ὁ θεσπέσιος δανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα· ἀκριβῶς δὲ λέγει, καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα ὅτι ἡ τοιαύτη γνῶσις, οὐκ ἀνθρώπων ανων · ἐστὶν τῶν ἐπὶ γῆς ἑρπόντων, οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ · ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῷ οἰκείῳ χωρίῳ, τὴν ἁρμόττουσαν ἑρμηνείαν λῆ· δέξεται. ἐπὶ δὲ τὰ συνεχῆ τῆς ἱστορίας, τὸν λόγον μετε νέγκωμεν· τότε φησὶν ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῆ πολλῆ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς βαβυλῶνας. καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτένοντο· καὶ ἐζήτησαν τὸν δανιὴλ, καὶ τοὺς φίλους αὐτοῦ ἀ- – νελεῖν· τυραννικὸν ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα· καὶ ἄδικον προφανῶς, καὶ δικαιοσύνης ἔρημον· ἀλαζονεία γὰρ καὶ τύφος προσλαβὼν ἐξουσίαν ὄλε- θρον μηχανᾶται τοῖς ὑπηκόοις· ἀλλ’ ὁ θειότατος δα- νιὴλ· τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος, πυν- θάνεται τοῦ ἀριὼχ ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρί- σθη φόνον λέγων· ἄρχον τοῦ βασιλέως, περὶ τίνος ἐ- ξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη, ἐκ προσώπου τοῦ βα- – σιλέως. ἠγνόει γὰρ ὡς ἔοικεν, ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη, ἐν οἷς αὐτοὺς τῆ βασιλικῇ τρα- φέντας τροφῇ μετὰ τὸν τρίτον χρόνον, εἰσαχθῆναι αὐτοὺς προσέταξεν αὐτῷ τῶν βαβυλωνίων ὁ βασιλεύς· εἰ δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων· ὅτι καὶ εἰσῆλθον καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες θαυ- μαζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ διήγημα συμπεράναι βουλόμενος, ἅπαντα σαφῶς ἐδίδαξεν τὰ τηνικαῦτα συμβάντα εἶτα μεταβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγη- μα. τῶν ἐν τῷ μεταξὺ χρόνω γεγενημένων· ὅτι γὰρ οὐ δέπω τῶν παρρησίαν ἐχόντων ἦν πρὸς τὸν βασιλέα ἡνίκα τοὺς σοφοὺς συνήγαγεν βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύτης γὰρ ἀγνοῶν τὴν αἰτίαν, τὸν ἀριὼχ ἠρώτα· καὶ ἐπειδὴ ἔμαθεν. θαρρεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν· ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν, καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· εἶτα διδάσκει ἡμᾶς, τὸν τῆς εὑρέσεως τρόπον· οὐκ αὐτὸς φιλοτ η ι μού- μενος ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλού- μενος. εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ ἀνανία καὶ τῷ ἀζαρία καὶ τῷ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισεν τὸ ῥῆμα· καὶ οἰκτιρμοὺς ἐζή- τουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ ουνου ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται δαν η ι ὴλ καὶ οἱ φίλοι αὐτοῦ με- – τὰ τῶν λοιπῶν σοφῶν βαβυλῶνος· ἀληθῶς, πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας. καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις ανινοις εὐσεβείας γεγυμνωμέ- νοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων ανων · οἱ δὲ τρόφιμοι τῆς ἀληθείας, οὐδὲν δίχα τῆς ἄνωθεν βοηθείας λέγειν ἢ πράττειν ἀνέχονται· τὰ δὲ σφῶν αὐτῶν πείσματα, τῆς πάντα ἐφορώσ ει η ς προμηθείας ἐξάπτοντες. ἑστᾶσιν ἀκίνητοι μὴ κλο- ∵ νούμενοι, μὴ δὲ τῆδε κακεῖσε περιφερόμενοι, ἀλλὰ – τῆς ζάλης τῶν ἀνθρωπίνων ανινων λογισμῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτυς, ὁ θεσπέσιος δανιὴλ· ὀλίγον μὲν χρό- νον αἰτήσας, εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν· οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ’ εἰς ἱκετείαν καὶ προσευχὴν· καὶ οὐδὲ αὐτῷ μόνω θαρρήσας ἀλλὰ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· τότε γάρ φησι τῷ δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς, τὸ μυστήριον ἀπεκαλύφθη· καὶ ηὐλόγησε τὸν θεὸν θν τοῦ οὐρανοῦ ουνου δανιὴλ καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου κυ τοῦ θεοῦ θῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους· καθιστᾶ βασιλεῖς, καὶ μεθιστᾶ. διδοὺς σοφίαν τοῖς σοφοῖς· καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βα- θέα καὶ ἀπόκρυφα· γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν: διὰ πάντων τὴν οἰκείαν εὐγνω- μοσύνην δείκνυσι. καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος, τοῦ ἐνυπνίου τὴν εὕρεσιν· προσήκει γάρ φησι τὸν ἀίδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεόν θν , σοφίας ὄντα καὶ συνέσεως πηγὴν· ὀρθῶς ἅπαντα, καὶ ἀγαθῶς πρυτανεύοντα, καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς. ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρωπίνης ανινης εὐημερίας ἀβέβαιον· δεικνῦντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασιλέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως· καὶ διδοὺς ἐξουσίαν, ἀφαιρεῖται ταύτην ὅτ ̓ ἂν ἐθέλη· καὶ σοφίας δὲ καὶ φρονήσεως, αὐτός ἐστι χορηγός· δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐτὸν βουλομένοις· ἀποκαλύπτει δὲ οἷς θέλη τὰ μηδαμῶς φαινόμενα, ἀλλ’ οἷόν τινι βυθῷ κρυπτόμενα, τῷ μηδέπω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερόν, φῶς τε οἰκῶν ἀπρόσιτον, ἀκρι- βῶς ἅπαντα γινώσκει· τὰ ἐν τῷ σκότει γινόμενα. διό σοι ὁ θεὸς θς τῶν πατέρων πρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι· καὶ νῦν ἐγνώ- ρισάς μοι, ἃ ἠξιώσαμεν παρὰ σοῦ· ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι, τοῦ γνωρίσαι τῷ βα- – σιλεῖ πρὸς ταῦτα· τοιαῦται τῶν εὐσεβῶν αἱ ψυχαί· καὶ ἐν ταῖς χρείαις τὸν θεὸν θν ἐπιστάμεναι χορηγόν, καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι· καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν, οὐκ ἀνεχόμεναι λήθη παραδοθῆναι τῶν δωρεῶν τὴν μνήμην, ἀλλ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην θεὸν θν . ἄξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς· καὶ τὸ μέτριον φρόνημα. καὶ γὰρ τὴν αἴτησιν ποιούμενος, κοινωνοὺς ἔλαβεν τοὺς ὁμοτρόπους τῆς προσευχῆς· καὶ τὸν ὕμνον ὑφαίνον ὑπὲρ ὧν ἔλαβεν πάλιν αὐτῶν ἐμνημόνευσεν οὐ γὰρ εἶπεν ἐγνώρισάς μοι ἃ ἠξίωσά σε, ἀλλὰ ἠξιώσαμεν παρὰ σοῦ· οὕτω τὸν θεῖον συμπεράνας ὕμνον, εὐθὺς φησὶν ἦλθεν δανιὴλ πρὸς ἀριὼχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶνος. καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπολέσης εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως. – καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῷ τῷ βασιλεῖ· πρέπων καὶ οὗτος τῷ προφήτη ὁ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων ἀπαλλαγῆναι τῆς ἀδίκου σφαγῆς, ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγματεύεται σωτηρίαν σριαν · ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος, καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν· καὶ τῶ τῶν ὅλων προσά- ξειν θεῷ θω · τότε ἀριὼχ τούτων ἀκούσας τῶν λόγων σπου- δῆ τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν αὐτῷ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχ- μαλωσίας τῆς ἰουδαίας· ὅστις τὸ σύγκριμα τῷ βα- – σιλεῖ πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέγονε, ὅτι οὐδέπω ἀναγγελεῖ τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει, οὐ γὰρ ἂν εἴπερ ἐγινώσκετο. ἀορίστως εἶπεν ἀριὼχ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ· ὀ δὲ βα- σιλεὺς περιχαρὴς γενόμενος, εἶπεν τῷ δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ· εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύ- πνιον ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ· ἐπισημήνασθαι δεῖ καὶ τοῦτο· ὅτι βαλτάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει, ἀλλ’ ὅτε τῷ βασιλεῖ διαλέγεται· τῷ ταύτην αὐτῶ τὴν προσηγορίαν ἐπιτεθεικότι· ἐρωτηθεὶς δὲ ὅμως εἰ δύναται καὶ τὸ ἐνύπνιον καὶ τὴν ἑρμηνείαν ἐπαγγεῖλαι τᾠ βασιλεῖ, ἀπεκρίνατο λέγων· τὸ μυστήριον ὃ ὁ βασι- λεὺς ἐπερωτᾶ, οὐκ ἔστι σοφῶν· μάγων ἐπαοιδῶν· γα- ζαρινῶν· δυναμένων ἀπαγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστι θεὸς θς ὁ ἐν οὐρανῶ ουνω ἀποκαλύπτων μυστήρια· θαυμαστῶς τῆς διδασκαλίας ἤρξατο· ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρόνων ἐκεῖνον χορὸν· καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν· τὸν θεὸν θν εἶναι ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδά- σκαλον· προστέθεικε δὲ ἐν οὐρανᾠ οωνω , τοὺς κάτω γινομένους καὶ προσκυνουμένους ἐκβάλλων θεούς· καὶ τῷ μὲν ἑνικῷ ὀνόματι, τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν· τῆ δὲ ἐν οὐρανῶ οωνω διαγωγῆ. τοὺς κάτω φαινομένους δείκνυ- σιν οὐ θεούς, ἀλλ’ ἀπάτην ἀφορμὴν ἔχουσαν, τῶν ἀνθρώπων ανων τὴν τέχνην· οὗτος φησὶν ὁ θεὸς θς ἐγνώρισεν τῷ βασιλεῖ ναβουχοδονόσορ, ἃ, δεῖ γενέσθαι ἐπ’ ἐσχάτου τῶν ἡμε- ρῶν· οὕτω προοιμιασάμενος, πάλιν ἐπισπᾶται τῆ εὐλογία εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν· βασιλεῦ γάρ φησιν εἰς τοὺς αἰῶνας ζῆθι· ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν· καὶ τὴν ἑρμηνείαν ἐπάγειν· καὶ προλέγειν