ἐ ν ἔτει τρίτω κύρου τοῦ βασιλέως περσῶν· λόγος ἀπεκαλύφθη τῶ δανιὴλ οὗ τὸ ὄνομα ἐπεκλήθη βαλτάσαρ· τισὶν δοκεῖ τὸν χρό νον ἐσφάλθαι· καὶ ἀντὶ τοῦ ἐν ἔτει πρώτω, τρίτω θεῖναι τὸν ἐξ ἀρχῆς τὸ βιβλίον γράψαντα· τούτου δὲ τεκμαίρονται ἐκ τοῦ τὸν μακάριον εἰπεῖν δανιὴλ εὐθὺς μετὰ τὴν ἀρχὴν τῆς προφητείας. καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· εἰ γὰρ μέχρι τοῦ ἔτους μόνον τοῦ πρώτου τῆς κύρου βασιλείας διήρκεσεν φησὶν· ὁ προφήτης πῶς ἐν τῶ τρίτω ἔτει τὴν ἀποκάλυψιν βλέπει· ἐγὼ δὲ ἡγοῦμαι οὐ ῥητὸν χρόνον τὸ πρότερον σημάναι· οὐδὲ τῶ πρώτω ἔτει τῆς κύρου βασιλείας τὴν τοῦ μακαρίου δανιὴλ περιορίζει ζωήν· οὐδὲ γὰρ ε ἶπεν ἕως πρώτου ἔτους κύρου τοῦ βασιλέως ἀλλ’ ἕως ἔτους ἑνός βούλεται δὲ ὡς ἐμοί γε δοκεῖ διδάξαι τοὺς ἐντυγχάνοντας τῇ προ φητικῆ συγγραφῆ· ὅτι καὶ μέχρι κύρου τοῦ βασιλέως περσῶν διήρκεσεν ω ὃ ς καὶ τῶν δωριαλλώτων ϊουδαίων τοὺς βουλομένους ἐλευθέρους ἀποφήνας, προσέταξεν εἰς τὴν ἐνεγκοῦσαν ἐπα νελθεῖν καὶ τὸν θεῖον ἀνεγεῖραι νεών· τοῦτο δὲ σαφῶς ἡμᾶς δι δάσκει καὶ ὁ ἅγιος ἄγγελος τῶ δανιὴλ μετὰ βραχέα διαλεγόμενος· φησὶν γὰρ καὶ ἐγένετο ἐν ἔτει πρώτω κύρου ἔστην εἰς κράτος καὶ ἰσχὺν· ἀντὶ τοῦ εὐθὺς τοῦ κύρου βασιλεύσαντος πάντα πραγ ματευόμενος διετέλουν ὥστε τῆς αἰχμαλωσίας τὸν λαὸν ἀπαλ λάξαι· καὶ ἐν τῶ τέλει δὲ τοῦ βιβλίου· παρέλαβεν φησὶ κύρος· ὁ πέρσης τὴν βασιλείαν καὶ ἦν δανιὴλ συμβιωτὴς τοῦ βασι λέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ· ὥστε πάν τοθεν δείκνυσθαι τοῦ τρίτου ἔτους τὸν ἀριθμὸν· ἐν τῶ τρίτω τοίνυν ἔτει τῆς κύρου βασιλείας ὁ λόγος ἀπεκαλύφθη τῶ δα νιὴλ οὖ τὸ ὄνομα ἐπεκλήθη βαλτάσαρ· καὶ ἀληθεινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῶ ἐν τῆ ὀπτασία· εἰ κότως δὲ λόγον καὶ ὀπτασίαν ἐκαλεῖ· ἐθεάσατο μὲν γὰρ ἁγίους ἀγγέλους· ἤκουσε δὲ αὐτῶν διαλεγομένων καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσόμενα· λέγει δὲ ἀληθῆ εἶναι τὸν λόγον· ὥστε ἀνενδοιάστως ἅπαντας τὰ ῥηθησόμενα δέξασθαι· ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλιμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν· ἀναγκαῖον ζητῆσαι τὴν τοῦ πένθους αἰτίαν ἀσαφῶς γὰρ αὐτὴν ἡ προφητεία διδάσκει· πρῶτον μὲν γὰρ οὐδὲ ὑπέ κειτό τις. ἀθυμίας ἀφορμή· ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλάνθρωπος φιλανος καὶ τὰ θεῖα τιμῶν καὶ τοῦ δανιὴλ τὴν φιλίαν περι πολ λοῦ ποιούμενος· καὶ ὅλος εἰρήνης πολλῆς δια τὴν τοῦ βασι λέως ἀπήλαυεν ἠπιότητα· μᾶλλον δὲ εἴ τις προσέχειν ἐθε λήσειεν τῆ τε τοῦ μακαρίου ϊερεμίου προφητεία καὶ τῆ τῶν παραλειπομένων ϊστορία καὶ τῆ τοῦ ἐσδρα συγγραφῆ, εὑρήσει τὸν κῦρον ἐν τῶ πρώτω ἔτει τῆς βασιλείας ἅπασιν τοῖς βουλομένοις τῶν ϊουδαίων παρεγγυήσαντα τὴν ἐνεγ κοῦσαν καταλαβεῖν καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν. ὥστε πανταχόθεν θυμηδίας ἔχειν τὸν προφήτην ἀφορμὰς· ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς τούτων ἕκαστον ἐξετάσειεν αὐτὰ ταῦτα εὑρήσει αἴτια τῆς τοῦ δανιὴλ ἀχθηδόνος· τοῦ γὰρ βασιλέως ἐπιτρέψαντος ἅπασιν τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους οἰκίας ἐν βαβυλῶνϊ δειμάμενοι καὶ τούτων τῶ δεσμῶ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλοντο· μόνοι δὲ οἱ τῆς εὐσεβείας ἐρασταὶ καὶ τῶν πατρώων νόμων φύλακες τῶν ἐν βαβυλῶνι κτημάτων καταφρονήσαντες, τὴν τῆς πατρίδος ἐρημίαν καὶ αὐτῆς τῆς βασιλείας προυτίμησαν· τοῦτο τοίνυν τῶ μακαρίω δανιὴλ μ έγιστον εἰργάσατο πένθος· τῆς τε γὰρ θείας ἐπαγγελίας τὸ ἀψευδὲς ὁρῶν. καὶ τοῦ βασιλέως τὸ ἥμερον καὶ φιλάνθρωπον φιλανον . καὶ τοῦ λαοῦ τὸ δυσπειθὲς καὶ δυσήνιον, σφόδρα τὴν ψυχὴν ἐτρύχετο καὶ πενθῶν καὶ θρηνῶν διετέλει· ζητήσειεν δ’ ἄν τις εἰκότως. τί δήποτε τῶν ἄλλων ἕνεκεν ὡς ἐρραθυμηκότων καὶ τῆς ἐπανόδου κατα πεφρονηκότων, θρηνῶν καὶ ὀλοφυρόμενος αὐτὸς οὐκ ἐπανῆλθεν εἰς τὴν πατρίδα πριδα · εὑρήσει δὲ τὴν λύσιν αὐτῆς τῆς αἰχμαλωσίας τὴν αἰτίαν σκοπούμενος· ὥσπερ γὰρ οὐ διὰ τὰς οἰκείας πλημ μελείας εἴασεν αὐτὸν ὁ θεὸς θς δοριάλωτον γενέσθαι· ἀλλὰ τῆς τοῦ λαοῦ προμηθούμενος ὠφελείας· καὶ οἷόν τινα κηδεμόνα καὶ διδάσκαλον αὐτοῖς συμπέμπων· οὕτω καὶ ἐν τῶ τῆς ἐπανόδου καιρῶ τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν βαβυλῶνι στερξάντων, πάλιν ὁ θεῖος προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται· ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς πνικης κηδεμονίας γενόμενοι, εἰς ἀσέβειαν παντελῶς ἐξωκίλωσιν· τούτου χάριν βασιλέως τιμῶντος τοῦ τηνικάδε κρα τοῦντος καὶ πᾶσαν αὐτῶ θεραπείαν προσφέροντος. καὶ τῶν ἄλ λων προτιμῶντος ἁπάντων, οὐδεμίαν ὁ μακάριος δανιὴλ λαμ βάνει παραψυχὴν· ἀλλ’ ἀνιᾶ καὶ λείαν αὐτὸν ἀλγύνει τοῦ λαοῦ τὸ δυσπειθὲς. καὶ ἡ τῆς ἁγίας πόλεως λήθη· οὗ χάριν καὶ τρεῖς ἑβδομάδας ἡμερῶν ἄσιτος διετέλεσεν· ἄρτον γὰρ φησὶ ἐπιθυμιῶν οὐ κ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου καὶ ἄλιμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἡμερῶν ἑβδομάδων· οὐδεμίαν γὰρ φησὶν ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῶ σώματι προσενήνοχα· οὐκ ἀλειφὴ ἔξωθεν· οὐ τροφὴν ἔνδοθεν· καλῶς δὲ καὶ μάλλα προσφόρως οὐκ ἐπὶ τῶν κρεῶν, ἀλλ’ ἐπὶ τοῦ ἄρτου. τὸ, τῶν ἐπιθυμιῶν προστέθεικεν· ὁ γὰρ ἄρτος ἀναγκαία πάντων τροφή· καὶ κοινὴ δὲ πάλιν ἀπάντων τροφή· κρεῶν γὰρ ἀπολαύουσιν οἱ εὐπορώτεροι· ἄρτου δὲ πρὸς τοῖς εὐπορω τέροις καὶ οἱ πενέστεροι· διὰ τοῦτο τὸν ἄρτον ἐπιθυμιῶν προσηγόρευσεν· ὡς καὶ κοινὴν ὄντα τροφὴν καὶ πάσης τροφῆς ἐρασμιώτατον· καὶ ἐν ἡμέρα εἰκοστῆ καὶ τετάρτη τοῦ μηνὸς τοῦ πρώτου ἐν τῶ τρίτω ἔτει ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου αὐτός ἐστιν τίγρις· ἐπισημήν ασθαι δεῖ καὶ τὸν μῆνα καὶ τὰς τῆς νηστείας ἡμέρας εἰς ἔλεγχον τῆς ἰουδαίων παρανομίας τῆ γ ὰρ τεσσαρεσκαιδεκάτη τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος ἐπιτελεῖν τὸ πάσχα, ὁ μακάριος δανιὴλ μέχρι τῆς τετάρτης εἰκάδος ἄσιτος διετέλει· εἰ δὲ εἴποιεν οἱ ϊουδαῖοι ὅτι ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν ἅτε δὴ ἄρτους ἀζύμους ἐσθίων, πρῶτον μὲν τὴν οἰκείαν ἄνοιαν καὶ διὰ τούτων ἐλέγξουσιν· ἄρτος γὰρ καλεῖται καὶ ὁ ζυμίτης καὶ ὁ ἄζυμος. ἔπειτα δὲ τὰ ἐπαγόμενα ἄντικρυς αὐτῶν ἐμφράττει τὸ ἀναίσχυντον στόμα· κρέας γὰρ φησὶ καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου· εἰ δὲ κρεῶν οὐ μετέλαβεν πῶς τὸ πάσχα ἐπετέλεσεν· τὸ γὰρ πάσχα οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμνὸς ἄρσην ἐνιαυσιαίος ἄμωμος πρὸς ἑσπέραν θυόμενος καὶ ὀπτώμενος· ὁ τοίνυν κρεῶν μὴ μεταλαβὼν πῶς τὸ πάσχα ἐπετέλει· οὐκοῦν οὐκ ἐπετέλεσεν τὸ πάσχα τῶ νόμω πει θόμενος· ὃς διαρρήδην παρακελεύεται τὰς τρεῖς ἐπιτε λεῖν ἑορτὰς εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος κς ὁ θεός θς · ἐναργῶς τοίνυν παρανομοῦσιν οἱ ϊουδαίοι ταῦτη ἐν τῆ ξένη τολμῶν τες ἐπιτελεῖν· ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· τ ῆ τετάρτη φησὶ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐν τῶ τρίτω ἔτει ἐγὼ ἤμην· ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου αὐτός ἐστιν τίγρις· πάλιν καὶ ἐντεῦθεν διδασκόμεθα ὡς οὐκ ἔσφαλται ὁ χρόνος· καὶ γὰρ ἐνταῦθα τῶ τρίτω ἔτει ἀλλ’ οὐ τῶ πρώτω ἔφη τὴν ὀπτασίαν ἑορακέναι· καὶ ἦρα τοὺς ὀφθαλμους μου καὶ ΐδον καὶ ϊδοὺ ἀνὴρ ἐνδεδυμένος βάδδιν καὶ ἡ ὀσφὺς αὐτοῦ περιε ζωσμένη χρυσίω ὠφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς· βαάδδιν δὲ τῆ ἐλλάδι φωνῆ τὰ βύσσινα σημαίνεται· λέγει τοίνυν τὸ μὲν ἔνδυμα τοῦ ὀφθέντος βύσσινον τεθεᾶσθαι· τὴν δὲ ζώνην, ἐκ χρυσίου ὠφὰζ· τουτέστιν χρυσίου λαμπροτάτου καὶ καθα ρωτάτου τὸ δὲ σῶμα αὐτοῦ ὡσεὶ θαρσεῖς. ἀντὶ τοῦ, ἐώκει τῶ δοκιμωτάτω χρυσίω ἐκ θαρςίς φερομένω· καὶ γὰρ τῶ σο λομῶντι ἐκεῖθεν τὸ ἄπεφθον ἐκομίζετο χρυσίον· καὶ τὸ πρόσωπον δὲ αὐτοῦ ὡς εἶδος ἀστραπῆς· αἴγλη φησὶν φω τοειδὴς ἐκ τοῦ προσώπου ἐφέρετο· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς· καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος. καὶ ἡ φωνῆ τῶν λόγων αὐτοῦ ὡς φωνῆ ὄχλου· εἶχε δὲ φησὶ καὶ τοὺς ὀφθαλμοὺς. πῦρ ἀ ἀ φιέντας, τοὺς δὲ βραχίονας τῶ καλλίστω χαλκῶ ἐοικότας ἔδοξας δ’ ἂν πλήθους ἀκούειν πολλοῦ διαλεγομένου ἀκούων· κ αὶ ἶδον ἐγὼ δανιὴλ μόνος τὴν ὀπτασίαν. καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ ῗδον τὴν ὀπτασίαν· ἀλλ’ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτοὺς καὶ ἔφϋγον ἐν φόβω· ἀλλ’ ἴσως ἄν τις εἴποι καὶ τί δήποτε ἔφυγον τὴν ὀπτασίαν μὴ θεασάμενοι· ἀλλ’ εἰκὸς τοῦτο πλέον αὐτοῖς ἀπεργάσασθαι τὸ δέος· μηδένα γὰρ θεώμενοι καὶ φωνῆς μεγίστης ἀκούοντες εἰκότως ἐκδειμα τωθέντες, ἀπέδρασαν· ἔκστασιν δὲ ἐνταῦθα καλεῖ οὐ τὴν διλίαν μόνην ἀλλὰ καὶ τὴν ἀορασίαν. ἔοικε δὲ ταῦτα τοῖς ἐπὶ τοῦ μακαρίου παύλου γενομένοις. κατὰ τὴν ὁδὸν τὴν πλησι άζουσαν τῆ δαμασκῶ· καὶ γὰρ ἐκεῖ αὐτὸς εἶδεν περιαστράψαν αὐτὸν φῶς· οἱ δὲ συνόντες, ἐθεάσαντο μὲν οὐδὲν. μόνης δὲ ἤκουσαν τῆς φωνῆς· καὶ ἐνταῦθα τοίνυν ὡσαύτως φεύγουσι μὲν, οἱ συνόντες τῶ θείω προφήτη· μόνης ἀκούσαντες τῆς φωνῆς μένει δὲ μόνος αὐτός· ἐγὼ γὰρ φησὶν ὑπελείφθην μόνος καὶ ΐδον τὴν ὀπτασίαν τὴν μεγάλιν ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ϊσχὺς· καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθορὰν· καὶ οὐκ ἐκρά τησα ϊσχύος· τοσοῦτον γάρ μοι ἐνέπεσεν δέος ἀπ’ ἐκείνης τῆς θεωρίας. ὡς διαλυθῆναι μὲν τῶν ἄρθρων τὴν ἁρμονίαν ἀμειφθῆναι δὲ τῆς τοῦ σώματος ἐπιφανίας τὸ σώμα χρῶμα . πά σης δὲ ϊσχύος ἔρημόν με γενέσθαι· καὶ ἤκουσα φησὶ τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῶ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γὴν· παραυ τίκα γάρ φησι τῆς μεγίστης ἐκείνης ἀκούσας φωνῆς ἔπεσα μὲν πρηνὴς· ϊδεῖν δὲ μὴ δυνάμενος τὴν φρικώδη θεωρίαν εἰς τὴν γῆν μου τὸ πρόσωπον τέθεικα· καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου καὶ ἐπὶ τὰ ΐχνη τῶν ποδών μου ἔστησέν με· οὕτω φησὶν διακείμενος αἰσθανό μην οἷόν τινος χειρὸς ἁπτομένης μου καὶ ἀνορθούσης· ἐγὼ δὲ τοῖς τε γόνασιν καὶ ταῖς χερσὶν χρώμενος διέλυσέ με γὰρ τὸ δέος ἐπειρώμην ἀνίστασθαι· ὁ δὲ εἶπεν πρός με δανιὴλ ἀ νὴρ ἐπιθυμιῶν· σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σέ· καὶ στῆθ ει ϊ ἐπὶ τῆ στάσει σου· ὅτι νῦν ἀπεστάλην πρὸς σέ· πρόσεχε φησὶν ἀκριβῶς τοῖς ὑπ’ ἐμοῦ λεγο μένοις καὶ τὸ δέος ἀποθέμενος· μετὰ συνέσεως ἄκουε τῶν ῥηθησομένων· ταῦτα γὰρ ἀπεστάλην διδάξαι σε ἐπειδὴ τῶν μὲν τοῦ σώματος ἐπιθυμιῶν κρείττων ἐφάνης ἐραστὴς δὲ ἐγένου τῶν θείων· καὶ φιλοστόργως δὲ περὶ τὸν λαὸν διακείμενος· τὰ τούτω συμβησόμενα μαθεῖν ἐπεθύμησας· καλεῖ δὲ αὐτὸν οὐ βαλτάσαρ ἀλλὰ δανιήλ· τὸ μὲν γὰρ ἦν χαλδαίων· τὸ δὲ ἑβραίων ὄνομα· καὶ τὸ μὲν ὑπὸ εὐσεβῶν ἐτέθη, τὸ δὲ ὑπὸ δυσσεβῶν προσετέθη προσετέθη σημαίνει δὲ. τὸ δανιὴλ τῆ ἑλλάδι φωνῆ κρίσιν θεοῦ θυ ὡς εἶναι αὐτὸν καὶ φερώνυμον καὶ δι’ αὐτῶν κηρύττειν τῶν πραγμάτων. ὡς ὀρθῆ καὶ δικαία κρίσει χρώμενος ὁ θεὸς θς τῆς προφητικῆς αὐτὸν ἠξίωσεν χάριτος· καὶ τὰ πολλαῖς ὕστερον γενεαῖς ἐσόμενα δῆλα πεποίηκεν· καὶ ἐν τῶ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον ἀνέστην ἔντρομος· ἤρκεσεν μὲν γὰρ ὁ λόγος ἀναστήσαί με παντελῶς δὲ τὸ δέος οὐκ ἀπεθέμην· καὶ εἶπεν πρός με μ ὴ φοβοῦ δανιὴλ· ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον κυρίου κυ τοῦ θεοῦ θυ σου· ἠκούσθησαν οἱ λόγοι σου· καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου· ἐντεῦθεν διδασκόμεθα ὅσον ἡμᾶς ἡ αὐθαί ρετος ὀνίνησιν κάκωσις· καὶ γὰρ ὁ μακάριος δανιὴλ κακώσας ἑαυτὸν τῆ αὐθαιρέτω νηστεία καὶ τὸν κύριον κν ἐκζητήσας παραυτίκα πέπεικεν καὶ ὧν ἐπεπόθησεν ἔτυχεν· τοῦτο γὰρ καὶ ὁ ὀφθεὶς αὐτῶ δῆλον ποιεῖ· ἀπὸ γὰρ τῆς πρώτης φησὶν ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακω θῆναι ἐναντίον κυρίου κυ τοῦ θεοῦ θυ σου ἠκούσθησαν οἱ λόγοι σου· τεκμήριον δὲ τούτου μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν· ἐγὼ γὰρ ἦλθον φησὶν ἐν τοῖς λόγοις σου ἀντὶ τοῦ διὰ τοὺς λόγους σου καὶ ἣν προσενήνοχας δέησιν· καὶ ὁ ἄρχων φησὶ βασιλείας π ερσῶν ϊστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν ἐν αὐτῆ φησὶν τῆ πρώτη ἡμέρα τῆς προσευχῆς σου δεχθείσης σου τῆς ϊκετείας ἀπεστάλην πρὸς σὲ· πάσας δὲ ταύτας τὰς ἡμέρας διεκώλυσέν μου τὴν πρὸς σὲ ἄφιξιν ὁ τῆς τῶν περσῶν βασι λείας ἄρχων· καὶ ϊδοὺ μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώ των ἦλθεν βοηθεῖσαί μοι καὶ αὐτὸν κατέλειπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως περσῶν· ταῦτα σαφέστερον ἡμᾶς διδάσκει ὁ μακάριος μωϋσῆς· ὅτε γὰρ φησὶ διεμέρισεν ὁ ὕψιστος ἔθνη οὗς διέσπειρεν υἱοὺς ἀδὰμ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθ μὸν ἀγγέλων θεοῦ θυ · καὶ ὁ κύριος κς ἐν τοῖς ϊεροῖς εὐαγγελίοις φησὶν τοῖς ἀποστόλοις· ὁράτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων ὅτι οἱ ἄγγελοι αὐτῶν καθ’ ἡμέραν ὁρῶσιν τὸ πρόσωπον τοῦ πατρός πρς μου ἐν τοῖς οὐρανοῖς οὐνοις · καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἐν τῆ θεία γραφῆ· διδασκόμεθα τοίνυν ἐκ τούτων· ὡς τῶν ἀ γγέλων μὲν ἕκαστος τὴν ἑκάστου ἡμῶν ἐπιμέλειαν ἐγκεχείρισται εἰς τὸ φρουρεῖν καὶ φυλάττειν καὶ τῶν τοῦ πονηροῦ δαίμονος ἐπιβουλῶν ἀπαλλάττειν· οἱ δὲ ἀρχάγγελοι τὰς τῶν ἐθνῶν ἐπιστασίας ἐνεπιστεύθησαν ὡς μακάριος ἐδίδαξεν μωϋσῆς· συμφωνεῖ δὲ τούτοις καὶ ὁ μακάριος δανιήλ· λέγει γὰρ καὶ αὐτὸς τῆς