λόγος ζ ἐ ν τῶ πρώτω ἔτει βαλτάσαρ τοῦ βασιλέως χαλδαίων. δανιὴλ ἐνύπνιον εἶδεν· καὶ ἡ ὅρασις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοί της αὐτοῦ καὶ τὸ ἐνύπνιον ἔγραψεν· μέχρι μὲν τούτων τῶν λόγων ὁ μακάριος δανιὴλ ϊστορικώτερον τὴν προφητείαν συνέ γραψεν· πρῶτον μὲν γὰρ εὐθὺς ἀρξάμενος τὰ συμβεβηκότα αὐτοῖς δοριαλλώ τοις γεγενημένοις ἐδίδαξεν· προστέθεικε δὲ καὶ ὅσης παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων κηδεμονίας ἀπήλαυσεν· ἔπειτα διηγήσατο ἡλίκας ὁ ναβουχοδονόσορ τῆς ὡμότητος τε καὶ ἀλαζονίας ἔδωκε δίκας· μετα ταῦτα· οἵαν ὁ βαλ τάσαρ ἔτϊσεν τιμωρείαν τῶν ϊερῶν καταφρονήσας σκευῶν· τούτου δὲ θεία πληγῆ καταλυθέντος· καὶ εἰς μήδους τῆς βασι λείας μετατεθήσης· τὰ καθ’ ἑαυτὸν καὶ τὸν δαρίον συνέγραψεν· διδάξας ὅπως μὲν ἐκείνος περὶ αὐτὸν διετέθη· οἵας δὲ αὐτὸς ὑπομείνας ἐπιβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σα τραπῶν τῆς θείας ἔτυχεν ἀντιλήψεως· ταῦτα οἱονεὶ συγ γραφικῶς διηγησάμενος ἄρχεται λοιπὸν διδάσκειν ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχθη προρρήσεις· καὶ πρῶτον μὲν τίθησιν τὴν τῶν τεττάρων θηρίων ἀποκάλυψιν· σφόδρα ἐοικυϊαν τῶ τοῦ ναβουχοδονόσορ ἐνυπνίω· καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾶ τέτταρας ἐθεάσατο ὕλας· καὶ οὗτος ἀπὸ θα λάττης μιᾶς τέτταρα ἀνιόντα θηρία· ἀλλ’ ἵνα μὴ δὶς τὰ αὐτὰ λέγειν ἀναγκασθῶμεν, τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώ μεθα· σαφέστερον γὰρ ἐκεῖθεν τοῦτο δειχθήσεται· ἐν τῶ π ρώτω ἔτει βαλτάσαρ βασιλέως χαλδαίων, δανιὴλ ἐνύπνιον εἶδεν· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· τουτέστιν· καθεύδων, τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο· ἐπει δὴ γὰρ μέλλει ἃ καὶ μεθ ἡμέραν εἶδεν συγγράφειν, εἰκότως ἡμᾶς διδάσκει τίνα μὲν ὄναρ εἶδεν, τίνα δὲ ὕπαρ· καὶ τὸ ἐνύπνιον φησὶν ἔγραψεν· οὐ γὰρ ἠνέσχετο κρύψαι τὰ θεόθεν αὐτῶ δειχθέντα· ἀ λλ εἰς ὠφέλειαν ἁπάντων συνέγραψεν· ἀρχὴ λόγων αὐτοῦ· καὶ ἀποκριθεὶς εἶπεν· τουτέστιν ἤρξατο φησὶν τῆς διηγήσεως οὕτως· ἐγὼ δανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτὸς· καὶ ἰδοῦ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ οὐνου , προσέβαλλον εἰς τὴν θά λασσαν τὴν μεγάλην· καὶ τέσσαρα θηρία μεγάλα ἀν α έ βαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων· ὁ μὲν οὖν ναβουχοδο νόσορ, εἰκόνα βλέπει· διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον· καὶ ὅτι σχήματα μᾶλλον εἰσιν, ἧ φησιν ὁ θεῖος ἀπόστολος ἀλλ’ οὐ πράγματα· οὐδὲν γὰρ αὐτῶν μόνιμον οὐδὲ βέβαιον· ἀλλὰ πάντα διαρρεῖ καὶ φθείρεται καὶ μαρ ε αι νεται· ὁ δὲ μακά ριος δανιὴλ θάλασσαν βλέπει τοῦ παρόντος βίου τὰ κύματα διδασκόμενος· ἐπειδὴ γὰρ τὴν ξένην οἰκεῖν ἠναγκάζετο δορϊ άλωτος γενόμενος, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χει μῶνα διδάσκεται· καὶ ὁ μὲν βασιλεὺς ὡς μέγαλόφρων ἐπὶ χρυ σῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω, διὰ τούτων λαμβάνει τὰ τῶν βασιλεῶν αἰνίγματα· καὶ τὰς τῶν βασιλέων μανθάνει διαδοχὰς· καὶ διδάσκεται μὴ μεγά φρονεῖν ἐπὶ τῆ βασιλεία ὀξύρροπον ἐχούση μεταβολήν· ὁ δὲ προφήτης ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν, τέσσαρα θηρία βλέπει· διδασκόμενος· ὡς αἱ φοβεραὶ αὗται βασιλεῖαι· αἱ πάντας ἀνθρώπους ἀνους δεδιττό μεναι, τέλη τέλος λήψονται καὶ αὗται· μία δὲ μόνη ἡ ἀτελεύτητος μένει βασιλεία. ἣν τοῖς ἁγίοις ηὐτρέπησεν ὁ τῶν ἁγίων θεός θς · θά λατταν τοίνυν καλεῖ τὸν βίον ἅτε δὴ μυρίας ἔχοντα τρικυμίας· ἀνέμους δὲ ταύτη προσβάλλ ειν οντας τὰς τῶν πραγμάτων μεταβολάς· καθάπερ γὰρ νότου μὲν πνέοντος, ἐπὶ τοῦ τὸ ἀρκτῶ ου ον μέρο υ ς διατρέχει τὰ κύματα· βορέου δὲ κ ει ι νοῦντος τὴν θάλατταν πάλιν τὸ ῥόθιον ἐπὶ τὸ νότιον μέρος ὠθεῖται· οὕτως ἡνίκα μὲν ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας. πρὸς ἑαυτοὺς ἅπαντας ἧλκον τοὺς ὑπηκόους· μεταβάσης δὲ τῆς βασιλείας εἰς πέρσας. μετέβη παραυτίκα καὶ τῶν ὑπηκόων πρὸς ἐ κείνους ὁ δρόμος· μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων. ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις προσέφερον τὸν συνήθη δασμόν· ἐπειδὴ δὲ ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅ παντες. μακεδόνων οὐδένα ποιούμενοι λόγον· τοῖς γὰρ ὑπηκό οις καὶ αὐτοὶ συνηρίθμηνται· εἰκότως τοίνυν τὰς τῶν πραγ μάτων μεταβολὰς. ἀνέμοις ἀπείκασεν· οἳ νῦν μὲν ὧδε· νῦν δὲ ἐκεῖσε τῆς θαλάττης ὠθοῦσιν τὰ κύματα· τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέμων· ἐπειδὴ, καὶ τέσσαρις γεγόνασι βασιλειῶν διαδοχαί· διδάσκει unleserlich ἡμᾶς καὶ ὁποίαν πρὸς ἄλληλα εἶχον τὰ θηρία διαφορὰν· τὸ πρῶτον γὰρ φησὶν ὡσεὶ λέ αινα καὶ πτερὰ αὐτῆ ὡς ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετείλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆ· τὴν ἀσσυρίων βασιλείαν, εἴτ’ οὖν χαλδαίων αὐτὴ γὰρ πρώτη τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησεν; διὰ τῆς λεαίνης ἠνίξατο· βασιλικὸν γὰρ τὸ ζῶον καὶ τὰ πτερὰ ἀετώ· ἐοικέναι φησί· καὶ γὰρ τοῦτο τὸ ζῶον τῶν πτηνῶν ἁπάντων κρατεῖ· ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνης ὁ ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη τεθεᾶσθαι χρυσῆν· ἑρμηνεύων δὲ ὁ θειότατος δανιὴλ ἔφη· ἡ κεφαλὴ ἡ χρυσῆ. σὺ εἶ βασιλεῦ· οὕτω κἀνταῦθα τῶν θηρίων τὸ κράτιστον· ἐπὶ τῆς πρώτης τέθεικεν βασιλείας· οὐκ ἰσχὺν αὐτῆ πλείονα προσμαρτυρῶν· ἀλλ’ ὡς πρώτην, τιμιω τέραν ἀποφαίνων· ἀλλ’ ὅμως εἶδεν, ὡς ἐξετίλει αὐτῆς τὰ πτερά· τουτέστιν γυμνὴ τῶν ὑπηκόων ἁπάντων ἐγένετο· καὶ τῆς προ τέρας ἐστερήθη δυνάμεως· καὶ ἐξήρθη φησὶ ἀπὸ τῆς γῆς· ἀντὶ τοῦ βασιλεύειν ἐπαύσατο· καὶ ἐπὶ ποδῶν φησὶν ἀνθρώπου ἀνου ἐστάθη· ἴση φησὶ τοῖς ὑπηκόοις ἐγένετο· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆ· μεμάθηκεν φησὶ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν. καὶ μὴ ὑπερβαίνειν τῆ φαν τασία τῆς διανοίας τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ ἡνίκα τὰ τῆς βασιλείας κατεῖχ εν ον πηδάλια, τύφον ἐνόσουν καὶ ἀλαζο νίας ἀμετρίαν· διὸ καὶ ὁ μακάριος ἡσαΐας φησίν· ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυρίων· εἰκότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῆ πείρα μαθόντες. καὶ τῆς εὐημε ρίας τὸ σφαλερὸν, ἀνθρώπινα φρονοῦσιν· καὶ ἑαυτοὺς γινώσκουσι· καὶ καρδίαν ἀνθρωπίνην ἀνινην ἐκτήσαντο· οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου· ἐπάγει δέ· καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκω· καὶ εἰς μέρος ἐν ἐστάθη· καὶ τρία πλευρὰ πτερὰ ἐν τῶ στό ματι αὐτῆς ἀναμέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῆ· ἀνάστα φάγε σάρκας πολλάς· τὴν περσικὴν ἐνταῦθα βασι λ είαν αἰνίττεται· ἄρκω δὲ αὐτὴν ἐοικέναι φησὶν. διὰ τὸ τῶν τιμω ριῶν ὠμὸν καὶ ἀπηνές· βαρβάρων γὰρ ἁπάντων ὠμότεροι περὶ τὰς τιμωρίας οἱ πέρσαι ἐκδοραῖς χρώμενοι· καὶ τῆ κατὰ μέρος τῶν μορίων ἐκτομῆ μακρὰς τὰς κολάσεις μηχανώμενοι· καὶ πικρὸν κατασκευάζοντες τοῖς κολαζομένοις τὸν θάνατον· δ ιὰ τοῦτο φησὶ καὶ ἔλεγον αὐτῆ· ἀνάστα φάγε σάρκας πολλάς· οὐκ ἐπιτρέποντες τοῦτο ποιεῖν· ἀλλὰ προλέγοντες τὰ ἐσόμενα καὶ τὸ ὠμὸν καὶ ἀνήμερον προσμαρτυροῦντες· τρία δὲ φησὶ πλευρὰ ἐν τῶ στόματι αὐτῆς· τῶν τριῶν γὰρ τῆς οἰκουμένης κλειμάτων ἄτμημάτων ἐ κράτησεν τοῦ ἑώου καὶ τοῦ βορίου καὶ τοῦ νοτίου· κῦρος μὲν γὰρ ση ὁ πρῶτος περσῶν βασιλεύσας τὸ ἑῶον ἅπαν μέχρι τοῦ ἑλλησπόν του, ὑφ’ ἑαυτὸν ἐποιήσατο· καμβύσης δὲ ὁ τούτου παῖς. καὶ τὴν αἴγυπτον ἐχειρώσατο· καὶ αἰθίοπας ὑπηκόους ἀπέφηνεν· δαρεῖος δὲ ὁ τοῦ ὑστάσπου σκυθῶν τῶν νομάδων ἐκράτησεν· οἳ τὸ βόριον ἔλαχον μέρος τῆς οἰκουμένης οἰκεῖν· ξέρξης δὲ ὁ δαρείου ἐπεχείρησε μὲν καὶ τὴν εὐρώπην τοῖς ὑπηκόοις συνάψαι· ναυμαχία δὲ ἡττηθεὶς, ἀθηναίων, αἰσχρῶς ἀνέστρεψεν. καὶ τὴν ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθεν βλάβην· τούτου χάριν φησὶ τρία πτερὰ ἐν τῶ στόματι αὐτῆς· ἔνϊα δὲ τῶν ἀντι γράφων πλευρὰ ἔχει οὐδὲν δὲ διαφέρει· εἴτε γὰρ τοῦτο εἴτε ἐκεῖνο τεθείη διδάσκει ὡς τὰ τρία τμήματα· τῆς οἰκουμένης καρποῦται· καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον· καλῶς δὲ καὶ τὸ ἐν τῶ στόματι αὐτῆς προστέθεικεν· ἵνα δείξη τὴν παρὰ πάντων χορηγουμένην εἰσφοράν· καὶ ἐπειδὴ οὐ παντάπασιν ἡ βασιλεία αὔτη κατελύθη· ἀλλὰ μοῖράν τινα τῆς προτέρας ἡγεμονίας διέμεινεν ἔχουσα· οὐκ ἔφη μὲν ὑπομεύναι ὑπομεῖναι αὐτὴν ἅπερ ἡ πρὸ αὐτῆς πέπονθεν τῶν πρότερων πτερῶν στερηθεῖσα καὶ ἐπὶ πο δῶν ἀνθρώπου ἀνου σταθεῖσα καὶ καρδίαν ἀνθρώπου ἀνου λαβοῦσα· εἶπεν δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος· εἰς ἓν δὲ φησὶ μέρος ἐστάθη· τουτέστιν κρατή σασα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων ἀπεστερήθη μὲν τοῦ πλείστου ἑνὸς δὲ μέρους τὴν ἡγεμονίαν κατέσχεν· κρατοῦ σα γὰρ πάλαι τῆς ἀσίας καὶ τῆς λιβύης ἀπεστερήθη μὲν. αἰγύπτου καὶ αἰθιοπίας· οὐκέτι δὲ παλαιστινῶν καὶ φοινίκων καὶ σύρων κρατεῖ· ἀφήρηται δὲ καὶ τῆς ἀσίας τὴν ἡγεμονίαν καὶ ὁ εὔξεινος δὲ πόντος ἔξω τῶν σκήπτρων γεγένηται· κρατεῖ δὲ μόνης περσίδος καὶ μηδίας καὶ ἀσσυρίας. καὶ τῶν πλησιοχώ ρων ὀλίγων ἐθνῶν· διὰ τοῦτό φησιν· ὅτι εἰς ἓν μέρος ἐστάθη· ταῦτα κ αὶ περὶ τοῦ δευτέρου διηγησάμενος θηρίου· ὀπίσω φησὶν τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις καὶ αὐτῆ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς· καὶ τέσσαρες κεφαλαὶ τῶ θηρίω καὶ ἡ ἐξουσία ἐδόθη αὐτῆ· τὴν μακεδονικὴν βασιλείαν διὰ τούτων αἰνίττεται· καὶ μάλα προσφόρως παρδάλει τὸν ἀ λέξανδρον ἀπείκασεν· διὰ τὸ ταχὺ καὶ ὀξὺ καὶ ποικίλον· τέτταρα δὲ πτερὰ πετεινοῦ ἔφη τὸ θηρίον ἐσχηκέναι· ἐπειδὴ πτηνοῦ δίκην ὁ ἀλέξανδρος τὰ τέτταρα τῆς οἰκουμένης διαδραμὼν τμήματα πάντας ὑφ’ ἑαυτὸν ἐποιήσατο· διὰ δὲ τῶν τεσσάρων κεφαλῶν τὴν μετὰ τὸν ἀλέξανδρον γενομένην ἠνίξατο τῆς ἡγεμονίας διαίρεσι· τέσσαρες γὰρ ἀνθ’ ἑνὸς κατέστησαν βασιλεῖς· καὶ πτολεμαῖος μὲν ὁ λάγου. τῶν κατ αἴγυπτον ἐνεχειρίσθη τοὺς οἴακας· σέλευκος δὲ τῶν πρὸς έω τὴν ἡγεμονίαν ϊθύνειν ἐπιστεύθη· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτησεν· τῆς δὲ μακεδονίας ὡς μέν τινὲς φασιν ἀντίπατρος· ὡς δὲ ἕτεροι φίλιππος ὁ καὶ ἀριδαίος αὐτοῦ ἀλεξάνδρου ἀδελφός· αἱ μὲν οὖν τέσσαρις κεφαλαὶ τὰς μετα τὸν ἀλέξανδρον τέσσαρις ἡγεμονίας αἰνίττονται· τὰ δὲ τέσσαρα πτερὰ αὐτὴν τοῦ ἀλεξάνδρου τὴν δυναστίαν τῶν τεττάρων τῆς οἰκουμένης περιγενομένην τμημάτων· ἐ ξουσίαν δὲ ἔφη δεδόσθαι τῶ θηρίω· ἐπειδὴ· καὶ ὧν οἱ προ αὐτοῦ· μὴ ἐκεκρατήκεισαν οὗτος ἐδείχθη κρατῶν· ἀλλ’ ὅμως καὶ ἡ πάντων περιγενομένη βασιλεία τέλος ἐδέξατο· ὀπίσω γ ὰρ τούτου φησὶν ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς· καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν· καὶ ἔκθαμβον περισσῶς· καὶ οἱ ὀδόντες αὐτοῦ σιδηρὸς καὶ μεγάλοι· καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ ἤσθιον καὶ ἐλέπτυνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ αὐτὸ διέφερε περισσῶς παρα πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· τοῦτο γὰρ τὸ τὸ τέταρτον θηρίον· τὴν ῥωμαϊκὴν καλεῖ βασιλείαν· ὄνομα δὲ αὐτῶ οὐ τίθησιν· ἐπειδὴ ἐκ πλιόνων ἐθνῶν ἡ ῥωμαίων συγ κροτηθεῖσα πόλϊς τῆς οἰκουμένης ἐκράτησεν· πρῶτον μὲν βασιλευομένη· εἶτα τό τε ποτι μὲν δημοκρατουμένη τό τε ποτι δὲ ἀριστο κρατουμένη ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασι λείαν· φοβερὸν δὲ λέγει τὸ θηρίον καὶ ἔκθαμβον περισσῶς· ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βασιλειῶν δυνατωτέρα αὕτη ἡ βασιλεία γεγένηται· καὶ ἐπὶ τῆς εἰκόνος δὲ τετάρτην ὕλην τὸν σίδηρον τέθεικεν καὶ ἐπήγαγεν ὥσπερ τοίνυν ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα· οὕτως πάντα λεπτυνεῖ καὶ ἐκδαμάσει· καὶ ἐνταῦθα δὲ φησὶν οἱ ὀδόντες τοῦ θηρίου σιδηροῖ ὡς εἶναι δῆλον ὅτι τὴν αὐτὴν κἀνταῦθα κακεῖ βασιλείαν αἰνίττεται· ἐσθίον γὰρ φησὶ καὶ λεπτῦνον· καὶ γὰρ τῶ ὄντι μείζους ἐπετέθησαν ὑπὸ ῥωμαίων τοῖς ὑπηκόοις οἱ φόροι· καὶ τὰ ἐπίλοιπα φησὶ τοῖς ποσὶν αὐτοῦ συνεπάτει πόδας δὲ τῆς βασιλείας τὴν στρατείαν αἰνίττεται ὑφ ὧν οὐ σμικραὶ ζημίαι τοῖς τε τὰς πόλεις οἰκοῦσιν καὶ τὰς χώρας ἐπάγονται· καὶ αὐτὸ διέφερεν περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμ προσθεν αὐτοῦ· δυνατωτέρα γὰρ καὶ περιφανεστέρα ἡ ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη· καὶ κέρατα αὐτῆ αὐτῳ φησὶ δέκα· σημαίνει ἐνταῦθα ὅτι περὶ τὸ τέλος τῆς βα σιλείας δέκα κατὰ ταὐτὸν ἀναστήσονται βασιλεῖς· ὧν οἱ μὲν ἔσονται δυνατοὶ οἱ δὲ λίαν ἀσθενεῖς· τοῦτο γὰρ καὶ ἐν τῶ τῆς εἰκόνος ἐνυπνίω ἐδίδαξεν· καὶ γὰρ ἐκεῖ οἱ δάκτυλοι τῶν ποδῶν δέκα καὶ οὖτοι μέρος μὲν εἶχον σιδήρου μέρος δέ τι ὀστράκου· ἑρμηνεύων δὲ ὁ μακάριος ἔφη δανιὴλ· ὡς τῆς βασι λείας μέρος μέν τι ἔσται ϊσχυρὸν μέρος δέ τι ἀσθενὲς· ὡς εἶναι δῆλον· ὅτι τὰ αὐτὰ σημαίνει ἄμφωτα ἀμφότερα τὰ ἐνύπνια· καὶ κέ ρατα αὐτῶ δέκα φησί· προσενόουν φησὶ τοῖς κέρασιν αὐτοῦ· καὶ ϊδοῦ κέρας ἕτερον μικρὸν θεωρητὸν ἀνέβαινεν ἔμπροσθεν αὐτοῦ ἐξεριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἀνου τῶ κέρατι τούτω καὶ στόμα λαλοῦν μεγάλα καὶ ποίει πόλεμον πρὸς τοὺς ἁγίους· ἐνταῦθα τὸν ἀντίχριστον α ἰνίττεται μεταξὺ τῶν δέκα κεράτων ἀναφαινόμενον· λέγει δὲ ὅτι καὶ τρία κέρατα ἐξερίζωσεν τῶν ἔμπροσθεν αὐτοῦ· αἰ νίττεται δὲ ὅτι τρεῖς βασιλεῖς καταλύσει ἀπὸ τῶν δέκα κατὰ ταὐτόν βασιλευόντων· μικρὸν δὲ αὐτὸ κέρας καλλεῖ ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν ϊουδαίων φυόμενον· θεωρητὸν δὲ ὡς ἐπίσημον μετὰ ταῦτα γινόμενον· διὰ δὲ τῶν ὀφθαλμῶν, τὴν φρόνησιν καὶ πανουργίαν ἠνίξατο· ἧ χρώμενος ἐξαπατή σει πολλούς· ἀλλὰ καὶ στόμα φησὶ λαλοῦν μεγάλα· τοῦτ ἔστιν ἀλαζονικὰ καὶ ὑπέρογκα· σαφῶς δὲ ἡμᾶς ὁ μακάριος π αῦλος τοῦτο διδάσκει λέγων· μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον ὅτι ἐὰν μὴ ἔλθη ἡ ἀποστασία πρῶτον καὶ ἀπο καλυφθῆ ὁ ἄνθρωπος ἀνος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικεί μενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα λεγόμενον θεὸν θν ἢ σέβασμα ὥστε καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ θυ εἰσελθόντα καθῆσαι ἀποδεικνύ οντα ἑαυτὸν ὅτι ἐστὶ θεός θς · τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη δανιήλ καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων· πάντα γὰρ φησὶ πραγματεύ εται κοινωνοὺς τῆς πονηρίας καὶ τῆς τιμωρίας ἅπαντας ἀνθρώπους ἀνους λαβεῖν ἐφιέμενος· ἀλλὰ ταῦτα ποιῶν φησὶν οὐκ ἐπὶ πολὺ διαρκέσει· ἀλλ’ ὡς τάχιστα καταλυθήσεται· ἐθεώρουν γάρ φησιν ἕως ὅτου θρόνοι ἐτέθησαν· καὶ παλαιὸς ἡμερῶν ἐκάθητο καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν καὶ ἡ θρίξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πύρινος εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ χίλιαι χιλλιάδες ἐλειτούργουν αὐτῶ καὶ μυρίαι μυριάδες παρειστήκεισαν αὐτῶ· κριτήριον ἐκάθησεν καὶ βίβλοι ἠνεώχθησαν ἐ κεῖνα φησὶν ἅπαντα ἐτόλμα τὸ κέρας τὸ λαλοῦν τὰ μεγάλα καὶ ἀλαζονικὰ καὶ ὑπέρογκα καὶ τοῖς ἁγίοις πολεμοῦν ἕως ἐκάθησεν τὸ κριτήριον· προσήκει δὲ εἰδέναι· ὅτι ἀσώματος ὢν ὁ θεὸς θς ἁπλοὺς τὲ καὶ ἀσύνθετος ἀσχημάτιστος περιγραφὴν οὐδεμίαν δεχό μενος ἀλλ’ ἀπερίγραφον ἔχων τὴν φύσιν σχηματίζει πολλάκις πρὸς τὸ χρήσιμον ὡς ἐθέλει τὰς ὀπτασίας καὶ ἔστιν ϊδεῖν ἑτέρως μὲν αὐτὸν ἐπιφαινόμενον τῶ ἀβραὰμ, ἑτέρως δὲ τῶ μωϋσῆ καὶ ἄλλως τῶ ἡσαΐα· καὶ τῶ ἰεζεκιὴλ δὲ ὡς αὔτως ἑτέραν ὄψιν ἐπέδειξεν· ὅταν τοίνυν τὴν τῶν ἀποκαλύψεων ΐδης διαφορὰν μὴ πολύμορφον ὑπολάβεις τὸ θεῖον· ἄκουσον δὲ αὐτοῦ λέγοντος διὰ ὡσηὲ τοῦ προφήτου· ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην· ὡμοιώθην εἶπειν οὐκ ὤφθην· ὡς γὰρ βούλλεται σχηματίζει τὰς ὄψεις. ὥσπερ ἀμέλη καὶ ὁ μακάριος ἰ εζεκιὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πυρὸς συγκείμενον τὸν ὀφθέντα διηγησάμενος τὴν ἀποκάλυψιν· ἐπήγαγεν· τοῦτο ὁμοίωμα δόξης κυρίου κυ · καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν κύριον κν οὔτε αὐτὴν τὴν τοῦ κυρίου κυ δόξαν· ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης κυρίου κυ · κ αὶ ἐνταῦθα τοίνυν ὁ μακάριος δανιὴλ· διὰ μὲν τοῦ παλαιοῦ τῶν ἡμερῶν διδάσκεται τὸ αἰώνιον· οὕτω γὰρ καί τινες τῶν ἑρ μηνευτῶν νενοηκότες ἀντὶ τοῦ παλαιοῦ τῶν ἡμερῶν, ὁ παλαι ών τὰς ἡμέρας τεθείκασιν· ὅρα δὲ καὶ τῆς τριχὸς τὴν κα θαρότιτα καὶ τῶν ἐνδυμάτων τὴν λαμπρότητα· τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον οὐ μόνον τῆς θείας φύσεως ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμένων διδασκόμενος· τουτ ἔστιν δικαιο σύνης· προνοίας. κηδεμονίας, κρίσεως· ἐπειδὴ γὰρ εἶδεν τὸ κέρας ἀλαζονικοῖς μὲν χρώμενον λόγοις. τοῖς τε τοῦ θεοῦ θυ θεράπουσιν μυρίας καττΰον ἐπιβουλὰς. διδάσκεται διὰ τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος. ὡς οὐ παρορῶντος τοῦ θεοῦ θυ ταῦτα τολμάται· ἀλλὰ διὰ τὴν ἄρρητον συγχωροῦντος οἰκονομίαν καὶ ἵνα μή τις πάλιν ὑπολάβη βούλεσθαι μὲν τὸν θεὸν θν ἅτε δὴ ἀγαθὸν ὄντα τοῖς ἁγίοις ἐπαμύνειν. μὴ δύνασθαι δὲ, ὁ ρᾶ καὶ τὸν θρόνον ἐκ φλογὸς κατεσκευασμένον· καὶ τοὺς τροχοὺς ὡσαύτως πυρὸς ἔχοντας φύσιν καὶ ποταμὸν πυρὸς τὸν θρό νον ἕλκοντα· καὶ χιλίας μὲν χιλιάδας λειτουργούσας· μυρίας δὲ μυριάδας παρεστώσας· καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ θεοῦ θυ διεκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον· διὰ δὲ τῆς παλαιότητος τὸ αἰώνιόν τε καὶ σοφὸν καὶ ἥμερον· τούτοις ἐπάγει κριτήριον ἐκάθησεν καὶ βίβλοι ἠνεώχθησαν· ἀντὶ τοῦ κρίσεως λοιπὸν ἐδοκίμασεν εἶναι καιρὸν καὶ ἀνέπτυξεν τῶν ἑκάστω πεπραγμένων τὴν μνήμην· βΐβλους γὰρ τὰς μνήμας καλεῖ· εἰ δέ τις καὶ τὴν τοῦ κυρίου ὑπόσχεσιν ἡγεῖται ταῦτα αἰνίττεσθαι ἣν τοῖς ἀποστόλοις ἔδωκεν· τεθήσονται, λέγων δέκα καὶ δύο θρόνοι καὶ καθεσθέντες· κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ ϊσραὴλ ϊηκ . οὐδὲν ἀπεικός ὑπολαμβάνει ἀψευδής εἶ γὰρ ἡ τῆς ἀληθείας τῆς ἐπαγγελίας· ἐθεώρουν φησι τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει· θεωρῶν ἤμιν ἕως ἀνηρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς κατά λυσιν πυρός· διὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανίαν τοῦ κριτηρίου φησὶν γενομένου, κατελύθη καὶ ἡ τετάρτη βασιλεία καὶ τὸ σῶμαι τοῦ θηρίου ἐδόθη εἰς κατάλυσιν πυρός· προσήκει δὲ ἐπισημήνασθαι ὅτι οὐκ ἁπλῶς ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρός ἀλλὰ τὸ σῶμα αὐτοῦ εἶπεν· ἐπειδὴ γὰρ διὰ τοῦ θηρίου πᾶσαν τὴν βασιλείαν αἰνίττεται· ἐν δὲ τῆ βασιλεία οἱ μὲν εἰσὶν εὐσεβείας τρό φιμοι· οἱ δὲ κακίας ἐργάται· καὶ τοὺς μὲν. πνευματι πνι κοὺς. τοὺς δὲ. σαρκικοὺς προσαγορεύειν εἰώθαμεν. τῆ θεία γραφῆ πειθόμενοι εἰκότως οὐκ εἶπεν τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρὸς ἀλλὰ τοῦ θηρίου τὸ σώμα· τοῦτ ἔστιν τοὺς παχυτέρους καὶ σαρκικοὺς καὶ πνευματι πνι κὸν πεφρονηκότας οὐδέν· καὶ τῶν λοιπῶν δὲ θηρίων μετεστάθη ἡ ἀρχὴ καὶ μακαριότης ζωῆς ἐδόθη ἔως καιροῦ καὶ κ ι αι ροῦ· τῶν γὰρ φησὶν ἄλλων θηρίων ἤδη ἐπέπαυτο ἡ ἀρχὴ, ἐκ εἰ καὶ πολλῶν ἐτῶν περίοδον ἐν τῶ κρατεῖν καταναλωσάντων· φα νερὸς γὰρ ἐκάστω εἰς τὸ βασιλεύειν ὡρίσθη καιρός· τού τ ων δε φησιν οὔτω γινομένων καὶ τῶν μὲν ἄλλων βασιλειῶν ἤδη πρότερον παυσαμένων. τῶν δε τῆς τετάρτης βασιλείας τι μωρίας ἀξίων. τῶ πυρὶ παραδοθέντων· ἐθεώρουν φησιν ἐν οράματι τῆς νυκτὸς καὶ ϊδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνοῦ ὡς υἱὸς ἀνθρώπου ἀνου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῶ δουλεύσουσιν· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰ ώνιος· ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθα ρήσεται· ἀληθῶς εἰς καιρὸν εἴποι τίς ἂν πρὸς ϊουδαίους ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν· ὄψις πόρνης ἐγέ σηόλΙ νετό σοι· ἀπηνεσχύντισας πρὸς πάντα· τί γὰρ τούτων σα φέστερον τῶν λόγων· εὐαγγελικῶς γὰρ τῶ ὄντι μᾶλλον καὶ ἀποστολικῶς· ἢ προφητικῶς καὶ αινιγματωδῶς ταῦτα ὁ προφήτης ἐκήρυξεν· ὅπερ γὰρ ὁ κύριος κς ἐν τοῖς εὐαγγελίοις λέγει οτι ὄψεσθαι τὸν υἱὸν ὑν τοῦ ἀνθρώπου ἀνου ἐρχόμενον επὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνου μετὰ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ μακάριος παῦλος· ὁτι ὁ κύριος κς ἐν κελεύσματι ἐν φωνῆ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ θυ καταβήσεται ἀπ’ οὐρανοῦ οὐνου καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς δὲ οἱ ζῶντες οἱ περιλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτω πάντες σὺν κυρίῳ κῳ ἐσόμεθα· τ οῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μακάριος δανιὴλ, τὴν δευτέραν τοῦ σωτῆρος σρς ἐπιφάνιαν προθεσπίζων υἱὸν μὲν ἀνθρώπου ἀνου σαφῶς ἀποκαλῶν δι ἣν ἀνέλαβεν φύσιν· ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν· ἵνα δείξη τὴν ἐξουσίαν λαμβάνοντα καὶ τὴν τιμὴν καὶ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν ὡς ἄνθρωπον ἀνον · τοῦτο γὰρ καὶ ἐν τῶ δευτέρω ψαλμῶ ἐκ προσώπου αὐτοῦ τοῦ κυρίου κυ ὁ μακάριος λέγει δαβίδ δαδ · κύριος κς εἶπεν πρός με υἱός μου εἶ σὺ· ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ εμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατά σχεσίν σου τὰ πέρατα τῆς γῆς· τοῦτο δὲ καὶ ὁ μακάριος λέγει δανιὴλ πάντες γὰρ φησὶ λαοὶ γλῶσσαι αὐτῶ δουλεύσουσιν καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας· ἡ ἐξουσία αὐτοῦ φησὶν ἐξουσία αἰώνιος· ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· οὕτως οὖν γράψας τὴν ἀποκάλυψιν ἐπή γαγεν· ἔφριξεν τὸ πνεῦμά πνα μου ἐγὼ δανιὴλ ἐν τῆ ἕξει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλής μου συνετάρασσόν με· ἥ τε γὰρ ὄψις φησὶν φρικώδης ἦν· καὶ ἡ ἄγνοια τῶν αἰνιγμάτων ἐκύκα μου τὴν διάνοιαν καὶ θορύβων ἐπλήρου· προσῆλθον τοίνυν ἐνὶ τῶν εστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων· ἑστηκότας δὲ λέγει τὰς χιλίας χιλλιάδας καὶ μυρίας μυριάδας δι’ ὧν οὐκ ἀριθμὸν εἶπεν ῥητόν· ἀλλὰ τοῦ ἀριθμοῦ κρείττον ἐδήλωσεν· πλήθος τε τῶν λειτουργούντων καὶ τῶν παρεστηκότων· οἱ μὲν γὰρ τιμιώτεροι οὐκ ιστήκεισαν μόνον ἀλλὰ καὶ λειτουργεῖν ἐκελεύοντο· οἱ δὲ λοιποὶ· τῆ μετὰ δέους στάσει τὴν δουλείαν ἐμήνυον· καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων ανινων δικαστηρίων οἱ μὲν τῶν ὑπηκόων ἱστᾶσιν φοβερώτερον δεικνύντες τὸ δικαστήριον οἱ δὲ ἐξίασίν τε καὶ εἰσίασιν τῶ δικαστῆ τὰς ἀποκρίσεις κομίζοντες, οὕτως ἐν τῶ φοβερωτάτω δικαστηρίω εἶδεν ὁ δανιὴλ τὰς μὲν μυριάδας παρεστώσας· τὰς δὲ χιλίας χιλιάδας λειτουργεῖν ἐμπεπιστευ μένας· προσελθὼν τοίνυν καὶ ἐρόμενος τίς τῆς ἀποκαλύ ψεως ἡ ἑρμηνία ἔμαθεν παρά τινος τῶν ἐστώτων τὴν ἀλήθειαν· ἔ φη γάρ μοι ταῦτα· τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα· τέσσαρες βασιλείαι ἀναστήσονται ἐπὶ τῆς γῆς· αἳ ἀρθήσονται καὶ παραλή ψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἔως αἰ ῶνος τῶν αἰώνων· προσέχειν ἀκριβῶς δεῖ· ὅτι κἀνταῦθα τές σαρας εἶπεν βασιλείας· καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας· καὶ μὴ νο μίζειν τὸ ὄστρακον ἑτέραν εἶναι παρὰ τὸν σίδηρον βασιλείαν· καὶ γὰρ ἐκεῖ τὸ τέλος τῆς σιδηρᾶς βασιλείας ἀσθενέστερον ἔφη· καὶ ἐν ταῦθα ὡσαύτως τρία κέρατα ἔφη ἐκριζωθῆναι ἀπὸ τῶν δέκα ὡς ἀσθενέστερον δηλονότι διακείμενα· αὗται τοίνυν φησὶν αἱ βα σιλεῖαι διαλυθήσονται καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασιλεία τοῖς τοῦ θεοῦ θυ ἁγίοις δοθήσεται· ἐκείνην τοίνυν φησὶ ποθῶν μηδὲν ἡγοῦ τὰς τῶν ἀνθρώπων ἀνων βασιλείας τοῦ παρόντος βίου οὐκ εἰς μακρὸν δεξαμένας τὸ τέλος· εἶτα φησιν· ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου· ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον καὶ φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροὶ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· εἴσθιον καὶ ἐλέπτυνον καὶ τὰ λοιπὰ τοῖς ποσὶν αὐτοῦ κα τεπάτει· ἐπισημήνασθαι δεῖ ὅτι τοὺς μὲν ὀδόντας σιδηροῦς λέγει τοὺς δὲ ὄνυχας χαλκοὺς· ἡ μὲν γὰρ ῥωμαίων βασιλεία τὸν παρὰ πάντων δέχεται φόρον· διὸ τοὺς ὀδόντας ἔφη σιδηροῦς· ἐπειδὴ δὲ καὶ ἐκ τῆς μακεδονικῆς βασιλείας πολλοὶ εἰς τὴν πολιτικὴν ὁπλιτικὴν τε λοῦσι στρατείαν· ὅπερ δὲ εἰσὶν θηρίων ὄνυχες τοῦτο βασιλεῖ στρατιῶται εἰκότως ἔφη τοὺς ὄνυχας χαλκοῦς ἐπειδὴ καὶ τὴν τρίτην βασιλείαν χαλκῆν προσηγόρευσεν· ἐπυνθανόμην γάρ φησι καὶ περὶ τῶν κε ράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ καὶ τοῦ τετάρτου τοῦ ἀναβάντος καὶ ἐκτεινάξαντος τῶν προτέρων τρία· καὶ τό κέρας ἐκεῖνο ὧ ὀφθαλμοὶ αὐτῶ καὶ στόμα λαλοῦν μεγάλα καὶ ἡ ὄ ρασις αὐτοῦ μείζων τῶν λοιπῶν· οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄνω μὲν σμικρὸν ἔφη τὸ κέρας· ἐνταῦθα δὲ τὴν ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει δὲ προςέχειν τοῖς λεγομένοις ἀκριβῶς· ὅτε μὲν γὰρ φυόμενον εἶδεν τὸ κέρας. μικρὸν αὐτὸ προσηγόρευσεν· ὡς καὶ ἀπὸ σμικροῦ ἔθνους αἰρώμενον τοῦ ϊουδαίων. καὶ ἀφανὴ τέως τὴν βασιλείαν ἔχον· μετὰ δὲ τὸ ἐκριζῶσαι τρία κέρατα τῶν πρὸ αὐτοῦ εἰκότως τὴν ὅρασιν αὐτοῦ μείζω τῶν λοιπῶν ἀποκαλεῖ· ἐπιφέ ρει τοίνυν, ἔτι πυνθανόμενος τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ΐσχυσεν πρὸς αὐτούς· ἀντὶ τοῦ ἐταπί νωσεν αὐτούς ἔως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν· καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι· ϊκέτευσα φησι μαθεῖν τίνα τὸ κέρας ἐκείνο αἰ νίττεται· τύφω μὲν χρώμενον. ἀλαζονικοὺς δὲ λόγους προσφέ ροντα· ταπινοῦν ταδὲ τὴν τῶν ἁγίων συμμορίαν· ἔως ἂν ὁ πα λαιὸς τῶν ἡμερῶν τῆ μὲν δικαίᾳ χρήσηται ψήφω· ἀποδῶ δὲ καὶ τοῖς ἁγίοις τὴν βασιλείαν καὶ τὸ ἐκείνου καταλύσει κράτος· καὶ εἶπεν μοι φησὶν, οὕτως· τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῆ γῆ· ἥτις ὑπερέξει πάσας τὰς βασιλείας· καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει αὐτήν· τ αῦτα δὲ οἱ μὲν πάλαι δι αἰνιγμάτων ἐμάνθανον· ἡμεῖς δὲ τῆ πείρα με μαθήκαμεν· ὁρῶμεν γὰρ τῆς προρήσεως τὴν ἔκβασιν· τῶν εἰσφο ρῶν τὴν εἴσπραξιν. τὴν κρατοῦσαν τῶν πλειόνων πενίαν καὶ τὰ ἄλλα καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν γινόμενα· καὶ τὰ δέκα κέρατα αὐτοῦ φησὶν δέκα βασιλεῖς ἀναστήσονται· ἐπισημείνασθαι δὲ χρὴ ὅτι οὐκ εἶπεν αὐτοὺς ἀναστήσεσθαι ἕνα καθ ένα ἀλλήλους διαδεχο μένους· ἀλλὰ κατὰ τ’αὐτὸν ἀναστήσεσθαι· καὶ ὅτι ταῦθ’ οὕτως ἔχει τὰ ἐπαγόμενα μαρτυρεῖ· καὶ ὀπίσω γὰρ αὐτῶν ἀναστήσεται βασιλεὺς ἕτερος ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν καὶ τρεῖς βασιλεῖς ταπεινώσει· εἰ δὲ μὴ κατὰ τ’αὐτὸν ἐβασίλευον ἀλλὰ καθ’ ένα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος· πῶς οὗτος τρεῖς κατὰ τ’αὐτὸν τῶν πρὸ αὐτοῦ ταπεινώση· οὐκοῦν εὔδηλον ὡς τοὺς δέκα πρὸς τῷ τέλει κατὰ ταυτὸν ἀναστήσεσθαι προλέγει· αἴσχατον δὲ τὸν ἀντίχριστον ἀνιστάμενον· καὶ τῆς βασιλείας ἀντιλαμβανόμενον· ὃν πολεμή σειν μὲν αὐτοῖς φησὶν. τρεῖς δὲ ἐξ αὐτῶν καταλύσειν· μὴ ἀρκού μενον δὲ τῆ κατὰ τῶν ἀνθρώπων ἀνων νίκη καὶ λόγους φησι πρὸς τὸν ὕψιστον λαλήσειν· καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσειν καὶ ὡς ένια τῶν ἀντιγράφων ἔχει ταπινώσει καὶ ὑπονοήσει ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τοσαύτη γὰρ φησὶ λύττη χρήσεται καὶ μανία ὡς ἀλαζο νικοὺς μὲν καὶ βλασφήμους λόγους ἀκοντήσαι κατὰ τοῦ ὑψίστου θεοῦ θῦ · πᾶν δὲ εἶδος τιμωρίας τοῖς εὐνοεικῶς αὐτῶ δουλεύουσι καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγαγεῖν· ὑποτοπίσει