ε ἰ πᾶσι ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσειν θε σπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφά νειαν· εἰς δὲ τὸ βάθος καταδύνειν· καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν· ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκων ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἐρμηνείαν πάν των· εὐπετῶς παρ' αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐφι κνουμένων· ἐπειδὴ δὲ μίαν μὲν ἅπαντες φύσιν ἐλάχομεν· οὐκ ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν· ἑκάστω γὰρ δίδοταί φησιν ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον καὶ ἄλλω μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλω δὲ λόγος γνώσεως· κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἐτέρω δὲ πίστις ἐν τῶ αὐτῶ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡς αὔτως κατα διαίρεσιν ἅπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἷμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσιν τὰ θεία τούτων έγγρα φον παραδοίην διδασκαλίαν· παιδόθεν γὰρ αὐτοῖς ἐντραφεῖς· παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισομένοις· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος· ἃ πα ρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ, αὐτά φησὶν τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν. καὶ ὁ μέγας διδάσκαλος δαβὶδ δαδ προσέχετε λαός μου φησὶ τὸν νόμον μου· κλείνατε τὸ οὺς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στο ματός μου· ἀνοίξω ἐν παραβωλαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς· εἶτα δείκνυσιν πόθεν ταῦτα με μάθηκεν· ὅσα ἠκούσαμέν φησιν καὶ ἔγνωμεν αὐτὰ· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων εἰς γενεαν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ιηλ · ὅσα ενετειλατο τοῖς πατράσιν ἡμῶν του γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν· ὅπως ἂν γνῶ γενεᾶ ἐτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοὶς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέ λειαν δεικνὺς ἐπάγει· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς εντολὰς αυτοῦ ἐκζητήσωσιν· ταύτην τοίνυν τὴν διδασ καλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι χρέος δίκαιον τοῖς μεθ' ἡ μὰς γενομένοις τὲ καὶ ἐσομένοις ὀφείλομεν καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνους ποιήσασθαι· οὐ μόνον δὲ ἡμᾶς ὁ θεῖος διἐγείρειν νόμος ἀλλἂ καὶ πολλοὶ τῶν ἐπισήμων συνήθων θερμῶς ἡμᾶς λειπαρήσαντες. θαρρῆσαι τὸν ἀγῶ να τούτων ἡνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ένι μάλιστα σαφῆ τοῖς ἀγνοοῦσιν ποι ήσωμεν· ἴσως δὲ οὐδὲ της τοῖς γνώσεως ἡξιωμένοις, ἀχρήστως οὗτος ὁ πόνος γενήσεται· εἰ γὰρ πλείονα εὐρήσουσιν ὧν νε νομίκασιν· ἣ τὰ αὐτῶν εν τοῖς ἡ μ ετέροις εὑρίσκοντες βε βαιώσουσιν τῆ κοινωνία τὸ ὑπο σφῶν αὐτῶν θηρευθὲν· φιλεῖ γὰρ πῶς ἡ τῶν πλειόνων συνκατάθεσις κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἐρμηνεύειν πειρώμεθα· οὐχ' ὡς τῶν ἄλλων καταφρονοῦντες μη γένοιτο· ἅπαντας γὰρ εἶσμεν τοῦ θείου πνεύματος πνς ὄργανα· 2ἀλ2λὰ πρῶτον μὲν ὅτι τούτου τὴν ἐρμηνείαν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν· καὶ προσήκον ἡγούμεθα ἣν ἡτήθημεν χάριν ταύτην δοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς· ἡ ϊοὐδαίων ἄ Ν ν οιά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν τὰς δὲ τούτου προρήσεις γυμνοῦν καὶ δῆλας ποιεῖν. εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν. ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν, καὶ αὐτῆς αυτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστιν δὲ αὐτοῖς ἀναιδὲς μὲν. οὐκ ἀπο σκοποῦ δὲ τὸ τέχνασμα ἐ πειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν του μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισεν παρουσίαν οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προ ειρηκὼς. καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντε θεικῶς ἀριθμὸν· καὶ ἅπαντα σαφῶς καταλέξας τὰ τούτοις αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρᾶ· εἰκότως ἄτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσιν ἀναιδῶς λέγειν ὡς οὐκ έστιν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμο λογήσας· ἀποχρὴν ἡγούμενοι τὴν οἱκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδὲν εἰ κατὰ τοῦ μονο γενοῦς λυττήσαντες το ύ ὺ ς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράποντας· συμβ α ίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· δ ιὸ καὶ ὁ κύριος κς φησὶμ εἰ ἐμὲ ἑδίωξαν· καὶ ὑμᾶς διώξουσιν· καὶ πάλιν εἰ τὸν οικοδεσπότην βεελζεβοὺλ ἀπεκάλεσαν. πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περίοντος τὴν ἀναίδιαν αὐτῶν διελέγξωμεν· πυθώμεθα αὐτῶν οὕτως· τί προφήτου ἴδιον εἶναι φατέ· ἀλλἂ γὰρ ἴσως ἂν εἴποιεν. τὸ, τὰ μέλλοντα προειδέναι τὲ καὶ πρὸλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκεν καὶ προείρηκεν ὁ μακάριος δανιηλ καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ . λόγον, τέως ἐπισχῶμεν. τὰς δὲ ἄλλας αὐτοῦ προφητείας. εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνυν αὐτὸν πολλα μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥω μαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βα σιλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειτα. ὅτι τούτους καταλύσας ὁ μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέτταρεις δὲ ἀνθ ενὸς κληρονομίσουσι τῆς βασι λείας· καὶ ὅτι ἐξ ενὸς τούτων βλαστήσας τίς. μυρία ὅσα ἐργά σεται τοὺς ϊουδαίους δεινὰ· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ρωμαίων ϊσχὺν· καὶ ὅτι πάσας καταγωνισάμενοι τὰς βασιλείας. τὸν παρα παντ· κομιοῦνται δασμόν· τί δεῖ λέγειν. ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγόρευ σεν βασιλέων καὶ ὅσα ἀλλήλους ἐργάσωνται δεινᾶ· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπον δὰς . καὶ τὰς ἐπιγαμίας καὶ συγγε νείας, εἶτα πάλϊν τοὺς ἀ κηρύκτους πολέμους μετὰ τὴν γεγενημέ νην καταλλαγὴν· τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν καταλει πόντα· πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια. τίνα προφητείας τὰ ίδια· εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προστίθησιν λόγον τό τάδε λέγει κύριος κς . καὶ τούτου χάριν τῆς προφητικῆς αὐτῶν ἀ ποστεροῦσιν συμμορίας εἰπάτωσαν ἡμῖν. τί τοιοῦτον ἁβρα ὰμ ὁ πατρι πρι άρχης εἰρηκῶς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προ σηγορεύθη θεοῦ θυ . τῶ γὰρ ἁβραὰμ ἐλέχθη φησὶν· καὶ νῦν ἀπόδος τὴν γυναίκα τῶ ἀνδρὶ· ὅτι προφήτης ἐστιν καὶ προσεύξηται περὶ σοῦ καὶ σωθήση σὺ καὶ πᾶς ὁ οἵκος σου. καὶ ὁ μακάριος δὲ δαβίδ δαδ · περίτε αὐτοῦ καὶ τοῦ υἱέως καὶ του ἐκγόνου φησὶν ὅτι ἥλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς λέγων· μὴ ἅπτεσθαι τῶν χρι στῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονήρευεσθαι· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουὴλ· ὁ παιδόθεν νεωκόρος, οὐ κα τὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ είδος. ἀλλὰ καὶ αὐτὸς ἣ δι ονιράτων. ἣ δια μεθημερινῶν τινῶν ἀποκαλύψεων προγνώσεις ἐννίας. καὶ προρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κακείνοις ἀναφανδὸν καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς εκβάλλεται προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθαι πα ροινίαν φεύγετε. καὶ τὴν κατ' αὐτοῦ συκοφαντίαν· προφήτης γὰρ· καὶ προφήτης ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶ σιν δεξάμενος ἱδρῶσι καὶ πόνοις νηστία καὶ κακουχία τὰ ἐσόμενα διδαχθεὶς. οὐχ ἃ μόνοις ϊουδαίοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προ διδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον. ἀβδιοῦ μὲν τὰ κα ταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προσαγορεύσαντα. καὶ ϊωνὰν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς νινευεῖ. τοῖς προφήταις ἐνκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς οὐδὲ περὶ έθνους βραχέος. ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα. χαλδαϊκῆς περσικῆς. μακε δονικῆς. ρωμαϊκῆς καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν καὶ τῆς πνευματι πνι κῆς χάρ ιτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν ναβουχοδονόσ ω ο ρ αἰδεσθῆναι τὸν δυσσεβῆ τὸν θη ριώδη τὸν βάρβαρον τὸν τῶν θείων ἀμύητον βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῶ καὶ γὰρ τῷ ὄντι, τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνὕπνιον εἰπεῖν ὃ ἕτερος θεασά μενος ἀπελήσθη καὶ τούτου δηλῶσαι τὴν ἐρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλύσαι μανίαν. ἀλλὰ διὰ τοῦ προφήτου τῶ τοῦ προφήτου πο λεμεῖτε δεσπότι· ἀλλ' ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλα βήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσιν τὰ θεία συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προ ρήσεως τέλος· ἀλλὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα νοούμεν ἐκείνα τὰ παλαῖα θεσπίσματα καὶ ὑπ αὐτῶν ποδηγούμενοι. τῶν πραγμάτων ῥαδίως λαμβάνομεν τὴν τῶν πραγμάτων κατά ληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ δια τούτων δηλοῦτε· ἀ λλὰ νῦν μὲν ἐν κεφαλαίω τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγ χους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἐρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν· φέρε τοίνυν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν απολογίαν καὶ τὴν ἰουδαίων κατηγορείαν ἀποχρῶντος ποι ησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότε ρον καταστήσωμεν· εἶθ' οὕτως τῆς κατα λέξιν ἐρμηνείας ἀψώ μεθα: μετὰ τὸν ἰωσίαν; εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεὺς· ἐ βασίλευσεν τῆς ϊουδαίας ἰωάχαζ ὁ υιὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὁλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βα σιλείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται ὁ δὲ μακάριος ϊερεμίας αὐτὸν ὁ προφήτης, σελὴμ προσαγο ρεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἱγύπτου βασιλεὺς. φαραῶ νεχαῶ λαβὼν, αἰχμάλωτον εἰς τὴν αἵγυπτον ἀπήγαγεν· ἐχειροτόνησεν δὲ ἀντ ἀυτοῦ βασιλέα ἐλιακὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσεν δὲ οὖτος, ἓν καὶ δέκα ἔτη, πρὸς ὁλίγοις μησὶν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας, ἐπιστρατεύσας ναβουχοδονόσωρ ὁ τῶν βαβυλωνίων βασιλεὺς, ἔλαβεν μὲν οὐκ ολίγους δοριαλώτους τῶν ἐπ εὐγενία λαμπρυ νομένων. ἔλαβε δὲ καὶ ἔνια τῶν ϊερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰω ακεὶμ, ἀπεῖρεν εἰς τὴν βαβυλῶνα· εἶτα τούτου τὸν ὁρισθέντα φόρον ἐκτίσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσεν τοῖς ἱ εροσολύμοις. καὶ τὴν πόλιν ἑλὼν· καὶ τοῦτον ἀνελὼν, κα θίστησιν ἀντ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ ἱωακεὶμ μὲν ὑπὸ τῶν ϊουδαίων ὀνομασθέντα· ἐλιακὶμ δὲ πάλιν μετωνομασ θέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ϊερεμίας ὁ προφήτης ϊεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι λέγει κύριος κς · ἐὰν γενόμενος γένηται ϊεχονίας υἱὸς ἰωακὶμ βασιλέως ϊοῦδα· ἀποσφρά γισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς· ἐκείθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χείρας ζητούντων τὴν ψυχήν σου· ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χείρας τῶν χαλδαίων· κ αὶ τούτου τοίνυν τρεῖς μήνας πρὸς ὁλίγαις ἡμέραις τὴν βα σιλείαν προιτανεύσαντος τότε πάλιν ὁ ναβουχοδονόσωρ ὁ τῶν βαβυλωνίων βασιλεὺς στρατειὰν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν αἱχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλῶνα· τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς αὐτοῦ ὄντι τὴν βασι λείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα τὸν ἐνκείμενον οὐ δεδωκότος φόρον· μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ϊερο σολύμοις τῶν βαβυλωνίων ὁ βασιλεὺς· ἔπειτα πολιορκήσας καὶ τῶ λιμῶ κατ' αὐτῶν συμμάχω χρησάμενος και μηχανή ματα τοῖς περιβόλοις προσενεγκὼν. ῥήγνυσι μὲν τὸ τείχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δωριαλώτους πυρὶ τήν τε πόλιν καὶ τὸ ϊερὸν πα ραδοὺς· ἀλλ' ὁ τῶν ὅλων θεὸς θς ὁ ταῦτα παθεῖν ϊουδαίους διὰ τὴν πολὴν αὐτῶν συνχωρήσας παρανομίαν· οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδαιμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ιουδαία οἷόν τινας παιδονόμους ἐδεδώκει τόν τε οὐρίαν τὸν σαμαίου καὶ ϊερεμίαν τὸν τοῦ χελκίου ἄνδρα ϊερωσύνη καὶ προφητεία λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώτην αἱχμαλωσίαν δοριαλώτοις ἀπαχθεῖσιν εἰς βα βυλῶνα. τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν ἐζε κιὴλ καὶ ἀνανίαν καὶ αζαρίαν καὶ μισαὴλ ἴν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμηξείας δέξωνται λώβην· ἀλλ' έχωσιν ἀρχέτυ πα τῆς προγωνικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας, ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτ ο ω λῶν ποιεῖται προμήθειαν: ὅτι τοὺς εὐνοεικῶς αὐτῷ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους τῆς ἐκείνων ἔνεκεν ὠφελείας. αἰχμαλώτους συνεχώρησεν ἀ παχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν. καὶ διὰ κυμάτων καὶ κλύδωνος· ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ωσηὲ τοῦ προφήτου φησιν ὅτι ἀπέκτϊνα δι ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν τοὺς ἁγί ους συνεχώρησεν ἀποστόλους ἐκείνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ϊουδαίων ποιοῦμενος πρόνοιαν καὶ τοὺς περὶ τὸ ν μακάριον δανιὴλ ὠκονόμησεν συν αὐτοῖς τὴν βα βυλῶνα καταλαβεῖν· ὡς ὀς νέος ὢν καὶ τῆ ώρα λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μιρακίοις ἐν τοῖς βασιλείοις ἀνα τραφεῖς. καὶ παιδόθεν τὴν θειαν χάριν ἐσχηκῶς ἐπανθοῦσαν; σ οφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονῶς; πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι τῆ παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κακείνω γεγέ νηται πρόξενος· οὐκ ἐκείνω δὲ μόνον , ἀλλὰ καὶ πᾶσιν τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκα λίας, εἰς τοὺς ὑπηκόους παρέπεμψεν. νόμον τεθεικῶς· τὸν διαρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους, τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · ὅτε μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέσιος οὖτος ἀπήχθη προφήτης. καὶ τίνος ἔνεκεν καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρή καμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἐρμηνείας. ακριβέστερον ἐκθησόμεθα : τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν σαφηνεί α ς, ἀρξώμεθα·