αὐτᾠ τὴν τῆς βασιλείας κατάλυσιν, προοιμιαζόμενός φη- σὶν· ὅτι ἐμοὶ εὐχὴ. ζῆν σε διηνεκῶς· μὴ τοίνυν ἐμοὶ ἐπιγράψης· τὸ ὑπὸ τοῦ ἐνυπνίου δηλούμενον· εἶτά φησὶν τὸ ἐνύπνιόν σου καὶ ἠ ὅρασις τῆς κεφαλῆς σου ἐπὶ – τῆς κοίτης σου· τουτέστιν ἂ νύκτωρ ἐθεάσω βασιλεῦ ταῦτά ἐστιν· οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτη ς σου ἀνέβη- σαν τί δεῖ γενέσθαι μετὰ ταῦτα· ἐλογίζου φησὶ κατα- κείμενος ἐπὶ τῆς κλίνης, εἴτε εἰς ἀεὶ ζήσεις, εἴτε τῷ νόμω τῶν ἀνθρώπων ανων ὑπὸ τὸν θάνατον γενήση· ἐπεθύμεις δὲ μαθεῖν, καὶ τὰ μηδέπω γεγενημένα· καὶ ὁ ἀποκαλύπτων – μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι· πανταχοῦ δὲ τὸν ἕνα κηρύττει θεόν θν , τῆς πολυθείας ἐκβάλλων τὴν πλάνην· εἶτα καὶ τοῦ οἰκείου φρονήματος τὴν μετριό- τητα δείκνυσιν. ἐμοὶ γάρ φησιν οὐκ ἐν σοφία τῆ οὔση ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον ἀπε- καλύφθη. ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι· καὶ ἵνα γνῶς τοὺς διαλογισμοὺς τῆς καρ- – δίας σου· ταύτης γάρ φησι τῆς ἀποκαλύψεως ἔτυχον· οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων ανων σοφότερος, ἀλλ’ ἵνα σὺ μάθης, ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνω ταύτης ἐχρήσατο τῆς γνώσεως· ὡς οἰκείω θεράποντι. ἄρχεται τοίνυν τῆς ἐξηγήσεως, καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον· σὺ βασιλεῦ ἐθεώρεις· καὶ ἰδοὺ εἰκὼν μία μεγάλη· ἡ εἰκὼν ἐκείνη· μεγάλη καὶ ἡ πρόσωψις αὐτῆς ὑπερφερὴς· ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅ- ρασις αὐτῆς φοβερά· εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίον καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες κειμ αὐτῆς ἀργυροί μέρος μέντοι σιδηροῦν, μέρος δέ τι ἡ κοιλία καὶ οἱ μυροὶ χαλκοὶ, καὶ αἱ κνῆμαι σιδηραί, οἱ πόδες – ὀστράκου· τέσσαρας μὲν ὕλας, διὰ τῶν προειρημέ- νων ἐσήμανεν· τὸν χρυσόν· τὸν ἄργυρον· τὸν χαλ- κὸν· τὸν σίδηρον· τὸ γὰρ ὄστρακον οὐ καθ ̓ ἑαυτὸ εἶπεν, ἀλλὰ τῷ σιδήρω συμμεμιγμένον· δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τε καὶ καθολικωτάτας βασιλείας· αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν. ἀλλήλας διαδεξάμεναι· ὅτι μὲν γὰρ καὶ ἄλλα βα- σιλεῖαι συνέστησαν, καὶ ἐπὶ τοῦ παρόντος δὲ συνε- στᾶσι· δῆλον ἐστὶν, οὐ μὴν πάντων· ἢ τῶν πλειόνων ἐστὶν αὐτὰς κρατούσας ἰδεῖν, ἀλλ’ ἑνὸς ἢ δύο μό- νον ἐθνῶν· λέγει τοίνυν πρώτην ἁπάντων γεγε- νῆσθαι τὴν ἀσσυρίων ἡγεμονίαν· ἥτις ἐστὶν ἡ βαβυ- λωνίων· ἀσσύριοι γὰρ, καὶ οὗτοι κἀκεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῆ νίνω τῆ παρ’ ἑβραίοις νινευὶ καλουμένη τὰ βα- σίλεια ἐσχήκασι· ποτὲ δὲ ἐν τῆ βαβυλῶνι· ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κἀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον, φησίν· ἡ κεφαλὴ ἡ χρυσὴ, σὺ εἶ βασιλεῦ: καὶ ὁ μακάριος δὲ ἱερεμίας ὁ προφήτης φησ∑i· ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου κυ , μεθύσκον πᾶ- σαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἔπιον ἔθνη· δια- τοῦτο ἐσαλεύθησαν· καὶ ἄφνω ἔπεσεν βαβυλὼν καὶ συνετρίβη· εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην τῶν ἀσ- συρίων ἡ βασιλεία ταύτης πρεσβυτέρα, ποίαν ἄν τις αὐτὴν ὕλην καλέσειεν· μαρτυρεῖ δὲ καὶ ὁ θε- σπέσιος μωυσὴς, ταῦθ’ οὕτως ἔχειν· ἐν γὰρ τῆ κοσμο- γενεία περὶ τοῦ νεβρὼθ εἰρηκὼς ὅτι γήγας ἦν κυ- νηγὸς ἔναντι κυρίου κυ , ἐπήγαγεν· καὶ ἐγένετο ἐν ἀρχῆ τῆς βασιλείας αὐτοῦ βαβυλὼν ὁρὲχ καὶ χαλάνη· καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς βαβυλωνίους, ἀσσυρίους προσαγορεύουσι· καὶ μέχρι δὲ τοῦ παρόντος ὡς φασὶν, ἀσσυρίαν αὐτὴν ὀνομάζουσι πέρσαι· οὐ- κοῦν ἡ μὲν πρώτη ὕλη ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν ἀσσυ- ρίων καὶ βαβυλωνίων σημαίνει βασιλείαν· κεφα- λὴν δὲ αὐτὴν ὀνομάζει ὡς πρώτην γεγενημένην· ἡ δευτέρα δὲ ἥτις ἐστὶν ὁ ἄργυρος, περσῶν ἐστι καὶ μή- δων· κῦρος γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρόθεν μὲν ἐκ μήδων πατρόθεν δὲ ἐκ περσῶν, κατέλυσε μὲν τῶν ἀσσυρίων ἠτ ̓ οὖν βαβυλωνίων τὴν βασιλείαν· μετατέθεικε δὲ τὴν βασιλείαν εἰς πέρσας· στῆθος δὲ αὐτὸν προσηγόρευσεν καὶ βραχίονας. ἵνα δείξη τὴν πρὸς δύο ἔθνη συγγένειαν, διὰ μὲν γὰρ τῆς δεξιᾶς, τὸ πατρῶον αὐτοῦ σημαίνει γένος· τὸ μητρῶον δὲ διὰ τῆς εὐωνύμου· ὧν τὴν συνάφειαν, τὸ στῆθος πεπί- στευται· τὴν καρδίαν ἔχον. τῶν λογισμῶν τὸ ταμιεῖον· λογισμῶ δὲ, καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια· τὸν δὲ χαλκὸν προσηγόρευσε, τὴν μακεδονικὴν βασιλείαν, μετὰ τὴν περσικὴν ἀναφανεῖσαν. καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν· τὴν κοιλίαν δὲ αὐτῆ καὶ τοὺς μηροὺς ἀπένειμεν, τήν τε μοναρ- χίαν τοῦ ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων, καὶ διὰ τῶν μηρῶν, τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γε- * νομένην τῆς βασιλείας διαίρεσιν· σίδηρον δὲ, τὴν ῥωμαικὴν προσηγόρευσε βασιλείαν· αὕτη δὲ τὴν μακεδονικὴν διεδέξατο· ἀπένειμεν δὲ αὐτῆ τὰς κνήμας, ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώ- ματος, καὶ φέρειν ἅπαν δυναμένας τὸ σῶμα· τὰς δὲ τῶν ποδῶν βάσεις σιδηρὰς μὲν καὶ αὐτὰς, ὀ- στράκω δὲ ἀναμεμιγμένας· διὰ δὲ τούτου, οὐχ ἑτέραν αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν, ἀσθενεστέραν ἑαυτῆς ἐσομένην, καὶ τῆ τοῦ ὀστράκου ἀσθενεία συμμεμιγμένην· τὴν δὲ τῶν ὑλῶν διαφο- ρὰν τέθεικεν, οὐ τῆς τιμῆς, ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρυσοῦ, ὁ ἄργυρος στεγα- νώτερος· τοῦ δὲ ἀργύρου· στεγανώτερος ὁ χαλκός· ὁ δὲ σίδηρος καὶ αὐτὸς τοῦ χαλκοῦ, πολλῷ τῷ μέτρω στε- ρεμνιώτερος· ἡ διαφορὰ τοίνυν. οὐκ ἐν τῆ τιμῆ, ἀλλ’ ἐν τῆ ἰσχύι τε καὶ δυνάμει· ἀναγκαῖον δὲ ζη- τῆσαι τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσα- το τὴν συνθήκην· οὐδὲν γὰρ ἁπλῶς οὐδὲ μάτην. ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἀποκαλύπτεται· ἡ εἰκὼν, σχή- ματα, ἀλλ’ οὐ πράγματα ἔχει· τοιοῦτος δὲ καὶ ὁ παρὼν βίος, οὐδὲν ἔχει διαρκὲς οὐδὲ μόνυμον· διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ παραινῶν λέγει· μὴ συσχηματίζεσθε τῶ αἰῶνι τούτω· καὶ ὁ μακάριος δαβὶδ δαδ τῆς ἀνθρωπίνης ανινης εὐημερίας διελέγχων τὸ. μάταιον· φησί· πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ανος ζῶν· μέν- τοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος ανος · θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος, ὀξυρρόπους ἔχει τὰς μεταβολάς. θνη- τὰ γρ γενητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα καὶ πρόσκαιρα· καὶ ἡ εἰκὼν δὲ τῶν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει· μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων καὶ ἀρ- χόντων καὶ ὑπηκόων· πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιάλυτον ἔχει, εἰκότως ὁ τῶν ὅλων θεός θς · τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουλόμενος βασι- λέα τῆς ἀνθρωπίνης ανινης ὀφρύος τὸ μάταιον καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀνθρώπινα ανινα τὴν μεταβολήν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι· τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις, τὰς συχνὰς καὶ ἐπαλλήλους τῶν βα- σιλέων διδάσκων διαδοχάς· καὶ πείθων ἅπαντας ὡς αὐτὸς μόνος, διηνεκὲς ἔχει τὸ κράτος· ἄναρχόν τε καὶ ἀτελεύτητον καὶ ἁπαξ ἁπλῶς ἁπαξαπλῶς , αἰώνιον τὴν βασιλείαν. τούτοις ἐπάγει ὁ μακάριος δανιὴλ, τὰ λοιπὰ τοῦ ἐνυπνίου διδάσκων, ἐθεώρεις ἕως ὁ τοῦ ἀπεσχίσθη λίθος ἀπὸ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους. καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύνθησαν εἰς ἅπαξ· ὁ σίδηρος· τὸ ὄστρακον· ὁ χαλκὸς· ὁ ἄργυρος, ὁ χρυσός· καὶ ἐγένοντο ὡσεὶ κο- νιορτός, ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος πνς , καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα· ἐγένετο εἰς εἰς ὄρος – μέγα. καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν τοῦτο μέν ἐστι τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ, κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας· ζητήσωμεν τοίνυν πρότερον· τίς ὁ λίθος προσαγορευόμενος· καὶ βραχὺς μὲν πρό- τερον φαινόμενος· ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰκουμένην ἐκάλυψεν· οὐκοῦν ἀκούσωμεν αὐ- τοῦ τοῦ θεοῦ θυ διὰ ἡσαίου τοῦ προφήτου λέγοντος· ἰδοὺ τίθημι ἐν σιὼν λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων – ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθήσεται· ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος καὶ βοῶντος. λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐ- – γενήθη εἰς κεφαλὴν γωνίας· ταύτην τὴν μαρτυ- ρίαν, καὶ αὐτὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγ- γελίοις ἰουδαίοις προσήνεγκεν· οὐκ ἀνέγνωτε λέ- γων λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ κυρίου κυ ἐγένετο αὕτη. καὶ ἔστι θαυμαστ ὶ ὴ ἐν ὀφθαλμοῖς ἡμῶν. καὶ ὁ μακάριος δὲ πέτρος ἐν ἰουδα ῖ ί οις δη- μηγορῶν· καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον πα- ραγαγὼν, ἑρμηνεύει τὴν προφητείαν οὕτω λέγων. οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ ̓ ὑμῶν τῶν οἰκο- – δομούντων, ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας· καὶ ὁ μακάριος δὲ παῦλος φησὶν· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίω τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίον αὐτὸν ἰησοῦ ιυ χριστοῦ χυ · καὶ ἀλλαχοῦ δὲ φησί. θεμέλιον δὲ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἰησοῦς ις χριστός χς . καὶ πάλιν ἔπινον φησὶν, ἐκ πνευματικῆς πνικης ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός χς · οὐκοῦν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς δι δασκόμεθα, τὸν κύριον κν ἡμῶν προσηγορεῦσθαι λίθον· οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν· γεννηθεὶς ἐκ παρθένου γαμικῆς κοινωνίας χωρίς· οἶδεν δὲ πολλάκις καὶ τὴν παρὰ φύσιν γέννησιν, λατομίαν προσαγορεύειν γραφή· ἰουδαίοις γὰρ ἡσαίας τῆς πα- ρὰ φύσιν γενομένης τῷ ἀβραὰμ παιδογονίας ἀνα- μιμνήσκων ἐμβλέψατε λέγει εἰς τὴν στερεὰν πέτραν – ἑξῆς ἐλατομήθητε· οὐκοῦν ὄρος μὲν. ἡ δαυιτικὴ φυλὴ· λίθος δὲ ὁ χριστός χς · κατὰ τὸ ἀνθρώπινον ανινον , οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμηθείς· οὗτος δὲ πάλιν μικρὸς φαι- νόμενος· δι’ ἣν περιέκειτο· φύσιν ἀθρόον ἐδείχθη- ὄρος μέγιστον· πᾶσαν πληρώσας τὴν οἰκουμένην· ἐπληρώθη γὰρ πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον κν , ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· οὗτος πατάξει τὴν εἰκόνα, ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρα- κίνους· τουτέστι καὶ τὴν ἐσχάτην καταπαύσει βασι- λείαν· φροῦδον τε καὶ ἀφανῆ ποιήσει· οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται τὴν βασιλείαν, ἀλλὰ τὴν οἰκείαν γυμνώσει, καὶ πᾶσι ταύτην ὑποδείξει· ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν, καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην κονιορτοῦ δίκην ἐξ ἅλωνος μὲν τικτομένου, ὑπὸ δὲ πνεύματος πνς σκεδαννυμένου· oὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῶ βασιλεῖ, ἐπήγαγεν· τοῦτό ἐστι τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν, ἔμπρο- – σθεν τοῦ βασιλέως· οὐ κολακεύων δὲ τοῦτο τέθεικεν, ἀλλὰ τῆ συνήθει προσηγορία χρησάμενος· κατὰ γὰρ πάντων τῶν ἐθναρχούντων βασιλέων ὀνομαζο- μένων· εἶχε τὸ κράτος· σύ φησι βασιλεῦ βασιλέων ᾧ ὁ θεὸς θς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κρα- – ταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπω· oὐ γὰρ ἀπὸ ἰσχύος φησὶν ἀνθρωπίνης ανινης πάντων περιγεγένησαι, ἀλλὰ τοῦ θεοῦ θυ τοῦ τὴν ἐπουράνιον επουνιον ἔχοντος βασιλείαν· ταύ- την σοι δεδωκότος τὴν ἐξουσίαν, ὥστε τῶν ἐν παντὶ τόπω ἀνθρώπων ανων , ἡγεμονεύειν τὲ καὶ βασιλεύειν· ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων ανων · θηρία τε ἀγροῦ καὶ πετηνὰ οὐρανοῦ οὐνοῦ , δέδωκεν ἐν τῆ χειρί σου· καὶ κατέ- στησέν σε κύριον κν πάντων· καὶ θηρία μὲν καλεῖ, τοὺς θηριωδέστερον ζῶντας βαρβάρους· πετηνὰ δὲ τοὺς συνέσει κεκοσμημένους· καὶ τῶν ἄλλων ἀνθρώπων ανων ὑπερ- τέρους, καὶ πτηνοὺς τὴν διάνοιαν· τούτων φησὶν ἁπάντων ἀπέφηνέν σε βασιλέα· σὺ τοίνυν εἶ ἡ κεφα- λὴ ἡ χρυσή, τουτέστιν ἡ βασιλεία. οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει, ἀλλὰ περὶ αὐτῆς τῆς βασιλείας· μετὰ τὴν τελευτὴν γὰρ αὐτοῦ, εὐιλὰδ μαραδὰχ ἐβασίλευσε τῶν βαβυλωνίων· καὶ μετ’ ἐκεῖνον, βαλτάσαρ, εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσὴ, πῶς νοήσομεν τὸ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου· οὔτε γὰρ τὴν τῶν υἱῶν αὐ- τοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν περσικήν· οὐκοῦν κεφαλὴ χρυσὴ οὐκ αὐτός ὁ ναβουχοδονόσορ ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρίων ἢτ ̓ οὖν βαβυλωνίων βασιλεία· καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου – ἡ περσικὴ· ἥττονα δὲ αὐτὴν καλεῖ, οὐχ ὡς ἀσθε- νεστέραν, ἀλλ’ ὡς δευτέραν· καὶ βασιλεία τρίτη, – ἥτις ἐστὶν ὁ χαλκός· ἣ κυριεύσει πάσης τῆς γῆς. τὴν μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς, ἀ- λέξανδρος ὁ φιλίππου· ἐν δώδεκα ἔτεσι πάντας ὑπο- τάξας ἀνθρώπους ἀνούς · καὶ βασιλεία τετάρτη ἥτις ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δα- – μάζει πάντα, οὕτως λεπτυνεῖ πάντα καὶ δαμάσει· τὴν ῥωμαικὴν λέγει βασιλείαν· ἰσχυροτάτην μὲν γενο- μένην· καὶ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἐθνῶν περι γενομένην· δασμὸν δὲ καὶ φόρον, παρὰ πάντων κο- μισαμένην· τὸ γὰρ λεπτυνεῖ, ἐπὶ τούτου τέθεικεν· τὸ δὲ δαμάζειν. ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας, καὶ τῆς ἐννόμου πολιτείας. καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους· μέρος μέντοι σιδήρου, μέρος δέ τι ὀστράκου βασιλεία. ἄλλη διῃρημένη ἔσται· καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκω τῷ πηλίνω. – ἄλλην οὐ κατὰ γένος εἶπεν, ἀλλὰ κατὰ τὴν ποιότη- – τα τῆς δυνάμεως· εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν ἄλ- λην, εἶπεν ἂν αὐτὴν πέμπτην, ὥσπερ εἴρηκε τρίτην καὶ τετάρτην· ἐπειδὴ δὲ ἀσθενέστερα οἶδε τῆς σιδη- ρᾶς βασιλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν ἀσθέ- νειαν· καὶ μάλα εἰκότως· σφόδρα γὰρ αὐτὴν ἰσχυρο- τάτην ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα· ἀλ- λ’ ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς, ἀσθενῆ παντελῶς γενήσεσθαι λέγει· ἀπὸ γὰρ τῆς ῥίζης φησὶ τοῦ σιδή- ρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμε- μιγμένον τῷ ὀστράκω τῷ πηλίνω· καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστρά- – κου· τοῦτο δὲ, οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας προσδεῖται αὐτὸς γὰρ ὁ προφήτης ἑρμηνεύων φησί· μέρος τί τῆς βασιλείας ἔσται ἰσχυρόν· καὶ ἀπ’ αὐτῆς ἔσται συντρι- βόμενον· τούτοις ἐπάγει καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκω τῷ πηλίνω, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ανων · τοῦτο δὲ μάλιστα δείκνυσιν, ὠς οὐχ ἑτέρα αὕτη ἡ βασιλεία παρὰ τὸν σίδηρον ἀλ- λ ̓ αὐτὴ, ἀσθενέστερον διακειμένη· καὶ μέρος μέν τι αὐτῆς ἰσχυρόν, μέρος δέ τι ἀσθενές· συγγενείας δὲ ὅμως θεσμὸς συνάψει, τὴν ἀσθενῆ μοῖραν τῆ ἰσχυρᾶ. τὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ανων . τοῦτο δηλοῖ· ἐπιμιξία φησί τις ἔσται καὶ ἐπιγαμεία τούτων κἀκείνων· ἀλλ’ ὅμως ἡ διχόνοια. τὰ τῆς συγγενείας – δίκαια διαφθερεῖ· οὐκ ἔσονται γάρ προσκολλώμενοι φησὶ οὗτος μετὰ τούτου· καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται – τῷ ὀστράκω· ἡμεῖς μὲν οὕτω τοῦ θεσπεσίου δανιὴλ τὴν ἑρμηνείαν νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων, τὰς δόξας εἰς μέσον παραγαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δει- χθήσεται· τινὲς τοίνυν τῶν συγγραφέων τὴν τετάρτην βασιλείαν τουτέστι τὸν σίδηρον. ἀλέξανδρον ἔφα- σαν εἶναι τὸν μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύλους τῶν ποδῶν ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους. τοὺς μετ’ αὐτὸν βασιλεύσαντας μα- κεδόνας πτολεμαίους καὶ σελεύκους καὶ ἀντιόχους καὶ δημητρίους· τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρικῶς κρατήσαντας· καὶ ἐπιγαμίαν δὲ ποιη- σαμένους, καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγ- γένειαν· ἔδει δὲ αὐτοὺς συνιδεῖν· πρῶτον μὲν, ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν, αὐτὸν ἔφη εἶναι τὸν να- βουχοδονόσορ· τουτέστι τὴν τῶν βαβυλωνίων εἴτ ̓ οὖν ἀσσυρίων βασιλείαν· διεδέξατο δὲ αὐτήν. ἡ περσῶν καὶ μήδων βασιλεία· καταταυτὸν γὰρ ὁ κῦρος ἐξ ἑ- κατέρου ἔθνους ἦν ὁρμώμενος καὶ τούτων κἀκείνων κρατῶν· τῶν βαβυλωνίων γὰρ καταλύσας τὴν βασιλείαν, ἐκράτυνε τῶν περσῶν· τὴν δὲ περσῶν δευτέραν οὖσαν, ἀλέξανδρος ὁ μακεδὼν καταλύει· καὶ αὐτὸν ἔφη ὁ μα- κάριος δανιὴλ, κυριεῦσαι πάσης τῆς γῆς· ταύτην δὲ τὴν βασιλείαν, τρίτην ὠνόμασεν ∴ οὐδεμία ν δὲ αὐτὴν ἑτέρα, ἀλλ’ ἢ τῶν ῥωμαίων διεδέξατο· ἔδει τοίνυν πρῶτον αὐτοὺς ἐκ τοῦ ἀριθμοῦ καὶ τῶν παραδηλω- θέντων πραγμάτων συνιέναι καὶ μαθεῖν· ὡς τρίτη ἐστὶν ἡ μακεδόνων βασιλεία, τουτέστιν ὁ χαλκός· τε- τάρτη δὲ ἡ ῥωμαίων, τουτέστιν ὁ σίδηρος. εἰ δὲ καὶ ὅλως σαφέστερα αὐτοῖς ἔδοξεν εἶναι ἐκεῖνα· ἀπὸ γ ̓ οὖν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόρρησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος, ἐπήγαγεν· καὶ ἐν ταῖς ἡμέραις τῶν – τῶν βασιλέων ἐκείνων· τουτέστι τῶν τοῦ ὀστράκου καὶ τοῦ σιδήρου τὴν ἐπιμιξίαν ἐχόντων· καὶ τὴν μὲν ἀλ- λήλων συγγένειαν ἀσπασαμένων, ὁμόνοιαν δὲ, μὴ δὲ ἐκ τῆς συγγενείας ἐσχηκότων· ἀναστήσει ὁ θεὸς θς τοῦ οὐρανοῦ ουνου βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ δια- φθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ. λαῷ ἑτέρω οὐχ ὑπο- λειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας· ὃν τρόπον εἶδες ὅτι ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν καὶ ἐλέ- πτυνεν τὸν ὄστρακον καὶ τὸν σίδηρον τὸν χαλκὸν τὸν – ἄργυρον τὸν χρυσόν· ταῦτα δὲ ἄντικρυς δείκνυσι· τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος. τῆς δὲ τῶν οὐρανῶν ουνων βασιλείας τὸ ἀτελεύτητον τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενέστερον διατεθείσης· καὶ τοῦ ὀστράκου τὴν ἐπιμιξίαν λαβούσης, φανήσεται μὲν ὀ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν, καὶ λεπτυνεῖ τὸν ὄστρακον· τὸν σίδηρον· τὸν χαλκὸν· τὸν ἄργυρον· τὸν χρυσόν, καὶ φροῦδα ποιήσει παντελῶς· καὶ ἀδιάδοχον καὶ αἰώνιον καὶ ἀπόφαντον καὶ ἀπόφαντον βασιλείαν, τοῖς ἀξίοις παρέξει· εἰς γὰρ τοὺς αἰῶνας φησὶν, οὐ διαφθαρήσεται· καὶ λαῶ ἑτέρω οὐχ ὑπο- λειφθήσεται· καὶ λεπτυνεῖ καὶ δαμάσει πάσας τὰς βασιλείας καὶ αὐτῆ στήσεται εἰς τοὺς αἰῶνας· εἰ δέ τις ζυγομαχεῖ καὶ ταῦτ’ ἔχειν οὕτως οὐ βούλεται δειξάτω τί τῶν ἀνθρώπων ανων αἰώνιον· ποία δὲ τῶν ἀνθρώπων ανων βασιλεία τέλος οὐ λήψεται· εὔηθες γὰρ καὶ λίαν ἀνόητον· συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος· βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύτητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς συν- δοκεῖ διατούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ θεοῦ θυ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι, οὐκ ἄρα τὴν μακε- δονικὴν βασιλείαν ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκείνης κρατούσης ὁ παρὼν βίος ἐδέξατο τέλος· ἀλλ’ ἡ ῥωμαικὴ τὴν μακεδονικὴν καταλύσασα. κατέχει τῆς οἰκουμένης τοὺς οἴακας· εἰ δέ φασὶ τὴν προτέραν τοῦ κυρίου κύ παρουσίαν διὰ τούτων τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν κατα- λυθεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν, εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν· πᾶν γὰρ τοὐναντίον ἐστὶν ἰδεῖν· κρατυνθεῖσαν αὐτὴν ἀλλ’ οὐ καταλυθεῖσαν, ἅμα τῆ τοῦ σωτῆρος σρς γεννήσει· αὐγούστου γὰρ βασιλεύοντος, ὁ δεσποτικὸς γεγένηται τόκος· ὃς δεύτερος μὲν ἐβα- σίλευσεν· πάντας δὲ ὡς ἔπος εἰπεῖν ἀνθρώπους ανους , ὑπηκόους ἐποιήσατο· ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν, καὶ δασμὸν φέρειν ἐνο- μοθέτησεν· ὑπ’ ἐκείνου δὲ ἡ ῥωμαίων κρατυνθεῖσα βασιλεία, μέχρι καὶ νῦν διήρκεσεν· οὐκοῦν ἡ προτέ- ρα γέννησις τοῦ κυρίου κυ . τὴν ῥωμαίων ἡγεμονίαν οὐ κα- τέλυσεν· λείπεται τοίνυν αὐτοῦ δευτέραν ἐννοεῖν ἐπι- φάνειαν· ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν. γενόμενος εἰς ὄρος μέγα· καὶ τὴν οἰκουμένην καλύψας· λθ οὗτος ἐν τῆ δευτέρα παρουσία πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνου:. τουτέστιν· ἐν αὐτῷ τῶ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγε- νημένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας καὶ λήθη τινὶ παραδώσει· τὴν δὲ αἰωνίαν αὑτοῦ βασι- λείαν, τοῖς ἀξίοις αὐτοῦ παρέξει· ταῦθ’ οὕτως ἑρμηνεύ- σας ὁ δανιὴλ, ἀναγκαίως ἐπήγαγεν· ὁ θεὸς θς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ· ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ· ἄ- ξιον δὲ θαυμάσαι τὴν τοῦ θεοῦ θυ τῶν ὅλων περὶ πάντας ἀνθρώπους ανους κηδεμονίαν οὐδὲ γὰρ τοὺς δυσσεβεία συζῶντας, τῆς οἰκείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους ἁπάσης ἐπιμελείας ἀξιοῖ· ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θηριώδη καὶ δυσσεβῆ, οὐ καταλέλοιπεν ἀτημέλητον· ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύψεων, τῆς εὐκληρίας τοῦ παρόντος βίου δείκνυσιν αὐτῷ τὸ ἐπίκηρον· καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύρ ρ οπον καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης ανινης εὐημερίας, ἀλλὰ δίκην ἀνθῶν ἐαρινῶν μαραίνεται καὶ σβέννυται· ἱκανὰ δὲ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυ- φωμένην ὀφρὺν καταλύσαι· καὶ πεῖσαι φρονεῖν ἀν- θρώπινα, καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασι- λείας τὸ τέλος· πρῶτον μὲν οὖν, διατούτων αὐτοῦ ποι- εῖται τὴν ἐπιμέλειαν· ἔπειτα, τῆ λήθη τοῦ ἐνυπνίου· ἐλέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν· δείκνυσιν δὲ, τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν. καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας, τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ, καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας· μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν, τοὺς ἁγίους αὑτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει· καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδά- σκει· τότε γάρ φησιν ὁ βασιλεὺς ναβουχοδονόσορ ἐπὶ- πρόσωπον ἔπεσεν, καὶ τῷ δανιὴλ προσεκύνησεν· καὶ – μαναὰ καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτῶ· ἐνθυμήθη- τι· ἡλίκον ἐστίν· ἐκεῖνον τὸν ἀλαζόνα· τὸν μεμηνότα· τὸν καὶ θεὸν θν ἑαυτὸν εἶναι νομίσαντα· δι’ ἑτέρου γὰρ προ- φήτου ὁ θεὸς θς φησὶν πρὸς αὐτόν· σὺ δὲ εἶ ἄνθρωπος ανος καὶ οὐ θεός θς . τὸν πάντας ἀνθρώπους ἀνους ὑπηκόους ποιησάμενον· τὸν αἰχμά- λωτον προσκυνεῖν· τὸν ἰουδαῖον· τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα, καὶ ἡγεῖσθαι διατούτου· τὸν τούτου προσκυνεῖν θεόν θν · τούτου γὰρ χάριν φησὶν εἶπεν· μαναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῷ· τουτέστι λιβανωτὸν καὶ θυ- μίαμα προσενεχθῆναι αὐτῶ ἐνετείλατο, αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρεγγύησεν· ὁ γὰρ προσκυνήσας· πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει· εἴπερ ἱερατεύειν εἰώθει. ἐπειδὴ δὲ τοῦτο πάντως οὐχ ἁρμόττον ἦν· αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν, ἃ μὴ δὲ προσῆκον ἦν. τοῖς δὲ ποιεῖν εἰωθόσι. τοῦτο ποιῆσαι παρακελεύεται· καὶ ἵνα μὴ δόξη μάτην ἄνθρωπον ἄνον προσκυνεῖν· λέγει τῷ δανιήλ· ἐπ ἀλ λ ηθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστι θεὸς θς θεῶν, καὶ κύριος κς τῶν βασιλέων· καὶ ἀποκαλύπτων μυστήρια· ὅτι ἠδυνήθης ἀποκαλύ- – ψαι τὸ μυστήριον τοῦτο· τοσαύτην ἐκ τῆς τοῦ ἐνυπνίου λήθης ὠφέλειαν αὐτῷ, τῶν ὅλων ὁ πρύτανις προσενήνο- χεν· πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν· ἔπειτα, μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προσκυνουμένων θεῶν τὴν ἀσθένειαν· πρὸς τούτοις· ἐδιδάχθη τοῦ ὄντως θεοῦ θυ τὴν ἐνέργειαν· oὗ χάριν βοᾷ· ἀπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός - ἐστι θεὸς θς θεῶν, καὶ κύριος κς τῶν βασιλέων. καὶ ἀποκαλύπτων μυστήρια· θεὸν θν δὲ θεῶν προσαγορεύει, οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεία γραφὴ, τοὺς ἱερω- σύνης ἠξιωμένους ὀνομάζει θεούς· θεοὺς γάρ φησιν οὐ κα- κολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδυνήθη, τὸ παντελῶς ἀσθενὲς αὐτῶν συνιδεῖν· μεμάθη- κεν δ ̓ ὅμως τὸ διάφορον· διὸ καὶ θεὸν θν τῶν θεῶν, τὸν τῶν – ὅλων προσαγορεύει θεόν θν · καὶ κύριον κν τῶν βασιλέων· ταῦθ’ οὕτως ὁμολογήσας. ἐμεγάλυνεν τὸν δανιὴλ, καὶ δόματα πολ- λὰ καὶ μεγάλα ἔδωκεν αὐτῷ· καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος· καὶ ἄρχοντα σατραπῶν, καὶ ἐπὶ πάντας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τοῦτο δὲ, τῆς θείας κηδεμονίας ἴδιον· μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις τὴν ὠφέλειαν, τοῦ ἄρχοντος ἡ εὐσέβεια. τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης· καὶ συν- τομώτερον ὁ μακάριος δαβὶδ δαδ τὰ κατ’ αὐτὸν διηγούμενος· καὶ τὴν θείαν πρόνοιαν ἀνυμνῶν φησίν· ἀπέστειλεν ἔμπρο- σθεν αὐτῶν ἄνθρωπον ανον · εἰς δοῦλον ἐπράθη ἰωσήφ. εἶτα τὰ συμβεβηκότα αὐτῷ δυσχερῆ καταλέξας· καὶ τῆς εἱρκτῆς καὶ τῶν δεσμῶν μνημονεύσας. ἐπήγαγεν· ἀπέστειλεν βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν· κατέστηκεν αὐτὸν κύριον κν τοῦ οἴκου αὑτοῦ· καὶ ἄρχοντα πάσης τῆς κτίσεως αὐτοῦ· τοῦ παιδεῦσαι τοὺς ἄρχοντας – αὐτοῦ ὡς ἑαυτόν· καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι· οὕτω καὶ ἐνταῦθα πεποίηκεν τῶν ὅλων ὁ πρύτανις· ἄρ- χοντα γὰρ σατραπῶν καὶ τῶν σοφῶν βαβυλῶνος τὸν τρισ- μακάριον δανιὴλ καταστήσας, ἀρχέτυπον αὐτὸν εὐσε- βείας· καὶ τῆς ἄλλης προὔθηκεν ἀρετῆς. ἀλλ’ ὅμως οὐκ ἠνέσχετο, μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης· ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς, κοινωνοὺς ἔλαβε τῆς τιμῆς· ἠτήσατο γάρ φησι παρὰ τοῦ βασιλέως, καὶ κατέ- στησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χώρας βαβυλῶνος, τὸ δὲ σε- δρὰχ μισὰχ, ἀβδεναγώ· καὶ δανιὴλ ἐν τῆ αὐλῆ τοῦ βασιλέως· συμβαίνει καὶ ταῦτα τῆ τοῦ ἀποστόλου διδασκαλία. νῦν γάρ φησι μένει· πίστις· ἐλπὶς, ἀγά- πη· ταῦτα τὰ τρία· μεῖζων δὲ πάντων ἡ ἀγάπη· καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης· ἠγάπησεν μὲν τὸν θεὸν θν ἐξ ὅλης καρδίας· καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως· ἀγαπήσας δὲ θερμῶς, ἐπί- στευσεν εἰλικρινῶς· εἰλικρινῶς δὲ πιστεύσας, ἤλπισε τῆς παρ’ αὐτοῦ τεύξεσθαι βοηθείας· τυχὼν δὲ ὧν ἤλπι- σεν, ἔδειξεν τὴν περὶ τὸν πέλας ἀγάπην· καὶ κοινω- νοὺς τοὺς ὁμοφύλους ὧν ἔλαβεν ἐποιήσατο· ὅσα δὲ ἐγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν· ἐν χριστῷ χω ἰησοῦ ιυ μεθ’ οὗ τῷ πατρὶ πρι ἠ δόξα σὺν τῶ ἁγίῳ πνεύματι πνι , εἰς τοὺς αἰῶνας ἀμήν:-