βασιλείας περσῶν ἄρχοντα· καὶ πάλιν μετὰ βραχέα ἄρχοντα τῶν ἑλλήνων· καὶ τὸν μϊχαὴλ δὲ ἄρχοντα τοῦ ϊσραὴλ ϊσηλ ἀποκαλεῖ· τούτων τοίνυν ἐντεῦθεν τὲ κακεῖθεν δήλων γεγεννημένων ζητητέον τί δήποτε ὁ τῆς περσικῆς βασι λείας ἄρχων ἐναντιοῦσθαι ἐδόκει τῶ τὴν ὑπὲρ τοῦ λαοῦ ποι ουμένω συνηγορίαν· ὅτι μὲν γὰρ παθῶν ἐστιν τῶν ἀγγέλων ἡ φύσις ἀμείνων καὶ ἁγιωσύνης ἀνάπλεως παντί που δῆλον· ὅτι δὲ κ αὶ τοῖς θείοις νεύμασιν ἀνενδοιάστως ἕπονται καὶ τοῦτο παν ταχόθεν ἔστιν καταμαθεῖν· πῶς τοίνυν τῆ τῶν ϊσραηλιτῶν κηδεμονία ἐναντιοῦσθαι ἐδόκει τῆς περσῶν βασιλείας ὁ ἄρχων· ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοεῖν ἐθελήσειεν, εὑ ρήσει τῶν εἰρημένων τὸν νοῦν· ὅ τε γὰρ ὁ τῶν περσῶν ἄρχων καὶ ὁ τῶν ἑλλήνων ἄρχων τουτέστιν οἱ τὴν τούτων φυλακὴν τὲ καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι ἀναγκαίως ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι ὧν τὴν κηδεμονίαν εἶχον. καὶ τοῦ ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες ἐδυσχέραινον· πλεί ονος αὐτοὺς βλέποντες ἀπολαύοντ ε α ς προμηθείας· οὐ γὰρ ἤδεισαν τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῶ θεῶ θω τῶ πάν τα κτήσαντι· μετὰ γὰρ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐνανθρώπησιν ὡς ὁ μακάριος ἔφη παῦλος ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ θυ · τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες καὶ τὴν πολ λὴν τοῦ θεοῦ θυ περὶ τὸν ϊσραὴλ ϊσηλ πρόνοιαν ὁρῶντες· οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι ἐδυσχέραινον θεώ μενοι· μάλιστα μετὰ νόμον καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν· χεῖρον τῶν ὑπ’ αὐτῶν ποιμαινομένων διακειμένους καὶ πλείοσιν ἐμπεφυρμέ νους κακοῖς· τοῦτο καὶ ὁ τῶ μακαρίω δανιὴλ ὠφθεὶς ἄγγελος αἰνιττόμενος ἔλεγεν· καὶ ὁ ἄρχων βασιλείας περσῶν ἱστή κει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν· ἀντὶ τοῦ ταύτας ἁπάσας τὰς ἡμέρας πείθων αὐτὸν διετέλουν· ὡς δικαί ως ταύτης οὗτοι ἀξιοῦνται τῆς προμηθείας· συνηγό ρει δέ μοι καὶ ὁ μιχαὴλ εἷς τῶν πρώτων ὑπάρχων ἀρχόν των· καὶ αὐτὸν φησὶ κατέλειπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασι λέως περσῶν· καὶ ἦλθον συνετίσαι σε· ὅσα ἀπαντήσεται τῶ λαῶ σου ἐπ’ αἰσχάτων τῶν ἡμερῶν· ὅτι ϊδοὺ ἡ ὅρασις εἰς ἡμέρας· καὶ ἐμοῦ δὲ φησὶν ἀφικομένου πρὸς σὲ· ἐπὶ τῶ σε προδιδάξαι τὰ μετ’ οὐ πολλὺν χρόνον συμβησόμενα τῶ λαῶ σου ἐπέμεινεν ὁ μιχαὴλ τῶ ἄρχοντι βασιλείας περσῶν διαλεγόμενος· καὶ οὐχ ἁπλῶς εἶπεν τῶ ἄρχοντι περσῶν ἀλλὰ τῶ ἄρχοντι βασιλείας περσῶν· ἀντὶ τοῦ καὶ αὐτοῦ τοῦ βασι λέως περσῶν ἄρχειν πεπιστευμένω· καὶ ἐν τῶ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσω πόν μου εἰς τὴν γῆν καὶ κατενύγην· ἀκούσας γὰρ ὅτι καὶ τῶν ἀγγέλων οἱ πρῶτοι δυσχεραίνουσιν τὴν γινομένην εἰς τὸν λαὸν κηδεμονίαν. ἀθυμίας πάλιν ἀναπλησθεὶς συγκε κυφὼς ϊστήκειν καὶ ἀναβλέπειν οὐ δυνάμενος· καὶ ϊδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἀνου ἥψατο τῶν χειλέων μου· καὶ ἐλάλησα καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· κύριε κε ἐν τῆ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ καὶ ϊδοὺ οὐκ ἔχω ἰσχὺν· καὶ πῶς δυνήσεται κύριε κε ὁ παῖς σου λαλῆσαι μετὰ τοῦ κυρίου κυ μου τούτου· καὶ ἐγὼ ἠσθένησα· καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ϊσχύς καὶ πνοὴ οὐχ ὑπελείφθη μοὶ· θεασάμενός με φησὶν πάλιν ἀγωνίας ἀνάπλεων οἷόν τινι ἀνθρωπία χειρὶ τῶν χει λέων μου ἁψάμενος ἐντέθεικέν μοι διαλέξεως δύναμιν καὶ εἶπον αὐτῶ· ὅτι καὶ μόνη σου ἡ θεωρία δυνάμεως μὲν ἁπάσης ἔρημόν με κατέστησεν· θορύβου δὲ καὶ ταραχῆς τὴν ψυχὴν ἐνέπλησεν καὶ τῆς προτέρας εὐταξίας τὸν λογισμὸν ἐγύμνωσεν· τοσαύτην γὰρ ἀσθένιαν ἐκ τοῦ δέους ἐδεξάμην ὡς μηδὲ συνήθως ἀναπνεῖν δύνασθαι τὸν ἀέρα· πῶς οὖν δυνήσομαι τῶν ὑπὸ σοῦ λεγομένων συνεῖναι· ἢ ἀπόκρισιν τὴν ἁρμόττουσαν ἀντιδοῦναι· μηδεὶς δὲ νομιζέτω τὸν ὀφθέν τα αὐτὸν εἶναι τὸν δεσπότην· ἐπειδὴ κύριον κν αὐτὸν ὁ δανιὴλ προσ αγορεύει· οὗτος γὰρ αὐτὸς ἐν τῶ τέλει τῆς ὀπτασίας ἀνα τείνας φησὶν εἰς τὸν οὐρανὸν οὐνον τὰς χεῖρας αὐτοῦ ὤμοσεν ἐν τῶ ζῶν τι κυρίω κω τὴν δουλείαν εὐγνωμόνως ὁμολογῶν· κύριον κν τοίνυν αὐτὸν ὁ δανιὴλ ἀποκαλεῖ, οὐχ ὡς θεὸν θν ἀλλὰ τιμὴν ἀπονέμων τὴν προσήκουσαν· καὶ γὰρ ἡμεῖς τοῖς ἐντιμοτέροις τῶν ἀνθρώπων ἀνων διαλεγόμενοι· τούτω κεχρῆσθαι εἰώθαμεν τῶ προσρήματι· ὥσπερ καὶ ὁ μακάριος ἀβραὰμ τοὺς ἀγ γέλους ὡς ἄνδρας θεασάμενος καὶ ὡς ἀνδράσιν δια λεγόμενος· δέομαι κύριε κε εἶπεν εἰ ἄρα ηὗρον χάριν ἐναν τίον σου μὴ παρέλθηΙς τὸν παῖδα σου· καὶ ἡ μακαρία ρεβέκκα τῶ οἰκέτη τοῦ μακαρίου ἀβραάμ. πίε φησὶ κύριε κε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι· οὐκοῦν καὶ ἐνταῦθα τὸ κύριος κς οὐ τὸν τῶν ὅλων σημαίνει θεόν θν · καὶ τοῦτο σαφέστερον ἐκ τοῦ τέλους γνωρισόμεθα· τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα· καὶ προσέθετο φησί· καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου ἀνου · καὶ ἐνίσχυσέν με καὶ εἶπεν μοι· μὴ φοβοῦ ἀνὴρ ἐπι θυμιῶν εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε. ἀντὶ τοῦ μηδὲν ἀγωνιάςεις· οὐ γὰρ ἐπὶ λοίμη σου παρεγενόμην ἀλλ’ ὥστε γνωρίσαι σοι ἃ μαθεῖν ἐπεθύμησας· τὸ δέος τοίνυν ἀπο ρίψας ἀνδρίζου καὶ ΐσχυε· καὶ τῶ λόγω τὸ ἔργον ἐπηκο λούθησεν· καὶ ἐν τῶ λαλῆσαι φησὶν αὐτὸν μετ’ ἐμοῦ, ἐνίσχυσα. καὶ εἶπον λαλείτω ὁ κύριός κς μου ὅτι ἐνίσχυσάς με· καὶ εἶπεν εἰ οἶδας τί ἦλθον πρὸς σὲ· καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην· καὶ ὁ ἄρχων τῶν ἑλλήνων ἤρχετο· ἀλλ’ ἢ ἀναγγελῶ σοι το τεταγμένον ἐν γραφῆ ἀληθείας. καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ ἐμοῦ περὶ τούτων, ἀλλ’ ἢ μϊχαὴλ ὁ ἄρχων ὑμῶν· τί δήποτε γὰρ φησὶν ἕνα ἢ δύο λέγων· τόν τε περσῶν ἄρχοντα ἢ τὸν τῶν ἑλλήνων· οὐδεὶς γὰρ τῶν ἐπουρανίων ἐπουνίων δυνάμεων βούλεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν λαόν· διὰ τὴν πολλὴν δηλονότι παρανομίαν. ἢ μόνος μιχαὴλ· ὃς τὴν ὑμετέραν ἐνεχειρίσθη κηδεμονίαν· τὸ δὲ πολεμῆσαι ἀντὶ τοῦ διαλεχθῆναι καὶ πεῖσαι τέθεικεν δεῖξαι βουλόμενος. τήν τε ἐκείνου δι καίαν κατὰ τοῦ λαοῦ ἀγανάκτησιν· καὶ τὴν αὐτοῦ περὶ τὸν λαὸν εὔνοιαν· εἰκὸς δὲ τὸν διαλεγόμενον εἶναι τὸν ἅγιον γαβριήλ· οὗτος γὰρ αὐτῶ καὶ ἤδη τὰς ἄλλας ἀποκαλύψεις ἡρμήνευσεν· καὶ ἐγένετο φησὶν ἐν ἔτει πρώτω κύρου, ἔστην ε ἰς κράτος καὶ ϊσχύν· εὐθὺς φησὶ τοῦ κύρου βασιλεύσαντος καὶ τοῦ ὅρου τῆς αἰχμαλωσίας συμπληρωθέντος, ἐνέστην ἕως οὗ τὴν ἄφεσιν τῶ λαῶ καὶ τὴν ἐλευθερίαν ἐπραγμα τευσάμην· καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν· λέγω δέ σοι μετὰ ἀληθείας τὰ ἐσόμενα· ϊδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῆ περσίδι· μετὰ κῦρον ἐβασίλευσεν καμβύσης· τ οῦτον οἱ μάγοι διαδεξάμενοι· δέκα μῆνας ἐβασίλευσαν· μετ ἐκείνους δαρεῖος ὁ ϋστάσπου· καὶ ὁ τέταρτος φησὶ πλου τήσει πλοῦτον μέγαν παρὰ πάντας· τὸν ξέρξην λέγει τὸν δαρείου υἱὸν· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν ἑλλήνων· τούτ ων ου καὶ οἱ ἔξω τοῦ καθ’ ἡμᾶς λόγου ϊστοριογράφοι τὲ καὶ συγγραφεῖς σοφισταί καὶ ῥήτορες μέμνηνται καὶ διηγοῦνται αὐτοῦ τήν τε ὑπερήφανον στρατείαν καὶ τὴν καταγέλαστον ἀνα χώρησιν· μέχρι γὰρ αὐτοῦ τὰ περσικὰ ἐν κεφαλαίω δ η ϊ δ ει α ξας καὶ τοὺς μετὰ τοῦτον βασιλεύσαντας· ὡς ἀσθενεστέρους γεγενημένους καταλειπὼν ἐπὶ τὸν μακεδόνα τὸν λόγον μετήνεγκεν· καί φησὶ· καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς· καὶ κυριεύσει κυρείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ. καὶ ὡς ἐὰν στῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθή σεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐνου · τοῦ γὰρ ἀλεξάν δ ρου ὡς καὶ ἤδη προειρήκαμεν τὴν ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς οἰκουμένης ἀναδεισαμένου βασιλείαν· εἶτα τὸ κοινὸν τῶν ἀνθρώπων ἀνων δεξαμένου τέλος, τέτραχα ἡ βασιλεία διηρέθη ὡς καὶ ἤδη πολλάκις εἰρήκαμεν· καὶ ἐνταῦθα δὲ πάλιν ὁ θεῖος ἀρχάγγελος, οὕτως ἔφη· καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐνου · καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ ἢν ἐκυρίευσεν· ὅ δὲ λέγει τοι οῦτον ἐστὶν· ὁ ἀλέξανδρος δώδεκα ἔτη τὰ πάντα βασιλεύσας ἐν τοῖς ἓξ τοῖς τελευταίοις ἔτεσιν καὶ τὴν περσῶν καὶ τὴν αἰγυπτίων κατέλυσε βασιλείαν· καὶ τὰ ἐν μέσω δὲ πάντα ἔθνη, ὑφ’ ἑαυτὸν ἐποιήσατο· λέγει τοίνυν· ὅτι οἱ μετ’ αὐτὸν βασι λεύσοντες οὐδὲν ἐοικότες ὀφθήσονται τῶ ἀλεξάνδρω· οὔτε κατὰ τὴν ῥώμην οὔτε κατὰ τὴν ἐξουσίαν ἣν ἐν τοῖς ἔτεσιν τοῖς τελευταίοις ἐκτήσατο· τοῦτο γὰρ λέγει εἰς τὰ ἔσχα τα αὐτοῦ· οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐκυρίευσεν· ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων· οὐ μόνον γαρ φησὶν εἰς τούτους τέσσαρας διαιρεθήσονται διαιρεθήσεται ἀλλὰ καὶ ἑτέροις χωρὶς τούτων δοθήσεται· ἐπὶ γὰρ τούτων καὶ ἀρσάκης ὁ πέρσης πολέμω κρατήσας ἀνεδήσατο τὴν βασιλείαν· καὶ μέρος τι τῆς περσικῆς ἀρχῆς ἀνε κτήσατο· ἐξ οὗ μέχρι τοῦ παρόντος οἱ περσῶν βασιλεῖς ἀρσακίδαι προσαγορεύονται· τῶν προτέρων οὐκ ἀρσα κιδῶν ἀλλὰ ἀχαιμενιδῶν ὀνομαζομένων· καὶ ῥωμαῖοι δὲ τῆς μακεδονικῆς διαιρεθήσης βασιλείας μείζονα ἔσχον τὴν ϊσχὺν ἀμέλι· καὶ παρ’ αὐτῶν τούτων τῶν βασιλέων δασμὸν ἐκομίζοντο· οὕτω τὴν διαίρεσιν προμηνύσας τῶν μὲν δύο βασιλέων καταλιμπάνει τὴν μνήμην· οὔτε γὰρ ὁ τῆς ἀσίας οὔτε ὁ τῆς μακεδονίας ἐπὶ πολὺν διήρκεσαν χρόνον· ἄλλως τε δὲ οὔτε συνέβη τί λυπηρῶν διὰ τούτων ϊουδαίοις· μόνον οὖν τῶν δύο μέμνηται δι’ ὧν τῶν χαλαπῶν συμφορῶν ἐπειράθησαν ϊουδαῖοι· οὗτοι δε εἰσὶν ὅ τε τῆς αἰγύπτου βασιλεὺς· καὶ ὁ τῶν πρὸς διω ἕω κειμένων ἐθνῶν τὴν ἀρχὴν πεπιστευμένος· εἶχ ε ο ν δὲ τ ὰ βασίλεια ἔν τε ἀντιοχία καὶ βαβυλῶνι· προσήκει δὲ πρό τερον ἡμᾶς τῶν ῥηθησομένων εἰπεῖν τὴν ὑπόθεσιν, εἶθ’ οὕτως τῆς κατὰ μέρος ἑρμηνείας ἅψασθαι· ὁ τράγος ὃν ὁ μακάριος οἶδεν δανιὴλ μετὰ τὴν συντριβὴν τοῦ ἑνὸς κέρατος· τέσσαρα ἐβλάστησεν κέρατα· τούτους αὐτοὺς βασιλέας ἐκ τοῦ ἑνὸς ἑκάστου αὐτῶν, ἕτερον ἔφυ κέρας· ὃ τήν τε αἴγυπτον σφόδρα κατεπολέμησεν καὶ μυρίαις συμφοραῖς τὸ ϊουδαίων περιέβαλεν ἔθνος· σημαίνεται δὲ διὰ τούτου τοῦ κέρατος, ἀντίοχος ὁ ἐπιφανής· καὶ τὸ τέταρτον δὲ θηρίον ὁ μακάριος οἶδεν δανιὴλ· δέκα κέρατα ἐσχηκέναι καὶ μεταξὺ τῶν κεράτων μικρὸν κέρας ἀνέβαινεν ὀφθαλ μοὺς ἔχον καὶ στόμα λαλοῦν μεγάλα. καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων· πάλιν δὲ διὰ τούτων μανθάνομεν ὡς ἐν τῶ τέλει τῆς ῥωμαϊκῆς βασιλείας. δέκα κατὰ τ’ αὐτὸν ἀνα στήσονται βασιλεῖς, πολλὰ κατ ἀλλήλων ἐργαζόμενοι κακά· καὶ τὰς ἀλλήλων καταγωνιζόμενοι βασιλείας· ὃν τρόπον οἱ μακεδόνες διετέλουν ποιοῦντες· καὶ ὅτι τούτων οὕτω γινομένων, φανήσεται ὁ ἄνθρωπος ἀνος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπω λείας. τουτέστιν ὁ αντίχρηστος ἀντίχριστος · ἐπειδὴ τοίνυν ἔοικεν τῆς ῥωμαίων βασιλείας τὰ τέλ ει η τῆ διαιρέσει τῆς μακεδονικῆς βασιλείας, τὰ ὑπὸ τούτων κἀκείνων γενησόμενα. κατὰ τ’αὐτὸν ὁ μακάριος διδάσκεται δανιὴλ· τίνα μὲν γὰρ τῶν ῥηθη σομένων τοῖς μακεδόσιν ἁρμόττει, τινὰ δὲ τοῖς ἐσομέ νοις δέκα κέρασιν καὶ τῶ μεταξὺ αὐτῶν βλαστήσαντι· καὶ ὅτι ταῦθ’ οὕτως ἔχει· ἐξ αὐτῆς μαθησόμεθα τῆς προφητείας. προσήκει τοίνυν ἡμᾶς μετὰ πάσης προσέχ η ει ἀκριβείας. καὶ διαιρεῖν προσφόρως τά τε τούτοις. τά τε ἐκείνοις ἁρ μόττοντα· ἔχομεν δὲ τούτου παράδειγμα τὴν εὐαγγελικὴν διδασκαλίαν· καὶ γὰρ τοῦ κυρίου κυ περὶ τοῦ ναοῦ τοῦ ἐν ϊερο σολύμοις εἰρηκότος τοῖς ἀποστόλοις· ἀμὴν ἀμὴν λέγω ὑμῖν ο ὐ μὴ μείνη ὧδε λίθος ἐπὶ λίθον. ὃς οὐ μὴ καταλυθήσεται· εἶτα ἐκείνων ἐρομένων. πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ διπλῆν ἐρώτησιν προσαγαγόντων· ὁ κύριος κς ἀναμὶξ ποιεῖται τὴν ἀπόκρισιν. κατὰ ταὐτὸν λέγων. τά τε τοῖς ϊεροσολύμοις συμβησόμενα καὶ κατὰ τὸν τῆς συν τελείας καιρὸν γενησόμενα· οἱ δὲ τὰ θεῖα μεμυημένοι διαιροῦσιν εὐκρινῶς τά τε τούτοις· τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς. τ οῦτο τοιγαροῦν καὶ ἡμεῖς ἐνταῦθα μετὰ τῆς προσηκούσης ποιησώμεθα ἀποδείξεως· διδάξας τοίνυν τὸν μακά ριον δανιὴλ ὁ προσδιαλεγόμενος· ὅτι τετραχῆ διαιρεθή σεται ἡ βασιλεία, καὶ τοὺς δύο καταλειπὼν τόν τε τῆς μακε δονίας φημὶ καὶ τὸν τῆς ἀσίας ἤτοι τοῦ ἑλισπόντου ὡς καὶ πρὸς βραχὺν διαρκέσαντας χρόνον· καὶ ϊουδαίους ἥκιστα λελυπηκότας ἐπάγει· καὶ ἐνΐσχυσεν βασιλεὺς τοῦ νότου καὶ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ εἷς ἐνισχύσει ἐπ’ αὐτὸν· καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ· πτολε μαῖον δὲ λέγει τὸν φιλοπάτορα· μὴ ἀρκεσθέντα τῆς αἰγύ πτου βασιλείας ἀλλὰ καὶ φοινίκην καὶ σαμάριαν καὶ τὴν ϊου δαίαν προσλαβόντα· ἕνα δὲ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ ἐνϊσχύοντα τὸν σκοπᾶν λέγει· οὗ καὶ ὁ ἰώσηππος ὁ ἑβραῖος μέμνηται συγγραφεὺς· ὃς ἄριστα στρατηγήσας. πολλὰ τῶν ἔξω τῆς τοῦ πτολεμαίου βασιλείας τῶ πτολεμαίω ὑπέ ταξεν· τοῦτο αἰνιττόμενος λέγει· καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὐτοῦ· τουτέστιν κρατήσει ἐθνῶν πολλῶν ἔξω τῆς ἀφωρισμένης αὐτῶ ἐξουσίας ὄντων· καὶ μετὰ τὰ ἔτ ει η αὐτοῦ συμμιγήσονται· καὶ θυγάτηρ τοῦ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ βορρᾶ, τοῦ ποιῆσαι συν θήκας μετ αὐτοῦ· μετὰ τὴν τοῦ φιλοπάτορος πτολεμαίου τε λευτὴν ἐβασίλευσεν πτολεμαῖος ὁ υἱὸς αὐτοῦ ὁ ἐπιφανὴς. προσαγορευόμενος· τοῦτο δὲ λέγει ὅτι μετὰ τὰ ἔτ ει η αὐτοῦ συμ μ ει ϊ γήσονται· καὶ διδάσκων πῶς συμμειγήσονται· θυγάτηρ φησὶ τοῦ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ· βασιλέα δὲ τοῦ βορρᾶ τὸν ἀντίοχον λέγει οὐ τὸν ἐπιφανῆ ἀλλὰ τὸν καλού μενον μέγαν τὸν τοῦ ἐπιφανοῦς ἀντιόχου πατέρα πρα · οὗτος γὰρ ἦν τοῖς πτολεμαίοις ἐκείνοις ὁμόχρονος· καὶ οὐ κρατήσει ϊσχὺς βραχίονος· καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ· καὶ παρα δοθήσεται αὐτῆ· καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις. καὶ ὁ κατϊσχύων αὐτὴν ἐν τοῖς καιροῖς· ἀλλ’ ὁ μὲν γάμος φησὶν γενή σεται οὐ μὴν ἐπὶ πολὺ διαρκέσει τὸ συνοικέσιον ἀλλ’ ἀποδοθή σεται τῶ πεπομφότι αὐτὴν διὰ τῶν ἀγαγόντων αὐτὴν μετὰ τῶν προσενηνεγμένων αὐτῆ· τοῦτο γὰρ λέγει καὶ ὁ κατϊσχύων αὐτὴν ἐν τοῖς καιροῖς· ὁ τὸν γάμον ϊσχυρόν τε καὶ ποθεινὸν ἐργαζόμενος πλοῦτος· καὶ ἀναστήσεται φησὶν ἐκ τοῦ ἄνθους ἐκ τῆς ῥίζης αὐτῆς ἐπὶ τῆς ἐτοιμασίας αὐτοῦ· ἀντὶ τοῦ ἀπο δοθήσεται μὲν τῶ γεγεννηκότι· παιδοποιήσει δὲ βασιλέα τῆ βασιλεία τοῦ δεδοκότος ἐναντιωθησόμενον· καὶ ἥξει φησὶ· πρὸς τὴν δύναμιν· δύναμιν δὲ καλεῖ τὴν ϊερουσαλὴμ ϊλημ ὡς τῆς θεί ας χάριτος ἀπολαύουσαν· καὶ διὰ τῶν κατα καιρὸν γινο μένων θαυμάτων τὴν θείαν ὑποδεικνύουσαν δύναμιν· κ αὶ τοῦτο δὲ ἡμᾶς ἡ τρίτη τῶν μακκαβαίων ἐδίδαξεν βίβλος· νενικηκὼς γὰρ παρ’ ἐλπίδα πᾶσαν ἀντίοχον τὸν μέγαν πτο λεμαῖος ἀφίκετο μὲν εἰς τὰ ϊεροσόλυμα· προσενήνοχε δὲ τῶ θεῶ θω θυσίας πολυτελεῖς· πειραθεὶς δὲ τῶν ἀδύτων ἐπιβῆναι τοῦ ναοῦ καὶ τοῖς ἱερεῦσιν μεθ’ ἱκετείας ἀπείργουσιν εἶξαι μὴ βουληθεὶς μαστιγοῦται μεν μάστιξιν ἀοράτοις. ἀπει λήσας δὲ τοῖς ϊουδαίοις καταλαμβάνει τὴν ἀλεξάνδρειαν καὶ ποιεῖν ἐκεῖνα ἐπιχειρεῖ ἃ ἡ ἱστορία διδάσκει· τοῦτο καὶ ἡ π ροφητεία προλέγει· ἥξει φησὶ πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρὰ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατϊσχύσει· ὑποστηρίγματα δὲ καλεῖ τὰς τὸν φόρον αὐτῶ παρεχούσας πόλεις· οἷον γάρ πῶς· στηρίζει καὶ ὑπερείδει τὴν βασιλείαν τὰ προσφερόμενα τέλη· δι’ ὧν ἡ στρατιωτικῆ τρέφεται δύναμις· καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν πᾶν σκεύος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας εἰσοίσει εἰς αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ· ἐν γὰρ τῆ πρώτη καὶ δευτέρα συμπλοκῆ οἱ πτολεμαῖοι νενϊκήκασιν ὡς αἱ ϊστο :-ρίαι διδάσκουσιν· λέγει δὲ καὶ ϊώσηππος οὕτως· τοὺς γὰρ :-ϊουδαίους ἐπ’ ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς ἀσίας, :-ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακου :-μένης, καὶ καὶ τοὺς τὴν κοίλην συρίαν νεμομένους πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν φιλοπάτορα πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ πτολεμαῖον ἐπικληθέντα δὲ ἐπιφανῆ κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος :-καὶ πταίοντος ταῦτα πάσχειν καὶ μετὰ βραχαίου· νικήσας :-μέντοι φησὶ τὸν πτολεμαῖον ὁ ἀντίοχος τὴν ϊουδαίαν προσάγεται· :-τελευτήσαντος δὲ τοῦ φιλοπάτορος ὁ παῖς αὐτοῦ μεγάλην :-ἐξέπεμψεν δύναμιν καὶ στρατηγὸν τὸν σκοπᾶν ἐπὶ τοὺς ἐν τῆ :-κοίλῃ συρίᾳ ὃς πολλάς τε αὐτὸν πόλεις ἔλαβεν καὶ τὸ ἡμέτε :-ρον ἔθνος· πολεμούμενον γὰρ αὐτῶ προσέθετο· μετ’ οὐ πολὺ δε :-τὸν σκόπὸν σκοπᾶν ὁ ἀντίοχος ηνίκα συμβαλὼν αὐτῶ πρὸς ταῖς πη :-γαῖς τοῦ ϊορδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατείας διέφθειρεν· ὕστερον δὲ ἀντιόχου χειρωσαμένου· τὰς εν τῆ κοίλη συρία πόλεις :-ἃς ὁ σκοπὸς σκοπὰς κατεσχήκει· καὶ τὴν σαμάρειαν ἑκουσίως αὐτῶ προς :-έθεντο ϊουδαῖοι· καὶ τῆ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τή τε :-στρατεία καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ τοῦ :- σκοπου σκοπᾶ καταλειφθέντας ἐν τῆ ἄκρα τῶν ϊεροσολύμων φρου :-ρούς πολιορκοῦντι προθύμως συνεμάχησαν· καὶ ἵνα μὴ καὶ τὰ ἄλλα λέγων πέρα τοῦ μέτρου μηκύνω τὸ σύγγραμμα εἰς ἐκείνα τὸν βουλόμενον παραπέμπω· καὶ εἰσελεύσεται φησὶν εἰς τὴν βασι λείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀναστρέψει εις τὴν γῆν αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν· υἱοὺς δὲ αὐτοῦ καλεῖ τοὺς τὴν στρατηγείαν πεπιστευμένους ὡς υἱοὺς ἀνθρώπων ἀνων τοὺς ἀνθρώπους ἀνους καὶ υἱοὺς τῶν προφητῶν τοὺς προφήτας· ϊ δίωμα γάρ ἐστιν τῆς ἑβραίων διαλέκτου· καὶ εἰσελεύσεται ἐρ χόμενος καὶ κατακλύζων· ἀντὶ τοῦ ῥύμη φερόμενος καὶ κατα κλυσμοῦ δίκην ἅπαντα διαφθείρων· καὶ παρελεύσεται καὶ καθιείται καὶ συμπλακήσεται ἕως τῆς ϊσχύος αὐτοῦ· ἀντὶ τοῦ παντὶ σθένει χρῶμενος ὁρμήσει κατὰ τῆς αἰγύπτου· σπουδὴ δὲ στρατοπεδεύσει καὶ ἐν ἐκείνη τῆ χώρα μεταθήσει τὸν πόλεμον· τούτοις ἐπάγει· καὶ ἀγριανθήσεται ὁ βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βορρᾶ καὶ στήσει ὄχλον πολύν· καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ καὶ ἐξελεύσετ λήψονται ὄχλον πολὺν καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ καταβαλεῖ μυριάδας καὶ οὐκ ϊσχύσει· τοῦ γὰρ βασιλέως τ οῦ νότου ἀντιπαραταττομένου μετὰ πλήθους πολλοῦ περι γενήσεται φησὶν ὁ ἀντίοχος καὶ λήψεται τὸν ὄχλον ὑποχείριον καὶ ὡς νενικηκὼς ὑπερηφανία χρήσεται· καὶ πολλὰς κατακοντίσει μυριάδας ἀλλ’ ὅμως οὐ περιγενήσεται τῆς αἰγύπτου· οὐδὲ κρατή σει τῆς τοῦ πτολεμαίου βασιλείας· οὗ χάριν δυσχεραίνων πόλιν πάλιν φησίν· ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον, καὶ εἰς τὸ τέλος τῶν καιρῶν καὶ ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλη καὶ ἐν ὑπάρξει πολλῆ· αὖθις γὰρ φησὶ μείζω τῆς προτέρας συναγαγὼν στρατείας ὁρμήσει κατὰ τῆς αἰγύπτου· ποιήσει δὲ τοῦτο περὶ τὸ τέλος τῆς αὐτοῦ βασιλείας· τοῦτο γὰρ σημαίνει εἰς τὸ τέλος τῶν καιρῶν· καὶ ἐπελεύσεται εἰσό δια εν δυνάμει μεγάλη· ἐνταῦθα διπλασιασμὸς ἔστιν ἑβραϊκὸς· ἠβουλήθην γὰρ εἰπεῖν ὅτι εἰσόδω μεγάλη χρήσεται ϊδίωμα δὲ ἔστιν καὶ ἑβραίων καὶ σύρων· καὶ οὗτοι γὰρ κἀκεῖνοι λέγειν εἰώθασιν· εἰς ἐρχόμενος εἰσελήλυθεν καὶ ἐσθίων ἐσθίει· καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὁμοίως πλείονι τοίνυν οἱ ἑρμη νευταὶ ἀκριβεία χρώμενοι καὶ τοῖς ἑβραίοις ϊδιώμασιν ἠ κολούθησαν· καὶ εν τοῖς καιροῖς ἐκείνοις φησὶ πολλοὶ ἐπα ναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· οὕτω γὰρ ἀντιό χ ου καταγωνισαμένου τὸν πτολεμαῖον ὡς ἀσθενοῦς λοιπὸν καὶ οἱ πλησιοχώροι καταφρονήσουσιν· καὶ οἱ υἱοὶ τῶν λοι μῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στήσαι ὤρασιν καὶ ἀσθενήσουσιν· πάλιν ἐνταῦθα τοὺς λοιμοὺς υἱοὺς λοι μῶν προσηγόρευσεν· οἱ γὰρ πονηρία φησι καὶ μοχθηρία τρόπων συζῶντες· καὶ τὸ δυσσεβῶς ζῆν τῆς εὐσεβεί ας προαιρούμενοι πειραθήσονται διὰ τούτων τῶν βα σιλέων τὴν νομικὴν καταλύσαι λατρείαν καὶ οὐκ ϊσχύ σουσιν· ἦττον γὰρ ὄντες ἀσεβεῖς οὗτοι θεραπεύοντες τὸ ϊουδαῖον διετέλεσαν ἔθνος· καὶ εἰσελεύσεται φησὶν ὁ βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχέει προσχῶμα· καὶ συλλήψεται πόλεις ὀχυράς· ἀντὶ τοῦ πολιορκῶν καὶ χώμασιν καὶ μηχανήμασιν χρήσεται· καὶ βραχίονες βασιλέως τοῦ νότου οὐ στήσονται· τουτ ἔστιν τὰ ϊεροσόλυμα ὡς ἐρημία τουτέστι πάσης δυνάμεως ἔρημος γενήσεται γενήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ· καὶ οὐ κ ἔσται ϊσχύς τοῦ στήναι· καὶ τοὺς ἀριστέας δὲ αὐτοῦ συλλέγων ὀνήσει πλείον οὐδέν· καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ καὶ οὐκ ἔστιν ἑστὼς κατα πρό σωπον αὐτοῦ· ράδιον γάρ φησι λοιπὸν ἑκάστω καταφρονεῖν αὐτοῦ τοῦ μὴ δύνασθαι ἀνταγωνίζεσθαι καὶ τῶν ἐναντίων περιγενέσθαι· καὶ στήσεται ἐν τῆ γῆ τοῦ σαβείρ ἔνα τῶν ἀντι γράφων ἐν τῆ γῆ τοῦ σαβαείρ ἔχει· τινὲς δὲ τῶν τὴν ἑβραί αν φωνὴν εἰς τὴν ἑλλάδα μεταβεβληκότων· γῆν θελήσεως τὴν γῆν τοῦ σαβεὶρ κεκλήκασιν· σημαίνει δὲ τὴν τῆς ἐπαγ 110v) Kurze Marginalie links Mitte γελίας γῆν θελήσεως οὖσαν· καὶ τὸ ὄρος τὸ σιὼν ὃ ἠγάπη σεν καὶ ἡυδόκησεν ὁ θεὸς θς κατοικεῖν ἐν αὐτῶ· καὶ τὸ σαβαεὶρ δὲ δυνάμεων ἑρμηνεύεται· εἴτε γοῦν· γῆ εὐδοκίας· εἴτε γῆ δυ νάμεως, ἡ ϊουδαία κέκληται· καὶ γὰρ καὶ ἄνω δύναμιν αὐτὴν προσηγόρευσεν· καὶ ἐνταῦθα σαβαεὶρ εἴτ’ οὖν σαβείρ· ε ἰσελεύσεται φησὶν ὁ βασιλεὺς τοῦ βορρᾶ καὶ εἰς ταύτην καὶ συντε λεσθήσεται ἐν τῆ χειρὶ αὐτοῦ· τουτ’ έστιν εὐοδοθήσεται· οὕτω γὰρ ἡμᾶς καὶ ϊώσηπος διὰ τῆς ϊστορίας ἐδίδαξεν· ὅτι αὐτόματοι τὸν ἀντίοχον ϊουδαῖοι δεξάμενοι· σφόδρα ὑπ’ αὐτοῦ ἐτϊμήθησαν· καὶ τάξει τὸ πρόσωπον αὐτοῦ φησὶν εἰσελθεῖν ἐν ϊσχύει πάσης τῆς βασιλείας αὐτοῦ· ἐπιχειρήσει γὰρ ἅπασαν τοῦ βασιλέως τοῦ νότου σφετερίσασθαι τὴν βασιλείαν καὶ εὐθεῖα φησὶν πάντα τὰ μετ’ αὐτοῦ ποι ίσει· ἀποδώσει γὰρ αὐτῶ πάντα ὅσα ἥρπασεν· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῶ τοῦ διαφθειραι αὐτήν· καὶ οὐ μὴ παραμείνη καὶ οὐκ αὐτῶ ἔσται· ὅπερ ἄνω ἀσφαλῶς ἀσαφῶς εἴρηκεν τοῦτο ἐνταῦθα σαφῶς· δώσει μὲν γὰρ αὐτῶ φησὶ γυναίκα τὴν ἑαυτοῦ θυγατέρα ν · οὐκ εις μακρὰν δὲ αυτῆ ἀποδοθήσεται τῶ δεδωκότι καὶ τὸ συνοικέσιον διαλυθήσεται· οὕτω δὴ φησὶν διαθεὶς τὴν αἴγυπτον· ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήψεται πολλὰς καὶ καταπαύ σει ἄρχοντας ὀνειδισμοῦ αὐτοῦ πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπι στρέψει αὐτῶ· πολλὰς γὰρ τῶν νήσων ὑφ’ ἑαυτὸν ποιησά μενος καὶ τοὺς ἐκείνων ἐθνάρχας τοῦ ἄρχειν παύσας, καταγελάστους ἐποίησεν· ἀλλὰ τούτου φησὶν τοῦ ὀνειδισμοῦ καὶ αὐτὸς ἀπολαύσει· ῥωμαῖοι γὰρ ἐν θερμοπύλαις αὐτὸν αταγωνισάμενοι· καὶ τῆς πολλῆς αὐτὸν θρασύτητος παύ σαντες δασμὸν αὐτῶ χιλίων ταλάντων ἐπέθεσαν καὶ τοῦτον φέρειν καθ’ ἕκαστον ἐνιαυτὸν κατηνάγκασαν· καὶ τὸν υἱὸν δὲ αὐτοῦ ἀντίοχον τὸν ἐπικληθέντα ἐπιφανῆ ὅμηρα λαβόντες, ἐν τῆ ῥώμη ἐφρούρουν· καὶ τοῦτο ἡμᾶς ἡ πρώτη τῶν μακκαβαίων διδάσκει· εἰρηκὼς γὰρ ὁ συγγραφεὺς περὶ τῶν τὴν ἀλεξάνδρου διδαξαμένων βασιλείαν ἐπήγαγεν· καὶ ἐξῆλθεν ἀπ’ αὐτῶν ῥίζα ἁμαρτωλὸς ἀντίοχος ἐπιφανὴς. υἱὸς ἀντιόχου τοῦ βασιλέως ὃς ἦν ὅμηρα ἐν ῥώμη· τοῦτο προσημαίνων τῶ δανιὴλ ὁ προσδιαλεγόμενος αὐτῶ ἔφη· πλὴν ὁ ὀνειδισμός αὐτοῦ ἐπιστρέψει αὐτῶ· τούτοις ἐπάγει· καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχύσαι τῆς γῆς αὐτοῦ· ταῦτα φησιν ἐν ταῖς νήσοις διαπραξάμενος εἰς τὴν οἰκείαν ἐπανήξει βασιλείαν· καὶ ἀσθενήσει καὶ πε σείται καὶ οὐχ εὐρεθήσεται· ἀντὶ τοῦ θανάτου παραδο θείσεται· καὶ ἀναστήσεται ἐκ τῆς ρίζης αὐτοῦ φυτὸν βα σιλείας καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων· ἀντίοχον λέγει τὸν ἐπιφανῆ· ὃς ἀπάρας ἀπὸ τῆς ρώμης σέλευκον τὸν ἀδελφὸν αὐτοῦ διεδέξατο· ἀντίοχον γὰρ τὸν μέγαν σέλευκος ὁ καλούμενος φιλοπάτωρ διεδέξατο· υἱὸς αὐτοῦ ὤν· τοῦ δὲ σελεύκου τελευτήσαντος ἀντίοχος ὁ ἐπιφανὴς παραλαμβάνει τὴν βασιλείαν· περὶ τού του φησὶν ἀναστήσεται ἐκ τῆς ρίζης αὐτοῦ φυτὸν βασιλείας καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβϊβάζων. τοῦτ ἔστιν τὴν τοῦ πατρὸς πρς δυναστείαν μιμούμενος· καὶ ϊκανὸς ὢν τὴν ἐτοιμασθήσαν ὑπ ἐκείνου κατασχεῖν βασιλείαν· τοῦτο γὰρ παραδηλῶν ἐπήγαγεν· καὶ πράσσων δόξαν βασιλείας· ἀντὶ τοῦ ὑπεράγαν τῶ δραστηρίω χρώμενος· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσονται· καὶ οὐκ ἐν προσώπω οὐδὲ ἐν πολέμοις· ϊκανὸς γὰρ φησὶν ἔσται καὶ μόνη τῆ φήμη ἀμαχητ εῖ ϊ καὶ ἀναιμωτ εῖ ϊ καταπλῆξαι πάντας καὶ ἑαυτῶ ὑποτάξαι· καὶ στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· τοσαύτη δὲ φησι χρήσεται δυναστία ὡς καὶ ἄνευ συμπλοκῆς κρατῆσαι τῆς πατρόθεν εἰς αὐτὸν παραπεμφθείσης βασιλείας· ἐξουδενώθη καὶ οὐκ ἐδόθη ἐπ’ αὐτὸν δόξα βασιλείας· καὶ μὴν φησὶν οὐκ ἦν ἐπίδοξος βασιλεὺς ὢν· ἀλλ’ εὐτελής τίς ἐδόκει ἐν τῆ ῥώμη φρουρούμενος· καὶ ἐπανήξει ἐπ’ εὐθηνία καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήμασιν· ἀλλ’ ὅμως φησὶ καὶ λ εί ϊ αν ὢν ἐξουθενημένος μετὰ πολλῆς ἥξει περιουσίας καὶ πλείστης δυνάμεως· καὶ κρατήσει τῆς βασιλείας δόλω συνεργῶ καὶ ἐξαπάτη μᾶλλον χρώμενος· τοῦτο δὲ καὶ ἐν τῆ δευτέρα ὀπτασία ὁ μακάριος ἐθεάσατο δανιὴλ· καὶ ἤκουσεν τοῦ ἁγίου γαβριὴλ λέγοντος. δόλος ἐν τῆ χειρὶ αὐτοῦ· καὶ ἐν καρδία αὐτοῦ μεγαλυνθήσεται· καὶ ἐν ταῦθα ὡσαύτως· καὶ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλία πολλῶν στήσεται καὶ ἐνταῦθα ὡσαύτως κατϊσχύσει γὰρ φησὶ βασιλείας ἐν ὀλισθήμασιν καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται· πάλιν δὲ ἐνταῦθα τὴν τῶν αἰγυπτίων ἠνίξατο βασιλείαν· ὅτι κἀκείνοι οἱ τὰ μεγάλα δυνάμενοι καὶ δίκην κατα κλυσμοῦ τοὺς ἀνθισταμένους διαφθείροντες καὶ ἀφανεῖς καὶ φρούδους ἀποφαίνοντες καὶ ουτοι ὑπ’ αὐτοῦ κατα κλυσθήσονται καὶ συντριβήσονται· οὐχ οὗτοι δὲ μόνοι ἀ λλὰ καί γε ἡγούμενος διαθήκης καὶ ἀπὸ τῶν συμμείξεων πρὸς αὐτὸν ποιήσει δόλον· ἐνταῦθα προσημαίνει τὴν γενο μένην ἐπανάστασιν ὀνία τῶ ἀρχιερεῖ ὑπὸ ἰησοῦ τοῦ καὶ ϊάσωνος καὶ ὀνίου τοῦ μενελάου· τούτων γὰρ πρότερον μὲν ὁ ϊάσων πρὸς τὸν ἀντίοχον δραμ ο ὼ ν τὸν οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύ νης ἐξέβαλεν· ὁ δὲ μενέλαος δῶρα καὶ χρυσίον ἀποσταλεὶς κομίσαι τῶ ἀντιόχω εἰς ἑαυτὸν πάλιν τὴν ἀρχιερωσύνην μεταθεὶς, ἐξήλασεν τὸν ϊάσωνα· ἐντεῦθεν αἱ δειναὶ καὶ χαλεπαὶ συμφοραὶ τὸ ϊουδαίων κατέλαβεν ἔθνος· ταῦτα ὁ μακάριος προδιδασκόμενος δανιὴλ ἀκούει ὅτι βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπ’ αὐτοῦ· λέγει δὲ πτολεμαῖον τὸν φιλομήτορα· οὗτος γὰρ πτολεμαῖον τὸν ἐπιφανῆ διεδέξατο· τούτοις ἐπήγαγεν· καί γε ἡγούμενος διαθήκης· λέγει δὲ τὸν ἀρχιερέα τὸν εὐσεβῆ τὸν τοῦ ϊάσωνος ἀδελφὸν καὶ προδιδάσκει ὅτι κἀκεῖνον τοῦ ἀρχιερατεύειν παύσει· ε ἶτα διδάσκει τὸν τρόπον· καὶ ἀπὸ τῶν συμμείξεων πρὸς αὐτὸν ποιήσει δόλον· χρήσεται γὰρ φησὶ διακόνοις τοῖς τὸ αὐτὸ γένος ἔχειν σεμνυνομένοις· καὶ δόλω συνεργῶ χρώμενος μυρία δεινὰ εἰς τὸ ἔθνος ἐργάσεται· ἀναβήσεται δὲ καὶ ὑπερ ϊσχύσει αὐτοῦ ἐν ὀλίγω ἔθνει· ἐξαπατήσας γὰρ τοὺς τὰ ϊ εροσόλυμα οἰκοῦντας ὡς μετ’ εἰρήνης εἰσιέναι μέλλων· πρῶ των μὲν τῶν ἀδύτων ἐπιβῆναι ἐτόλμησεν τοῦ θείου νεὼ· ἔπειτα ἅπαντα τὸν ἐπικείμενον κόσμον ἀφελὼν· καὶ τὰ ἀφιερωμέ να τῆ θεία λειτουργία σκεύη. οὕτως ἐξελήλυθεν· αὖθις δὲ πά λιν ἐπιστρατεύσας τῆ πόλει· ὀκτὼ μὲν μυριάδας ἀνθρώπων ἀνων κατέσφα ξεν· ἄλλας δὲ τοσαύτας ἐξανδραποδίσας διαπραθῆναι προσ έταξεν· καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς τοὺς ἑαυτοῦ στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν μυρίους φόνους εἰργάσατο· ταῦτα προσημαίνων φησί· καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει· καὶ ἐν εὐθενία καὶ ἐν πίοσι χώραις ἥξει· οὔτε γὰρ δι’ ἀπορίαν φησὶ μετ’ ὀλίγων ἀφήξεται· ἀλλὰ διὰ τὴν τοῦ φρονήματος ἀλα ζωνίαν· ἔστιν γὰρ αὐτῶ καὶ εὐθηνία καὶ ἀπόλαυσις μυρίων ἐθνῶν· πιόνων καὶ φόρον πολὺν χορηγούντων· καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες πρες αὐτοῦ καὶ οἱ πατέρες πρες τῶν πατέρων πρων αὐτοῦ· προ νομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεί· πάν των γὰρ αὐτοῦ τῶν πατέρων πρων καὶ τῶν προγόνων ἁπάντων τὸ ϊουδαίων ἔθνος τετιμηκότων· τἀναντία οὗτος πάντα ἐργάσεται ἀναιρῶν καὶ ληϊζόμενος καὶ ἐξανδραποδιζόμενος· καὶ τοῖς συστρατευομένοις τὰ τούτων δωρούμενος· καὶ ἐπ’ αἴγυπτον φησὶ λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ· ἀντὶ τοῦ οὐκ ἐπὶ πολῦ κρατήσει· καὶ ἐξεγερθήσεται ἡ ϊσχὺς αὐτοῦ καὶ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλη· ταύτην αὐτοῦ τὴν κατὰ τῆς αἰγύπτου ἔφοδον καὶ ἡ πρώτη τῶν μακκαβαίων διδάσκει ϊστορία ε ἰσῆλθεν γὰρ φησὶν ἀντίοχος εἰς αἴγυπτον ἐν ὄχλω βαρεῖ καὶ ἐν άρ μασι καὶ ἐλέφασι καὶ ἱππεῦσιν καὶ ἐν στόλω μεγάλω καὶ συ νεστήσατο πόλεμον πρὸς πτολεμαῖον βασιλέα αἰγύπτου καὶ ἐνετράπη πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν καὶ ἔπεσαν τραυματίαι πολλοὶ καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῆ αἰγύπτω καὶ ἔλαβον τὰ σκύλα τῆς αἰγύπτου· καὶ ταῦτα προδιδασκόμενος ὁ μακάριος δανιὴλ ἤκουσεν· καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον πρὸς αὐτὸν ἐν δυνάμει μεγάλη καὶ ϊσχυρᾶ σφόδρα· καὶ οὐ στήσεται ὅτι λογιοῦνται ἐπ’ αὐ τὸν λογισμοὺς· ἀντὶ τοῦ πολλαῖς καὶ παντοδαπαῖς ἐνέδραις χρήσονται κατ’ αὐτοῦ· καὶ φάγονται φησὶ τὰ δέοντα αὐτοῦ τουτέστιν καταναλώσουσιν αὐτοῦ πᾶσαν τὴν πρόσοδον καὶ τὸν τελούμενον αὐτῶ φόρον ληϊζόμενοι εἰς ἑαυτοὺς μεταθήσουσιν· καὶ συντρίψουσιν αὐτὸν καὶ δυνάμις αὐτοῦ κατακλύσει καταλύσει · καὶ πεσοῦντα τραυματίαι πολλοὶ· οὐκ αὐτὸν δὲ γὰρ μόνον· ἀλλὰ καὶ τὴν στρατείαν αὐτοῦ δίκην κατακλυσμοῦ διαφθερεῖ· καὶ πολλὺν ἐργάσεται φόνον· καὶ ἀμφότεροι φησὶν οἱ βασιλεῖς αἱ καρ δίαι αὐτῶν ἐπὶ πονηρίαν· καὶ ἐπὶ τραπέζη μιὰ ψευδὴ λαλήσουσιν· καὶ οὐ κατευθύνει· ῥωμαῖοι γὰρ ὡς ϊώσηπος ἡμᾶς ὁ ϊστορϊογράφος διδάσκει αὐτοῦ μαθόντες στρατείαν παρενεγύησαν ἀποστῆναι τῆς αἰγύπτου· ὅθεν σπεισάμενος φησὶν εἰρήνην καὶ τραπέζης ἐκοινώνησεν, τῶ πτολε μαίω· τὸ δὲ ὕπουλον τῆς φιλίας διδάσκων ὁ τῶ δανιὴλ προσδιαλεγόμενος· καὶ ἀμφότεροι φησὶν οἱ βασιλεῖς αἱ καρ δίαι αὐτῶν ἐπὶ πονηρίαν καὶ ἐπὶ τραπέζη μιᾶ ψευδῆ λα λήσουσιn καὶ οὐ κατευθύνει· ἀντὶ τοῦ οὐ βεβαία ἔσται ἡ εἰρήνη, ὅτι ἔτι πέρας ἔσται εἰς καιρόν· τουτέστιν αὖθις γὰρ τοῦ καιροῦ τούτου διαδραμώντος συμ πλακήσονται καὶ παρατάξονται· καὶ ἐπιστρέψει φησὶν εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῆ, ἀλλ’ ὅμως τότε φησὶν μετὰ πολλοῦ πλούτου καὶ πολλῆς περιουσίας εἰς τὴν οἰκείαν ἐπαναστρέψει βασιλείαν· καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθί κην ἁγίαν· μίαν δὲ λοιπὸν σχήσει σπουδὴν, ὥστε κατα λῦσαι τὸν ὑπὸ τοῦ θεοῦ θυ τοῖς ϊουδαίοις δεδομένον νόμον· ταῦτα δὲ β ουλευσάμενος· καὶ εἰς πέρας ἄξει τὰ βουλεύματα· καὶ ποιήσει γὰρ φησι καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· καὶ τοῦτο δὲ ἡ τῶν μακκαβαίων βίβλος καὶ ἡ ϊωσήπου ἱστορία διδάσκει· καὶ εἰς τὸν καιρὸν αὐτοῦ ἐπιστρέψει καὶ ἥξει ἐν τῶ νότω καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη· ἀντὶ τοῦ οὐχ ὁμοίως νικήσει ἀλλ’ ἡττηθεὶς ἐπανήξει· τὸ δὲ εἰς καιρὸν αὐτοῦ τὸν ἐπιτήδειον τῶ πολέμω σημαίνει καιρὸν· καὶ εἰσελεύσονται ἐν αὐτῶ οἱ εἰσπορευόμενοι κιτίοι καὶ ταπεινωθήσονται· πα ραλαβὼν γὰρ πολλοὺς κυπρίους καὶ ἑτέρους νησιώτας· τὸ γὰρ κίτιον μέχρι τῆς σήμερον· πόλισμα ἐστὶν τῆς κύπρου ὁρ μήσει μὲν κατὰ τῆς αἰγύπτου· ἡττηθεὶς δὲ καὶ ταπεινωθεὶς ἐπανήξει· καὶ ἐπιστρέψει φησὶν καὶ θυμωθήσεται ἐπὶ δι αθήκην ἁγίαν· πάντα γὰρ φησὶ τὸν θυμὸν, τὸν διὰ τὴν ἧτταν αὐτῶ προσγινόμενον κατὰ τῆς ἁγίας διαθήκης ἐμέσει καὶ δεικνὺς τὸ ἔργον· καὶ ποιήσει φησὶ τὸν θυμόν· ἐν γὰρ τῆ δευτέ ρα παρουσία τόν τε πολὺν ἐργάσεται φόνον καὶ τῶν διαφυ γόντων τὸν ἀνδραποδισμόν· καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλείποντας διαθήκην ἁγίαν· πάσαν φησὶ ποιή σεται πρόνοιαν τῶν παρανομισάντων· καὶ τὸ μὲν ϊουδαΐζειν ἀρνηθέντων· τὸ δὲ ἑλληνίζειν ἀσπασαμένων· καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται· καὶ βεβηλώσουσι τὸ ἁγί ασμα τῆς δυναστείας. καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμόν καὶ δώσουσιν εἰς αὐτὸ βδέλυγμα ἠφανισμένον· βραχίονας καλεῖ ὡς καὶ ἤδη προειρήκαμεν· τοὺς ὑπουργούντας αὐτῶ στρατηγοὺς ἅτε δὴ δίκην βραχιόνων τά τε τοῦ βασιλέως πληρούντας προστάγματα· πέμψει τοιγαροῦν φησὶ τινὰς τὸ μὲν ἁγίασμα τῆς δυναστίας βεβηλοῦντας· ἀντὶ τοῦ τῶ θεῶ θω τῶ παντοδυνάμω ἀνακείμενον νεὼν· βωμὸν δὲ ϊδωλικὸν ἔνδον ἀναστήσοντας· τοῦτο γὰρ καλεῖ βδέλυγμα ἠφανισμένον· διδάσκει δὲ ἡμᾶς τοῦτο καὶ ἡ δευτέρα τῶν μακκαβαίων· φησὶν γὰρ οὕτως· περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ ἀντίοχος εἰς τὴν αἴγυπτον ἐστείλατο· εἶτα ἐν μέσω ὁ συγγραφεύς τινὰ περι τῆς τῶν νόθων ἀρχιερέων φιλονικίας εἰρηκὼς ἐπήγαγε· π ρὸς πεσόντων δὲ τῶ βασιλεῖ περὶ τῶν γεγονότων ὑπέλαβεν :-ἀποστατεῖν τὴν ϊουδαίαν· ὅθεν ἀναστρέψας ἐξ αἰγύπτου :-τεθηριωμένος τὴν ψυχὴν ἔλαβεν τὴν πόλιν δοριάλωτον· :-καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς :-ἐμπίπτοντας· εἶτα διηγησάμενος ὡς κατὰ πάσης ἡλικίας :-ὁ φόνος ἐχώρει καὶ ὀκτὼ μυριάδες νεκρῶν ἠριθμήθησαν· :-πάλιν μετὰ βραχέα φησὶν ἀπεδέχθη δὲ περὶ ἀπεχθῆ δὲ πρὸς τοὺς ἰουδαίους τοὺς ϊουδαίους :-διάθεσιν ἔχων ὁ ἀντίοχος. ἔπεμψεν μυσάρχην ἀπολλώ :-νιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοῖς χιλίοις :-προστάξας τοὺς ἐν ἡλικία πάση πάντας κατασφάξαι· :-καὶ μετὰ βραχέα δὲ πάλιν φησὶν· μετ’ οὐ πολὺν δὲ χρόνον ἀπέ :-στειλεν ὁ βασιλεὺς γέροντα ἀθηναίον ἀναγκάζειν τοὺς :-ϊουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων καὶ τοῖς :-τοῦ θεοῦ θυ νόμοις μὴ πολιτεύεσθαι· μολῦναι δὲ καὶ τὸν ἐν ιερουσαλὴμ ιλὴμ :-νεὼν καὶ προσονομάσαι. διὸς ὀλυμπίου· ταῦτα προαγορεύων ὁ τῶ μακαρίω δανιὴλ προσδιαλεγόμενος, ἔφη· καὶ βραχί ονες ἐξ αὐτοῦ ἀναστήσονται· καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστίας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμόν· τουτ τὴν καθαρὰν καθ’ ἡμέραν τῶ θεῶ θω προσφερομένην λατρίαν· καὶ δώσουσιν εἰς αὐτὸ βδέλυγμα ἠφανισμένον τὸν βωμὸν· ὃν τῶ διῒ ἀνέ στησεν. ὁ δυσσεβὴς βασιλεὺς· καὶ χοίρον ἐπ’ αὐτοῦ προς ενήνοχεν· καὶ τοὺς ἀνομοῦντας φησὶ· διαθήκην ἀπάξουσιν ἐν ὀλισθήμασι· τοὺς γὰρ παρανομία συζῶντας προ φανῶς δυσσεβεῖν παρασκευάσουσιν τοῖς ἀπατηλοῖς χρώμενοι λόγοις· καὶ λαὸς γινώσκοντες θεὸν αὐτῶν κατισχύσουσιν καὶ ποιήσουσιν τοὺς περὶ τὸν μακάριον ἐνταῦθα ματθίαν αἰνίττεται· ὃς πρῶτος τοῖς τοῦ ἀντιόχου δόγμασιν ἀντιστὰς καὶ σὺν τοῖς υἱέσιν τὴν ἔρημον καταλαβὼν· μετ’ ὀλίγων στρατευόμενος τοὺς ἐκείνου κατηγωνίσατο στρατηγοὺς· καὶ οἱ συνετοὶ λαοῦ φησὶν συνήσουσιν εἰς πολλά· οἱ γὰρ εἰς δέον τῆ παρὰ τοῦ θεοῦ θυ χορηγηθήσει γνώσει χρώμενοι σφόδρα τῶν ἐκείνου κατα φρονήσουσιν νόμων καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τελευτὴν τῆς μετὰ ἀσεβείας ζωῆς προτιμήσουσιν· καὶ τοῦτο σημαίνων, ἐπήγαγεν· καὶ ἀσθενήσουσιν ἐν ρομφαία· καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσία καὶ ἐν διαρπαγῆ ἡμερῶν αὐτῶν· διαφόροις γὰρ καὶ παντοδαποῖς κολαστηρίοις ὁ δυσσεβὴς χρώμενος κατα πλήττειν ἐπειράτο τοὺς εὐσεβεῖς· ἄωρον αὐτοῖς ἐπιφέρων θάνατον· καὶ οἱονεὶ τὰς ὑπολοίπους αὐτῶν διαρπάζων ἡμέρας· εἶτα τὰ ὑπὸ τοῦ μακαρίου ματθίου καὶ τῶν υἱέων αὐτοῦ ἐσόμενα προλέγει· καὶ ἐν τῶ ἀσθενῆσαι αὐτοὺς βο ηθηθήσονται βοήθιαν μικράν· τῆς γὰρ θείας χάριτος ἀπο λαύσουσιν· καὶ τέως τῶν πολεμούντων περιγενήσονται· οὐ μὴν εἰρήνης καὶ πολέμων ἀπαλλαγῆς ἐν ταῖς τούτου ἀπολαύσουσιν ἡμέραις· διὸ βοήθειαν μικρὰν τὰς γενομένας ἐν μέσω τῶν πολέμων ἀνακωχὰς προσηγόρευσεν· καὶ π ροστεθήσονται φησὶ πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθή μασιν· ταύτην γὰρ φησὶ τὴν ἀνδραγαθίαν ὁρῶντες καὶ τῶν ὀλισθησάντων πολλοὶ καὶ τὴν εὐσέβειαν ἀρνηθέντων μεταμελεία χρησάμενοι· πρὸς αὐτοὺς δραμοῦνται· καὶ ἀπὸ τῶν συνιέντων φησὶν ἀσθενήσουσιν πολλοὶ· καὶ τῶν εὐσεβεῖν δοκούντων εἰς τοὐναντίον τραπήσονται· τοῦ πυρῶσαι φησὶν ἐν αὐτοῖς καὶ τοῦ ἐκλέξασθαι καὶ ἐκλευκᾶναι ἕως καιροῦ πέρας· διότι ἔτι εἰς καιρόν· οὐδὲ ταῦτα φησὶ βλάψει τοὺς ἐσομένους ἀνθρώπους ἀνους · διδαχθήσονται γὰρ ἐντεῦθεν τοῖς προτέροις μὴ θαρρεῖν κατορθώμασιν· ἀλλ’ ἀεὶ δε δοικέναι καὶ τρέμειν κατὰ τὴν τοῦ μακαρίου παύλου παραίνεσιν· ὁ δοκῶν γὰρ φησὶν ἐστάναι βλεπέτω μὴ πέση· α ἱ γὰρ τῶν καιρῶν μεταβολαὶ· οἱονεὶ πυροῦσιν καὶ δοκιμάζουσιν καὶ ἀποκρίνουσιν τοῦ δοκίμου τὸ κίβδηλον· οὐ μὴν δὲ ἀλλὰ κ αὶ λευκένουσιν οἱονεὶ ἔριον καὶ δοκιμάζουσιν εἴτε φυσικὺν εἴτε ἐπίσακτον ἔχει τὴν χροίαν· καὶ εἴτε ὅλον διόλου ἐν πεφοικὸς τὸ χρῶμα· εἴτε τῆ ἐπιφανία ἐπικείμενὸν μόνη· ταῦτα μὲν φησὶ κατὰ τὸν παρόντα βίον μερικῶς γίνεται· ἐν δὲ τῶ μέλλοντι χρόνω ἡ καθόλου τῶν ἀνθρώπων ἀνων ἐξ έτασις ἔσται· ταῦτα περὶ ἀντιόχου τοῦ ἐπιφανοῦς εἰρηκὼς, μετὰ βαίνει λοιπὸν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον· ἀρχέτυπον δὲ τοῦ ἀντιόχου. ὁ ἀντίχριστος καὶ τοῦ ἀντιχρίστου εἰκῶν ὁ ἀντίοχος· ὥσπερ γὰρ ἐκεῖνος ἀσεβεῖν ἠνάγκαζεν ϊουδαίους καὶ πολιτεύεσθαι παρανόμως· οὕτως ὁ ἄνθρωπος ἀνος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας ὁ ὑπεραιρόμενος καὶ ὑπερϋψούμενος ὑπὲρ πάντα λεγόμενον θεὸν θν ἢ σέ βασμα ἧ φησὶν ὁ μακάριος παῦλος ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ θυ εἰσελθόντα καθείσαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἔστιν θεὸς θς ἐν πάσιν σημίοις καὶ τέρασιν ψεύδους· οὕτως οὗτος πάντα εἰς ἀπάτην τῶν εὐσεβῶν δια πράξηται· νῦν μὲν ταῖς ἀπατηλαῖς θαυματουργίαις ἐξαπατᾶν καὶ φαινακίζειν πειρώμενος· νῦν δὲ τῆ δυναστία χρώμενος· καὶ πᾶν εἶδος τιμωρίας ἐπι φέρων τοῖς τῆς εὐσεβείας τροφίμοις· εἰ δέ τις τὴν ἀκολουθείαν τῆς προφητείας ἐπιζητῶν μὴ πιστεύη ταῦ θ’ οὕτως ἔχειν· εἰς νοῦν τὴν εὐαγγελικὴν διδασκαλίαν λαβέτω· καὶ γὰρ ἐκεῖ κατὰ ταυτὸν ὁ κύριος κς τὰ περὶ τῆς κοινῆς συντελείας προλέγει· καὶ τὰ περὶ τῆς συντελείας τῆς ϊερουσαλήμ ϊλημ · εἰρηκὼς γὰρ προσεύχεσθαι ἵνα μὴ γένηται ἡ φυγῆ ὑμῶν χειμῶνος μὴ δὲ ἐν σαββάτω· ταῦτα τοῦτο δὲ ϊουδαί οις μόνοις ἁρμόττη, εὐθὺς ἐπήγαγεν· ἔσται γὰρ θλίψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐ δὲ μὴ γενήσεται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ημέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι · καὶ δεικνὺς ὡς οὐδὲν τούτων ϊουδαίοις προσήκει ἐπήγαγεν· τότε ἐάν τις ὑμῖν εἴπη· ϊδοὺ ὧδε ὁ χριστὸς χς ἢ ἐκεῖ μὴ πιστεύσηται· καὶ προειρηκὼς περὶ τῶν ψευδοχρίστων ὀλίγα, ἐπάγει· ὥσπερ γὰρ ἡ ἀστραπῆ ἐξέρ χεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀνου · καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως· ΐνα μὴ καθ’ ἕκαστον λέγω· ἐντεῦθεν τοίνυν ποδηγούμενοι, κ αὶ τὴν προφητείαν νοήςωμεν μεταβᾶσαν μὲν ἀπὸ τοῦ ἀν τιόχου ἐπὶ τὸν ἀντίχρϊστον ὡς ἀπὸ εἰκόνος. ἐπὶ ἀρχέτυπον· σαφῶς δὲ ἡμᾶς τὰ κατ ἐκεῖνον προδιδάσκουσαν· ποιήσει γάρ φησι κατὰ τὸ θέλημα αὐτοῦ ὁ βασιλεὺς καὶ ὑψωθήσεται· καὶ μεγα λυνθήσεται ἐπὶ πάντα θεὸν θν τῶν θεῶν καὶ λαλήσει ὑπέρ ογκα καὶ κατευθυνεῖ· ἀντὶ τοῦ εὐοδωθήσεται· ἀλλ’ οὐκ εἰς τέλος· μέχρι γὰρ τοῦ συντελεσθῆναι τὴν ὀργὴν· ἕως ἂν σφόδρα φησὶ τὴν θείαν ὀργὴν ἐκκαύσει καὶ ταύτην ἐπισπάσηται· ὀργὴν δὲ τὴν τιμωρίαν καλεῖ ἀπαθὲς γὰρ τὸ θεῖον· εἰς γὰρ συντε λείαν φησὶν καὶ σπουδὴν γίνεται· καὶ γὰρ αὐτὸς φησὶ προγινώσκων τὸ ἑαυτοῦ τέλος πολλὴ χρήσεται σπουδῆ εἰς ἀσέβειαν ἅπαν τας ἐκκαλούμενος· καὶ πολλοὺς κοινωνοὺς τῆς τιμω ρίας λαβεῖν βουλλόμενος· τὰ δὲ ἐπαγόμενα σαφέστερον ἐλέγχει τὴν ἄνοιαν τῶν οἰομένων περὶ ἀντιόχου ταῦτα εἰρῆσθαι· φησὶν γὰρ· καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων πρων αὐτοῦ οὐ συνήσει· ἐ υρίσκομεν δὲ τὸν ἀντίοχον ϊδωλικῶν βωμῶν τήν τε ϊερουσαλὴμ ϊλημ καὶ πᾶσαν τὴν ϊουδαίαν ἐμπλήσαντα καὶ ἐν τῷ ναῷ τοῦ θεοῦ τῷ διῒ θύσαντα καὶ διὸς μὲν ὀλυμπίου τὸν ἐν ϊεροσολύμοις νεὼν πρὸς ἀγορεύσαντα· διὸς δὲ ξενίου. τὸν ἐν τῶ γαρίζειν· πