λόγος η ἐ ν ἔτει τρίτω τῆς βασιλείας βαλτάσαρ. ὅρασις ὤφθη πρός με ἐγὼ δανιὴλ μετὰ τὴν ὀφθεῖσαν μοι τὴν ἀρχήν· ἔτι φησὶν τῆς τῶν χαλδαίων εἴτ’ οὖν ἀσσυρίων κατεχούσης βασιλείας· ἑτέραν ἀπο κάλυψιν εἶδον μετ εκείνην τὴν προτέραν· δηλοῖ δὲ καὶ ὁ χρόνος τὸ ταύτης νεώτερον· τὴν μὲν γὰρ προτέραν εἶδεν ἐν τῶ πρώ τω ἔτει βαλτάσαρ βασιλέως χαλδαίων· ταύτην δὲ ἐν τῶ τρίτω· σημαίνει δὲ τὸν χρόνον οὐ μάτην· ἀλλὰ διδάσκων ὡς πρὸ πολ λοῦ χρόνου τοῦ γενέσθαι τὰ πράγματα τὴν τούτων πρόγνωσιν παρὰ θεοῦ θυ τῶν ὅλων ἐδέξατο· καὶ εἶδον φησὶν ἐν τῆ ὁράσει καὶ ἐγέ νετο ἐν τῶ εἰδεῖν με καὶ ἤμην ἐν σούσοις τῆ βάρει ἥ ἐστιν ἐν χώρα ἐλάμ· τὰ σοῦσα μητρόπολις ἦν πάλαι περσῶν· ἐπειδὴ τοίνυν τὴν τῆς περσικῆς βασιλείας μανθάνει κατάλυσιν ἀναγκαίως ἐν ἐκείνη τῆ πόλει δοκεῖ βλέπειν τὴν ἀποκάλυψιν· καὶ εἶδον φησὶν ἐν ὁράματι ἀντὶ τοῦ οὐκ ἐγρηγόρως οὐδὲ μεθ’ ἡμέραν, ταῦτα ἐθεασάμην ἀλλ’ ὄναρ μοι ταῦτα ἔδειξεν ὁ τῶν ὅλων θεός θ · καὶ ἤμην φησὶν ἐπὶ τοῦ βάλουλα· παρὰ τὴν πύλην φησὶν ἐδόκουν ἑστάναι· οὕτω γὰρ τινες τῶν ἑρμηνευτῶν τεθείκασιν· καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ϊδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ οὐβὰ λουλα καὶ αὐτῶ κέρατα ὑψηλὰ· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου ἀνέβαινεν ἐπ’ ἐσχάτου· τὴν περσικὴν βασιλείαν κριῶ ἐοικυῖ αν ὁρᾶ· ἅτε δὴ πλούτω κομῶσαν καὶ πολλὴν περιουσίας ἔχουσαν ἀφθονίαν· δύο κέρατα ἐν τῶ κριῶ θεωρεῖ ἐπειδὴ πρῶτος μὲν αὐτῶν ἐβασίλευσεν κῦρος· μέχρι δὲ. παίδων μόνον. τὴν βασιλείαν παρέπεμψεν· καμβύσου γὰρ τοῦ υἱέως αὐτοῦ τελευτήσαντος ὀλίγους μὲν μῆνας οἱ μάγοι κατέσχον τὴν βασι λείαν· παρέλαβεν δὲ αὐτὴν μικρὸν ὕστερον δαρεῖος ὁ ὑστάσπου ὃς μέχρις ἐκγόνων καὶ ἀπογόνων τὴν βασιλείαν παρέπεμψεν· ἕως δαρείου ὃν ἀλέξανδρος ὁ μακεδὼν ἀνελὼν τὴν βασι λείαν παρέλαβεν· τὰ τοίνυν δύο γένη τῶν βασιλέων διὰ τῶν δύο κεράτων σημαίνεται καὶ ἄμφω μὲν ὑψηλὰ θεωρεῖ ὑψηλό τερον δὲ τοῦ προτέρου τὸ δεύτερον· ὡς γὰρ ἤδη προειρήκαμεν πλείων ἐπὶ δαρείου καὶ ξέρξου ἡ βασιλεία ἐγένετο· ὁ μὲν γὰρ κῦρος τόν τε εὔξεινον πόντον καὶ τὴν ἀσίαν ἐχειρώσατο· δαρεῖος δὲ καὶ σκύθας τοὺς νομάδας τοῖς ὑπηκόοις συνέταξεν· ὁ δὲ ξέρξης καὶ τῆ εὐρώπη τῆς βασιλείας ἐπειράθη τὸν ζυγὸν ἐπιθεῖναι· τούτου χάριν δύο κέρατα ἐν τῷ κριῳ θεωρεῖ ἀλλὰ τὸ μὲν πρότερον τὸ δὲ δεύτερον· καὶ τὸ δεύτερον ὑψηλότερον τοῦ προτέρου· κ αὶ ειδον φησι τὸν κριὸν κερατίζοντα· κατὰ θάλασσαν καὶ βορραν καὶ νότον· τά τε γὰρ βόρια τά τε νότια ὑπήκοα εἶχεν ἅπαντα ὡσαύτως δὲ καὶ τὰ ἑσπέρια· μέχρις αὐτῆς τῆς θαλάσσης· καὶ τῶν νήσων δὲ τὰς πλείστας δουλεύειν ἡνάγκασεν· αὐτίκα τοίνυν τῶ ξέρξη καὶ κύπριοι καὶ ῥόδιοι σάμιοί τε καὶ λέσβιοι καὶ χῖοι καὶ αἱ κυκλάδες ἅπασαι συνεμάχουν τὴν κατὰ τῆς ἑλλάδος στρατείαν ποιουμένω· τούτου ἕνεκεν εἶδεν τὸν κριὸν κερατί ζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον· καὶ πάντα φησὶ τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ἐμεγαλύνθη· θηρία δὲ πάλιν τὰς ἄλλας βασιλείας καλεῖ τὰς μερικὰς· τὴν σύρων· τὴν κιλίκων· τὴν ἀράβων· τὴν αἰγυ πτίων· θηρία δὲ αὐτὰς ὀνομάζει· δια τὸ φοβερὰ εἶναι τοῖς ἀρ χομένοις· οὐδὲ μία τοίνυν φησὶ βασιλεία ἀντιστῆναι ἡδύνατο· ἐκείνη τῆ βασιλεία κερατιζούση κατὰ νότον καὶ βορρᾶν καὶ θά λασσαν· οὐδὲ οἷός τε ἢν τις ἀνθρώπων ἀνων ἐκείνης τῆς δυναστείας ἐλεύ θερον· ἀποφῆναι τινά· ἀλλ ἅπαν τὸ δοκοῦν εἰς πέρας ἦγεν· καὶ ἐγὼ φησὶν ἤμιν συνιῶν· ταῦτα φησὶν θεωρῶν ἐλογιζόμην παρ ἑαυτῶ τὰ δια τούτων σημαινόμενα εὐρεῖν ἐφιέμενος· ἐ μοῦ δὲ πυνθανομένου ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβος ἐπὶ πρόσωπον πασης τῆς γῆς·* καὶ τῶ τράγω ἐκείνω κέρας ἢν θεωρητὸν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ· τὴν μακεδονικὴν ἐ νταῦθα βασιλείαν ἐσήμανεν τοῦ ἐνυπνίου τὸ αἴνιγμα· τράγον δὲ αὐτὴν ὠνόμασεν δια τὸ ταχὺ καὶ εὐκίνητον· τοῦ κριοῦ γὰρ ὀ ξύτερος ὁ τράγος· ἀπὸ λιβὸς δὲ αὐτὸν εληλυθέναι ἔφη· ἐπειδὴ πρότερον αἴγυπτον χειρωσάμενος οὕτως εἰς τὴν περσῶν ἐλή λυθεν χώραν· ἐνίκησεν γὰρ τὸν δαρεῖον ἐν τῆ κιλϊκία ἀλλ ἐκεῖθεν τὴν συρίαν καὶ φοινίκην καὶ παλαιστίνην διαδραμῶν· καὶ τὰς μὲν τῶν πόλεων ὁμολογίαι λαβὼν, τὰς δὲ βία ἑλὼν εἰς τὴν αἴγυπτον ὥρμησεν· εἶτα κἀκείνην τὴν βασιλείαν παραλαβὼν, τὴν περσίδα καταλαμβάνει καὶ τὴν μεγίστην αὐτῶν καταλύει βασιλείαν· ἒν δὲ κέρας θεωρητὸν. τοῦτ ἔστιν ἐπίσημον καὶ περίβλε πτον αὐτὸν καλεῖ τὸν ἀλέξανδρον· ἀναμέσον δὲ τῶν ὀφθαλμῶν τοῦ τράγου φῦναι λέγει τὸ κέρας διὰ τὸ ἀγχίνουν καὶ συνετὸν καὶ πυκνὸν τῶν τοῦ ἀλεξάνδρου φραινῶν· καὶ ἦλθεν φησὶν ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος ὃν εἶδον ἑστῶτα ἐπὶ τοῦ οὐβαβούλας καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ορμὴ τῆς ϊσχύος αὐτοῦ· καὶ εἶδον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριώθη πρὸς αὐτὸν· καὶ ἔπεσεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῶ κριῶ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ· πρώτοις μὲν γὰρ τοῖς ἐκείνου συμ βαλὼν στρατηγοῖς ἐν τοῖς κατὰ τὴν ἀσίαν τόποις· πᾶσαν αὐτῶν ἐκείνην ἀφείλατο τὴν ἀρχὴν· εἶτα τοῦ δαρείου κατα τὴν κι λικίαν μετὰ πολλῆς τῆς στρατείας ἀπαντήσαντος, ἑτέρα γίνεται συμπλοκὴ· καὶ τρέπεται μὲν ὁ δαρεῖος εἰς φυγὴν· πολ λὴν λοὺς δὲ τῆς στρατείας καταναλώσας ὁ ἀλέξανδρος· ἔλαβεν αἰχ μαλώτους τοῦ δαρείου τὰς θυγατέρας· εἶτα αὖθις μετὰ τὴν ἐξ αἰγύπτου ἐπάνοδον περὶ τὴν βαβυλῶνα παραταξάμενος αὐτόν τε τὸν δαρεῖον ἀνεῖλεν καὶ τὴν περσικὴν κατέλυσεν βασιλείαν· συντριβῆναι δὲ λέγει ἀμφότερα τὰ κέρατα αὐτοῦ ἐπειδὴ καὶ μῆδοι καὶ πέρσαι κατὰ τ’αὐτὸν ὀνομάζοντο· κύρου τοῦ πρώτου βασιλεύσαντος μήδου μὲν ὄντος μητρόθεν πέρσου δὲ, τὰ πατρόθεν· καὶ ἐπειδὴ ὁ πρῶτος αὐτῶν βασι λεὺς. ἄμφω ταύτας εἶχεν τὰς προσηγορίας. ἀναγκαίως καὶ οἱ ἀρχόμενοι καὶ μήδους καὶ πέρσας τοὺς αὐτοὺς ὠνόμαζον· εἰς γὰρ μίαν ἀρχὴν ἄμφω συνῆλθον αἱ βασιλεῖαι· καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς αὐτοὺς καὶ μήδους καὶ πέρσας ὀνομάζουσιν· οὕτω δὲ φησὶ τῶν τοῦ κριοῦ συντριβέντων κεράτων ὁ τράγος ἐμεγαλύνθη ἕως σφόδρα· τῆς γὰρ περσικῆς εἴτ’ οὖν μηδικῆς, καταλυθή σης βασιλείας· τὸ κατὰ πάντων ὁ ἀλέξανδρος ἀνεδέξατο κράτος· ἀλλὰ καὶ οὗτος ὀλίγον ἐπιβιώσας χρόνον· τοῦ βίου τὸ τέλος ἐδέξατο· καὶ τοῦτο δὲ εἶδεν ὁ μακάριος δανιήλ· διό φησι· καὶ ἐν τῶ ϊσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα· μετὰ τὴν νίκην ἐκείνην τὴν μεγίστην φησι τὸ κοινὸν τῶν ἀνθρώπων ἀνων ὁ ἀλέξανδρος ἐδέξατο τέλος· κ αὶ ἀνέβη φησι τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ· εἰς τοὺς τές σαρας ἀνέμους τοῦ οὐρανοῦ οὐνου · τέσσαρα δε κέρατα τοὺς τέσσαρις βασιλέας τοὺς κατὰ τ’ αὐτὸν τὸν ἀλέξανδρον διαδεξαμένους αἰνίττεται· πτολεμαῖος γὰρ ὁ λάγου τῆς αἰγύπτου τὴν ἡγεμονίαν παρέλαβεν· σέλευκος δὲ ὁ νικάτωρ τὴν βαβυλῶνα κατεῖχεν καὶ τὰ ἄλλα ἔθνη τὰ μέχρι συρίας διήκοντα· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτει· τῆς δὲ μακεδονίας, ἀντίπατρος· ὡς δέ τισιν τῶν συγγραφέων δοκεῖ φίλιππος ὁ καὶ ἀριοδαῖος ὁ καὶ ἀλεξάνδρου ἀ δελφός· ἐπισημείνασθαι δὲ δεῖ· ὅτι καὶ τὸ τρίτον θηρίον τέσσαρας κεφαλὰς ἔχον ἐθεάσατο καὶ τὸν τράγον μετὰ τὴν τοῦ ἑνὸς κέρατος συντριβὴν, τέσσαρα φύσαντα κέρατα ὡς εἶναι δῆλον ταῦτὰ καὶ διὰ τοῦ τράγου καὶ διὰ τοῦ τρίτου θηρίου σημαίνεσθαι· καὶ ἐκ τοῦ ἑνὸς φησὶν τῶν κεράτων ἐξῆλθεν κέρας ἓν ἰσχυρόν· ἀντίοχον λέγει τὸν ἐπιφανή· ὃς ἀντιόχου τοῦ ἐπικαλουμένου μεγάλου υἱὸς ἐγεγόνη καὶ ἐμεγαλύνθη φησὶ πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβαν καὶ πρὸς τὴν δύναμιν δυνατὸς φησὶν γενόμενος· περιεγένετο μὲν τοῦ τῆς αἰγύπτου βασιλέως· ὑφ’ ἑαυτὸν δὲ καὶ τὰ πρόσ ωδια εω κείμενα ἐποιήσατο ἔθνη· ἐπεστράτευσεν δὲ φησὶ καὶ τοῖς ϊουδαίοις καὶ τὴν ἁγίαν αὐτῶν μητρό μρο πολιν κατεστρέψατο· δύναμιν γὰρ αὐτὴν προση γόρευσεν. διὰ τὴν ἐπανθοῦσαν τῶ ναῶ τηνικαῦτα χάριν θείαν · καὶ τ οῦτο σαφέστερον ποιῶν ἐπήγαγεν· καὶ ἐμεγαλύνθη ἕως τῆς δυνά μεως τοῦ οὐρανοῦ οὐνου · καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων καὶ συνεπάτησεν αὐτούς· ταῦτα σαφέσ τερον ἡμᾶς ἡ τῶν μακκαβαίων βίβλος ἥ τε πρώτη καὶ δευτέρα διδάσκει· καὶ ἰώσηππος δὲ ὁ ϊστοριογράφος ἀκριβῶς ταῦτα συνέγραψεν· καὶ ἡμεῖς δὲ συντόμως τὰ κατ’ αὐτὸν διηγησόμεθα· τῶν ἐκ γένους ἀρχιερατικοῦ πρὸς τὸν τηνϊκαῦτα ἀρχιερέα τῶν ϊουδαίων στασιασάντων· οἱ ταύτης τῆς ἀρχῆς ἐφιέμενοι πρὸς τὸν ἀντίοχον παραγενόμενοι πείθουσιν αὐτὸν τὴν ϊουδαϊ κὴν πολιτείαν εἰς ἑλληνικὴν μεταβάλλειν καὶ γυμνάσιον ἐν τῆ πόλει οἰκοδομῆσαι· τούτων γενομένων οἱ μὲν εὐσεβεῖς ἐν θρήνοις ἦσαν τὴν πρόφασιν προφανῆ τῶν νόμων ὁρῶντες παράβασιν· ὁ δὲ λοιπὸς ὅμιλος, ἀδεῶς τὸν θεῖον ἐπάτει νόμον· καὶ εἰς τὴν τῆς περιτομῆς ἐξύβριζον ἐντολήν· σφοδροτέρας δὲ γενομένης τῆς στάσεως, ἀφικόμενος ὁ ἀντίοχος πλείστους μὲν ἀνεῖλεν τῶν εὐσεβῶν· τετόλμηκεν δὲ καὶ τῶν τοῦ ναοῦ ἀδύτων ἐπιβῆναι καὶ ἐπιβὰς πάντα ἐσύλησεν τὸν νεῶν. τούς τε θησαυρους σφετε ρισάμενος καὶ τὰ ἀναθήματα ἅπαντα ἐκπώματά τε καὶ φιάλας καὶ κρατῆρας καὶ τὴν χρυσῆν τράπεζαν· καὶ τὸ χρυσὸν θυπι- ατήριον· καὶ τὰς ἐκ χρυσίου κατεσκευασμένας λυχνίας τὰ ὄργανα· πρὸς δὲ τούτοις καὶ βωμὸν ἐν τῶ τοῦ θεοῦ θυ νεῶ. ὠκοδόμισεν τῶ διῒ· καὶ πᾶσαν δὲ τὴν πόλιν ϊδώλων ἐνέπλησεν· καὶ πάντας θύειν ἠνάγκαζεν· αὐτὸς δὲ καὶ χοῖρον ἔθυσεν ἐν τῶ θείω βωμῶ. καὶ διὸς ὀλυμπίου τὸν νεὼν προσηγόρευσεν· τ αῦτα ἅπαντα ὁ μακάριος προδιδάσκει δανιήλ· ὁρᾶ γὰρ διὰ τοῦ κέρατος αὐτὸν τὸν ἀντίοχον· ὅτι ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ οὐνου · ἀντὶ τοῦ τῆ μανία κατ’ αὐτοῦ τοῦ θεοῦ θυ τῶν ὅλων ἐχρήσατο· ὧ καὶ ὁ λεὼς καὶ ὁ νεὼς ἀνέκειτο· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων καὶ συνεπάτησεν αὐτοὺς· πλεῖστοι γὰρ ἐκ τοῦ λαοῦ τὸν τοῦ θεοῦ θ παραβάντες νόμον τῆς τῶν οὐρανίων οὐνιων ἐξέπεσον τάξεως· καὶ ὑπὸ τῆς τούτου κατεπατήθησαν τυραννίδος, σφὰς αὐτοὺς καταλύσαντες· ἀστέρας δὲ αὐτοὺς ὠνόμασεν διὰ τὸ περιφανὲς καὶ λαμπρὸν τῆς εὐσεβείας· αἰνίττεται δὲ καὶ τὴν πρὸς τὸν ἀβραὰμ ὑπόσχεσιν· ποιήσω γὰρ φησὶ τὸ σπέρ μα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ οὐνου · οὐκ ἠρκέσθη γὰρ φησὶ τῶ συμπατήσαι πολλοὺς τῶν καλουμένων ἀστέρων· ἀλλὰ καὶ ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη· τῆ γὰρ λύττη καὶ τῆ μανία κατ’ αὐτοῦ τοῦ θεοῦ θ καὶ βασιλέως ταυτης τῆς δυνάμεως τουτέστιν τοῦ ἁγίου λαοῦ, ἐχρήσατο· καὶ ταῦτα ποιῶν φησὶ διετέλει· ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν· ἀντὶ τοῦ μέχρις ἂν τῆς ἄνωθεν τύχωμεν ῥοπῆς. καὶ διὰ τοῦ ἐπιτεταγμένου ἀρχαγγέλου τὴν ἡμετέραν προστασίαν τύ χωμεν σωτηρίας σριας · εἶτα σαφέστερον τὰ ὑπὸ τοῦ ἀντιόχου τολ μηθησόμενα προδιδάσκεται· καὶ δι’ αὐτὸν φησὶ θυσία ἐταράχθη πα ραπτώματι· οὐ συνεχώρει γὰρ τὰς κατα νόμον θυσίας προς φέρεσθαι ἀλλὰ τῶ ἑλληνικῶ τρόπω ταύτας ἐπιτελεῖσθαι ἠνάγκαζεν· εἶτα ἐπάγει· ὅτι καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῶ· τέως γὰρ οὐδὲν ἐμπόδισμα γέγονεν κωλύον αὐτοῦ τὴν λύτταν· καὶ τὸ ἅγιον φησὶν ἐρημωθήσεται· καὶ ἐδόθη φησὶν ἐπὶ τὴν θυσίαν ἁμαρτία· καὶ ἐρίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησεν καὶ εὐοδώθη· μανία γὰρ καὶ τυραννίδι χρώμενος, μιᾶναι μὲν τετόλμηκε τὸ θυσιαστήριον παρανόμω θυσία χρη σάμενος· ἔρημον δὲ τοῦ κόσμου τὸν θεῖον κατέστησε νεὼν· ἐπάτησε δὲ τῆς δικαιοσύνης τοὺς νόμους· τὸν ἄδικον φόνον τοῖς εὐσεβέσιν ἐπαγαγὼν· καὶ τέως φησὶν εὐοδοῦτο ταῦτα ποιῶν· ε ἶτα εκουσά τινος ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος. τῶ φελμουνὶ τῶ λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται· καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα τὸ ἅγιον καὶ ἡ δύναμις συμπατιθήσεται τὸν φελμουνὶ τὸν τίνα σημαίνει· τῆ ἑλλάδι φωνῆ ἑβραίον· μαρτυρεῖ δὲ τούτοις καὶ ἡ σύρων φωνῆ γιτνιάζουσα τῆ ἑβραία· φησὶν τοίνυν ὁ μακάριος δανιὴλ· ὅτι ἤκουσα τινὸς ἁγίου· ἕτερον ἅγιον ἐρωτῶντος· δῆλον δὲ ὅτι ἀγγέλους διαλεγομένους ὁρᾶ καὶ βουλομένους μαθεῖν πόσος ἐστὶν ὁ χρόνος τῆς τολμωμένης ἀσεβείας τὲ καὶ παρανομίας· τῆς τε τοῦ ναοῦ ἐρημίας καὶ τῆς ἀθέσμου καὶ βδελυρᾶς θυσίας καὶ τῆς τοῦ λαοῦ καταδυναστείας· καὶ εἶπεν αὐτῶ φησίν· ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι 10Β10 10τ10· καὶ καθαρισθήσεται τὸ ἅγιον· ἑσπέραν δὲ ἐκάλεσεν τὴν ἀρχὴν τῶν συμφορῶν πρωῒ δὲ τὸ τέλος τῶν συμφορῶν· ἐπειδὴ νυκτὶ καὶ σκότω ἐοίκει τὰ λυπηρά· ἀπὸ τοῦ νῦν φησὶ τῆς ἀρχῆς τῶν συμφορῶν τέλους τῶν κακῶν· τὸ τέλος δὲ τόσος δὲ ἔστιν χρόνος· ψηφιζόμεναι δὲ αἱ ἡμέραι αὖται ποιοῦσιν ἓξ ἐτῶν ἀριθμὸν καὶ ἓξ μηνῶν κατὰ τὴν ἑβραίων ψῆφον· τοσοῦ των γὰρ ἐκράτησεν χρόνον τῶν ϊουδαίων ἡ συμφορά· καὶ ἐ γένετο φησὶν ἐν τῶ ϊδεῖν με ἐγὼ δανιὴλ τὴν ὅρασιν ἐζήτουν σύνεσιν· τ αῦτα φησὶ θεασάμενος συνεῖναι καὶ μαθεῖν ἀκριβῶς ἐβουλόμην τὰ διὰ τούτων σημαινόμενα τῶν αἰνιγμάτων· καὶ ϊδοῦ ἔστη ἐνώ πιόν μου ὡς ὅρασις ἀνδρός· καὶ ἐδώκουν φησὶν ἄνδρα θεωρεῖν· καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ οὐβὰλουλα. καὶ ἐκάλεσεν· καὶ εἶπεν γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν· ἤκουσα δὲ καὶ ἑτέρου τινὸς ἀνθρωπεία χρωμένου φωνῆ· καὶ κελεύσαντος τὸν παρεστῶτι μοι ὃν καὶ γαβριὴλ ὠνόμασεν ἑρμηνεῦσαί μοι τῆς ἀποκαλύψεως τὰ αἰνίγματα· ἔστιν δὲ καὶ ἐκ τῶν εἰρημένων τεκ μήρασθαι· ὅτι ὁ κελεύσας. ὁ δεσπότης ἐστὶν· καὶ ἦλθεν φησὶν καὶ ἐστάθη ἐχόμενα τῆς στάσεώς μου· παραυτίκα φησὶ προσταχθεὶς ἀφίκετο καὶ πλησίον μου ἔστιν· καὶ ἐν τῶ ἐλθεῖν αὐτὸν ἐθαμ βήθην· καὶ πίπτω ἐπὶ πρόσωπόν μου· ἱκανὰ ταῦτα τὸν εὐνομίου τῦφον ἐλέγξαι· ὃς αὐτὴν εἰδέναι τοῦ θεοῦ θυ τὴν οὐσίαν σεμνυνομεν ἀλαζονεύεται· εἰ γὰρ ἀγγέλων τὴν θεωρία καὶ ταύτην μετρου μέν ω η ν τῆ τοῦ θεωροῦντος δυνάμει ὁ τοσοῦτος προφήτης οὐκ ἤνεγκεν· τί δυσσεβέστερον ἢ βδελυττότερον τῶν αὐτὴν εἰδέναι τοῦ θεοῦ θυ τὴν οὐσίαν σεμνυνομένων· ἀλλ ἐπὶ τὸ προκείμενον ἐπα νέλθωμεν· καὶ εἶπεν πρός με· σύνες υἱὲ ἀνθρώπου ἀνου · ἔτι γὰρ εἰς κεροῦ πέρας· μὴ νομίσης φησὶν ἐπὶ τοῦ παρόντος ταῦτα πέρας λαμβάνειν· μετὰ πολὺν γὰρ ἐτῶν ἀριθμὸν ταῦτα γενήσεται· πληρουμένου γὰρ τοῦ ὡρισμένου καιροῦ τότε πέρας τούτων ἕκαστον λήψεται· καὶ ἐν τῶ λαλεῖν αὐτὸν μετ’ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου· καὶ εἶπεν· ϊδοῦ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ’ αἰσχάτων τᾶς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς καιροῦ πέρας μένει· θεασάμενός με φησιν ὑπὸ τοῦ δέους καταπεσόντα πρῶτον μὲν ἀνώρθωσέν με. ἔπειτα ψυχαγωγεῖ γνωρίζων ὡς τούτου χάριν ἀφίκετο ἵνα μοι τὰ ἐσόμενα προμηνύση ποθοῦντι καὶ ὁποῖα διὰ τὴν τοῦ θεοῦ θυ πάλιν ὀργὴν καταλήψεταί μου τὸν λαὸν· ἔπειτα τὸ ἐπικείμενόν μοι δέος ἀφελέσθαι βουλόμενος· ἐμήνυσεν ὅτι μετα χρόνον ταῦτα γενή σεται· ἡρμήνευσεν δέ μοι καὶ ὧν ἐθεασάμην ἕκαστον εἰρηκώς· οὗτος ὁ κριὸς ὃν εἶδες ὁ ἔχων τὰ κέρατα βασιλεὺς μήδων καὶ περσῶν· ἐπειδὴ γὰρ εὐθὺς τὴν χαλδαϊκὴν εἰτ οὖν ἀσσυρίων, βασιλείαν δα ρεῖος ὁ μῆδος παρέλαβεν· καὶ τότε κῦρος ὁ πέρσης μετατέ θεικεν εἰς πέρσας τὴν βασιλείαν· ὃς καὶ μῆδος ἦν καὶ πέρσης διὰ τὴν τῶν γενῶν ἐπιμιξίαν ἀναγκαίως περσῶν τοὺς μήδους προτέθεικεν· καί φησὶν ὅτι ὁ κύρος κριὸς βασιλεύς ἐστι μήδων καὶ περσῶν· ἄμφω γὰρ καὶ ὁ τελευταῖος δαρεῖος ὁ ἀρσάμου προσαγορευόμενος ὃν ὁ μακεδὼν ἀλέξανδρος κατέλυσεν διεῖπε τὰς βασιλείας· κ αὶ ὁ τράγος φησὶ τῶν αἰγῶν βασιλεὺς ἑλλήνων. καὶ τὸ κέρας τὸ μέγα ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος· λέγει δὲ τὸν ἀλέξανδρον· καὶ ὅτι συνετρίβη· καὶ ἔστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ τέσσαρις βασιλεῖς ἀναστήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ καὶ οὐκ ἐν τῆ ἰσχύϊ αὐτοῦ· μετὰ γὰρ φησὶν τὴν ἐ κείνου τελευτὴν ἡ ἐκείνου βασιλεία· εἰς τέσσαρας διαιρεθήσεται βασιλείας· ἀλλὰ καὶ τέτταρες ὄντες οἱ βασιλεύοντες οὐ δυνήσονται κατορθοῦν ἃ ἐκεῖνος κατ ο ώ ρθου· ἐλάττους δὲ πολλῶ τῆς ἐκείνου ῥώμης ὀφθήσονται· καὶ ἐπ’ ἐσχάτου δὲ φησιν τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν· ὅτ ἂν φησὶν εἰς ἄκρον ἀσεβείας ἐλάσωσιν· καὶ πέρα τῶν μέτρων τῆς ἐμῆς μακροθυμίας παρανο μήσωσιν· ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπω καὶ συνιῶν προβλήματα καὶ κραταιὰ ἡ ϊσχὺς αὐτοῦ· τὴν πανουργίαν τοῦ ἀντιόχου διὰ τούτων αἰνίττεται καὶ πρὸς τῆ πανουργία ἣν ἐκέ κτητο δύναμιν· εἶτα διδάσκων ὡς ταῦτα ποιήσει τοῦ θεοῦ θυ δηλονότι συγχωροῦντος. ἀναγκαίως ἐπήγαγεν καὶ οὐκ ἐν τῆ ϊσχύει αὐτοῦ· καὶ τῶ ἀσσυρίω δέ φησιν ὁ θεὸς θς διὰ ἡσαΐου τοῦ προφήτου· μὴ δοξασθήσεται ἀξίνη \ ανευ τοῦ κόπτοντος ἐν αὐτῆ· ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν· οὕτω δὲ καὶ ἐνταῦθα φησὶν ὅτι ταῦτα τολμήσει ὁ ἀντίοχος. οὐχ ὡς δυνατὸς ἀλλὰ τοῦ θεοῦ θυ συγχωροῦντος. καὶ θαυμαστὰ φησὶν διαφθερεὶ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον καὶ ὁ ζυγὸς τοῦ κλύου αὐτοῦ κατευθυνεῖ ἀντὶ τοῦ οὐδὲν αὐτῶ ἐμπο δὼν ἔσται· ἀλλ’ ὅσα ἂν θελήσει ταῦτα ποιήσει· περὶ τῶν τοι ούτων ὁ μακάριος παραινεῖ δαβὶδ δαδ λέγων, μὴ παραζήλου ἐν τῶ κα τευοδουμένω ἐν τῆ ὁδῶ αὑτοῦ ἐν ἀνθρώπω ἀνω ποιοῦντι παρανομίαν· συμ βαίνει γὰρ πολλάκις καὶ τοὺς δυσσεβεία καὶ παρανομίαΙ συζῶντας εὐοδοῦσθαι λίαν παράνομα τολμῶντας· ὁ ζυγὸς οὖν φησὶ τοῦ κλοίου αὐτοῦ κατευθύνει· ἀντὶ τοῦ πάντα ἃ ἂν προστάξη τοῖς ὑπηκόοις ἀναγκάσει ταῦτα πληροῦν· εἶτα τὸ πανοῦργον αὐτοῦ καὶ ὕπουλον προλέγων, δόλος φησὶν ἐν τῆ χειρὶ αὐτοῦ καὶ ἐν καρδία αὐτοῦ μεγα λυνθήσεται· καὶ λόγω δόλω διαφθερεῖ πολλοῦς· ἐξ ἀρχῆς γὰρ γυμνά σιον ἐν ϊεροσολύμοις οἰκοδομηθῆναι προσέταξεν· εἶτα χοιρίων μεταλαμβάνειν κρεῶν ὕστερον δὲ καὶ θύειν ἠνάγκαζεν· ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις τοὺς εὐσεβεὶς ἐξαπατῆσαι πειρώμενος· καὶ βασιλικὰς δωρεὰς ὑπισχνεῖτο παρανομοῦντας ἅπαντας εἰδεῖν ἐφιέμενος· διὰ τοῦτό φησὶ δόλος ἐν τῆ χειρὶ αὐτοῦ καὶ ἐν καρδία αὐτοῦ μεγαλυνθή σεται· μέγιστον γὰρ ἑαυτὸν πάντων ἀνθρώπων ἀνων ἡγήσατο· καὶ δόλω δια φθερεῖ πολλοὺς οὓς ἂν ἐξαπατῆσαι ϊσχύση· καὶ ἐπὶ ἀπωλείαΙ πολλῶν φησὶν σταθήσεται· ἀντὶ τοῦ ἐνστάσει χρήσεται ἕως ἂν ΐδη πολλοὺς τὴν οἰκείαν ἀπολλύντας σωτηρίαν σριαν · μὴ ἀρκούμενος δὲ τῆ κατὰ ἀν θρώπων μανία. καὶ ἐπὶ ἄρχοντα φησὶν ἀρχόντων στήσεται· τοῦτ’ ἔστιν κατ’ αὐτοῦ τοῦ βασιλέως τῶν βασιλέων τοῦ κυριεύοντος τῶν κυριευόντων τῆ λύττη χρήμενος μιαίνειν ἐπιχειρῶν τὸν ἀνα κείμενον αὐτῷ νεών· καὶ δεικνὺς τὴν δοθεῖσαν αὑτῷ κατὰ τῶν ϊουδαίων συγχώρησιν· καὶ ὡς ὠὰ φησὶν χειρὶ συντρίψει αὐτούς· οὕτω φησὶν μετα πολλῆς εὐκολίας ταῦτα πάντα ἐργάςηται· ὡς εἴ τις ὠᾶ τῆ χειρὶ συντρίψαι θελήσειεν· αἰνίττεται δὲ ἐνταῦθα καὶ τὴν αὐτῶν τῶν ϊουδαίων ῥαθυμίαν· καὶ ὅτι αὐτοὶ τῶν θείων ἀμελήσαντες κατελείφθησαν ὑπὸ τοῦ θεοῦ θυ καὶ γυμνοὶ τῆς ἄνω θεν πρόνοιας ἐγένοντο· τούτοις ἐπιφέρει καὶ ἡ ὄρασις τῆς ἐς πέρας καὶ τῆς πρωΐας τῆς ῥηθείσης· ἀληθῆς ἐστὶν ἀντὶ τοῦ καὶ ὁ ωρισμένος χρόνος ταῖς συμφοραῖς ἀναμφιβόλως ἐστὶν ἀληθής ἐπειδὴ δὲ πολύς ἐστιν ἐν τῶ μέσω χρόνος· σφράγισον φησὶν τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλὰς ἔσται· ἀντὶ τοῦ ἀσαφῆ αὐτὴν τοῖς πολλοῖς κατάλιπε· οὐ σοὶ γὰρ ὡς ποθοῦντι ταῦτα δῆλα προ τῶν πραγμάτων πεποίηκα· καὶ ἐγὼ φησὶ δανιὴλ ἐκοιμήθην. καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην· καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως. καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἦν ὁ συνιῶν· μαθὼν γὰρ τὰ καταλειψόμενά μου τὸν λαὸν πάλιν κακὰ. οὕτως ἀνι αρῶς διετέθην ὡς καὶ ἀρρωστία περιπεσεῖν· ἀλλ’ ὅμως καὶ τοῦτον διακείμενος τὸν τρόπον, ὠκονόμουν τὰ παρὰ τοῦ βασιλέως ἐγ κεχειρισμένα μοι μηδενὸς γινώσκοντος. τὴν τῆς ἀρρωστίας αἰτίαν· οὗτος ἤδει καὶ μετὰ τοῦ μακαρίου παύλου λέγειν· τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ· τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι· καὶ τό κλέειν μετα κλαιόντων καὶ χαίρειν μετα χαιρόντων· καί εἰ πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· οὕτω διακείμενος καὶ ταύ την ἔχων περὶ τοὺς συνδούλους φιλοστοργίαν μαθὼν ταῖς πολλαῖς ὕστερον γενεαῖς καταληψομένας τοὺς συνδούλους αὐτοῦ συμφορᾶς θρηνῶν καὶ ὀλοφυρόμενος διετέλει· καὶ ταῦτα εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πείραν τούτων οὐδεμίαν λήψεται· ἀλλὰ τῆς παρούσης ζωῆς οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται· ταύτην προς ήκει καὶ ἡμᾶς περὶ τοὺς ὁμοφυεῖς τε καὶ ὁμοδούλους τὴν ἀγάπην ἔχειν καὶ τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν· καὶ τὴν περὶ ἄλληλα τῶν μελῶν μιμεῖσθαι συμπάθειαν· ἐπειδὴ μέλη μὲν ἀλλήλων κεκλήμεθα· σῶμα δὲ ἠξιώθημεν προσαγορευθῆναι χριστοῦ χυ αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν:—