λόγος θ ἐ ν τῶ πρώτω ἔτει δαρείου τοῦ υἱοῦ ἀσσουήρου ἀπὸ τοῦ σπέρμα τος τῶν μήδων ὃς ἐβασίλευσεν ἐπὶ τῆς βασιλείας τῶν χαλδαίων ἐν ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τῶν ἀριθμῶν τῶν ἐτῶν· ὃς ἐγενήθη λόγος κυρίου κυ πρὸς ϊηρεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως ϊερουσαλὴμ ϊλημ , ἑβδομήκον τα ἔτη· καὶ ἐντεῦθεν δῆλον ὡς ἑτέρα μεν ἡ δαρείου τοῦ ἀσσουή ρου βασιλεία· ἑτέρα δὲ ἡ κύρου τοῦ πέρσου· συμφωνεῖ δὲ καὶ τοῖς πρώην εἰρημένοις τὰ νῦν ἀναγνωσθέντα· οὐκ ἁπλῶς γὰρ μῆ δον τὸν δαρεῖον προσηγόρευσεν· ἀλλ’ ἀπὸ τοῦ σπέρματος τῶν μή δων ὡς εἶναι δῆλον ότι οὐκ ἐκατέρωθεν πατρόθεν φημὶ καὶ μιτρόθεν μήδος οὗτος ἦν· ἐβασίλευσεν δὲ ὅμως ἐπὶ τὴν βασι λείαν τῶν χαλδαίων θεία πληγῆ τοῦ βαλτάσαρ μετὰ τὴν ἀσθέ νιαν νύκτωρ ἀνερεθέντος· δοκεῖ δέ μοι λείαν βραχὺν βεβασι λευκέναι χρόνον οὗτος ὁ δαρεῖος· ὁ γὰρ μακάριος δανιὴλ ὡς ἤδη λοιπὸν πληρωθέντα τὸν τῆς αἰχμαλωσίας ὅρον· ἰδὼν καὶ τὸν τῶν ἑβδομήκοντα ἐτῶν συλλογισάμενος ἀριθμὸν ὃν διὰ τοῦ προ φήτου ϊερεμίου προεῖπεν ὁ τῶν ὅλων θεὸς θς . τὴν ὑπὲρ τοῦ λαοῦ ϊκε τηρίαν προσφέρειν ἄρχεται τῶ δεσπότη· ἐπληρώθη δὲ ὁ χρόνος ἐπὶ κύρου τοῦ περσῶν βασιλέως. ὡς ὁ μακάριος ἔσδρας φησὶν· εὐθὺς γὰρ ἐν αρχῆ τοῦ συγγράμματος μετὰ τὰ προοίμια ἐν συντόμω τῆς ἀλώσεως τῶν ϊεροσολύμων μνημονεύσας· καὶ τοῦ τῆς πα τρίδος ἀνδραποδισμοῦ καὶ τῆς εἰς βαβυλῶνα τῶν αἰχμαλώτων μετοικΐας ἐπήγαγεν· καὶ ἦσαν παῖδες αὐτῶ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι πέρσας εἰς πλήρωσιν τοῦ ρήματος τοῦ κυρίου κυ ἐν στόματι ϊερεμίου· ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὑτῆς πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὑτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα βασιλεύοντος κύρου περσῶν· ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι ϊερεμίου· λέγει δὲ καὶ ὁ θειότατος ϊερεμίας, οὕτως· ϊδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι τὴν πατριὰν τοῦ βορρᾶ τὸν ναβουχοδονόσορ. βασιλέα βαβυλῶνος τὸν δοῦλόν μου· καὶ ἄξω αὐτὸν ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν. καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλω αὐτῶν· καὶ ἐξερημώσω αὐτοὺς. καὶ δόσω αὐτοὺς εἰς ἀφανισμόν καὶ εἰς συριγμόν καὶ εἰς ὀνειδισμὸν αἰώνιον· καὶ φωνὴν νυμφίου. καὶ φωνὴν νύμφης· ὀσμὴν μύρου καὶ φῶς λύχνου· καὶ ἔσται ἡ γῆ αὐτῆς πᾶσα εἰς ἀφανισμὸν καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη· ἐκδικήσω ἐπὶ τὸν βασιλέα βαβυλῶνος· καὶ ἐπὶ τὸ ἔθνος ἐ κεῖνο φησὶν κύριος κς τὰς ἀνομίας αὐτῶν καὶ ἐπὶ τὴν γῆν χαλδαίων καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον· ὁ μὲν οὖν μακάριος ϊ ηρεμίας ἠνίξατο συμπληροῦσθαι τῆς αἰχμαλωσίας τὸν χρόνον ἐν τῆ καταλύσει τῆς χαλδαϊκῆς βασιλείας· ὁ δὲ ἔσδρας· καὶ σαφέστερον τοῦτο πεποίηκεν τοῦ κύρου ποιησάμενος μνήμην. εὐρίσκομεν δὲ καὶ τὸν θειότατον ζαχαρίαν ἑτέρως τοῦτον ἀριθ μοῦντα τὸν χρόνον· μετὰ γὰρ τὴν τοῦ κύρου τελευτὴν καὶ α κα μβύσου τοῦ υἱέως αὐτοῦ δαρείου τοῦ ὑστάσπου τὸ περσῶν ἀνα δησαμένου κράτος τοῦ χρόνου μνημονεύσας ὁ προφήτης· τῆ τετράδι γὰρ φησὶ καὶ εἰκάδι τοῦ ενδεκάτου μηνὸς οὗτος ἐστιν ὁ μὴν σαβὰθ· ἐν τῶ δευτέρω μηνῒ ἔτει ἐπὶ δαρεῖου· ἐγένετο λόγος κυρίου κυ πρὸς ζαχαρίαν τὸν βαραχίου υἱὸν ἀδδῶ τὸν προφήτην καὶ ἐπήγαγεν μετα βραχία· καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου κυ · καὶ εἶπεν κύριε κε παντο κράτωρ· ἕως τίνος οὐ μὴ ἐλεήσης τὴν ϊερουσαλὴμ ϊλημ καὶ τὰς πόλεις ϊούδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος· καί τϊνὲς μὲν τῶν ἀπιστίαν νοσούντων διαφωνεῖν τοὺς ἁγίους νομίζουσιν προφήτας· οἱ δὲ τοῖς ϊεροῖς λόγοις ἐντεθραμμένοι ὑπὸ τῆς θείας φωτιζόμενοι χάριτος τὴν τῶν ἁγίων προφητῶν εὑρίσκουσι συμφωνίαν· φέρε τοίνυν ἐκείνης τῆς αἴγλης τυχεῖν ἱκετεύσαντες. δήλην αὐτὴν τοῖς ἀγνοοῦσιν ποιήσωμεν· τὸν μὲν οὖν χρόνον τῆς αἰχμαλωσίας συμφώνως τεθείκασιν ἅπαντες ὅ τε θεῖος ϊερεμίας· ὅ τε θεσπέσιος ζαχαρίας καὶ ὁ μακάριος ἔσδρας τὸν ἑβδομηκοντ α ούτην γὰρ ἀριθμὸν. τεθείκασιν ἅπαντες οὐκ ἀπὸ τῶν αὐτῶν δὲ καιρῶν ἀριθμεῖν ἀρχόμενοι τοῦτον τὸν χρόνον· οἱ μὲν εἰς κῦρον οἱ δὲ εἰς δάρειον τοῦτον καταλήγειν ἔ φασαν τὸν ἀριθμὸν· οἱ μὲν γὰρ περὶ τὸν μακάριον ϊηρεμίαν καὶ ἔσδραν· ἀπὸ τῆς ἀρχῆς τῆς πρώτης αἰχμαλωσίας ἀριθμοῦντες εἰκότως μέχρι κύρου τοῦ περσῶν βασιλέως τὰ ἑβδομήκοντα* περιορίζουσιν ἔτη· ὁ δὲ θειότατος ζαχαρίας· ἀπὸ τῆς τε λευταίας πολιορκίας ἐν ἧ τὴν πανωλεθρίαν ὑπέμειναν ἀριθμῶν ἐπὶ δαρείου τοῦ περσῶν βασιλέως τὸν τῶν 10ο10 ἐτῶν ἀριθμὸν συμπληροῦσθαί φησι· καὶ γὰρ ἐπὶ τούτου τῶ ὄντι ὁ θεῖος ἀνωκοδομίθη νεώς· ἐπειδὴ γὰρ τρεῖς ὁ λαὸς αἰχμάλωτος γέγονεν πρῶτον μὲν ἐπὶ ϊωακεὶμ τοῦ υἱοῦ ϊωσίου βασιλέως ϊούδα· τὸ δὲ δεύτερον ἐπὶ ϊεχονίου τοῦ υἱοῦ ἰωακεὶμ· τὸ δὲ τρίτον ἐπὶ σεδεκίου τοῦ ἀδελφοῦ μὲν τοῦ ϊωακεὶμ. θείου δὲ τοῦ ϊεχονίου ἀναγκαίως τρεῖς καὶ τῆς ἐπανόδου τυγχάνουσιν· πρῶτον μὲν γὰρ ἀφίησιν αὐτοὺς κῦρος ὁ πέρσης· εἶτα δαρεῖος ὁ υἱὸς ὑστάσπου· ἔπειτα ἀρταξέρξης ὁ ξέρξου· ἡνίκα πρότερον μὲν τὸν ἔσδραν. μετ ἐκεῖνον δὲ τὸν νεεμὰν ἀπέστειλεν· ὥστε τὰ τῆς ϊερουσαλὴμ ϊλημ ἀνοικοδομῆσαι τείχη. τῶν μὲν οὖν πρώτων αἰχμα λώτων γεγενημένων. ὁ ἑβδομηκονταέτης πληροῦται χρόνος ἐπὶ κύρου τοῦ πέρσου· τῆς δὲ τοῦ ναοῦ ἐρημίας. ὁ αὐτὸς οὗτος χρόνος λαμβάνει τέλος· ἐν τῶ δευτέρωΙ ἔτει δαρεῖου τοῦ ὑστάσπου ὡς εἶναι προφητείαν ἑκατέραν τὴν ϊηρεμίου τὲ καὶ ζαχαρίου· ὡσαύτως δὲ καὶ τὴν τοῦ ἔσδρα συγγραφὴν ἀψευδῆ τὲ καὶ ἀληθῆ· τοῦτον φ ησὶν τὸν χρόνον ὁ μακάριος δανιὴλ συνϊεὶς καὶ ἀριθμήσας καὶ εὑρὼν πλησιάζοντα· ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον κν τὸν θεὸν θν τοῦ ἐκ ζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστίαις καὶ σάκκω καὶ σποδῶ· οὐ γὰρ φησὶν ἁπλῶς ἀνέμενον τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν. ἀλλ ϊκετείαν τῶ δεσπότη προσέφερον. τὴν ἐλευθερίαν τοῖς ὁμοφύ λοις αἰτῶν· κἂν γὰρ μυριάκης ὑπόσχηται ἀγαθὰ· ἀναξίους δὲ ἡμᾶς αὐτοὺς τῆς δωρεᾶς καταστήσωμεν, ἐμποδῶν γινόμεθα τῆ θεία φιλοτιμία· τοῦτο καὶ δι’ ἐζεκιὴλ τοῦ προφήτου φησὶν ὁ θεός θς · πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖν καὶ κατα φυτεύειν καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήση πονηρὰ, οὐ μὴ ἐπαγάγω ἐπ’ αὐτὸ πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα· ταῦτα πε παιδευμένος ὁ μακάριος δανιὴλ· νηστεία καὶ σάκκω καὶ σποδῶ τὴν προσευχὴν πτερώσας, προσέφερεν τῶ θεῶ θω · καὶ προσηυξάμην φησὶν πρὸς κύριον κν τὸν θεόν θν μου· καὶ ἐξωμολογησάμην καὶ εἶπον· κύριε κε ὁ θεὸς θς ὁ μέγας καὶ θαυμαστὸς ὁ φυλάσσων τὴν διαθήκην καὶ τὸν ἔλεον τοῖς ἀγα πῶσιν σε καὶ φυλάττουσιν τὰ προστάγματά σου· καλεῖ δὲ μέγαν καὶ θαυμαστὸν ὡς μεγάλα καὶ θαυμαστὰ ποιεῖν δυνάμενον. ἀπὸ γὰρ τῶν ἐνεργειῶν τὰς θείας προσηγορίας οἱ θεῖοι ἄνδρες τιθέναι φιλοῦσιν· φυλάττειν δε καὶ αὐτὸν ἔφη τὴν διαθήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσιν αὐτὸν. τῶν πρὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ϊακὼβ ἀναμιμνήσκων ἐπαγ γελιῶν· μετὰ πάσης δὲ ἀκριβείας εὐχόμενος. διδάσκει ὅτι οὐχ ἁπλῶς φυλάττει· ἀλλὰ τοῖς ἀγαπῶσιν αὐτὸν καὶ φυλάττουσι τὰς ἐντο λὰς αὐτοῦ· εἰ γάρ τϊς φησὶν παραβ ει ῆ σου τὰ προστάγματα ἀνά ξιον αὑτὸν τῶν ὑποσχέσεών σου καθί στας στησι · τοῦτο δὲ καὶ ἡμῖν συνέβη· ἡ μάρτο ω μεν γὰρ φησιν ἠδικήσαμεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντο λῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου· σφόδρα δὲ προσφόρως ἐπὶ τοῦ θεοῦ θυ τὰς ἐντίμους ἐκείνας καὶ θαυμαστὰς τεθεικὼς προσηγορίας τὰς ἐκ διαμέτρου ἐναντίας σφίσιν αὐτοῖς ἐπι τέθεικεν· οὐκ ἠρκέσθη δὲ τῶ εἰπεῖν ἡμάρτομεν ἀλλὰ καὶ προς έθηκεν ἠδικήσαμεν ἠσεβήσαμεν· ἀγνώμονες περὶ τὰς σὰς εὐεργεσίας γενόμενοι· ἠσεβήσαμεν δὲ. ἄλλους ἀντὶ σοῦ θεοὺς προελόμενοι ἀψύχους ἀναισθήτους· οὐδεμίαν κεκτημένους ϊσχὺν· εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς γινομένην τοῦ θεοῦ θυ κηδεμονίαν καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν ἐπήγαγεν· καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν οἳ ἐλά λουν τῶ ὀνόματί σου· πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ πρὸς τοὺς ἄρχοντας ἡμῶν καὶ πατέρας καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς· οὐ γὰρ ἐπαύσατό σου ἡ χάρις ἐποπτεύουσα τὲ ἡμᾶς καὶ διὰ τῶν προφητῶν διαλεγομένη· ποτὲ μὲν βασιλεῦσι καὶ ἄρχουσιν· τό τε δὲ ϊερεῦσι καὶ διδασκάλοις. τούτους γὰρ πατέρας πρας ἐκάλεσεν πολλάκις δὲ καὶ παντὶ τῶ λαῶ· ἀλλὰ καὶ τούτων οὕτω γινο μένων ἡμεῖς διετελέσαμεν ἀντιλέγοντες· διὸ εἰκότως προστέ θεικεν· σοὶ κύριε κε ἡ δικαιοσύνη· καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου· ὡς ἡ ἡμέρα αὔτη ἀνδρὶ ϊούδα· καὶ τοῖς κατοικοῦσιν ϊερουσαλὴμ ϊλημ καὶ παντὶ ϊσραὴλ ϊηλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν εν πάση τῆ γῆ οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθετήσει αὐτῶν ἧ ἠθέτησάν σε κύριε κε · τὰ μὲν γὰρ φησὶν ὑπὸ σοῦ γεγενημένα δέσποτα. τὴν σὴν κηρύττει δικαιο σύνην· ἡμεῖς δὲ διὰ τὴν πολλὴν ἡμῶν παρανομίαν ἐν αἰσχύνη γενόμενοι τῆς ϊδίας ἀγνωμοσύνης κατηγοροῦμεν· σοὶ μὲν γὰρ ἐκ τῆς ἡμετέρας ἀσεβείας. οὐδεμία προσεγένετο βλάβη. ἡμεῖς δὲ τῶν σπερμάτων ἐδεξάμεθα τοὺς καρποὺς. καὶ ἐλθεῖν ὡς ἐλεεινῶς ὅτι ἔτι τῶν ὁμοφύλων κατηγορῶν καὶ ἑαυτόν τοῖς παραβάταις συνάπτ ων ει · ἡμῖν φησὶν ἡ αἰσχύνη τοῦ προσώπου· καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν οἵτινες ἡμάρτομέν σοί· ϊκανὸν δὲ τούτων ἕκαστον εἰς ἔλεον ἐπικάμψαι καὶ τὸν ὠμότατον· μήτιγε τὸν ἡμερώ τατον καὶ φιλανθρωπότατον· δείκνυσιν γὰρ διὰ τῶν λόγων οὐ τοὺς εὐτελεῖς τοῦ λαοῦ καὶ ἀφανεῖς μόνους αἰσχύνης ἀνα πλησθέντας ἀλλὰ καὶ αὐτοὺς τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας. καὶ τοὺς ϊερέας· τούτους γὰρ πατέρας πρας ὠνόμασεν· καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον· προστέθεικεν οἵτινες ἡμάρτομέν σοι· ἀλλ’ ἡμεῖς μὲν ἀξίους ἐκομισάμεθα τῆς παρανομίας τοὺς καρπούς· τοῦ κυρίου κυ δὲ θεοῦ θυ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ ϊλασμοί πρέ πει γάρ σοι ἡμέρω ὄντι καὶ φιλανθρώπω φιλανω ἐλέω καὶ οἴκτω περὶ ἡ μᾶς χρήσασθαι· καὶ ἐπιμένων τῆ τῆς παρανομίας κατη γορία· ἤκουσεν γὰρ τοῦ θεοῦ θυ δι ἑτέρου προφήτου λέγοντος· λέγε σὺ τὰς ἀνομίας σου πρῶτον ἵνα δικαιωθῆς· οἰκειοῦται τὴν τοῦ λαοῦ παρανομίαν καὶ τὴν ταύτης ποιεῖται κατηγορίαν τὸν θείον ἔλεον ἐπαγγέλλων· ὅτι ἀπέστημεν φησὶ καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν· πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ οἷς ἔδω κεν κατὰ πρόσωπον ἡμῶν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προ φητῶν· φωτιζόμενοι γὰρ φησὶν ὑπὸ τῶν προφητῶν καὶ ποδη γούμενοι πρὸς τὸ δέον ἀντιλέγοντες, πάντα τὸν χρόνον δι ετελέσαμεν· καὶ πᾶς ϊσραὴλ ϊηλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέ κλειναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· εἰ γὰρ οἱ μὲν παρέβησαν· οἱ δὲ φύλακες ἀκριβεὶς τῶν σῶν νόμων ἐγένοντο. οὐκ ἂν τὴν συμφορὰν ὑπέμειναν ταύτην· ἐπειδὴ δὲ κοινὴ παρὰ πάντων ἡ παρανομία τετόλμηται εἰκότως φησῒν ἐπῆλθεν ἐφ’ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῶ νόμω μωϋσῆ δούλου τοῦ θεοῦ θυ · ὅτι ἡμάρτομεν αὐτῶ· ὅρκον δὲ καλεῖ τὸν ἐν τῶ δευτερονομίω ὑπὸ τοῦ θεοῦ θυ γεγενημένον· ἀρῶ γὰρ φησὶν εἰς τὸν οὐρανὸν οὐνον τὴν χείρα μου καὶ ὀμοῦμαι τῆ δεξιά μου, καὶ ἐρῶ ζῶ ἐγὼ εἰς τὸν αἰῶνα· ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου· καὶ ἐκδικήσω, καὶ ἀνταποδόσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μεισοῦσιν ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα· ἀφ αἵματος τραυ ματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν· καὶ μικρὸν πρὸ τούτων φησὶν· εἶπον διασπερῶ αὐτοὺς· παύσω δὲ ἐξ ἀνθρώπων ἀνων τὸ μνημόσυνον αὐτῶν· τὴν δὲ κατάραν τὴν ὑπὸ τῶν ἓ ξ φυλῶν τὴν ἐν τῶ ὄρει το γεβὰλ γεγενημένην λέγει· εκείνος φησὶν τοίνυν ὁ ὅρκος· καὶ ἡ κατάρα ἡ ἐν τῶ νόμω μωϋσέως γεγενημένη πέρας ἔλαβεν ἐφ ἡμῶν· καὶ ἔστησεν τοὺς λόγους αὑτοῦ οὓς ἐλά λησεν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν καὶ ὅσοι ἔκριναν ἡμᾶς ἐπαγαγεῖν ἐφ ἡμᾶς κακὰ μεγάλα· καὶ δεικνὺς τὴν τῶν κακῶν ὑπερβολὴν οἷα φησὶν οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνου κατὰ τὰ γενόμενα ἐν ϊερουσαλήμ ϊλημ · οὐ γὰρ εὑρίσκω φησὶν πα ράδειγμα τῶν ἡμετέρων κακῶν· εἶτα διδάσκων τῆς θείας προρρήσεως τὸ ἀψευδὲς καθὼς φησὶ γέγραπται· ἐν τῶ νόμω μωϋσέως καὶ τῆς τιμωρίας ἐμφαίνων τὸ δίκαιον· πάν τα φησὶ τὰ κακὰ ἃ ἦλθεν ἐφ’ ἡμᾶς καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν καὶ τοῦ συνιέναι ἐν πάση ἀληθεία σου κύριε κε · οὐδὲ γὰρ τῶν τοσούτων ἡμῖν καὶ τηλικούτων ἐπενεχθεισῶν συμφορῶν μετα μελία χρήσασθαι ἠβουλίθημεν· καὶ παύσασθαι μὲν τῆς προ τέρας παρανομίας· θεραπεῦσαι δέ σε τῆ φυλακῆ τῶν νόμων· διό φησὶν ἐγρηγόρησεν κύριος κς ὁ θεὸς θς ἡμῶν ἐπὶ τὴν κακίαν ἡμῶν καὶ ἤγαγεν αὐτὴν ἐφ’ ἡμᾶς· ὥσπερ γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεϊσάμενος τὴν ἀξίαν τῶν πεπο λιτευμένων ἡμῖν ἐπήγαγεν τιμωρίαν· ὅτι ἅγιος φησὶν κύριος κς ὁ θεὸς θς ἡμῶν ἐπὶ πάσαν τὴν ποίησιν αὐτοῦ· ἣν ἐποίησεν διότι οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ· αὐτὸς γὰρ φησὶν ἀθῶός μὲν ἐστιν καὶ οὐδεμιᾶς μέμψεως ἐφ’ οἷς ἐποίησεν ἄξι ο ω ς· ἡμεῖς δὲ δυσσεβία καὶ πονηρία συζήσαντες τὴν τιμωρίαν ἐπε σπασάμεθα· οὕτως τῆς παρανομίας τὴν κατηγορίαν ποιησάμενος· ϊκετεύει λοιπὸν καὶ τὴν φιλανθρωπίαν φιλανίαν αἰτεῖ· καὶ νῦν κύριε κε ὁ θεὸς θς ἡμῶν· ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς αἰ γύπτου ἐν χειρὶ κραταιὰ καὶ ἐποίησας σεαυτῶ ὄνομα ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν ἡνομίσαμεν κύριε κε ἐν πάση ἐλεημο σύνη σου· ἀποστραφήτω δὴ ὁ θυμός σου ἀπὸ τῆς πόλεώς σου ϊερουσαλὴμ ϊλημ ὄρους ἁγίου σου· ἀναμιμνήσκει τῶν προτέρων εὐεργεσιῶν τῆ εὐγνωμοσύνη τῆς μνήμης τὸν ἔλεον ἐπισπώ μενος καί φησὶ· ῥάδιόν σοι δέσποτα τὴν ἐλευθερίαν ἡμῖν χα ρίσασθαι· καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις καὶ τιμωρίαις κατὰ τῶν αἰγυπτίων χρησάμενος τῆς πικρὰς δουλείας ἐκεί νης τὸν σὸν λαὸν ἠλευθέρωσας· ὡς εἰς ἅπαντας ἀνθρώπους ἀνους τῶν γεγενημένων θαυμάτων τὴν φήμιν δραμεῖν καὶ τὴν σὴν δύναμιν ἅπασιν γενέσθαι δήλην· καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν καὶ τῆς σῆς φιλανθρωπίας φιλανίας ἀναξίους ἡμᾶς αὐτοὺς ἀπεφήναμεν. τὴν σὴν πόλιν ϊκετεύομεν της σῆς ἀξιωθῆναι φειδοῦς. καὶ τὸ ὄρος ἐκεῖνο ὃ διὰ τῆς σῆς ἐπιφανίας ἅγιον ἀπέφηνας, καὶ ἐπιμένων τῇ ὑπὲρ τῆς πόλεως ϊκετεία· ὅτι ἐν ταῖς ἁμαρ τίαις ἡμῶν φησὶ καὶ ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων πρων ἡμῶν ϊερουσαλὴμ ϊλημ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένοντο ἐν πᾶσιν τοῖς περι κύκλω ἡμῶν· διὰ γὰρ τὰς ἡμετέρας παρανομίας καὶ ἁ μαρτίας τῶν πατέρων πρων ἡμῶν ἡμεῖς τὲ τοῖς ὁμόροις ἐπίχαρ τοι γεγενήμεθα· καὶ ἡ πολυθρύλητος καὶ ἀοίδιμος πόλις τὴν ἐρημίαν ὑπέμεινεν· καὶ νῦν εἰσάκουσον κύριε κε ὁ θεὸς θς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου. καὶ τῶν δεήσεων αὐτοῦ. καὶ ἐπίφανον τὸ πρόσωπόν σου· ἐπὶ τὸ ἁγιασμά σου τὸ ἔρημον· δ έξαι φησὶν τοῦ δούλου σου τὴν δέησιν δέσποτα· καὶ βλέπε τὴν ἐρήμωσιν τοῦ ἁγιασθέντος ὑπὸ σοῦ τόπου· καὶ τῆς σῆς αὐτὸν αὖθις πλήρωσον χάριτος· καὶ ἐπειδὴ ἀν άξιος ἦν ὁ λαὸς τού των τυχεῖν. σφόδρα ἀρμοδίως ἐπήγαγεν ἕνεκέν σου κύριε κε · τὰ σαυτῶ φησὶν πρέποντα ποίησ ει ο ν δέσποτα καὶ μὴ τὰς ἡμετέρας λογίση παρανομίας· ἀλλὰ τὰς ἀεννάους τῆς σῆς φιλανθρωπίας φιλανίας πηγάς· καὶ ἐπιμένων τῆ προσευχῆ· κλείνον φησὶν ὁ θεός θς μου τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ εἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου· καὶ ἔτι πλεῖον προσοικειῶν αὐτῶ τὴν πόλιν ἔφη· ἐν ἧ ἐπικέκληταί σου τὸ ὄνομα φησὶν ἐν αὐτῆ· τὸ δὲ κλεῖνον τὸ οὖς σου, καὶ ἄνοιξον τοὺς ὀφθαλμούς σου· ἀντὶ τοῦ μὴ ἀποστραφής μου τὴν δέησιν ἀλλὰ μετ εὐμενίας ἄκουσόν μου τῆς προσευχῆς· οἶδεν γὰρ καὶ αὐτὸς ὡς τὸ θεῖον ἀσώματον· ἑτέρως δὲ ἄνθρωπος ἀνων ὢν οὐκ οἶδεν διαλεχθῆ ναι θεῶ θω · ἀλλ’ ἐπειδὴ τῶν ἀνθρώπων ἀνων ἕκαστος. διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾶ· διὰ δὲ τῶν ὤτων ἀκούει τέθεικεν ταῦτα καὶ ἐπὶ τοῦ ἀσω μάτου θεοῦ θυ τὰς ἐνεργίας οὕτω καλῶν τούτοις ἐπάγει· ὅτι οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ρίπτουμεν τ ῶ ό ν οἰκτιρμ ῶ ό ν ἐνώπιόν σου· ἀλλ’ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλοὺς κύριε κε · ο ὐ γὰρ ταῖς δικαιοσύναις ἡμῶν φησὶν θαρροῦντες τὴν σὴν αἰτοῦ μεν φιλανθρωπίαν φιλανίαν · ἀλλὰ τῶ σῶ πεποιθότες ἐλέω τολμῶμεν τὴν δέησιν· εἰσάκουσον οὖν κύριε κε ϊλάσθητι κύριε κε · πρόσχες κύριε κε · μὴ χρο νίσης ἕνεκέν σου ὁ θεός θς μου· ἄξιον δὲ θαυμάσαι τῶν εἰρημέ νων τὴν τάξιν· ἱκετεύει γὰρ τὸν θεὸν θν πρῶτον μὲν ἀκοῦσαι τῆς προσευχῆς καὶ μὴ ἀπώσασθαι τὴν ϊκετηρίαν. εἶτα ἀκούσαντα ἵλεω γενέσθαι· ἵλεω δὲ γενόμενον προσέχειν εὐμενῶς· δείξαν τα δὲ τὴν οἰκείαν εὐμένιαν ποιῆσαι καὶ πληρώσαι τὴν ϊκετείαν· τούτοις ἐπήγαγεν· μὴ χρονίσης ἀντὶ τοῦ μὴ ἀναβάλλη τὴν δέσιν εἰς ἕτερον χρόνον ἀλλ’ αὐτίκα τῆς ἐπιφανίας ἡμᾶς ἀξίωσον καὶ τῆς εὐχῆς δὲ τὸ τέλος τῆς τοῦ δανιὴλ ταπεινοφροσύνης ἄξιον· ἔνεκέν σου φησὶν ὁ θεός θς μου· οὐδὲ γὰρ ἐγὼ ἄξιος τοῦ ταύτην λαβεῖν τὴν χάριν· ἀλλ’ ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου· καὶ ἐπὶ τὸν λαόν σου· οὕτως αἰτήσας καὶ μετα τοσαύτης προθυ μίας τὴν ὑπὲρ τῶν ὁμοφύλων ϊκετηρίαν προσενεγκὼν καὶ ἀν τιβολήσας μὴ χρονίσαι τὸν θεὸν θν παραυτίκα τῆς θείας ἀποκρί σεως ἀπολαύει· ἔτι γάρ μου φησι λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος καὶ προσευχομένου, τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ ἰσραὴλ ἰηλ καὶ ριπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου κυ τοῦ θεοῦ θυ μου· καὶ ἔτι μου λαλοῦντος ἐν τῆ προσευχῆ· καὶ ϊδοὺ ἀνὴρ γαβριὴλ ὃν ἶδον ἐν τῆ ὁράσει μου ἐν ἀρχῆ πετόμενος· ταύτην φησὶ τὴν ϊκετείαν προσφέρων. καὶ τῆς κοινῆς ἡμῶν παρανομίας κατηγορῶν. μὴδέπω πέρας ἐπιθεὶς τῆ προ σευχῆ ὁρῶ τὸν γαβριὴλ πετόμενον καὶ πρὸς ἐμὲ θέοντα· ἔγνων δὲ τίς ἐστιν ἤδη πρότερον ὄναρ αὐτὸν θεασάμενος· καὶ τὴν προ σηγορίαν δὲ αὐτοῦ ἔμαθον. ἀκούσας τηνικαῦτα τοῦ δεσπότου καλέσαντος καὶ προστάξαντος γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν· ἄνδρα δὲ αὐτὸν κέκληκεν ἀπὸ τῆς θ ει έ ας τὴν προσηγορίαν τεθεικώς· καὶ γὰρ ἐν ἐκείνω τῶ ἐνυπνίω φησὶν ϊδοὺ ἔστη ἐνώ πιόν μου ὡς ὅρασις ἀνδρός· οὗ χάριν καὶ ἐνταῦθά φησιν ϊδοὺ ὁ ἀνὴρ γαβριὴλ ὃν εἶδον ἐν τῆ ὁράσει μου ἐν ἀρχῆ πετόμενος. πετᾶς θε δὲ καὶ αὐτὸν ἔφη ὀξέως διατέμνοντα τὸν ἀέρα καὶ παρ’ αὐτὸν θέοντα θεασάμενος· καὶ ἥψατό μου ὡσεὶ ώραν θυσίας ἑσπερινῆς· ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τῆς ἑσπερινῆς λατρίας· ἣ τοσοῦτον καιρὸν ὅσον ἡ ἑσπερινὴ κατέχει λατρία· καὶ ἐλάλησεν μετ’ ἐμοῦ καὶ εἶπεν δανιὴλ· νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν ἐν ἀρχῆ τῆς δεήσεώ σου ἐξῆλθεν ὁ λόγος. καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῶ ρήματι καὶ σύνες ἐν τῆ ὀπτασία· εὐθὺς φησὶν. ἡνίκα ἤρξω προσεύχεσθαι δεξάμενος ὁ κοινὸς δεσπότης τὴν ϊκετείαν καὶ θεασάμενός σου τὴν ἀγαθὴν ἐπιθυμίαν, ἀπέστειλέν με διδάξαι σε τὰ ἐσόμενα· σὺ δὲ ἀκριβῶς πρόσεχε τοῖς λεγομένοις· βαθύτερα γὰρ ἢ κατὰ ἄνθρωπον ανον τὰ λεχθησόμενα· τοῦτο γὰρ λέγει σύνες ἐν τῇ ὀπτασίᾳ· τουτέστιν αἰνιγματωδῶς ταῦτα λεχθήσεται· καὶ δεῖ σοι κατανοήσεως ἀκριβοῦς εἰς τὸ νοῆσαι ταῦτα· αἰ νιγματωδῶς δέ ἐστιν, ὅτε τὰ θεῖα λέγεται καὶ γράφεται· ἵνα μὴ πάσιν ἦ δῆλα τὰ τοῖς ἁγίοις ἀποκαλυπτόμενα οὕτω γὰρ ΣΗ ἂν εὐκαταφρόνητα ἐγεγόνει ὁμοίως ὑπὸ πάντων γνωριζόμενα· ἀ νδρα δὲ αὐτὸν ἐπιθυμιῶν καλεῖ· ἢ ὡς νηστεία καὶ κακουχία ἑ αυτὸν ἐκδεδωκότα καὶ ἀνδρίως κατὰ τῶν τοῦ σώματος ἐπι θυμιῶν ἀγωνιζόμενον· ἢ ὡς ἐπιθυμοῦντα γνῶναι καὶ μαθεῖν ἐφιέμενον τὰ τῶ λαῶ συμβησόμενα· ἢ ὅτι ἐράσμιός ἐστιν καὶ λ εί ϊ αν ἐπέραστος τὰς τῆς ἀρετῆς μαρμαρυγὰς ἀφιείς· οὕτω διεγείρας τὸν προφήτην ὁ θεῖος ἀρχάγγελος εἰς τὴν τῶν ρηθισομένων κατανόησιν τὴν διδασκαλείαν προσφέρει· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν· ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα· καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν· καὶ τοῦ σφρα γίσαι ἁμαρτίας· καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην τοῦ χρ ή ϊ σαι ἅγιον ἁγίων· πρὸ τῶν ἄλλων ἁπάντων ἐπι σημήνασθαι δεῖ· ὅτι τοῦ προφήτου ἐν τῆ προσευχῆ τῶ θεῶ θω λέγοντος· περί τε τοῦ λαοῦ καὶ τῆς ϊερουσαλήμ ϊλημ ὁ λαός σου καὶ ἡ πόλις σου καὶ τὸ ἅγιόν σου. ἀντιστρέφων ὁ θεὸς θς λέγει τῶ δανιήλ ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ὥσπερ οὐκ ἀξιῶν τὸν λαὸν ἑαυτοῦ καλεῖν τὸν πάλαι αὐτοῦ ὠνομασμένον λαὸν οὔτε μὴν τὴν πόλιν τὴν ὡσαύτως αὐτοῦ πάλαι προσαγορευομένην· τοῦτο δὲ κ αὶ ἐπὶ τοῦ μεγάλου πεποίηκεν μωϋσέως ἡνίκα γὰρ τὸν μόσχον τεκτηνάμενοι τὸ θεῖον αὐτῶ προσήνεγκαν σέβας· ἔφη τοίνυν πρὸς τὸν προφήτην ὁ θεὸς θς σπεῦσον κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐξ αἰγύπτου· φησὶν τοίνυν ὁ θεὸς θς πρὸς αὐτὸν διὰ τοῦ ἀρχαγγέλου· ὅτι τὴν δέησίν σου δεξάμενος καὶ οἰκοδομηθῆναι τὴν ἱερουσαλὴμ ἱλημ συγχω ρήσω, καὶ τὸν λαόν σου τῆς ἐπανόδου τυχεῖν κελεύσω· μετὰ δὲ τὴν τῆς ἱερουσαλὴμ ἱλημ οἰκοδομίαν διαρκέσουσιν ἐπὶ τετρακόσια καὶ ἐννενήκοντα ἔτη κατὰ νόμον πολιτευόμενοι· τοσοῦτον γὰρ 98r) Eine Marginalie ganzer Rand, eine kurze unten αἱ ἑβδομήκοντα ἑβδομάδες ποιοῦσιν χρόνον ἡμέρας ἑκάστης εἰς ἐνιαυτὸν λαμβανομένης· ἐπειδὴ γὰρ ἑβδομηκοντα ἔτη χρόνω τὴν αἰχμαλωσίαν αὐτῶν περιώρ η ϊ σεν ἑπτάκις εἰς ἐαυτὸν τοῦτον ἀνελίξας τὸν χρόνον τὴν κατὰ νόμον πολιτείαν περιορίζει· ἑβδομήκοντα ἑβδομάδες συν ετμήθησαν ἀντὶ τοῦ ἐδοκιμάσθησαν καὶ ἐκρίθησαν· οὕτω γάρ τινες τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν ἀντὶ τοῦ ἕως ἂν αὐξηθῆ αὐτῶν τὸ δυσσεβὲς τόλμημα καὶ τέλος λάβη ἡ ἁμαρτία· λέγει δὲ ἁμαρτίαν τελειουμένην καὶ παράπτω μα παλαιούμενον· εἴτ’ οὖν αὐξανόμενον καὶ εἰς ἔσχατον ἀφικνούμενον, τὸν κατὰ τοῦ κυρίου κυ τολμηθέντα σταυρόν στρον · πρὸ μὲν γὰρ τούτου μυρία τετολμηκότες κακὰ. ἔδοσαν μὲν δίκας καὶ ἔτ ει ϊ σαν τιμωρίας ὑπὲρ ὧν ἐπλημμέλησαν· ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας φιλανίας ἠξιώθησαν· μετὰ δὲ τὴν κατὰ τοῦ δεσπότου μανίαν καὶ τὸν τολμηθέντα σταυρὸν στρον οὐδεμιᾶς ἔτυχον ἀνακλήσεως ὡς αὐτὰ βοᾶ τὰ πράγματα· ἀλλὰ πλειόνων ἢ τεσσαράκοντα καὶ τετρακοσίων διαδραμόν των ἐτῶν σποράδες μεμενήκασιν καὶ τῆς οἰκουμένης μέτοικοι· δ ιὰ τοῦτό φησὶν τῶ μακαρίω δανιὴλ ὁ ἅγιος ἀρχάγγελος· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν· καὶ ἐπειδὴ ἔμελλεν ὁ δεσπότης χριστὸς χς τοῖς εἰς αὐτὸν πιστεύουσιν τῶν ἁμαρ τημάτων δωρεῖσθαι τὴν ἄφεσιν ὡς καὶ ὁ μακάριος ἰωάννης ἐβόα λέγων· ΐδε ὁ ἀμνὸς τοῦ θεοῦ θυ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· εἰκότως ἐπήγαγεν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι ἀνομίας· καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας· ἀ πήλειψεν μὲν γὰρ τὰς ἀνομίας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον ἧ φησὶν ὁ μακάριος παῦλος· ἐσφράγισεν δὲ τὰς ἁμαρτίας· παύσας μὲν τὴν κατὰ νόμον πολιτείαν τὴν δὲ τοῦ πνεύματος πνς δωρησάμενος χάριν· ὑφ’ ἧς βο ηθούμενοι περιγίνονται τῶν παθῶν οἱ πνευματικῶς πνικως πολι τευόμενοι· οἷς προστέθεικεν· καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· δικαιοσύνη δὲ αἰώνιος κυρίως ἐστὶν αὐτὸς ὁ δεσπό της χριστός χς · πρὸ περὶ γὰρ αὐτοῦ φησὶν ὁ μακάριος παῦλος. ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ θυ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· κ αὶ περὶ τοῦ εὐαγγελίου δὲ ῥωμαίοις ἐπιστέλλων ἔφη· ὅτι δικαι οσύνη θεοῦ θυ ἐν αὐτῶ ἀποκαλύπτεται· ἐπειδὴ φιλοτιμία χρησά μενος καὶ τὴν πρόξενον τῆς αἰωνίου ζωῆς δικαιοσύνην τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρίσατο ἣν καὶ αἰτεῖν προσευχο μένοις παρεκελεύσατο· αἰτεῖτε λέγων τὴν βασιλείαν τοῦ θεοῦ θυ καὶ τὴν δικαιοσύνην αὐτοῦ ἀναγκαίως εἶπεν ὁ ἅγιος γαβριήλ καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· προστέθεικεν δέ τοῦ σφρα γίσαι ὅρασιν καὶ προφήτην· τουτέστιν τοῦ δοῦναι μὲν τέλος ἁπάσαις ταῖς προφητείαις. τέλος γὰρ νόμου χριστὸς χς εἰς δικαιο σύνην παντὶ τῶ πιστεύοντι· παῦσαι δὲ λοιπὸν τὴν προφη τικὴν χάριν ἀπὸ τοῦ ϊουδαίων ἔθνους· εἰ γὰρ μὴ ἐπιφανεὶς ὁ δεσπότης χριστὸς χς πεποίηκεν τί καὶ πέπονθεν ἅπερ οἱ προφῆται προεῖπον. οὐκ ἂν ἐδείχθη τῶν προφητῶν ἡ ἀλήθεια· πληροῖ τοίνυν καὶ οἱονεὶ σφραγίζει καὶ βεβαῖοι τὰ ὑπὸ τῶν προφητῶν προ ρηθέντα. ποιῶν ἅπαντα καὶ πάσχων τὰ ὑπ’ ἐκείνων χρησμω δηθέντα· τούτοις πάλιν προστέθεικεν. καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· τ ίς δὲ οὗτος ἐστὶν ὁ τῶν ἁγίων ἅγιος εἰπάτωσαν ϊουδαῖοι· εἰ δὲ ἀγνοο ωῦσιν παρ ἡμῶν μαθέτωσαν· ὡς αὐτός ἐστιν ὁ δεσπότης χριστὸς χς . διὰ μὲν ἡ σαΐου προλέγων, πνεῦμα πνα κυρίου κυ ἐπ ἐμὲ οὗ εἵνεκεν ἔχρισέν με κύριος κς . ὑπὸ δὲ τοῦ δαβὶδ δαδ μαρτυρούμενος, ὅτι ἠγάπησε δικαιοσύνην καὶ ἐμεί σησεν ἀνομίαν. καὶ δια τοῦτο ἐχρχρ ή ί σεν ἐλέω ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ· μαρτυρεῖ δὲ καὶ ὁ μακάριος πέτρος τῶν ἀπο στόλων ὁ κορυφαῖος λέγων ἰησοῦν τὸν ἀπὸ ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς θς πνεύματι πν α ι ἁγίω καὶ δυνάμει· ὃς διῆλθεν εὐεργετῶν καὶ ϊώμενος πάντας. τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου· ὅτι ὁ θεὸς θς ἦν μετ’ αὐτοῦ· διδάσκεται τοίνυν ὁ μακάριος δανιηλ ὁ προφήτης ὅτι τετρακοσίων καὶ ἐννενήκοντα ἐτῶν χρόνον ἔδοξεν παρασχε θῆναι τῆ ἱερουσαλὴμ ἱλημ εἰς τὸ τῶν θείων συνήθως δωρεῶν ἀπολαύειν· ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρικῶδες τολμήση τόλμημα τὸν κατὰ τοῦ σωτῆρός σρς φημι σταυρὸν στρον . ὃς ἅγιος ἁγίων ὀνομαζόμενος, ἅτε δὴ ἁγιωσύνης· ὑπάρχων πηγὴ· χρίετε μὲν κατὰ τὸ ἀνθρώ πιον τῶ ἁγίω πνεύματι πνι · σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προ φητείας πληρῶν ἅπαντα τὰ ὑπ’ ἐκείνων προηγορευμένα. ἄφεσιν δὲ ἁμαρτημάτων τοῖς εἰς αὐτὸν πεπιστευκόσι χα ρίζετ ε αι · εἶτα διδάσκει ὁ θεῖος ἀρχάγγελος πόθεν ἄρξασθαι δεῖ τ οῦ τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμοῦ· καὶ γνώσει φησὶν καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομηθῆναι ἱερουσαλὴμ ἱλημ ἕως χριστοῦ χυ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· τινὲς μὲν οὖν ὑπολαμβάνουσιν τὴν ἐπὶ κύρου γενομένην τῆς οἰκοδομίας ἀρχὴν· ἀρχὴν εἶναι τοῦτῶν ἑβδομάδων ἀριθμοῦ· τινὲς δὲ ἀπὸ ἕκτου ἔτους τῆς βασιλείας δαρείου ὑστάσπου τοῦ ἀριθμοῦ ἄρχονται· τηνικαῦτα γὰρ τοῦ ναοῦ ἡ οἰκοδομὴ τέλος ἔλαβεν τὸ προσῆκον τῶν περιοίκων διὰ τὴν πρὸς ϊουδαίους δυσμένιαν ἐμποδὼν τῆ οἰκοδομία ἐν τῶ μέσω χρόνω γεγενημένων· καὶ καμβύσου δὲ τοῦ κύρου ϋιέως ὑπὸ τούτων ἐξαπατηθέντος καὶ τὴν οἰκοδομίαν κωλύσαντος· ἀλλ οὐδὲν τούτων ἔχει τὸ ἀληθές· πρῶτον μὲν γὰρ πλειόνων ἐτῶν ἀριθμὸς. εἴ τις ἐντεῦθεν ἀριθμῆσαι θελήσειεν, εὑρεθήσεται· ἔπειτα οὐκ ἔστιν εὑρεῖν ἐπ’ ἄλλου ἀπάλίφην ἁμαρτημάτων γεγε νημένην καὶ ἄφεσιν ἀδικημάτων· καὶ δικαιοσύνης αἰωνίου δόσιν καὶ πλήρωσιν τῶν προφητικῶν θεσπισμάτων καὶ ἁγίου ἁγίων χρίσιν. ἢ ἐπὶ μόνου τοῦ δεσπότου χριστοῦ χυ · εἰ δ’ οὕτως ταῦτα ἔχει καὶ συνομολογοῦσιν· οἱ τὸν ἀριθμὸν τῶν ἑβδομάδων οὕτω ποιεῖσθαι κελεύοντες κάτωθεν ἄνω τὰ τετρακόσια καὶ ἐννενή κοντα ἀριθμήτωσαν ἔτη· εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν ϊορδάνην γεγενημένης ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ σωτὴρ σηρ καὶ κύριος κς ἡμῶν ἤρξατο· ἀρξάμενοι τοῦ ἀριθμεῖν ἐπὶ τὰ ἄνω· χωρήσαιμεν οὐ μόνον μέχ ρι κύρου ἀλλ’ οὐδὲ ἕως δαρείου τοῦτον εὑρήσομεν φθάνοντα τὸν ἀριθμὸν· ἀλλὰ τῶ εἰκοστῶ ἔτει τῆς ἀρταξέρξου τοῦ ξέρξου βασιλείας συμπληρούμενον· καθ’ ὃν καιρὸν ὁ νεεμίας οἰνοχόος ὢν. τοῦδε τοῦ βασιλέως ζῆλον λαβὼν καὶ τὸν θεὸν θν ἀντιβολήσας καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς· ϊκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῶ τὴν τῶν περιβόλων τῆς ϊερουσαλὴμ ϊλημ οἰκοδομίαν· τυχὼν δὲ εὐμενοῦς τοῦ βασιλέως. καταλαμβάνει μὲν τὴν πατρίδα πριδα · σὺν πάση δὲ προθυμία καὶ τὰ λείποντα τῶ θείω προς τίθησιν νεῶ· ἀνίστησιν δὲ καὶ τὰ τῆς πόλεως τείχη καὶ πύργοις πάντοθεν ὀχυρώσας ἐπιτίθησιν τὰς πύλας καὶ προ τρέψας τοὺς ϊερέας ἔρημον οὖσαν τῶν οἰκητόρων τὴν πόλιν πλήρη τῶν ἐνοικούντων ποιεῖ. τοῦτο καὶ ὁ θεῖος ἀρχάγγελος αἰνιττόμενος ἔφη· καὶ γνώση καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ ἀνοικοδομηθεῖναι ϊερουσαλὴμ ϊλημ ἕως χριστοῦ χυ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατία καὶ περί τειχος· ἀρξάμενος γὰρ φησὶν ἀριθμεῖν ἀπὸ τῆς οἰκοδομίας τῆς πόλεως ἀπολαβούσης γὰρ τὰ οἰκεῖα τείχη· δεξαμένης δὲ πλῆθος οἰκητόρων ὡς πλατείαν αὐτὴν γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐνοικούντων· εὐρήσεις ἕως χριστοῦ χυ ἡγουμένου, ἑβδο μάδας ἑπτά· καὶ ἑβδομάδας ἑξήκοντα δύο· χριστὸν χν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν ὃν ἅγιον ἁγίων ἐκάλεσεν· ὡς ὁ μακάριος π έτρος ἐν ϊουδαίοις ἔφη δημιγορῶν· τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς θς ἤγειρεν ἐκ νεκρῶν λύσας τοῦ θανάτου τὰς ὠδίνας· ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώ πιον ὡς πρωτότοκος πάσης κτίσεως τῆς νέας δηλονότι· εἴ τις γὰρ φησὶν ἐν χριστῶ χω καινὴ κτίσις καὶ ὡς πρωτότοκος ἐκ τῶν νεκρῶν ἵνα γένηται ἧ φησιν ὁ παῦλος ἐν πᾶσιν αὐτὸς προ τεύων· τούτου χάριν αὐτὸν καὶ ὁ ἅγιος γαβριὴλ χριστὸν χν ἡγούμενον προσηγόρευσεν· ἕως τοίνυν αὐτοῦ ἀπὸ τῆς οἰκοδομίας τῆς ϊερουσαλὴμ ϊλημ ἑβδομάδες ἑπτὰ· καὶ ἑβδομάδες ἑξήκοντα δύο· ἵνα δὲ μὴ μάτην ταῦτα ληρεῖν τινὲς ἡμᾶς ὑπολάβωσιν· φέρε καὶ α ὐτῶν τῶν ἐτῶν παραθήσωμεν τὸν ἀριθμόν· οὐκοῦν ἀπὸ μὲν τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας ἀρταξέρξου τοῦ ξέρξου ἐφ οὗ νεεμίας εἰς τὴν ϊερουσαλὴμ ϊλημ ἀφικόμενος ἀνεγεῖραι ἤρ ξατο τὰ τείχη τῆς πόλεως ἕως δαρείου τοῦ ἀρσάμου ὃν ἀλέξανδρος ὁ μακεδὼν ἀνελὼν τὴν τῶν περσῶν κα τέλυσεν βασιλείαν ἔτη ἐστὶ τέτταρα καὶ δέκα πρὸς τοῖς ἑκατόν· ἀπὸ δὲ ἕκτου ἔτους ἀλεξάνδρου ἐν ὧ δαρεῖος ἀνηρέθη· ἕως γαΐου ϊουλίου καίσαρος αὐτοκράτορος πρώ του ῥωμαίων ἔτη τὰ πάντα τῆς μακεδόνων βασιλείας διακόσια ὀγδοήκοντα δύο· ἀπὸ δὲ τῆς ἀρχῆς ϊουλίου καί σαρος ἕως πεντεκαιδεκάτου τιβερίου καίσαρος. ἡνίκα ἰωάννης ὁ βαπτιστὴς. ἦλθεν παρὰ τὸν ϊορδάνην κηρύσσων βάπτισμα μετανοίας καὶ βοῶν· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ θυ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἔτη ἐστὶν ἑβδομήκοντα τρία· ταῦτα ὁμοῦ συναγόμενα ποιεῖ ἐτῶν ἀριθμὸν τετρακοσίων ἑξήκοντα καὶ ἐννέα· ταῦτα δὲ ἑβραϊκὰ ἔτη ποιεῖ τετρακόσια ὀγδοή κοντα τρία· τοσαῦτα δὲ ποιούσιν· αἱ ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδο μάδες· εἰδέναι γὰρ χρὴ ὡς ἑβραῖοι κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν ἕνδεκα ἡμέρας περιττὰς ἀποφένουσιν ἃς καὶ ἡμεῖς ἐμβολίμους καλοῦμεν· ὁ γὰρ τ ῆς σελίνης δρόμος ἐν εἴκοσι καὶ ἐννέα ἡμέραις καὶ ὥραις ἓξ. συμπληροῦται· οὕτω δὲ ἀριθμοῦντες τριακοσίων καὶ πεντήκοντα καὶ τεσσάρων ἡμερῶν ποιοῦσιν τὸν ἐν ϊαυτὸν· ἐπειδὴ τοίνυν ὁ ἅγιος ἀρχάγγελος· τῶ μακαρίω δανιὴλ διαλεγόμενος ἀνδρὶ ἑβραίω καὶ διδάσκων αὐτὸν τὸν ἀριθμὸν τῶν ἐτῶν· τὸν συνήθη πάντως ἔλεγεν ἀριθμὸν· ἀναγκαίως προσθεῖναι δεῖ τὰ ἀπὸ τῶν ἐμβολίμων συναγόμενα ἔτη· τούτων γὰρ προστιθεμένων τὰ τρία καὶ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις εὑρεθήσεται ἔτη· τοσαῦτα δὲ συνάγουσιν καὶ επτά καὶ ἑξήκοντα δύο εβδομάδες· διεῖλεν δὲ αὐτὰς οὐχ ἁπλῶς ἀλλὰ πραγμάτων ἐνίων προσημαίνων μεταβολὰς· ἀπὸ γὰρ τῆς οἰκοδομίας τῆς ϊερουσαλὴμ ϊλημ · ἣ ἐγένετο ἐπὶ νεεμίου καὶ ἔσδρου μέχρις υρκάνου τοῦ τελευταίου ἐκ τῶν ἀσαμονέων ἀρχιερέως ὃν ἀνεῖλεν ἡρώδης ὁ τῶν δύο καὶ ἑξήκοντα ἑβδο μάδων ἀριθμὸς συμπληροῦται· ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς μέχρι τῆς τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφανίας καὶ τῆς τὸν ϊορδάνην ἀφί ξεως αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν· ἐ ν δὲ τούτω τῶ χρόνω μετα τὴν ὑρκανοῦ φημὶ ἀναίρεσιν μέχρι τῆς τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφανίας παρανόμως λοιπὸν οἱ ἀρ χιερεῖς ἐγίνοντο· τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ϊερατεύειν καὶ μετὰ τελευτὴν τοὺς διαδόχους λαμ βάνειν, ἡρώδης καὶ οἱ μετ’ ἐκεῖνον ῥωμαίοι ὠνητὰς τὰς ἀρχιερω σύνιας ποιησάμενοι συχνὰς αὐτῶν ἐποιοῦντο διαδοχάς· ἐνίους δὲ οὐδὲ ἐκ τοῦ ϊερατικοῦ γένους καταγομένους ἀρχι ερέας προεχειρίζοντο· καὶ τοῦτο διδάσκων ϊώσηππος : ὁ ἑβραίος συγγραφεὺς οὕτω φησὶν· τὴν δὲ βασιλείαν ἡρώδης : παρὰ ῥωμαίων ἐγχειρισθής· οὐκέτι τοὺς ἐκ τοῦ ἀσαμωνέου : γένους· οὗτοι δὲ ἦσαν οἱ καλούμενοι μακκαβαῖοι καθίστησιν : ἀρχιερέας· ἀλλά τισιν ἀσήμοις. καὶ μόνον ἐξ ἑβραίων οὖσιν : καὶ μετ ὀλίγα πάλιν οὕτω φησὶν· ἔπραξεν δ’ ὅμοια τῶ : ἡρώδη περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων ἀρχέλαός τε : ὁ παῖς αὐτοῦ· καὶ μετὰ τοῦτον τὴν ἀρχὴν οἱ ῥωμαῖοι παρει : ληφότες· καὶ ἑτέρωθί φησὶν· βαλέριος δὲ γράτος ῥωμαίων : στρατηγὸς παύσας ϊερατεύειν άνανον ϊσμαὴλ ὂν ἀρχιερέα : ἀποφένη τὸν τοῦ φαβί· καὶ τοῦτον μετ οὐ πολὺ μεταστήσας : ἐλεάζαρον τὸν τοῦ ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν : ἀρχιερέα· ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας· : σίμωνι τῶ καμίθου τὴν ἀρχιερωσύνην παραδίδωσιν· οὐ πέον δὲ : καὶ τῶδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο ὁ χρόνος καὶ : ϊώσηππος ὁ καὶ καϊάφας διάδοχος ἦν αὐτῶ· ταῦτα διδάσκων κ αὶ ὁ μακάριος λουκὰς φησὶν· ἔτους πεντεκαιδεκάτου τι βερίου καίσαρος ἐπὶ ἀρχιερέων ἄννα καὶ καϊάφα δύο δὲ κατα τʹ αὐτὸν ἀρχιερέας κατὰ νόμον γεγενημένους οὐ με μαθήκαμεν πώποτε· ταῦτα προλέγων ὁ ἅγιος γαβριὴλ καὶ μετὰ τὰς ἑβδομάδας φησὶ τὰς ἑξήκοντα δύο ἐξολοθρευ θήσεται χρίσμα καὶ κρίμα, οὐκ έστιν ἐν αὐτῶ· ὡς εἶναι δῆλον ὁτι τὰς ἑξήκοντα δύο ἑβδομάδας προτέρας τέταχεν καὶ μετὰ ταῦτα τὰς ἑπτὰ ἐν αῖς ἔφη ἐξολοθρευθήσεται χρίσμα τουτέστιν τὴν τοῖς ἀρχιερεύσιν ἐπανθούσαν χάριν· καὶ ἐπειδὴ καὶ οἱ παρανόμως προχειριζόμενοι ἀρχιερεῖς ὠνομάζοντο· εἰκότως κρίμα οὐκ ἔστιν ἐν αὐτῶ· εἰ γὰρ καὶ χρίωνται φησὶν ἀλλ’ οὐ κατὰ λόγον χρίονται παρανόμως δὲ τοῦτο ποιεῖν τολμῶσιν· καὶ ἀνωτέρω δὲ δῆλον πεποίηκεν ὡς τὰς ἑπτὰ ἑβδομάδας τελευταίας τέταχεν ἕως γὰρ χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· ἕως γὰρ τοῦ ἡγουμένου χριστῶ χω τὰς ἑπτὰ πλησιαζούσας πολλαπλασιαζούσας ἑβδομάδας παρ’ αὐτὴν αὑτοῦ τὴν μνήμην τέθεικεν ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ χριστοῦ χυ καὶ ἐπὶ τὰ ἄνω ἀριθμεῖν βουλλόμενοι τὰς ἑπτὰ πρώτερον ἐβδομάδας εὐρήσο μεν· καὶ τότε τὰς ἐξήκοντα δύο· καὶ τοῦτο σαφέστερον ποιῶν ἐπιστρέψει φησὶν καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περί τειχος· καὶ ἐκκαινωθήσονται οἱ καιροὶ· τουτ ἔστιν ὁ πρὸ τῆς οἰκοδομίας χρόνος καὶ μετὰ τὰς ἐβδομάδας φησὶ τὰς ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα· καὶ οὐκ εἶπεν μετὰ τὰς ἑπτὰ ἀλλὰ μετὰ τὰς ἐξηκοντα δύο μεθ’ ἅς εἰσιν αἱ ἐπτὰ ἐν αἷς ἐξο λοθρευθήσεται χρίσμα καὶ κρίμα οὐκ ἔστιν ἐν αυτῶ· ἡρώδου μὲν ἀλλοφύλου βασιλεύοντος· πατρόθεν γὰρ ἀσκα λωνίτης ἦν· μητρόθεν δὲ ϊουδαίος ἰδουμαῖος · τῶν δὲ καλουμένων ἀρχιερέων οὐ κατα νόμον χρειομένων ἀλλ’ ὑπὸ τῶν ἀλλοφύλων ἀρχόντων προχειριζομένων ἠρώδου τὲ καὶ ἀρχελάου καὶ τῶν ῥωμαίων στρατηγῶν· εἶτα λέγει καὶ τὴν καταληψομένην πανωλεθρίαν τήν τε πόλιν καὶ αὐτὴν ταύτην τὴν τε ἀλ λόφυλον βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην· καί φησὶ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφ θ ερεῖ σὺν τῶ ἡγουμένω τῶ ἐρ χομένω· τοῦτ ἔστιν τοῖς ἐρχομένοις παρανόμοις ἄρχουσιν· καὶ γὰρ ἡ πόλις φησὶν ἀνάστατος γενήσεται καὶ ὁ νεώς ὁ ἅγιος παν τελῆ κατάλυσιν δέξεται· ταῦτα δὲ πείσεται ἡ πόλις σὺν τῶ ἡγουμένω τῶ ἐρχομένω· τοῦτ ἔστιν τοῖς ἐρχομένοις παρανόμοις ἄρχουσιν· ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλλόφυλον βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην ὠνόμασεν· εἶτα διδάσκων ὅτι πολλῶ χείρονα τῶν προ τέρων ὑπομενοῦσιν κακά· ἐπήγαγεν καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῶ τοῦτ ἔστιν πανωλεθρίαν ὑπομε νοῦσιν οἵαν ὑπέμειναν οἱ πάλαι ἄνθρωποι ἀνοι τοῦ κατακλυσμοῦ τὴν γῆν πᾶσαν συγκαλύψαντος. καὶ διδάσκων ὡς οὐδὲ μίας ἀνακλήσεως ἢ ἀνανεώς τεύξονται· καὶ ἕως τέλους φησὶ πολέμου συντετμημένου ἀφανισμοῖς· ἀφα νισμὸν γαρ φησὶ παντελῆ ὑπομενοῦσιν· οἷόν τϊνι κατα κλυσμῶ τῶ πολέμω ἐκείνω παραδοθέντες καὶ εἰς τέλος τούτοις ὑποαληθήσονται τοῖς κακοῖς καὶ οὐδεμιᾶς πώποτε ἀνακλήσεως τεύξονται· οὕτω τὰ περὶ τῆς ϊουδαίων προθεσπίσας πανωλεθρίας ἐπανέρχεται πάλιν εἰς τὸν τῶν εβδομήκοντα ἐβδομάδων ἀριθμὸν καὶ τὴν λείπουσαν ταῖς ἑξήκοντα ἐννέα προστίθησιν καί φησὶν· κ αὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομᾶς μία καὶ ἐν τῶ ἡμίσει τῆς εβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ καὶ ἐπὶ τὸ ϊερὸν βδέλυγμα τῆς ἐρημόσεως καὶ ἕως συντε λείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν· τίνα μὲν οὖν ἔσται μετὰ τὰς ἑξηκοντα δύο ἑβδομάδας ἐν ταῖς ἑπτὰ ἑβδομάσι προείρηκα φησί· προσήκει δὲ μαθεῖν τὰ ἐν τῇ ἄλλῃ ἑβδομάδι γενησόμενα· ἐν γὰρ ταύτη ἡ καινὴ διαθήκη δοθήσεται τοῖς πιστεύουσιν· καὶ δυνάμεως ἁπάσης αὐτοὺς πληρῶν πληρώσει · μεσούσης δὲ ταύτης τῆς εβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή· παυθήσεται ἡ κατα νόμον θυσία. τῆς ἀληθοῦς προσ φερομένης θυσίας τοῦ ἀμώμου ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου· ταύτης γὰρ λοιπὸν προσενεχθείσης τέλος ἐκείνα λήψεται· οὗ χάριν εὐθὺς τῆς θυσίας πληρωθεί σης καὶ τοῦ σωτῆρος σρς ἡμῶν ἀφέντος τὸ πνεῦμα πνα · τὸ καταπέτασμα τοῦ ναοῦ ἐρράγη ἀπὸ ἄνωθεν ἕως κάτω τὰ πάλαι ἀθεώρη τα τοῖς πᾶσιν, ποιοῦν θεωρητὰ. καὶ τὰ ἄψαυστα καὶ ἄ βατα ἀποφαίνων βατά· ἐπειδὴ γὰρ τῶ καταπέτασματι διείργετο ἀπὸ τῶν ἁγίων· τὰ ἅγια τῶν ἁγίων ἔχοντα τὸ ϊλαστήριον· καὶ τὰ χερουβὶμ καὶ τὴν κιβωτὸν ῥαγὲν διόλου τὸ καταπέ τασμα διὰ τῶν πραγμάτων ἔδειξεν ὡς ἀπέστη τῶν ἔνδον ἡ ἐπανθοῦσα παρεδρεύουσα · καὶ κοινὰ γέγονε τὰ πάλαι τῶ ἀρχιερεῖ μόνω βατά· τοῦτο δὲ γέγονε ὑπὲρ τοῦ κόσμου παντὸς τῆς θυσίας προσενεχθείσης· εἰ δέ τις καὶ τὸν χρόνον ἀκριβῶς κ αταμαθεῖν ἐθέλει ἐκ τοῦ κατὰ ϊωάννην εὐαγγελίου μαθή σεται· ὡς περὶ τὰ τρία ἔτη καὶ ἥμισυ κηρύξας ὁ κύριος κς καὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς τῆ διδασκαλία καὶ τοῖς θαύμασιν βεβαιώσας τότε τὸ πάθος ὑπέμεινεν· μετὰ δὲ τὸν σταυρὸν στρον καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς οὐνους ἀνάβασιν καὶ τὴν τοῦ ἁγίου πνεύματος πνς ἐπιφοίτησιν· τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἀποπο ἐν ϊεροσολύμοις κηρύττοντές τὲ καὶ θαυματουργοῦντες πολλὰς τὲ ἀνθρώπων ἀνων χιλλιάδας εἰς τὴν εὐαγ γελικὴν ποδηγήσαντες διδασκαλίαν τῆς νέας διαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύασαν· εἶτα τῶν, κατὰ τὸν ἅγιον στέφανον ὑπὸ τῶν ϊου δαίων τολμηθέντων δι ἔσπαρησαν μὲν οἱ λαοὶ κατὰ τὰς πόλεις τῆς ϊουδαίας οἱ δὲ θεῖοι ἀπόστολοι ἀποστο · σμικρὸν ἐν ϊεροσολύμοις δια τρίψαντες χρόνον εἰς τὴν σαμάριαν καὶ καισάρειαν λύδδαν τὲ καὶ όππην περιϊόντες ἅπασιν ἀνθρώποις ἀνοις τὰ σωτήρια σρια δόγματα προσφέρειν ἠπείγοντο· τούτου χάριν ὁ θεῖος ἀρχάγγελος, τῳ μακαρίῳ φησὶ δανιὴλ· ὅτι δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· τόν τε πρὸ τοῦ σταυροῦ στροῦ τοῦ κυρίου κυ χρόνον καὶ τὸν μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος σρς τῶν ἁγίων ἀποστόλων ἀποπο ἐν ϊεροσολύ μοις διδασκαλίαν κατα ταὐτὸν συναγαγὼν· εἶτα διαιρεῖ διχὰ τὴν ἑβδομάδα καί φησὶ καὶ ἐν τῶ ἡμίσει τῆς ἐβδομάδος ἀρ θήσεται θυσία καὶ σπονδή· τῆς γὰρ ἀληθηνῆς προσφερο μένης θυσίας τέλος λήψεται ἡ τοῦ νόμου σκιά· καὶ ἐπὶ τούτοις φησιν ἐπὶ τὸ ϊερὸν βδέλυγμα τῆς ἐρημώσεως· διὰ ταύτην γὰρ φησὶ τὴν θυσίαν οὐ μόνον ἐκείνη ἡ θυσία παυθή σεται ἀλλὰ καὶ βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ ϊερὸν δοθήσεται· τοῦτ έστιν τὸ πάλαι σεπτὸν καὶ φρικῶδες ἔρημον ἀναφανήσεται· σημεΐον δὲ τῆς ἐρημίας γενήσεται εἰκόνες τινὲς ἀπηγο ρευμέναι τῶ νόμω εἰς τοῦτον εἰσκομιζόμεναι· τοῦτο δὲ πεποίηκεν πιλάτος νύκτωρ εἰς τὸν θείον νεὼν τὰς βα σιλικὰς εἰσκομίσας εἰκόνας παρα τὸν θείον νόμον· τοῦτο δὲ κ αὶ ὁ κύριος κς ἐν τοῖς ϊεροῖς εὐαγγελίοις τοῖς ἁγίοις αὐτοῦ προέ λεγεν μαθηταῖς· ὅταν ΐδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ εἰρημένον διὰ δανιὴλ τοῦ προφήτου· γινώσκεται ὅτι ἤγγι κεν ἡ ἐρήμωσις αὐτῆς. τότε οἱ ἐν τῆ ϊουδαία φευγέτωσαν εἰς τὰ ὄρη· ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραί τι· ἀπὸ τῆς οἰκίας αὐτοῦ· ταῦτα δὲ ἔλεγεν σημαίνων τὸ τάχος τῆς καταληψομένης αὐτοὺς πανωλεθρίας· καὶ μικρὸν δὲ πρὸ τούτων φησὶν· ϊερουσαλὴμ ϊλημ ϊερουσαλὴμ ϊλημ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους ἐπ’ αὐτῶν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε· διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· ταῦτα προλέγων ὁ ἅγιος γαβριὴλ μετὰ τὸ προθεσπίσαι τῆς κατὰ τὸν νόμον λατρείας τὴν παῦλαν ἐπήγαγεν καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ϊερὸν βδέλυγμα τῆς ἐρη μώσεως καὶ ἵνα μὴ νομίσωσιν οἱ ϊουδαίοι πάλιν ἀπολή ψεσθαι τὸν θείον νεὼν τὴν προτέραν εὐπρέπειαν τὲ καὶ δόξαν, ἀ ναγκαίως ἐπήγαγεν· καὶ ἕως συντελείας καιροῦ· συντε λεία δοθήσεται ἐπὶ τὴν ἐρήμοσιν· ἕως γὰρ φησὶ τῆς τοῦ αἰ ῶνος συντελείας· ἡ τῆς ἐρημώσεως συντέλεια μενεῖ μετα βολὴν οὐ δεχομένη· τ οῦτο καὶ ὁ μακάρϊος ἔφη δαβίδ· συντελείσα ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξουσιν καὶ γνώσονται ὅτι ὁ θεὸς θς δεσπόζει τοῦ ϊακὼβ καὶ τῶν περάτων τῆς γῆς· γνώσονται δὲ ὅταν ἴδωσιν τὸ σημίον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀνου ἐν τῶ οὐρανῶ οὐνω · τότε γὰρ κόψονται κατὰ φυλάς· τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν· ε ἰ δ’ οὐχ οὕτως ταῦτα ἔχει ἐπειδὴ ὁ τῶν τετρακοσίων καὶ ἐνενή κοντα ἐτῶν διελήλυθεν ἀριθμός· καὶ ἕτερα δὲ πρὸς τούτοις πλέον. ἢ τεσσαράκοντα καὶ τετρακόσια, δειξάτωσαν ἐπὶ τί νων ἔλαβε πέρας ἡ τοῦ εὐαγγελίου ἀρχαγγέλου χρησμολογία· ἐπὶ τῶν μακκα βαίων, ἀλλ’ οὐκ ἔστιν τετρακόσια καὶ ἐνενήκοντα ἔτη ἀπὸ δαρείου μέχρις αὐτῶν· οὔτε μῖν ἀπὸ κύρου τοῦ πρώτου περσῶν βασι λεύσαντος· ἀπὸ γὰρ κύρου μέχρις ἀντιόχου τοῦ ἐπιφανοὺς ἐφ’ οὗ οἱ μακκαβαίοι ζηλώσαντες ἀντελάβοντο τῶν πραγ μάτων περὶ τὰ τετρακόσια καὶ ἑβδομήκοντα καὶ δύο ἐστὶν ἔτη· ἄ λλως τε δέ τις τούτων, ἅγιος ἁγίων κέκληται· ϊούδας ἢ ϊωνάθης· σιμὼν ἢ ὁ μετὰ τούτους· καὶ μὴν οὐδὲ ἀβραὰμ ὁ πατρι πρι άρχης, οὐδὲ μωσῆς ὁ νομοθέτης· οὐδὲ ἠλίας ὁ μέγιστος τῶν προφητῶν, ἅγιος ἁγίων προσηγορεύθη πώποτε· οὐκοῦν καὶ ὁ χρόνος καὶ αἱ προσηγορίαι τὴν τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν· εἰς ὃν πεπιστευκότες καὶ τὴν δευτέ ραν αὐτοῦ παρουσίαν προσμένοντες τῆς παρ’ αὐτοῦ φιλανθρωπίας φιλανιας ἐν ἡμέρα διαγνώσεως τυχεῖν ϊκετεύσωμεν ἧς γένοιτο πάν τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία φιλανία τοῦ κυρίου κυ ἡμῶν καὶ σωτῆρος σρς ἰησοῦ ἰυ χριστοῦ χυ μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰ ῶνας τῶν αἰώνων. ἀμήν:–