δὲ ὡς καὶ παντά πασιν καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν καὶ τὴν ἀρίστην αὐτῆς πολιτείαν ἀμείψει· τοῦτο γὰρ ἠνίξατο εἰρηκώς ὑπονοήσει τούτου ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τουτέστιν κατ’ ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πολιτείαν· εἶτα ἐπάγει καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ τοῦτ ἔστιν συγχωρήσει ἡ τοῦ θεοῦ θυ προμήθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρίας τὸν χρόνον· οὐ γὰρ εἰς τέλος ἐπιλησθή σεται ὁ πτωχός· καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα εἰρηκώς δοθήσεται ἐν χειρὶ αὐτοῦ ἐπήγαγεν· ἔως καιροῦ καὶ καιρῶν· καὶ ἥμισυ καιροῦ· τοῦτο δὲ σαφέστερον ἐν τῶ τέλει τῆς προφητείας ἡμᾶς ἐδίδαξεν· ἀπὸ καιροῦ γὰρ φησὶν παραλ λάξεως τοῦ ἐνδελεχισμοῦ· καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα· καιρὸν οὖν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ τρία ἥμισυ ἔτη λέγει· ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει· ἀλλὰ τὸ κριτήριον ἐκάθεισεν· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσιν τοῦ ἀφανῆσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους· τοῦτο δὲ κ αὶ ὁ μακάριος ἡμᾶς σαφῶς ἐδίδαξεν παῦλος· εἰρηκὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν προσέθηκε καὶ ταῦτα· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος· ὃν ὁ κύριος κς ϊησοῦς ϊς ἀναλώσει τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ· καὶ καταρ γήσει τῆ ἐπιφανεία τῆς παρουσίας αὐτοῦ· οὖ ἔστιν ἡ παρουσία κατ ἐνέργιαν τοῦ σατανᾶ ἐν πάση δυνάμει· καὶ σημείοις καὶ τέρασιν ψεύδους· καὶ ἐν πάση ἀπάτη τῆς ἀδικίας ἐν τοῖς ἀπολ λυομένοις· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δεῖ τὸ κατέχον ἄρτι ἐκ μέσου γενέσθαι· σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη καὶ λήξει ἡ τῶν εἰδόλων ἐξαπάτη· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος· τ οῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ϊεροῖς εὐαγγελίοις ἔφη· κηρυχθήσεται γὰρ τὸ εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς καὶ τότε ἥξει τὸ τέλος· ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος παῦλος διδάσκει θεσσαλονικέας καὶ δι’ ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστάς· ὅτι μὴ νομίσητε νῦν φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρὸν· δεῖ γὰρ πρώτερον σβεσθῆναι τὴν κατέ χουσαν τῶν εἰδώλων πλάνην· καὶ κρατυνθῆναι τῶν εὐαγγελίων τὸ κήρυγμα· εἶθ οὕτως ἀποκαλυφθῆναι τὸν ἄνομον· εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον· ὁ κύριος κς φησιν ϊησοῦς ϊς ἀναλώσει τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ καὶ καταργίσει τῆ ἐπιφανία τῆς πα ρουσίας αὐτοῦ· ἔπειτα δείκνυσῖ καὶ τίνα τρόπον ἐπιφαίνεται· οὗ ἐστὶν φησιν ἡ παρουσία κατ ενέργιαν τοῦ σατανᾶ· μιμήσεται γὰρ ὁ διάβολος τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ κα θάπερ ὁ κύριος κς δι’ ἀνθρωπίας φύσεως ἐπιφανεὶς· τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν σριαν οὕτως καὶ ὁ διάβολος ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονηρίας λαβὼν δι αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐπιδεί ξεται· ψευδέσι σημείοις καὶ τέρασι καὶ φαντασία θαυμάτων τοὺς ραθύμους τῶν ἀνθρώπων ἀνων ἐξαπατῶν· καὶ διδάσκων τί δήποτε· ταῦτα συγχωρεῖ γενέσθαι ὁ τῶν ὅλων θεὸς θς · ἐπήγαγεν, ἀνθ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ θεὸς θς ἐνέργιαν πλάνης εἰς τὸ πιστεύσαι αὐτοὺς τῶ ψεύδει ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῆ ἀληθεία· ἀλλ εὐδοκήσαντες τῆ ἀδικία· ταὐτὸ δὲ τοῦτο καὶ ὁ κύριος κς πρὸς ϊουδαίους ἔφη· ἐγὼ ἦλθον ἐν τῶ ὀνόματι τοῦ πατρός πρς μου καὶ οὐκ ἐ δέξασθ αί ε με· ἔρχεται ἄλλος ἐν τῶ ὀνόματι τῶ ϊδίω κἀκεῖνον λήψεσθε· ταῦτα δὲ διδάσκων ὁ ἄγγελος τὸν δανιὴλ ἔφη· ὅτι λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς και νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ· καὶ καιρῶν· καὶ ἥμισυ καιροῦ· καὶ τ ὸ κριτήριον ἐκάθησεν· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσιν τοῦ ἀφανῆσαι καὶ τοῦ ἀπωλέσαι ἕως τέλους· ὁρᾶτε πῶς τὰ αἰνιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ερμηνευόμενα σαφῶς ὁ μακάριος ἐδίδαξεν παῦλος· καὶ ὁ κύριος κς δὲ τὰς κατὰ τῶν ἁγίων ἐπαναστάσεις προσημαίνων ἔλεγεν· ἔσται θλίψις μεγάλη οἷα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι· οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι· εἶτα· συμβουλεύσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ δι’ ἐκείνων πᾶσιν ἀνθρώποις ἀνοις μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν χριστὸν χν · οὐκέτι γὰρ κρύβδην καὶ λάθρα· ἀλλ ἀναφανδὸν μετὰ δόξης φανήσεται· ἐπήγαγεν· τότε ὄψονται τὸν υἱὸν ὑν τοῦ ἀνθρώπου ἀνου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνου μετὰ δυνάμεως καὶ δόξης πολλῆς καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων· ἀπ’ ἄκρων τῶν οὐρανῶν οὐνων ἕως ἄκρου αὐτῶν· ταῦτα καὶ τῶ δανιὴλ π ρολέγων ὁ ἄγγελος ἐπήγαγεν οἷς ἤδη εἶπεν· καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων· τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ὀυνου ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῶ δουλεύσουσιν καὶ ὑπακούσονται· ἕως ὧδε τὸ πέρας τοῦ λόγου τουτ ἔστιν πάντων τῶν κατὰ τὸν βίον πραγμάτων, τοῦτο τὸ τέλος· τὸ παύσασθαι μὲν ἁπάσας τῆς γῆς τὰς βασιλείας· δοθῆναι δὲ τοῖς τοῦ ὑψίστου ἁγίοις τὴν αἰώνιον βασιλείαν· βασιλεύοντας δὲ ὑπακούειν αὐτῶ καὶ δουλεύειν εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βα σιλεία καὶ τὸ τέλος οὐ δεχομένη· τούτων ἀκούσας φησὶν ἐγὼ δανιὴλ δέους ἐνεπλήσθην πολλοῦ· ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοὶ· ἀλλὰ κυκᾶσθαι καὶ διηνεκῶς ταράττεσθαι· καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέξασθαι· ἀλ λ ὅμως οὐκ ἔκπτυστα πεποίηκα τὰ ὑποδειχθέντα μοι μυστή ρια, ἀλλ’ ἐν τῆ καρδία τηρῶν αὐτὰ διετέλουν· ὁ μὲν οὖν μακά ριος δανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν· ἐγὼ δὲ τὴν ϊουδαίων κατη γορίαν ἐπὶ τοῦ παρόντος ἀφεὶς, θαυμάζω κομιδῆ τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς, μακεδονικὴν βασιλείαν τὸ τέ ταρτον θηρίον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς ϊδεῖν πρῶ τον μὲν ὅτι τὸ τρίτον θηρίον τέσσαρας εἶχεν κεφαλὰς ὃ σαφῶς ἐδήλου τὴν γεγενημένην μετὰ τὴν τοῦ ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρ ει η διαίρεσιν· ἔπειτα δὲ προς έχειν ἔδει ὡς καὶ τὸ τέταρτον θηρίον δέκα κατὰ ταὐτὸν κέρατα ἔσχεν· ὡς τὸ μικρὸν κέρας τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρις δὲ ἀλλ οὐ δέκα βασιλεῖς τὴν ἀλεξάνδρου βασιλείαν δι εδέξαντο· καὶ ἵνα τὰ ἄλλα καταλιπὼν ἐπὶ τὸ τέλος ἔλθω ἔδει καὶ τοῦτο συνιδεῖν· ὅτι μετὰ τοῦ τετάρτου θηρίου τὴν ἀναίρεσιν τοῖς ἁγίοις τοῦ ὑψίστου τὴν βασιλείαν ἔφη δοθήσεσθαι· διὸ καὶ τὸ κρι τήριον ἐκάθισεν· οἱ δὲ ἅγιοι τοῦ ὑψίστου οὐ μετὰ ἀντίοχον τὸν ἐπιφανὴ τὴν βασιλείαν ἐδέξαντο· εἰ δὲ καὶ ϊσχυν τινὰ ἔλαβον οἱ μακάριοι μακκαβαίοι ἀλλ’ οὐκ επι πλεῖστον· ὁ μὲν γὰρ ϊούδας τρία ἐστρατήγησεν ἔτη· ὁ δὲ ϊωνάθαν ἐννεα καὶ δεκα· ὁ δὲ σίμων ὀκτώ· οἱ δὲ ἄλλοι ἵνα μὴ καθ’ εκαστον διεξιών μήκος ἐργάσωμαι τῶ λόγω· ὀλίγον τινα κρατοῦντες χρόνον· ἢ τῶ θανάτω ἐσβέ νυντο· ἢ περιστάσεσί τισὶν ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο· ἄλλως τε δὲ οὔτε πάντες ἅγιοι οὗτοι· ἔνιοι γὰρ καὶ πονηροὶ ἐν αὐτοῖς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας αὐτοὺς ἁγίους εἶναι τούτους ἡρώδης καταλύσας ἁπάσης βασιλεὺς ἀνεδείχθη τῆς ϊουδαίας· πῶς τοίνυν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον ὅτι μετὰ τὴν τοῦ κέρατος ἐκείνου κατάλυσιν ἡ βασιλεία, καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνου ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰ ώνιος· τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς μακκαβαίοις· οὔτε γὰρ βασιλείαν ἐπιστεύθησαν ἀλλὰ στρατηγοῦντες ἐνίκων καὶ ταχὺ τέλος ἐδέξαντο· λείπεται τοίνυν τὴν ῥωμαϊκὴν βασιλείαν νοεῖν τὸ τέταρτον θηρίον· ἐν γὰρ τῶ ταύτης τέλει οἱ μὲν δέκα βασιλεῖς κατὰ ταὐτὸν ἀναστήσονται· ὁ δὲ πάσης πονηρίας δημιουργὸς καὶ διδάσκαλος, ἔσχατος ἀναφανήσεται· ἐκείνα ποιῶν τε καὶ πάσχων ἃ ἐδιδάχθημεν· μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν· ἡ τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἀναφανήσεται παρουσία. καὶ τὸ πάντων ἀνθρώπων ἀνων γενήσεται κριτήριον· καὶ ἀνοιγήσονται μὲν αἱ βίβλοι τῶν ἑκάστω βεβιωμένων αἱ μνῆμαι· παραδοθήσεται δὲ πυρὶ τὸ τοῦ θηρίου σώμα. τοῦτ ἔστιν οἱ μὲν τῆς ψυχῆς ἀφελόμενοι τὸ κράτος. τῶ δὲ σώματι τὴν ἐξουσίαν προσνείμαντες. καὶ σαρ κικῶ φρονήματι διὰ βίου χρησάμενοι· ἀποδώσει δὲ ὁ δίκαιος κριτὴς τοῖς ἁγίοις τὴν βασιλείαν βοῶν. δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός πρς μου κληρονομίσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι λείαν πρὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπία φιλανα τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:—