ἐ ν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἦλθεν ναβουχοδονόσορ ὁ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλήμ ἱλήμ . καὶ ἐπολιόρκει αὐτήν:- ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων· καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσεν· λξ Lagenzählung καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν· ἵνα ἔχωμεν εἰδέναι σαφῶς, τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ. ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ· πατὴρ πὴρ δὲ ἐγένετο τοῦ ἰωάχαμ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἰεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο, τὸ τῶν βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα· οὕτως γὰρ καὶ τοὺς ἄλλους προφήτας ποιοῦντάς ἐστιν εὑρεῖν· ὁρα- σις γάρ φησιν ἣν εἶδεν ἠσαίας υἱὸς ἀ μ μὼς· ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβασί- λευσαν τῆς ἰουδαίας· καὶ ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερε- μίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα· ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἰε- ζεκιὴλ δὲ· καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ τούτω τῷ προοιμίω κέχρη ν ται τῆς προφητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο. τὴν ἰουδαίων ἐλέγξαι παρανομι ας αν . καὶ δεῖξαι προφήτην· τὸν τῷ ὄντι προφήτην· καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ, βασιλέα ἰούδα· καὶ — ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ · καὶ τοῦτο δὲ τὴν πνευματικὴν πνικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντὸς ἦν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιω- μένος, καὶ ἔγνω σαφῶς· καὶ τοὺς ἄλλους διδάσκει· ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος· διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέβειαν καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀνα- γκαίως τέθηκεν τὸ ἔδω κε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα· ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον, τῆς τῷ θεῷ θῳ ἀνακειμένης περιγενέσεσθαι πόλεως· μάθωσι δὲ πάντες ἀκριβῶς, ὅτι τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοῖς πολεμίοις ἐγέ- νοντο· τοῦτο δὲ καὶ διὰ ἡσαίου τοῦ προφήτου σαφὲς ποιῶν, αὐτὸς ὁ τῶν ὅλων θεὸς θς , οὕτω φησί· μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων. ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων. ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κέχρημένος ὀργάνοις, τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤνεγκεν αὐτά φησιν εἰς γῆν σενναὰρ, εἰς οἶκον τοῦ θεοῦ θυ αὐτοῦ. καὶ τὰ σκεύη εἰσή — νεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων τὰ ἅγια σκεύη τὰ τῷ θεῷ θῳ ἀνακείμενα, παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα, οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀ- γνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μώρια γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματικὸς πνικὸς , ἀνακρίνει μὲν, πάντα κατὰ τὸν θεῖον ἀπόστολον, καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μαν- θάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενόν ἐστιν κα- ταμαθεῖν, τὸν πνευματικῶς πνικῶς νοεῖν προαιρούμενος· πολλὴ γὰρ ἐντεῦθεν οὐκ ἰουδαίοις μόνοις· ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι· τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεός θς , τὰ παρὰ ἀνθρώπων ἀνων προ- σφερόμενα δέχεται, ἀλλ’ ἐκείνους εὐγνωμοσύνην δι- δάσκων, καὶ διδοὺς θεραπείας τε καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν · εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ· παρὰ τῶν προσφερόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ τῆ ἐκείνων ἀσθένεια συγκατι ῶ ὼ ν· τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέ- χετο εἰκότως ἀποστραφεὶς αὐτοὺς· καὶ αἰχμαλωσία πα- ραδοὺς καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν. ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία, τί δήποτε τῶν ἀψύ- χων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσε- βῶν· κατουδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες· ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαῶν τε καὶ νέων φω- τιζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι· κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεόν θν , τὰ δὲ ἄ- ψυχα εἴδωλα θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη, μονονουχ η ὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι κατουδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἶσον ἐστὶν, ὑμᾶς τε ταῦτα ἔχειν· καὶ βαβυλωνίους· ἀσέβεια γὰρ, καὶ ὑμῶν κακείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦσαι· καὶ ὠφέλειαν αὐτοῖς, οὐ σμικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι· ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη· ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκό- τες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνα- τεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλ- μησεν ἐστιώμενος, ἐκολάσθη μὲν παρ’ αὐτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ θεοῦ θυ ἡ δύναμις τῶν σκευῶν ἐκείνων. καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προέδωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ἡλὶ τοῦ ἱερέως παῖδες παράνο- μοι λίαν ὄντες καὶ βδελυροὶ· ταύτην λαβόντες εἰς ἐπι- κουρίαν τῶν ὁμοφύλων ἐξῆλθον· ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεός θς , οὐδὲ μιᾶς ἀξιώσας προνοίας· ἀ- ξία δὲ σφαγῆ παραδοὺς τὴν κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδά- σκων ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλλ’ αὐτῶν ἕνε- κεν αὐτὴν κατεσκευάσεν· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον· καὶ ἀσεβεία συζῆν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεόν θν · τεκμηρίω χρώμενοι· τῆ τῶν οἰκείων εἰδώλων κατασκευῇ· καὶ πολλὴν ἐντεῦθεν ἐπισπά- σωνται βλάβην· ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰου- δαίων θεόν θν , καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις· ἀνατε- θεικότες θεοῖς· παρασκευάζει μὲν τὸν δαγὼν τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον· πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι· καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἥτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑπο- δεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πλη- γὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπέδωσαν· καὶ ἀναθήμα- τὰ, δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοί- νυν καὶ τηνικαῦτα· καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχῢ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῷ ἀρχιευνούχω αὐτοῦ· εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ , καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φ π ορθομ- μὶν νεανίσκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος· καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία, καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν· καὶ διανοου- μένους φρόνησιν· καὶ οἷς ἐστιν ἰσχῢς ἐν αὐτοῖς· τοῦ ἑστάναι ἐν τῷ οἴκω τοῦ βασιλέως, καὶ τοῦ διδάξαι — αὐτοὺς γράμματα καὶ γλῶσσαν χαλδαίων: ὁ μὲν οὖν τῶν ὅλων θεός θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα. ἵνα διατούτων· κατ ε αι σχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἄνοι δὲ σω- μάτων ὥραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσι καὶ σοφίαν· οὐ τὴν τὰ θεῖα γινώσκουσαν· ἀλλὰ τὴν εὐγλωττία κεκομψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων ἀνινων τὸ μέσον· δη- λοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς - ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαίου πρόρρησις· ἣν ἐζεκία προεῖπεν τῷ βασιλεῖ· ἄκουσον γάρ φησι λό γον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεός θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέν ν η- σας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκω — τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προ- φητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα· εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμα- λωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας· καὶ ἀπὸ τῶν φ π ορθομμεὶν νεανίσκους· φ π ορ- θομμεὶν δὲ τοὺς παρθένους ἐκάλεσε τῆ ἑβραίδι φω- νῆ· ὁ δὲ σύμμαχος τὸ φ π ορθομμεὶν, ἐπιλέκτους ἑρμη- νεύει· καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθημέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ· καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνόπιον τοῦ βασι- λέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δα- — νιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαὴλ· ἐν ταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φι- λοτιμίαν· ὅτι οὐχ ὡς δωριαλώτοις εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοὺς ἀπολαύειν τραπέζης ἐκέλευσεν· μεταβραχέα, τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμία χρώμενος, ἀλλ’ ὠφελείας διδασκαλίαν· τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρη- κὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλ- λει λάμποντας καὶ μεγέθει διαπρέποντας, καὶ τεθηκὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα· τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν, καὶ τὴν τῆς βασιλίας συγγέ- νειαν ἔκρυψεν· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα. τὼ δανιὴλ, βαλτάσαρ· καὶ τῷ ἀνανία σε- δράχ· καὶ τῷ ἀζαρία, μισάχ· καὶ τῷ μισαὴλ, ἀβδε- — ναγώ· καὶ τοῦτο δὲ παρά τισι δεσποτείαις νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῆ τῆς προσηγορίας ἐναλλαγῆ· τὴν δουλείαν γνωρίζουσι· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχι- ευνοῦχος ἐποίησεν· καὶ τὰς ἑβραικὰς ἀφελὼν προ- σηγορίας· χαλδαικὰς ἐπέθηκεν, ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίσκους ὁ βασι- λεὺς παρηγγύησεν· καὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ· τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασιλέως· καὶ ἐν τῷ οἴνω τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσεν τὸν ἀρχιευ- νοῦχον ὅπως μὴ ἀλισγηθῆ· οἱ γὰρ φιλόθεοι· οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεὸν θν , ἀλλ’ ἔνθα ἂν ἀφίκωνται· τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρουσι· καὶ ἐν κακο- πραγίαις ὄντες ὡς αὕτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν· ἐνταῦθα δὲ, πολλὴν ἔστιν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι· καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν με- μαθηκότες· εἶτα τὴν ξένην οἰκοῦντες· καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν· ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσιν καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλή- σεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μι- αίνοντας, τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας σριας · καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες· τὸν ἀρχιευνοῦχον ἱκετεύουσι, παραχωρῆσαι σφίσιν αὐτοῖς τῶν βασιλικῶν σιτίων παραιτούμενοις με- ταλαβεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον — καὶ οἰκτιρμὸν ἐνόπιον τοῦ ἀρχιευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον εστὶν εὑρεῖν· ἦν γάρ - φησι κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτῷ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσ- μοφύλακος· διδασκόμεθα τοίνυν καὶ ἐντεῦθεν· ὡς οὐδένα τῶν εἰς αὐτ ῶ ὸ ν πεπιστευκότων ἀτημέλητον πώ- ποτε καταλέλοιπεν ὁ θεός θς · διὸ δὴ, καὶ ἕτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γεναμένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσεν τῷ κυρίῳ κῳ καὶ κατησχύνθη· καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δανιὴλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν κν - μου τὸν βασιλέα, τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν· καὶ — καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ· οὐκ ἄλογον τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν· πνευματι πνι - κῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως ἀνινως δὲ σκοπῶν τὰ ἀν- θρώπινα· καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας, τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικεν· μὴ τῶν μὲν πολυτελῶς τρεφομένων· τούτων δὲ ἀσκητικῶς βιοτευόντων· διαφορά τις ἐν τοῖς προ- σώποις φανείη· καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη· πα- ρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδ’ τοῦτον εἶδεν δειμαίνοντα ὁ μακάριος δανιὴλ, μετα- φέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν, ὃν κατέ- στησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα αὐτοῦ τὲ καὶ ἀνανίου, καὶ ἀζαρίου καὶ μισαὴλ, καὶ φησὶ· πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῗν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώ- μεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν· ∴ καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν αἰσθιόντων τὴν τρά- πεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδης, ποίησον μετὰ τῶν παίδων σου· οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρό- τερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι μαθεῖν οὐχ ἥκιστα δὲ, καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι· ὡς τῆς θείας ῥοπῆς ἀπο- λαύσεται· καὶ ὅτι μὴ ἐσθίων· τῶν ἐσθιόντων καὶ τρυφών- των καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρε- πέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποίαν εὐσεβείας ὑπερβολὴν καταλίπη· καλῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασεν· πείρασον γάρ φησι τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῗν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σῢ προσώπων κριτής· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσεν αὐτοῦ φησὶν εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ· καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν, ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τρά- — πεζαν τοῦ βασιλέως· ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς, τῶ τὴν ἐπιμέλειαν αὐτῶν· ἐγκεχειρισμένω· τῆς γὰρ θείας χάριτος ἀπολαύοντες· ὤφθησαν ἀμείνω πολ- λῷ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελασὰρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρ- — ματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν καὶ νηστεία χρώμενον, σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἐπειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καὶ φησι· τοῖς παιδαρίοις τοῖς τέσσαρσιν· ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν, ἐν πάση γραμματικῆ καὶ σοφία οὐ γὰρ ἡ χαλδαίων φησὶ παι- δεία συνετοὺς αὐτοὺς ἀπέφηνεν, ἀλλ’ ἐκ θείας χά- ριτος καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες· κρείττους ἁπάντων ἀνεδείχθησαν· καὶ δα- νιὴλ φησὶ συνῆκεν ἐν πάση ὁράσει καὶ ἐνυπνίοις· παι- δόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν τε ἠδύνατο, τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα, τὸ γὰρ συνῆκεν· τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ καὶ ἐντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας σημείωσαι διαφορὰν ὁ τῶν ὅλων θεός θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φι- λοθείαν ζητεῖ· κἂν εὕρη ταύτην ἐν νέω· πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσήφ - ἐστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω· καὶ ἐπιφά- νη· καὶ τὰς κατὰ τοῦ πρεσβήτου τιμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἀπό- δειξιν δὲ, τῆς ἀπανθούσης τῷ μειρακίω χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσα- γαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώ- πιον τοῦ ναβουχοδονόσορ· καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν, ὅ- μοιοι δανιὴλ καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίονας, ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασιλεία — αὐτοῦ· ἀλλ’ ὁ μὲν ἀμελασὰρ ἤδει τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθεν πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθεν· τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀναλισκομένης. ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὕτως ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλεγέντων. ἀ- μείνους εὑρών· κάλλει δὲ καὶ μεγέθει· σώματος· σο- φία δὲ καὶ συνέσει ψυχῆς· ῥυθμῶ τε λόγων καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιή- σατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν, τὴν πείραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑποκειμένους, ἀλλὰ δέκα μοίρας ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταύτα εἰρηκὼς, ἐπήγαγεν· καὶ ἐγένετο δανιὴλ ἕως ἑνὸς ἔτους κύρου τοῦ βασι- — λέως· οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφη- τείας ἁπάσης τὸν χρόνον, δῆλον ποιῆσαι θελήσας τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν. καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθομεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν, ἐ- θεάσατο κύρον· καὶ ἐν τῷ παρόντι βίω παραψυχῆς ἀπήλαυσεν, τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτω ἔτει τῆς βασιλείας, ὁ κύρος ἐπανελ- θεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξεν, καὶ τὸν θεῖον ἀναιγεῖραι νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαίου τοῦ προφήτου πρόρ- ρησιν διδαχθείς· ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ἱλὴμ οἰκοδομηθήση καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικισθήσεσθε· ὁ λέγων κύρω φρονεῖν· καὶ πάντα — τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῷ χριστῶ μου κύρω οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπρο- σθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προ- πορεύσομαι πρὸ προσώπου σου καὶ ὄρη ὁμαλιῷ· πύλας χαλκὰς συντρίψω, καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θη- — σαυροὺς σκοτεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοῖς βουλομένοις τῶν ἰουδαίων, τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων, τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γάρ φησι πρώτου κύρου τοῦ βασιλέως περσῶν, μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν· καὶ παρήγγειλεν κῦρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ, ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κῦρος ὁ βασιλεὺς περσῶν, πάσαις ταῖς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἱερουσαλὴμ ἱλὴμ τῆ ἐν τῆ ἰουδαία· τίς ἐν ὑμῗν ἐκ — παντὸς τοῦ λαοῦ αὐτοῦ· κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ· τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐντέθεικε τοῖς οἰκείοις συγγράμμασι τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύ- οντα. τιμωρία καὶ φιλ ανθρωπία ανια χρώμενον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν :—