λόγος γ ἔ τους ὁκτωκαιδεκάτου ναβουχοδονόσωρ βασιλεὺς ἐποί ησεν εικόνα χρυσὴν· καὶ ἔστησεν αὐτὴν ἐν πεδίω δεειρὰ ἐν χώρα βαβυλῶνος· ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος φιλάνος δεσπότης· ἄτε δὴ ποιητὴς καὶ δημιουργὸς βούλεται πάντας ἀνθρώπους ἀνους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ελθεῖν· καὶ oὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ως τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζὴν· οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγμα τεύεται σωτηρίας σριας · οἱ δὲ αναλγησίαν νοσοῦντες καὶ τῶ ἀνεικέστω πάθει τῆς ἀλαζωνίας δουλεύοντες· οὐδὲμίαν ἐκ τῶν θεί ων φαρμάκων ὠφέλειαν καρποῦνται· ἀλλ ̓ εοίκασι τισιν ἀρρώστοις ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ιατρικῆς τέχνης προσαγομένην αὐτοῖς θεραπείαν· ἀκρασία δὲ καὶ ἀταξία πολλῆ χρωμένοις καὶ τὴν ἐπικειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον· τοιοῦτος ἢν οὗτος ὁ ἀλαζῶν βα σιλεύς ὡ ὁ ς τοῦ θεοῦ θυ τῶν ὅλων ἀμέτρω φιλανθρωπία φιλανια χρησαμένου καὶ μετὰ τὰς μυρίας παρανομίας τὲ καὶ δυσσεβείας θε ραπείαν αὐτῶ προσενηνοχότως καὶ ὑποδείξαντος τής τε παρούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον καὶ τῆς ἀρετῆς τὸ ὑψηλον τὲ καὶ περίβλεπτον, καὶ τοὺς δωριαλώ τους· καὶ τὸν τῆς δουλείας ζυγὸν φέρειν ἡναγκασμένους ἀπο φαίνει λαμπροὺς· εὐθὺς μὲν ἐθαύμασεν τὴν τοῦ προφήτου σοφίαν καὶ τὸν τούτου θεὸν θν τῶν ὅλων εἶναι θεὸν θν ὡμολόγησεν· ὀλίγου δὲ χρόνου διελθόντος εἰς ἑαυτὸν ἐπανῆλθεν ὥσπερ κύων εἰς τὸν ἴδιον ἐμετόν ἤ φησιν ἡ θεία γραφῆ· καὶ κατασκευάζει μὲν εἰκόνα χρυσὴν τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἑξήκοντα τὸ δὲ εὔρος πήχεις ἓξ· καὶ ταύτην ἐν ισωπέδω στήσας χωρίω· ὥστε ἴσως ἁπάντων ὑπερἔχειν καὶ ὑπο πάντων ὁμοίως ὁράσθαι. παρὰ πάντων αὐτὴν κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων· οὐκ ἁπλῶς δὲ οὗτος τῆς ἀλαζονίας ὁ τρόπος· ἀλλ ̓ ἀντίθεος ἄντικρυς καὶ θεομισὴς· ἐπειδὴ γὰρ ὁ θεὸς θς ὅναρ αὐτῶ μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιημένην καὶ διὰ τούτων αὐτῶ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν ἀντιστρατευόμενος τῷ θεῷ θῷ τὸν οἰκεῖον τύφον· κατασκευάζει δὴ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῇ δεδωκὼς ὅσον ἡ τῶν ἀνθρώπων ἀνων παρασχεῖν ἡδύνατο τέχνη· oὐκέτι δὲ ταύτην ἐκ χρυσίου καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ ἀ λλ ̓ ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ κατασκευάζει οἱόμενος ὁ δείλαιος οὖτος, ψευδεῖς ἀποδείξειν του θεοῦ θυ τὰς προρρήσεις κ αὶ ἐπειδὴ ὁ μακάριος δανιὴλ τὸ ἐνύπνιον ἐρμηνεύων αὐτὸν εἶναι έφη τὴν κεφαλὴν τὴν χρυσὴν τοῦτέστιν τῶν βαβυ λωνίων εἶτοῦν ἀσσυρίων βασιλείαν· τὰ δὲ ἄλλα μόρια τῆς εικόνος ἐκ τῶν ἄλλων ὑλῶν αἳ τὴν κεφαλὴν διεδέξαντο· αὐτὸς πᾶσαν ἐκ τοῦ χρυσίου τὴν εἰκόνα κατασκευάζει συνήγαγεν φησὶν πάντας τοὺς σατράπ ου α ς ὑπάτους τὲ καὶ στρατηγοὺς καὶ τοπάρχας ἡγουμένους τε καὶ τυράννους καὶ τοὺς ἐπε ξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χώρων ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος. ἧς ἔστησεν ναβουχοδονόσωρ, ο βασιλεὺς· καὶ τούτων δὲ ἕκαστον τὴν ἄκραν ὑπερηφα νίαν παραδηλοὶ· οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπη κόων εἰς τὴν τῆς εικόνος συνεκάλεσεν ἑορτὴν· ἀλλὰ το ὺ ύ ς τε τοπάρχας οἵ τῶν οικείων ἐθνῶν ἐβασίλευον· καὶ τοὺς ὑπο κειμένους τούτους σατράπας. καὶ τοὺς στρατηγοὺς τοὺς τῶν σατράπων τὴν ηγεμονίαν πεπιστευμένους· καὶ εί τι ἕτερον εἶδος ἀρχῆς παρ εκείνοις ἐνενόμιστο· καὶ ευθὺς μὲν ἡ κλήσις ἁπλὴ τίς ενομίζετο· ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυρευόμενον ἐφοράθη· ἐπειδὴ γὰρ συνῆλθον ἅπαντες. ὁ κήρυξ φησὶν ἐβόα ἐν ισχύει τοῦτέστιν μεγίστη χρώμενος τῆ φωνῆ ὑμῖν λέγεται ἔθνη λαοὶ. φυλαὶ γλώσσαι· ἣ ἂν ῶρα ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος· σύριγγός τε καὶ κηθάρας σαμβύκης τε καὶ ψαλ τηρίου καὶ συμφωνίας. καὶ παντὸς γένους μουσικῶν. πίπτον τες, προσκυνεῖτε τῆ εικόνι τῆ χρυσῆ· ἢ ἔστησεν ναβουχοδονόσωρ, ·ὁ βασιλεύς· καὶ ὃς ἂν μὴ πεσῶν προσκυνήσει, αὐτῆ ῶρα ἐμ βληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· oὕτως ἤρπασεν ο δείλαιος ὡς ἐνόμησεν τὴν θειαν τιμὴν· καὶ οὐκ ἀ πέχρησεν αὐτῶ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῆ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνομο θέτησεν· καὶ καταπλήττει μὲν ἅπαντας τή τε ὕλη καὶ τῆ τέχνη· καὶ τῷ μεγέθει τῆς εἰκόνος κατακήλει δὲ καὶ καταθέλγει τῇ παντοδαπῆ τῶν μουσικῶν ὀργάνων ἠχή· τοὺς δὲ μήτε τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους· μὴ δὲ ὑπὸ τῆς τῶν ὀργάνων ὠδῆς τὲ καὶ ἡδονῆς καταθελγομένους τῆ ἀπειλῆ τῆς καμίνου δεδίττεται· καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτεν τοῦ σκοποῦ· εόρα γὰρ ἅπαντας τὸ κελευόμενον ποιούντας· καὶ φόβω καὶ ἡδονῆ δουλεύειν εἰθισμένους· μόνοι δὲ ο ἱ τρισμακάριοι παίδες ἐκεῖνοι τὴν πατρώαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλία φυλάξαντες· ἀνανίας, καὶ αζαρίας καὶ μισαὴλ· ηρνήθησαν δε τ ὴν προσκύνησιν· οὐκ έλαθον δὲ τοὺς δυσσεβεία συζῶντας χαλδαίους οἳ κοινωνοὺς ἅπαντας ἔχειν τῆς ἀσε βείας ἠβούλοντο· αὐτίκα τοίνυν· πρόσ ει ια σι μὲν τῶ βασιλεῖ· ἀναμιμνείσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου διαρρίδην δια γορεύοντος ἅπασιν τοῖς ὑπηκόοις προσκυν εὶ ν τὴν εἰκόνα· καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμέν ους οις ἀπειλ ουσι οῦντος τὴν κάμινον· εἰσἀγγέλουσι δὲ. τοὺς ιεροὺς ἄνδρας ἐκείνους λέγοντες· ὅτι εἰσὶν ἄνδρες ιουδαίοι οὓς κατέστησας ἐπὶ τὰ έργα βαβυλῶνος· σεδράχ· μισὰκ άβδεναγὼ οἱ ἄνδρες ἐκεῖνοι οὐχ ̓ ὑπήκουσαν τῶ δόγματί σου βασιλεῦ· καὶ τόν τε οἰκείον φθόνον διὰ τούτων παραδηλοῦσιν. τοῦ τε βασιλέως ἐξάπτουσι τὴν ὀργὴν αἰνιττο μενοι διὰ τούτων καὶ μονονουχὶ λέγοντες· ὅρα τίνας ἡμῶν προ τετίμηκας. τίσιν τῶν βαβυλωνίων ἡγεμονίαν ἐπίστευσας. οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἡβουλήθησαν καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι, ἀλλὰ τῆς τιμῆς τὸ μέγεθος ἀτιμίας ἀφορμὴν ἐποιήσαντο ἄντικρυς τοῖς σοῖς ἀντιλέγοντες νόμοις· καὶ τὰ σὰ πληροῦν οὐκ ανεχόμενοι δόγ ματα· οὐκ ἐντεύθεν δὲ μόνον ἐστὶν θεωρήσαι τὸ τυραννικὸν τὲ καὶ ἄγνωμων, ἀλλὰ καὶ ἐτέρωθεν καταμαθεῖν δυνατὸν ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἀρμόττον· οὒς γὰρ νομίζεις θεοὺς οὐ νομί ζουσιν καὶ τὴν προσήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυ νουμένοις θεοῖς οὐ προσφέρουσιν καὶ τῆς εἰκόνος δὲ τὴν προσ κύνησιν ἣν ἅπαντες οἱ ἐρχόμενοι προσενηνόχασιν ἡρνή θησαν προφανῶς· τούτων ἀκούσας ὁ φραινοβλαβῆς ἐκεῖνος βασιλεὺς καὶ ἐπιλαθόμενος τῶν ὑπ ̓ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων· ἐπ αληθείας ὁ θεὸς θς ὑμῶν αὐτός ἐστιν θεὸς θς τῶν θεῶν. καὶ κύριος κς τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον· πυνθάνεται δὲ εἰ τῷ ὄντι κοινωνεῖν αὐτῷ τῆς τῶν θεῶν οὐκ εθέλουσι θεραπείας καὶ τῆς εικόνος φεύγουσι τὴν προσκύν η σιν· εἶτα παρενεῖ καὶ συμβουλεύει τοῦτο ποιεῖν τῆ τοῦ πυρὸς ἀπειλῆ δεδιττόμενος· ἐὰν γὰρ φησι μὴ προσκυνήσητε αὐτῆ τῆ ῶρα ἐμβληθήσεσθαι εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· ἔπειτα τὴν άρ ρητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμὰ· καὶ τίς ἐστιν ὁ θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οὕτω ταχέως ὃν ὠμολόγησεν ἐβλασφήμησεν· καὶ θεὸν θν θεῶν ἀπεκάλεσεν καὶ ἀνθρώπου ἀνου ἀσθενέστερον ὑπέλαβεν εἶναι ὃν κύριον κν βασιλέων προση γόρευσεν. νικὰν ὁ δείλαιος ἐνεανιεύσατο· προγονικὰ δὲ αὐτῶ τὰ τοιαῦτα τολμήματα· καὶ γὰρ ὁ σεναχειρὶμ ἐκείνος στρατεῖα μεγίστη κατὰ τῆς ιερουσαλὴμ χρησάμενος ἐπιστέλλων τῶ ἐζεκία τοιαῦτα ἐφθέγξατο· μή σε ἀπατάτω ὁ θεός θς σου ἐφ ῶ σὺ πέποιθας ἐπ αυτῶ ὁτι ῥύσεται ἱερουσαλὴμ ιλημ ἐκ χειρός μου μὴ ἐρύσαντο θεοὶ τῶν ἐθνῶν ἔκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χει ρός μου· ποῦ ὁ θεὸς θς ἔμαθες· καὶ ποῦ ὁ θεὸς θς ἀρφαδ· καὶ ποῦ ὁ θεὸς θς τῆς πόλεως σεραφιμ σεπφαρὶμ · μὴ ἡδυνήθησαν ρύσασθαι σαμάριαν ἐκ χειρός μου· ὅτι ρύσεται κύριος κς τὴν ἱερουσαλὴμ ιλημ εκ χειρός μου· ἀλλ ̓ εὐθὺς καὶ παραχρήμα ἔλαβεν τῆς βλασφημίας τα ἐ πίχειρα καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες ὑφ ̓ ἑνὸς ἀνηρέθησαν ἀγγέλου· αὐτὸς δὲ φυγῶν καὶ τὴν ἐνεγκοῦσαν καταλαβῶν σφαγέας οὓς ἐγέννησεν ἔσχηκεν· ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλώτταν ἐκείνησεν δέχεται τὴν σφαγὴν παρὰ ἀνθρώπων ἀνων οὒς ἐγέννησεν· ἀλλ οὐδὲ τούτου παράδειγμα τ τοῦ ῶ ναβουχοδονόσορ ἐχαλίνωσεν τὴν γλώτταν· οὔτε τὸ ἐνύπνιον ἐκείνο τὰς τῶν βασιλέων ὑποδείξαν δεαδοχ ᾶ ὰ ς ἐδίδαξεν σωφρονεῖν ἀλλ ̓ ἔμεινεν κατὰ τοῦ πεποιηκότος λυττῶν· ἀντιστρατεύει δὲ αὐτῶ οὐκ ἄγγελον ὅσπερ ἐπὶ τοῦ σενα χειρὶμ ἐκείνου πεποίηκεν· ἀλλὰ τρία παιδάρια αἰχμάλωτα τὴν ξένην οἰκεῖν ἡναγκασμένα τὸν τῆς δουλείας ἔλκοντα ζυγὸν νέαν ἄγοντας τὴν ἡλικίαν ἐν αὐτῶ ὄντας τῶ ἔαρι τοῦ χρόνου· οὗτοι γὰρ παραὐτίκα τῆς λύττης ἐκείνης καὶ μανικῆς βλασφη μίας ἀκούσαντες θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο· καὶ ἀπε κρίθησαν καὶ εἶπον τῶ βασιλεῖ· οὐ χρίαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναι σοι· περιττὴ φησὶν ἡ πεῦσις ἡ παρα σοῦ ἡμῖν προσαγομένη· ἃ γὰρ ἐφρονοῦμεν καὶ νῦν φρο νοῦμεν καὶ οὐδεμίαν μεταβολὴν ἐκ τῶν σῶν ἀπειλῶν δεξώμεθα. ἔστιν γὰρ ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ουνοῖς ὧ ἡμεῖς λατρεύομεν· δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ρύσεται ἡμᾶς· τίς οὐκ ὰν εἰκό τως ἐκπλαγείη, τῶν μακαρίων τούτων νέων τὴν ἀνδρειαν· τὴν σοφίαν τὴν εὐσέβειαν τὴν περὶ τοὺς νόμους δικαιοσύνην· τὴν περι πάντα σοφροσύνην· τὸ μὲν γὰρ μὴ καταπλαγῆναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον μετὰ πάντων ὡς έπος εἰπεῖν ἀνθρώπων ἀνων ἀντιτεταγμένον καὶ τὴν μεγίστην ἐκείνην πυρὰν οὐ λόγοις μόνον ἀπειλουμένην ἀλλὰ καὶ ὀρωμένην τὴν ἀδάμαν τος στερροτέραν ἀνδρείαν αὐτοῖς μαρτυρεῖ· τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμήσαι ζωῆς ποῖας δικαιοσύνης ὑπερβολὴν καταλείπει· τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει τὸ μήτε θράσεσιν κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις μήτε δειλία πάλιν καταισχύναι τὸ γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις ἀντι τεθεῖσα εὐσέβεια· ὁ μὲν γὰρ ἔλεγεν τίς θεός θς · ὃς ἐξελεῖται ὑμᾶ ς ἐκ τῶν χειρῶν μου· οἱ δὲ εβόων· ἔστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανῶ ουνω · ὧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· μὴ γὰρ δὴ νομίσης τὸν ἡμέτερον θεὸν θν τοῖς σοῖς ἐοικέναι θεοῖς· ἐκείνων γὰρ εἰκότως καταφρονεῖς ἐξ ὕλης καὶ τέχνης ἐσχηκό των τὸ εἶναι· ὁ δὲ ἡμέτερος θεὸς θς οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ τῶν ἁπάντων δημιουργὸς δύναμιν ἔχων ἣν δείκνυσι τα ορώμενα· τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις οὐ ράδιον καθιδεῖν· τοῦτον πρεσβεύοντες, τὴν παρ ̓ αὐτοῦ βοήθειαν ἀναμένομεν· ἱκανὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν καὶ τῆς κα μίνου τοῦ πυρὸς ἢν σὺ κατεσκεύασας· τὰ δὲ μετὰ ταῦτα ῥηθέντα οὐδεμίαν ἀνδρείας καὶ φιλοθεΐας ὑπερβολὴν καταλείπει· εἰρηκότες γὰρ ἐστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς, εὐθὺς ἐπήγαγον· καὶ ἐὰν μὴ γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοίς σου οὐ λατρεύομεν καὶ τῆ εἰ κόνι ἧ ἔστησας, οὐ προσκυνοῦμεν· οὐ γὰρ ἐπι μισθῷ τῷ ἡμετέρῳ δεσπότῃ δουλεύομεν. ἀλλὰ φίλτρῳ καὶ ποθᾳ νυττόμενοι πάντων ὁμοῦ τὴν τοῦ θεοῦ θυ ἡμῶν προαιρούμεθα θερα πείαν· οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰ τούμεν ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν καὶ προμηθειαν στέργομεν καὶ τὸ συνοίσειν μέλλον οὐκ ἰδότες τῶ κυβερνήτη παραχωρούμεν εἰθύνειν ὡς ὰν ἐθέλη· ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἡπει λημένων ισχύει κακῶν, σαφῶς ἐπιστάμεθα· εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν ἀγνοοῦμεν· σοφῶ δὲ ὄντι παραχωρούμεν πρυτα νεύοντι καὶ δεχόμεθα τὴν ψήφον, ταύτην ἡμῖν συμφέρειν πιστεύοντες· εἴτε οὖν ρύεται εἴτε καὶ μὴ, τῆς εἰκόνος σου καὶ τῶν θεῶν σου φεύ γομεν τὴν προσκύνησιν· πρὸς τοιαύτας σοι ψυχὰς ἡ παράταξις· ὃν ἂν ἐθέλεις τρόπον ἀνταγονίζου· οὔτε καταθέλξεις τιμῶν οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ ἡμῖν ὁ θεὸς θς ἐρασμιώ τατός τε καὶ φοβερώτατος. τί τούτων ὑψηλότερον τῶν ῥημάτων. τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσείκι φωνὴν· τὸ γὰρ τί προσεὐξώμεθα καθ ὸ δεῖ οὐκ οίδαμεν· ἀλλ ̓ ὁ θηριῶδης ἐκεῖνοις καὶ μανιώτατος τύραννος ἔμπλεως θυμοῦ γενόμενος ὡς καὶ δηλῶσαι τῶ προσώπω τὴν τῆς ψυχῆς ταραχὴν· ἐπιπλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρενεγύησεν. πεδηθῆναι δὲ τοὺς ἁγίους ἄνδρας παρεκελεύσατο· καὶ ὥστε μὴδὲμίαν γενέσθαὶ τὴς τιμωρίας αναβολὴν τῆς ἐσθήτος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων συν αὐτοῖς τούτοις τῆ πυρᾶ παραδοθῆναι προσέταξεν· σαράβαρα δέ ἐστιν περσικῶν περιβολαίων εἴδη· τίαραι δὲ τῶν κεφαλῶν τὰ καλλύματα περικνημίδάς δὲ τὰς καλουμένας ἀναξυρίδας λέγει· ἣ τὰ σκύτα ὑποδήματα ὡς εστιν ἐκ τοῦ σκύτεως τινὰς τὰς ἔξωθεν. οὕτως πεδηθέντες οἱ ἅγιοι ἄνδρες παρεδόθησαν τῶ πυρὶ· καὶ ὁ μὲν, τάχους χάριν καὶ συντομίας οὕτως αὐτοὺς κατακαυθῆναι προσέταξεν · ἡ δὲ θεία χάρις ἕτερον ἐντεύθεν οἰκονόμει μυστήριον· τὰ μὲν γὰρ ἐπι βληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ συνήθως ἡ τοῦ πυρὸς δι ἔλυσε φύσις· εὔπριστα δὲ ὄντα λείαν τὰ περιβόλαια ἀκήρατα διεφύλαξεν· καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους εκτὸς ἐστώτας ἡ φλόξ κατανάλωσεν· αὐτοῖς δὲ τοῖς ἁγίοις. πρὸσπελάζειν οὐκ ΐσ χυσεν ἀλλὰ τοῖς ἔνδον τὰ νώτα παρέχουσα. κατὰ τῶν οἰκείων ἐχώ ρει προσκυνητῶν ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ δεσπό του θεραπόντων εἰσπραττομένη· τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον ὅτι τῶν ἀνθράκων οἷόν τίνων ἐπιβαίνοντες ρόδων· περιεπάτουν φησὶν ἐν μέσω τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν θν καὶ εὐλογοῦντες· τὸν κύριον κν · καὶ ταῦτα δὲ ἔμφασιν τῆς ἄκρας αὐτῶν ἔχει φιλοσοφίας. οὔτε γὰρ ἥτουν φησὶν τῶν δεινῶν ἀπαλλαγὴν ἀλλ ̓ ὑμνοῦντες, οὕτω οὕτω τὰ κατ ̓ αὐτοὺς προιτανεύσαντα καὶ τῆς καλλῆς ταύτης αὐτοὺς ὁμολογίας ἀξιώσαντα· ἔστιν δὲ ιδεῖν ἑοικότα τοῖς νέοις τὰ παλαῖα· καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι πέτρος καὶ ιωάννης ὑπὸ τῆς τῶν φαρισαῖων αἱκισθέντες συμμορίας ἐξῆλθον χαίροντες ὅτ ι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ ὁ θειότατος δὲ παῦλος σὺν τῶ σίλα μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθήσας δεσμωτήριον οἰκοῦντες καὶ ποδο κάκ ὴ ῆ προσδεδεμένοι κατὰ τὸ μεσονύκτιον φησὶν προσευχό μενοι ὕμνουν τὸν θεόν θν · οὕτω καὶ οἱ μακάριοι παίδες οὖτοι ἐν καμίνω χορεύοντες τὸν θείον ὕμνον διετέλουν ὑφαίνοντες. καὶ πρώτον μὲν ὁ αζαρίας στόμα καινὸν γενόμενος καὶ ὑπὸ τῶν τῆς φλογὸς κυμάτων περικλυζόμενος. ἀνύξας φησὶν τὸ στόμα αὐτοῦ ἐν μέσω τοῦ πυρὸς εἶπεν· εὐλογητός ει κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν καὶ αἰνετόν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰώνας· τίς ἂν πρὸς ἀξίαν τοῦ προοιμίου τὴν σοφίαν θαυμάσειεν. oὐδὲ γὰρ ἐν ευημερία· ὢν καὶ ευκληρία. οὐδὲ κατα ροῦν τοῦ βίου φερομένου. ἀλλ ̓ ἐν καμίνω. καὶ καμίνω τοσαύτη τὸν τῶν ὅλων ὕμνει θεὸν θν καὶ τὴν τοῦ φρονήματος δείκνυσι μετρι ότητα καὶ τῶν πατέρων πρων ἀνακηρύττων τὴν ἀρετὴν· ὑμνοῦμεν γάρ σε φησι δέσποτα ἡμεῖς οἱ πατέρας ἔχοντες ἐκείνους ὧν ἡθέλησας κλη θῆναι θεός θς · σὺ γὰρ εἶπας τῶ θεράποντί σου μωυσὴ ἐγὼ ὁ θεὸς θς ἀβραὰμ. καὶ ὁ θεὸς θς ισαὰκ· καὶ ὁ θεὸς θς ιακὼβ τοῦτο σου τὸ ὄνομα αἰνετόν ἐστιν καὶ δεδοξασμένον οὐκ ἐν καιρῶ τινὶ καὶ χρόνω ῥητῶ ἀλλ ̓ εἰς πάντας τοὺς αἰώνας ὅτι δίκαιος εἶ επὶ πάσιν οἷς ἐποί ησας ἡμῖν· ὑμνοῦμεν δέ σε φησὶν τὸ δίκαιον τῆς σῆς ἐπιστά μενοι κρίσεως· ὀρθῆ γὰρ καὶ δικαία χρησάμενος ψήφω ἐξαν δραποδισθῆναι ἡμᾶς καὶ πόρρω τῶν οἰκείων γενέσθαι προσέταξας· καὶ πάντα σου φησὶν τὰ ἔργα ἀληθεινὰ καὶ εὐθεῖαι αἱ ὁδοί σ ου καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθειναὶ καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων πρων ἡμῶν ἱερουσαλὴμ ιλημ · ὅτι ἐν ἀληθεία και κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ ̓ ἡμᾶς· τὴν αὐτὴν μεν ἅ παντα ἔννοιαν ἔχει τὰ εἰρημένα· διαφόρως δὲ αὐτὰ εἴρηκεν τὴν δικαίαν τοῦ θεοῦ θυ κρίσιν ὑμνῶν· καὶ χώραν οὐδὲμίαν τῆ ἀχαριστεία διδοὺς· δια τοῦτο καὶ τῆς ἱερουσαλὴμ ιλημ μνημονεύσας καὶ ἁγίαν αὐτὴν ὀνομάσας· καὶ τῶν πατέρων πρων εκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορεύσας· εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπή γαγεν· ταῦτα πάντα φησὶν επήγαγες ἐφ ̓ ἡμᾶς διὰ τὰς ἁμαρ τιας ἡμῶν· ὅτι ἡμάρτομεν καὶ ἡνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ· οὐ γὰρ μάτην φησὶν καὶ ἢν ἀφιέρωσας παρέδωκας πόλιν τοῖς πολεμίοις καὶ ἡμᾶς ιάσας δωριαλώτους γε νέσθαι· ἀλλ ̓ ὅτι ἡμάρτομεν καὶ ἡνομήσαμεν ἀπο σοῦ ἀπο στάντες· πολλὴν δὲ ἔμφασιν έχει τὸ ἀπὸ σοῦ· ἀντὶ τοῦ, τοῦ ποιητοῦ καὶ δημιουργοῦ τοῦ ἀγαθοῦ δεσπότου τοῦ τροφέος καὶ φύλακος τοῦ τῆς αἰγυπτίων δουλείας ἀπαλλάξαντος· τοῦ θάλατταν τεμόντος· τοῦ δι ̓ ἀβύσσου ποδηγήσαντος· τοῦ πέτραν ξηρὰν ὡδίσι πηγῶν κατακλύσαντος· τοῦ τἄλλα πάντα ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος· ἡμάρτομεν τοίνυν ἀποστάντες ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πάσιν· οὐ γὰρ τόδε ἣ τόδε παρέβημεν. ἀλλὰ πάντα σου τὰ προστάγματα· καὶ τῶν εντολῶν τοῦ νόμου σου οὐκ ηκούσαμεν· οὐδὲ ἐφυλά λάξαμεν αὐτὰς· οὐδὲ ἐποιήσαμεν καθῶς ἐνετείλω ἡμῖν ἵνα εὗ ἡμῖν γένηται· κἀνταῦθα πάλιν τὴν τῆς εὐσεβείας καὶ σοφίας ἔδειξεν ὑπερβολὴν· ἡ γὰρ τῶν νόμων φησὶν και τῶν ἐντολων φυλακῆ; σοὶ μὲν τῶ νομοθετη, παρείχεν, οὐδὲν ἡμῖν δὲ ἀγαθῶν αφθονίαν προυξενεῖ· τούτου τοίνυν χάριν καὶ τοὺς νόμους τεθείκεις ἐκείνους· ἡμῖν ἀφορμᾶς χορηγῶν σωτηρίας σρίας · ἐπειδὴ τοίνυν φησὶν παρέβημεν, πάντα ὅσα ἡμῖν ἐπήγαγες· καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθεινῆ κρίσει ἐποίησας· ἀξία γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία· εἶτα ταύτην δεικνὺς ἐπάγει· καὶ παρέδωκας ἡμᾶς εἰς χείρας ἀνόμων ἐχθίστων· ἀποστατῶν καὶ βασιλεῖ ἀδίκω καὶ πονηρωτάτω παρὰ πάσαν την γῆν παρέδωκας ἡμᾶς· ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ ἐ θεραπεύσαμεν βασιλέα· ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος εἰκότως ἡμᾶς ὡμωτάτω καὶ ἀπηνεστάτω καὶ ουδαμῶς ειδότι τὸ δίκαιον, δουλεύειν ἡνάγκασας βασιλεῖ· ἔχοντι καὶ τοὺς ὑπηκόους τῆ βασιλικῆ πονηρία συμβαίνοντας· 2ἀλ2λ ̓ ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, πάσης ἐστερήμεθα παρρησίας. καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα. τοῦτο γὰρ σημαίνει λέγων· καὶ νῦν οὐκ έστιν ἡμῖν ἀνοίξαι τὸ στόμα αἰσχύν ει η καὶ όνειδος ἐγενήθη μὲν τοῖς δούλοις σου. καὶ τοῖς σεβομένοις σε· ἐμφράττει φησὶν ἡμῶν τὸ στόμα τῆς παρανομίας τὸ πλήθος. ἀλλ ̓ ὅμως ἐπονείδιστοι καὶ κατα γέλαστοι καὶ λείαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς οἱ δούλοι σου προσαγορευόμενοι, ικετεύομέν σε διά τὸ ἐπικείμε νον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα,· δείξαι τοῖς ἐναντίοις τὴν σὴν ισχὺν καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προμηθείας ἀλλοτριῶσαι· μὴ παραδῶς γὰρ ἡμᾶς φησὶν εἰς τέλος δια τὸ ὄνομά σου· καὶ μὴ διασκεδάσης τὸ ἔλεός σου ἀφ ἡμῶν· καὶ τὴν διαθήκην σου μὴ ἀποστ ῆ ή σης· τολμῶμεν δὲ φησὶν ταῦτα λέγειν. πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχ ω ο ντες· πρώ τον μὲν αὐτὸ τῆς σῆς δεσποτείας τὸ ὄνομα· ἔπειτα τὸν ἀμέτρη τον ἔλεον ᾧ κεχρημένος ἰθύνεις τὰ σύνπαντα· πρὸς τούτοις τὰς πρὸς τοὺς πατέρας πρας ἡμῶν συνθήκας· ὑπέσχου γὰρ ἐκείνοις περίβλεπτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν· εἶτα καὶ τῶν ὀνομάτων τῶν πατέρων πρων μέμνηται τῆ μνήμη τῶν δικαίων, τὸν ἀγαθὸν δεσπότην εἰς ἔλεον ἐκκαλούμενος· διὰ ἀβραὰμ φησὶ τὸν ηγαπημένον ὑπὸ σοῦ καὶ διὰ ἰσαὰκ τὸν δοῦλον σου· καὶ ἰσραὴλ ἰηλ τὸν ἅγιόν σου· οἷς ἐλάλησας αὐτοῖς λέγων πληθύνω τὸ σπέρμα ὑμῶν ὡσει τὰ ἄστρα τοῦ οὐρανοῦ οὐνοῦ · καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· ταῦτα φησὶν ἐκείνοις ὑπέσχου δέσποτα· οὗς ὁλιγώθημεν· τὲ καὶ ἀοιδήμους ἐποίησας· ὥστε τῆ ψάμμω μὲν κατὰ τὸν ἀριθμὸν παραβάλλεσθαι τὸ γένος· τοῖς δὲ ἄστρασιν παραπλησίως εἶναι. λαμπρόν τε καὶ ὑψηλὸν καὶ περιφανὲς· 2εἶ2τα ἐκ παραλλήλου ταῖς ἐπαγγελείαις τὰ πράγματα τίθεισι· ὅτι δέσποτα φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ έθνη· καὶ ἐσμὲν ταπεινοὶ ἐν πάση τῆ γῆ σήμερον· καὶ ἵνα μὴ ψεύδος κατηγορήση τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγεν λέγων διὰ τὰς ἁμαρτίας ἡμῶν· οὐ γὰρ σ ύ ὺ φησὶν δέσποτα τὰς ὑποσχέσεις ἐψεύσω ἀλλ ̓ ἡμεῖς τὰς συνθήκας παρέβημεν· καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν. καὶ ἀριθμοῦ κρείττους; διὰ τὰς ἁμαρτίας ἡμῶν ὁλιγώθημεν· τοῦτο γὰρ ἡνίξατο εἰρηκῶς. ἐσμικρύνθημεν· οὐ γὰρ εἶπεν σμικροὶ ἐσμὲν καὶ ὀλίγοι παρὰ πάντα τὰ έθνη· τοῦτεστιν ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν σὴν ὑπόσχεσιν· παρα βάντες δέ σου τὰς ἐντολὰς, ὀλίγοι ἀντὶ πολλῶν ἐγενόμεθα· εἶτα ὑποδείκνυσιν τῶ θεῶ θῶ τὴν κατέχουσαν συμφορὰν οὐχ ὡς ἀγνοοῦντα διδάσκων, ἀλλὰ τῆ διηγήσει τῶν λυπηρῶν εις φιλανθρωπίαν φιλανιαν ἐκκαλούμενος· καὶ οὐκ έστιν φησὶν ἐν τῶ καιρῶ τούτω ἄρχων καὶ προφήτης καὶ ἡγού μενος· ἀπεστερήμεθα γάρ φησιν βασιλείας· προφητείας· ἱερω σύνης, τῶν θείων σου καὶ μεγάλων δωρεῶν· δι ̓ ὧν κυβερνόμενοι διετελοῦμεν· οὐδὲ ολοκαύτωσις. οὐδὲ θυσία. οὐδὲ προσφορὰ. οὐδὲ θυμίαμα· καὶ δεικνὺς τὴν αἰτίαν δι ἢν ἀδύνατον θύσαι, ἀκολούθως ἐπήγαγεν· οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιον σου. καὶ εὐρεῖν ἔλεον· ὁ γὰρ σὸς νόμος, τὴν τῶν θυσιῶν λειτουργίαν. ἑνὶ περιέγραψεν τόπω· καὶ παρανομία σἀφ ῆ ὴ ς τὸ ἐν ετέρω τόπω προσενεγκείν σοι θυσίαν· τούτων ἀκούειν οὐκ εθέλουσιν ιουδαίοι ἀ λλὰ τοὺς ὀφθαλμοὺς μύσαντες καὶ τὰ ῶτα βύσαντες πάντα τολμώσι παρανόμως ἐπιτελεῖν· οἱ δὲ ἅγιοι οὗτοι παίδες, τοῦ νό μου τὸν σκοπὸν ἐπιστάμενοι ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπῶσαι ἐνώπιον αὐτοῦ καὶ ευρεῖν ἔλεον· καὶ ἐπειδὴ τούτου φησὶν τυχεῖν ἀδύνατον, πόρρω τῆς ιερὰς ἐκείνης πόλεως ὄντας, εὐρήκαμεν τρόπον τινὰ θεραπείας ὦ δέσποτα· ἐν ψυχῆ γὰρ συντετριμμένη καὶ πνεύματι πνι ταπεινώσεως προσφέροντές σοι τὴν ικετείαν προσδε χθῆναι αὐτὴν παρακαλοῦμεν. ὡς ἐν ολοκαυτώμασιν κριῶν καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν σήμερον ἐνώπιόν σου· καὶ τοῦ εκτελέσαι ὅπισθέν σου ὅτι οὐκ έστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπι σοὶ· ἐπειδὴ φησὶν ὁ σὸς νόμος ἐν παντί σοι τόπω προσφέρειν τὰς νενομισμένας θυσίας οὐ συγ χωρεῖ, ἀντὶ κριῶν καὶ ταῦρων καὶ ἀρνῶν τὸν ἀριθμὸν νικῶντ ῶ ω ν, συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν· καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἡδ ιο ιω ν· ἃ ἐπειδὴ εἴωθας τοὺς πεποιθότας ἐπι σοὶ πάσης αἰσχύνης, ελευθεροῦν· ταῦτα δὲ οὐκ ἁπλῶς οὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ. ἀλλ ̓ ὑπὸ τοῦ προφήτου δεδιδαγμένος δαβὶδ δαδ · ὃς ἐν τῷ πεντηκοστῷ λέγει ψαλμῶ· ὅτι εἰ ἡθέλησας θυσίαν, ἔδωκα ἂν· ὀλοκαυτώματα οὐκ ευδοκήσεις. θυσίαν τῶ θεῶ θω πνεῦμα πνα συντετριμμένον· καρδίαν συν τετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς θς οὐκ εξουδενώσει· καὶ πάλιν· ἐκ προσώπου τοῦ θεοῦ θυ μὴ φάγομαι κρέα ταύρων, ἢ αίμα τράγων πίομαι, θύσον τῶ θεῶ θω θυσίαν αἰνέσεως· καὶ ἀπόδος τῶ ὑψίστω τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρα θλίψεώς σου, καὶ ἐξελούμαι σε και δοξάσις με· καὶ μετὰ βραχέα θυσία αἰνέσεως δοξάσει με. καὶ ἐκεῖ ὁδὸς ἐν ῆ δείξω αὐτῶ τὸ σωτηριόν μου· τ αῦτα δεδιδαγμένος ὁ θείος οὗτος ἀνὴρ. τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσης δεχθῆναι θυσίας ικετεύσεν· εἶτα ἐπάγει· κ αὶ νῦν ἐξακολουθούμεν σοι καὶ φοβουμεθά σε. καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνης ἡμᾶς· τὸ γὰρ πλῆθος τῶν συμφορῶν ἑτέρους ἡμᾶς ἀνθ ετέρων εἰργάσατο· καὶ πα ραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν όλη σε καρδία καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασεν· πρόσωπον δὲ θεοῦ θυ ἐνταῦθα τὴν εὐμένειαν ἐκάλεσεν καὶ τὴν τῆς ἐλευθερίας ἀπό ληψιν· ἧς ἀπολαύοντας, δυνατὸν ἢν ὁρὰν καὶ τὸν θείον νεὼν καὶ τὰς επιτελουμένας αὐτόθι λατρείας. δι ̓ ὧν ἀσώματον ὄντα τὸν θεὸν θν καὶ ἀόρατον ὁρὰν ἐφαντάζοντο· ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν δια τῆς τιμωρίας εἰργάσω μεταβολὴν, μὴ κατ ̓ αἰσχύνης ἡμᾶς ἀλλὰ ποίησον μεθ ἡμῶν κατὰ τὴν ἐπιείκιάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δός δόξαν τὸ ὀνόματί σου· διὰ ταῦτα φησὶ οἵκτου ἡμᾶς καὶ φιλανθρωπίας φιλανίας ἀξίωσον. ἐλεεῖν τὲ γὰρ πέφυκας, καὶ μακροθυμία κεχρῆσθαι πρὸς ἅπαντας· σύνδρομόν τε ἔχεις τῆ βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ διηνεκῶς ὑπὸ σοῦ γινόμενα θαύματα. τὰ γὰρ εἰς ἡμᾶς γενόμενα καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει· οὐκ ὑφ ἡμῶν μόνον σω ζομένων, ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν σριαν ὁρόντων· δὸς δόξαν τοίνυν τῶ ὀνόματί σου κύριε κε · καὶ ἐντραπείησαν πάντες οἱ ενδεικνύμενοι τοῖς δοῦλοις σου κακὰ· καὶ καταισχυνθεί ησαν ἀπο πάσης δυναστείας· καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· γ νώτωσαν ὅτι σὺ κύριος κς ὁ θεὸς θς μόνος καὶ ἔνδοξος ἐφ ̓ ὅλην τὴν οἰκουμένην· ἐν ἀλλῳ ταύτης τ ῆς γὰρ εἰς ἡμᾶς γινομένης φιλανθρωπίας φιλανίας καταλυθήσεται μὲν τῶν ἐ ναντίων τὸ θράσος· σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα καὶ τὸ φρό νημα αὐτῶν τὸ ὑψηλὸν συντριβήσεται· καὶ γνώσονταί σε μόνον εἶναι κύριον κν καὶ θεὸν θν ὑπο πάσης ἄξιον ὑμνήσθαι τῆς οἰκουμένης· καὶ οἰ νῦν πολλοὺς προσκυνοῦντες θεοὺς. τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν· τὴν δὲ σὴν προσκυνήσουσιν δύ ναμιν· οἱ μὲν οὖν ἔνδον ἐν τῆ καμίνω χορεύοντες δι ̓ετέλουν· οἱ δὲ τοῦ βασιλέως ὑπηρέται καὶ τῶν ἁγίων κατήγοροι οὐκ έ ληγον ὕλην τῆ φλογὶ χορηγοῦντες καὶ κλιματίδας καὶ στιππύον καὶ νέφθαν· εἶδος δὲ τοῦτο εστιν ἐν εκείνη τῆ χώρα γινόμενον ἐξάψαι τὴν φλόγα δυνάμενον· τοσαύτη δε ἢν ἡ χορηγουμένη τῆ πυρᾶ τροφῆ ὡς ἐφ ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυ θῆναι καὶ τῶν χαλδαίων ἐμπρήσαι τοὺς πλησιάζοντας· καὶ οἱ μὲν ἔξωθεν· ἐξήπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάνυ τὴν φλόγα· καὶ τὸ μεσόν τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου· καὶ αὖραν τινὰ ψυχρὰν τὲ καὶ μετρίως ὑγρὰν. καὶ πολλὴν τοῖς ἁγίοις ηδονὴν πραγματευομένην οὐκ ὠδείνειν το πῦρ παρεσκεύαζεν. καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν· ἐποίησεν γάρ φησι τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα πνα δρόσου διασυρίζον καὶ οὐχ ήψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ· καὶ οὐκ ελύπησεν αὐτοὺς οὐδὲ παρηνώχλησεν αὐτοῖς· ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν. σμικρυ νέτω τοὺς τῶν ἁγίων ἀγώνας· τῶν δὲ ιερῶν ἐκείνων αναμιμνησ κέσθω λόγων· ἔστιν ὁ θεὸς θς ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν δυνατος ἐξελέσθαι ἡμᾶς ἐκ τοῦ πυρὸς τῆς καμίνου τῆς καιομένης. καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· καὶ ἐἂν μὴ γνωστὸν ἔστω σοι βασλιεῦ· ὅτι τοῖς θεοίς σου οὐ λατρεύομεν καὶ τῆ εικόνι τῆ χρυσῆ ἣ ἔστησας, οὐ προσκυνούμεν· ὥστε οἱ ἅγιοι παίδες ἐκείνοι τῆς φλογὸς ἐκείνης κατεφρόνησαν· οὐ τοῦτο τὸ τέλος ὁρῶντες, ἀλλὰ θάνατον προσδεχόμενοι· ὁ δὲ ἀγωνοθέτης ἐβράβευσεν ὡς ἡθέλησεν. καὶ τούς τε ἀλὶτηρίους ἐκείνους κατήσχυνεν. καὶ τούτους ἀοιδίμους ἀπέφηνεν· ταῦτης τοίνυν τῆς σωτηρίας σριας ἀπολαύσαντες οἱ μακάριοι καὶ τρισμακάριοι· καὶ πολλάκις τοῦτο οὐχ ἑνὶ τὸν θεὸν θν ὑμνεῖν παρεχώρησαν, ἀλλ ̓ ὡς ἐξ ἐνός φησι στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ ηὑλόγουν τὸν θεὸν θν ἐν τῆ κα μίνω τὴν αρίστην αὐτῶν συμφωνίαν καὶ θαυμαστὴν ὑμνωδίαν τῆ παρὰ τὴν εἰκόνα συμφωνία καὶ τοῖς μουσικοῖς ἀντιτά ξαντες ὀργάνοις δεικνύντες. ὅσω τὸ μὴ προσκυνῆσαι λυσιτε λέστερον· ἄρχονται δὲ οὕτως τοῦ ὕμνου· εὐλογητός ει κύριε κε · ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν καὶ αἰνετός καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ονομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπερ αἰνετόν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰώνας· ἔρωτος ἐστὶν θερμοτάτου καὶ ἀπληστοτάτου τὰ ρήματα· τούτω γὰρ τετρωμένοι ζητοῦσιν ὀνόματα. τοῦ ὑμνουμένου τὴν ἀξίαν παραδηλῶσαι δυνάμενα· καὶ μὴ εὐρίσκοντὲς ταῖς ὑπερθε τικαῖς αὐτὰ προθέσεσιν, ἐξυφαίνουσιν ὑπερυψούμενον ὀνο μάζοντες καὶ ὑπεραἰνετόν καὶ οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ πανταχοῦ κύριον κν καὶ θεὸν θν τῶν πατέρων πρων ἀποκαλοῦσι· σφὰς αὐτοὺς ἀναξίους εἶναι ταύτησι τῆς προσηγορίας ὁμολογοῦντες· εὐλογημένος εῖ ἐν τῶ ναῶ τῆς ἁγίας δόξης σου καὶ ὑπεραἰνετός καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας ὑ ἄληστον ἔχουσιν τοῦ θείου νεῶ τὴν μνήμην. καὶ ακριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐν νόμω ς προσεύχονται· ἀντὶ τοῦ εἰς ἐκείνον ἀποβλέποντες τὸν νεῶ. ἕνθα σοῦ η δόξα ἐπιφαίνεσθαι εἰώθει, τοῦτόν σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυριάκης ἐμπέπρησται, τῆς σῆς ἁγιωσύνης μετέχει· καὶ ἵνα μή τις ὑπολάβη περιγράφειν αὐτοὺς τόπω τὸν ἀ σώματόν τε καὶ ἀπεριόριστον θεόν θν , ἀναγκαίως ἐπάγουσιν· 2εὐ2λογητός ει ἐπι θρόνου τῆς βασιλείας σου καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· εἶτα δεικνύντες τίνα θρόνον καλοῦσιν. εὐθὺς ἐπιφέρουσιν· εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβὶμ καὶ ὑπερ ὑμνητὸς καὶ ὑπερ ὑψούμενος εἰς τοὺς αἰῶνας· καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκείνος εἶχεν τῶν χερουβεὶμ τὰς εἰκόνας, ἐν τοῖς ἁγίοις. καὶ τῶν ἁγίων ὡς ἂν μὴδεμία τοις ἀκού ουσι ν ἐ ντεῦθεν γένηται βλάβη καὶ περιγεγράφθαι νομίσω σι τὸν θεὸν θν θεραπεύουσι τὸν ἀκροατὴν λέγοντες· εὐλογητὸς εἶ ἐν τῶ στερεώματι τοῦ οὐρανοῦ οὐνοῦ καὶ ὑπερ ὑμνητὸς καὶ ὑπερ υψούμενος εἰς τοὺς αἰῶνας· πανταχοῦ γὰρ φησὶν ει καὶ τὰ σύμπαντα πληροῖς, καὶ πάσαν περιέχεις τὴν κτίσιν; οὕτως ὑμνήσαντες, καλούσιν ἅπασαν τὴν γενετὴν φύσιν εἰς κοινω νίαν τῆς ὑμνωδίας. οὐ μόνον τὴν λογικὴν, ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον· 2εὐ2λογεῖτε γάρ φησι πάντα τὰ ἔργα κυρίου κυ τὸν κύριον κν ὑμνεῖτ αι ε καὶ ὑπερυ ὑψοῦτ αι ε αὐτὸν εἰς τοὺς αἰῶνας· καὶ οὐκ ανέχονται τῆς κοινῆς κλήσεως μόνης· ἀλλὰ καὶ ιδία ἔκαστον συνκαλοῦσιν· οὐ μόνον τὰ ὁρώμενα, ἀλλὰ καὶ τὴν ἀόρατον φύσιν· εὐλογεῖται γάρ φησιν ἄγγελοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖται αὐτὸν εἰς τοὺς αἰῶνας. καὶ ἵνα μὴ κα θ έκαστον ἐρμηνεύων εἰς μήκος ἄπειρον ἐκτείνω τὸν λόγον. καλοῦσιν εἰς τὴν χορείαν, καὶ οὐρανόν οὐνον · καὶ τὰ ὕδατα τὰ ὑπερ ἄνω τῶν οὐρανῶν οὐνων . καὶ τὰς δυνάμεις τὰς τὸν θειον θρόνον περι πολούσας. καλοῦσιν καὶ ἤλιον καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστήρας. καὶ οὐ μόνον τὰ κατ οὐρανὸν ουνὸν , ἀλλὰ καὶ τὰ ἐν τῶ ἀέρι γινόμενα· ὄμβρον. και δρόσον. καὶ πνεύματα πνατ α . εἶτα, ψύχος καὶ καῦμα· εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν. πῦρ· καὶ καῦμα· μὲν γὰρ καὶ πῦρ μὲν φύσεως ὄνομα· τὸ δὲ καῦμα οὐκέτι οὐσία, ἀλλὰ πυρὸς ἐνέρ για· καλοῦσιν καὶ δρόσον. καὶ νιφετόν. καὶ πάγον. καὶ ψύχος. καὶ πάχνας. καὶ χιόνας. τὰ συγγενὴ καὶ ὁμόφυλα· εἶτα νύκτας καὶ ἡμέρας. καὶ τὰ τούτων ποιητικὰ. φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα. τὰ δὲ πράγματα· ἐκάλεσεν γάρ φησι τὸ φῶς ὁ θεὸς θς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα· εἰ γὰρ καὶ σκιὰ το σκότος ἐστιν. καὶ οὐκ ουσία. ἀλλὰ πράγμα ἐστιν συμβε βηκός καὶ τῆς νυκτὸς ποιητικὸν· καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσαν, ἀναγκαίως δεικνύουσιν καὶ τὰς τού των πηγάς· εὐλογεῖτε γὰρ έλεγον ἀστραπαὶ καὶ νεφέλαι· καὶ νεφέλαι μὲν τίκτουσαι· αἰ δὲ, τὰς ωδίνας προμηνύουσαι· ἀ στραπᾶς γάρ φησιν ὁ προφήτης εἰς ὑετὸν ἐποίησεν· τούτων μνημονεύσαντες τῶν κατ οὐρανὸν οὐνον · καὶ ἀέρα, καὶ ἐκάστω ὑμνεῖν παρακελευσάμενοι; ἐπὶ τὴν κοινὴν μητέρα μρα τοῦ ὕμνου μεταφέρουσι τὴν παρακέλευσιν· καὶ φασὶν· εὐλογείτω ἡ γῆ τὸν κύριον κν ὑμνείτω· καὶ ὑπερυψούτω αὐτὸν εις τοὺς αἰῶνας· εἶτα κατὰ διαίρεσιν· ευλογειτε ὄροι καὶ βουνοὶ τὸν κύριον κν , ἔπειτα τὰς ταύτης ὠδείνας· εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῆ γῆ τὸν κύριον κν · καὶ επειδὴ τῆς κάτω μοίρας ἐστὶν καὶ ἡ θάλασ σα καὶ οἱ ποταμοὶ; αναγκαίως καὶ τούτων ἐποιήσαντο τὴν μνήμην· μνημονεύουσιν δὲ καὶ τῶν τῆς θαλάττης τροφίμων· ε ὐλογεῖτε γάρ φησι κήτη καὶ πάντα τὰ κεινούμενα ἐν τοῖς ύδα σιν τὸν κύριον κν · μετὰ ταῦτα, τὰ πετεινὰ καλοῦσιν καὶ τὰ θηρία καὶ, τὰ κτήνη καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων ἀνων τὴν φύσιν τῆς κοσμο γονίας τὴν τάξιν φυλάξαντες· καὶ γὰρ ὁ μακάριος μωυσῆς πρ ῶ ώ τα μὲν φύναι τῶ θείω λόγω τὰ δένδρα συνέγραψεν. εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη· καὶ πρὸς τούτοις καὶ σὺν τούτοις τῶν ἀεροπόρων ὀρνίθων τὴν φύσιν· μετα δὲ ταῦτα θηρία καὶ κτήνη. τελευταῖον δὲ τὸν ἄνθρωπον ἀνον . καλέσαντες δὲ τῶν ἀνθρώπων ἀνων τὴν φύσιν εἰς ὑμνωδίαν, πάλιν κατὰ διαίρεσιν ὑμνεῖν παρεγγυῶσιν τὸν ποιητὴν· καὶ πρώτους μὲν τῶν ἄλλων ἁ πάντων τοὺς υἱοὺς ἰσραὴλ ἰηλ τοῦτο ποιεῖν παρακελεύονται· καὶ τούτους δὲ πολλαχῶς διαιροῦσιν καὶ τάττουσιν πρώτους τοὺς ιερεῖς. ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους· εἶτα ἵνα μὴ νομισθῶσιν μόνοις τοῖς ιερεύσιν περιγράφειν τὴν ὑμνωδίαν, επαγουσιν· εὐλογεῖτε δοῦλοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερ ὑψοῦτ αι ε αὐτὸν εἰς τοὺς αἰῶνας· μονονουχὶ λέγοντες ὅτι δυνατὸν εὐνο ικῶς δουλεύειν τῶ δεσπότη. καὶ τὸν ιεροσύνης γεγεμνωμένον· προκηρύττουσι καὶ τὴν ἀνάστασιν· εὐλογεῖτε γάρ φησι πνεύματα πνατα καὶ ψυχαὶ δικαίων τὸν κύριον κν τοῦτέστιν αἱ πνευματι πνι καὶ. τῶν δικαίων ψυχαὶ· αἱ τῶν ἀνθρωπίνων ανίνων παθῶν ὑπὲρτέραι γενόμεναι· αἱ τοῦ πνεύματος πνς τὴν χάριν ὑποδεξάμεναι· ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κεκτημένους· εὐλογεῖτε φησὶν ὅσιοι καὶ ταπεινοὶ τῆ καρδίᾳ τὸν κύριον κν · δυνατὸν γάρ φησι ἀδικίας ἀπηλλαγμένους καὶ ταπεινῶ φρονήματι κεχρημένους καὶ ἀρέσκειν θεῷ θῳ καὶ τὸν ἁρμότττοντα ὕμνον προσφέρειν· ταῦτα δὲ οὐκ αδολεσχία χρώμενοι κατέ λεξαν ἅπαντα ἀλλὰ πρώτον μὲν. τὸ περὶ τὸν δεσπότην πυρ σεύοντες φίλτρον. καὶ σφὰς αὐτοὺς ἀναμιμνήσκοντες, τῶν ἀρ ρήτων εὐεργεσιῶν. καὶ τῆς τῶν ἀνθρώπων ἀνων ἔνεκεν ἐξ αρχῆς γενομένης δημιουργίας· διὰ γὰρ τούτων μηνύουσι τῶν λόγων, ὅτι ὑμνούμεν σε καὶ ὑπερυψούμεν ὅτι δι ̓ ἀγγέλων ἡμᾶς εὐεργετεῖς· ὅτι οὐρανὸν ουνὸν χάριν ἡμῶν ἐδημιούργησας· ἡλίω δὲ τὴν ἡμέραν φωτίζεις. καὶ τῆ σελίνη τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγὲς. καὶ τοῦ χρό νου ἡμᾶς τὰ μέτρα διδάσκεις· ὑμνούμεν σε, ὁτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστήσαι τὸν οὐρανὸν οὐνον παρεσκεύασας· καὶ ἄνθεσιν ἀμαράντοις ἐστιὰς ἡμῶν τὰς ὅψεις. καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέτρα γινώσκειν· και τίς ἄν σε πρὸς. ἀξίαν ὑμνήσειεν, ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς. τῶν τροπῶν τὰς ἐναλλαγὰς· καῦμα προσφόρως ἐν θέρει γινομένον· εἶτα πνευμάτων πνων αὔρας ἀναψυχούσας· ψῦχος ἐν χειμῶνι καὶ ὑετὸν μηνυ ούσας· νεφέλας τῶν ὑετῶν ὠδεινούσας· ὄρη καὶ πεδία ληΐοις κομῶντα καὶ άλσεσι· πηγὰς ὑπαναβλυζούσας. καὶ ἀρδίαν τοῖς φυτοῖς προσφερούσας· ποταμοὺς ἅπαυστα τρέ χοντας· καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομένους· θάλατταν ἐν μέ σω κειμένην φιλίας καὶ ὁμονοίας αἰτίαν καὶ χωρίον κοινὸν τού των κακείνων δεχόμενον τὰ συμβόλαια. καὶ ἵνα μὴ καθ ̓ ἕκαστον λέγω· πρώτον μὲν τούτων ἁπάντων ἐμνημό νευσαν οἱ μακάριοι τὴν οἰκείαν ἐπιδεικνύντες εὐγνωμοσύνην καὶ θερμότερον ἐπιτελέσαι τὸν ὕμνον τῆ μνήμη τῶν εὐεργεσιῶν τὸν ὕμνον βουλόμενοι· ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν ὑπακούοντας, παιδεύσαι πειρώμενοι ὅτι τὰ ὑπ ̓ αὐτῶν προσ κυνούμενα στοιχεῖα. τοῦ θεοῦ θυ τῶν ὅλων ποιήματα· διὰ τοῦτο καὶ πυρὸς καὶ ὑδάτων. ἡλίου τε καὶ σελήνης· οὐρανοῦ οὐνου τὲ καὶ γῆς. ἐναργῶς μνημονεύουσιν· πείσαι βουλόμενοι τοὺς ἀνοήτους παύσασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα· τὸν δὲ τούτων δεσπότην ἐπιγνῶναι· καὶ τὴν πρέπουσαν αὐτῶ θεραπείαν προσἐνεγκεῖν· 2εἰ2κὸς γὰρ ἢν τὸ μέγα θαῦμα θεωμένους καὶ τοῦ πυρὸς τὴν ήτταν ὁρῶντας· καὶ αὐτῶν δὲ καὶ τοῦ βασιλέως αὐτῶν, αἰσχύνην: τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων τὴν σωτηρίαν σρίαν τὲ καὶ παρρησίαν, δέξασθαι διὰ τῆς ὑμνωδίας τὴν τῆς εὐσεβείας διδασκαλίαν· οὕτως ὑμνήσαντες, τελευτέον ἐπάγουσιν· εὐλογεῖτε ἀνανία· ἀζα ρία. μισαὴλ τὸν κύριον κν ὑμνήτε καὶ ὑπερυψούτε αὐτὸν εἰς τοὺς αἰ ῶνας· οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦντο τῆς κτήσεως· καὶ πάντων ἀνθρώπων ἀνων εὐτελεστάτους· τοιοῦτος ἢν ὁ μακαριος παῦλος λέγων ἐμοὶ τῶ ἐλαχιστοτέρω πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη· καὶ ἀλλαχοῦ. χριστός χς φησὶν ἦλθεν εἰς τὸν κόσμον. ἁμαρτωλοῦς σῶσαι, ὧν πρώτ ος - εἰμὶ ἐγώ· καὶ τῶν μὲν ἁμαρτωλῶν πρώτον ἑαυτὸν ὀνομάζει· τῶν δὲ ΣΗ ἁγίων ἔσχατον ἀποκαλεῖ· οὕτω καὶ οἱ μακάριοι οὗτοι· ἐσχάτοις ἑ ρω αυτοῖς παρακελεύονται, ὑμνεῖν τὸν κύριον κν καὶ ὑπερυψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας· εἶτα διηγοῦνται τὸ θαῦμα· ὁτι ἐρύσατο ἡμᾶς εξ άδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου· ἀνθρωπίναις γὰρ ἀπηγορεύ θημεν ψήφοις· καὶ ἐρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς. καὶ ἐκ μέσου πυρὸς ἐρύσατο ἡμᾶς· ἐξομολογεῖσθε τοίνυν τῶ κυρίω κω ὅτι χριστὸς χς ὅτι εις τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τί γὰρ χρηστότερον τί δὲ ἀγαθώτερον τοῦ τοσούτω ἐν τοῖς καθ ̓ ἡμᾶς χρησαμένου ἐλέω· καὶ τοσαύτην ἀρετὴν ἐπιδειξάμενοι ἐλέω φασὶ τῆς σωτηρίας σριας τε τυχηκέναι· εῖτα ἐπειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ιηλ ἐμνημόνευσαν ἄνω, καλοῦσιν καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας καὶ τὸν θεὸν θν θερα πεύειν ἐσπουδακότας· εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον κν . κύριον κν . τὸν θεὸν θν . τῶν θεῶν. ὑμνεῖτε καὶ ἐξομολογεῖσθαι ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ· καὶ εις τὸν αἰῶνα τῶν αἰώνων· καὶ τὸ ἄπειρον αυτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονικοῦντες καὶ ἡττώ μενοι πολλάκις τὸ τῶν αἰώνων ἀναστρέφουσιν ὄνομα· τοιοῦτος τῶν ἁγίων ὁ ὕμνος οὖτος· καὶ τὸν θηριώδη καὶ ἀπεινῆ βασιλέα ἐκπλήξας τῶν μὲν βασιλικῶν εξανέστησεν θρόνων· δραμεῖν δὲ παρ αὐτοῦ παρεσκεύασεν καὶ θεωρεῖν τέτταρας ἀντὶ τριῶν παρεσκεύασεν ἐν τῆ καμίνω χορεύοντας· καὶ λέγει τοῖς μεγιστά σιν αὐτοῦ· οὐχἲ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πε παιδημένους; καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατούντας ἐν μέσω τοῦ πυρὸς· καὶ διαφθορὰ οὐκ έστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱῶ θεοῦ θυ · ὧ τῆς ἀρρήτου μακροθυμίας· εἰκότως ἐβόων οἱ ἅγιοι παίδες ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ καὶ εις τὸν αἰῶνα τῶν αἰώνων· ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύτη καὶ τύφω χρησάμενον· καὶ τὸ θείον σέβας ἀρπάσαι φιλονικήσαντα· καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριωδῶς κολάσαι πειραθέντα πρὸς τὴν εὐσέβειαν ποδηγεῖ. καὶ τὴν οἰκείαν αὐτῶ θαυματουργίαν ὑποδείκνυσιν. καὶ τὸν αποσταλέντα εἰς ἐπι κουρίαν τῶν ἁγίων, ἅγγελον, αὐτῶ ἐμφανῆ ποιεῖ· καὶ ἐκπλήττει μὲν αὐτὸν πρώτον τῶ ἀριθμῶ. ἀντὶ τριῶν τέσσαρας ὑποδείξας· ἔπειτα τὴν λύσιν τῶν δεσμῶν· λελυμένους γὰρ ἀντιδεδεμένων ἑώρα· ἔπειτα τῆ σωτηρία σρια · διαφθορὰ γάρ φησιν οὐκ έστιν ἐν αυτοῖς· ὅθεν ἐκπλαγεὶς καὶ καταλύσας τὸν τύφον, προσέρχεται καὶ φησὶν· σεδρὰκ· μισὰκ· καὶ ἀβδεναγῶ οἱ δοῦλοι τοῦ θεοῦ θυ τοῦ ὑψίστου. ἐξέλ θατε καὶ δεῦτε· καὶ ἐξῆλθον· σεδρὰκ. μισὰκ καὶ αβδεναγῶ ἐκ μέσου τοῦ πυρὸς· μεμάθηκεν ὁ μάταιος ὁ λέγων. τίς ἐστιν θεὸς θς ὃς ῥύσεται ὑμας εκ τῶν χειρών μου; ὅτι ἔστιν θεὸς θς ἄρρητον ἔχων δύναμιν· τῶ πυρὶ κελεύων ἐναντίαν ἐπιδείξασθαι τοῖς ἁγίοις ποιότητα. ὂν θεὸν θν ἐκεῖνος ωνόμαζεν· ἔγνω ὅτι ἐστίν θεὸς θς καὶ ὕ ψιστος θεὸς θς · ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἀπαντες σατράπαι καὶ τοπάρχαι καὶ στρατηγοὶ· θεωροῦντες ἀκή ρα τον τα διατηρηθὲν. τῶν ἁγίων τὸ τα σώμ α ατα , καὶ τὰς τρίχας αὐτὰς οὐδὲμίαν έσθ ει η σιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης. οὐ τὰς τρί χας δὲ μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθήτα καὶ τὰ ὑποδείματα ἀκέραια μείναντα. ὡς καὶ αὐτῆς ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς· ὁσμὴς· εἶτα ὑμνεῖ· ταῦτα θεασάμενος ὁ ναβουχοδονόσορ καὶ λέγει· ε ὐλογητὸς κύριος κς ὁ θεὸς θς τοῦ σεδρὰχ μισὰκ καὶ ἀβδεναγῶ· ὃς ἀπέστει λεν τὸν ἄγγελον αὐτοῦ· καὶ ἐρρύσατο τοὺς παίδας αὐτοῦ. ὅτι ἐπε ποίθησαν ἐπ ̓ αὐτῶ. καὶ τὸ ῥήμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσιν μὴδὲ προσκυνήσωσι παντὶ θεῶ θω ἑτέρω, ἀλλὰ τῶ θεῶ θω αὐτῶν· ἀεὶ τῆ πείρα παραλαμβάνων ὁ μάταιος τοῦ θεοῦ θυ τὴν δύναμιν λήθη τὰ θαύματα παραδίδωσιν· τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίη κεν δανιὴλ· ἀναστὰς γὰρ προσἐκύνησεν αὐτῶ καὶ μάνναν καὶ εὐωδίαν προσἐνεχθῆναι αὐτῶ παρενεγύησεν· καὶ νῦν δε ὡσαύτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν σριαν , ὑμνεῖ τὸν θεὸν θν καὶ θαυμάζει τοὺς ἄνδρας· ὅτι ἠλλοίωσαν τὸ ῥήμα τοῦ βασιλέως. καὶ προετίμησαν φησὶν εὐσεβῆ θάνατον παρανόμου ζωῆς· καὶ νῦν φησὶν ιδοὺ ἐγὼ ἐκτίθημι δόγμα. ὅπως πᾶς λαὸς φυλὴ γλῶσσα ἣ ἂν εἴπη βλασφημίαν κατὰ τοῦ θεοῦ θυ σεδρὰχ μισὰκ ἀβδεναγὼ, εἰς απόλιαν ἔσονται· καὶ οἱ οἴκοι αὐτῶν διαρπαγήσονται· καθὅτι οὐκ ἔστιν θεὸς θς ἕτερος ὃς δυνήσεται ῥύσασθαι· οὕτως καὶ τῶ ὀνό ματι τοῦτο τῆ πείρα μεμάθηκεν· πολλῶν γὰρ καλουμένων θεῶν καὶ τεμένη καταλύσας· καὶ τὰ ταμεία συλήσας. βωμοὺς ἀνα σπάσας· καὶ τοὺς ιερωμένους αὐτ οῖς ῶν κατασφάξας. οὐδὲμίας θείας ἐνεργείας ἐδέξατο πείραν· κατὰ δὲ τῶν τῶ θεῶ θω ἀνακει μένων τῆ λύττ ει η χρησάμενος. εἴδεν τοῦ θεοῦ θυ καὶ τὴν ἄπειρον δύναμιν καὶ τὴν μακροθυμίαν τὴν ἄρρητον· τοὺς μὲν γὰρ οἰκείους θεράποντας ἀκραιφνεῖς διεφύλαξεν· αὐτὸν δὲ τέως δίκας 2τῆς2 μανίας, οὐκ εἰσεπράξατο· ἐπιμείναντα δὲ· τῆ δυσσεβεία μετα βραχὺ, μετρίως ἐκόλασεν· εἶτα μετανοία χρησάμενον, φιλανθρωπίας φιλανίας ἠξίωσεν· τόδε δὲ ὅμως· κατεύθυνεν φησὶν ὁ βασιλεὺς τὸν σεδράχ μισὰκ ἀβδεναγὼ ἐν τῆ χώρα βαβυλῶνος καὶ ηὔξησεν αὐτοὺς καὶ ἠξίωσεν αὐτοὺς ἠγεῖσθαι πάντων τῶν ιουδαίων τῶν ἐν τῆ βασι λείᾳ αὐτοῦ· τοσαύτην ὁ δεσπότης τῶν θεραπεύειν αὐτὸν ἐσπου δακότων ποιεῖται προμήθειαν· καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παίδες οὖτοι, ὅτι οὐκ έστιν αἰσχύνη τοῖς πεποιθῶσιν ἐπι σοὶ καὶ ἡμεῖς τοίνυν ταύτην κτησόμεθα τὴν ἐλπίδα πάσης ὁμοῦ προτιμῶντες τῆς κτίσεως, τὸν τῆς κτίσεως καὶ ποιητὴν καὶ κυβερνήτην. καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παίδες. ὠφε λείας παράδειγμα. εὐσεβείας ἀρχέτυπον· ποδηγοὶ πρὸς θεόν θν . καὶ τὰ ὑπὸ θεοῦ θυ τοῖς ἀξίοις χωρηγούμενα. ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπία φιλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ χριστοῦ ιυ χυ · μεθ οῦ τῶ πατέρι πρι δόξα σὺν ἁγίω πνεύματι πνι νῦν καὶ ἀεὶ καὶ εις τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν :--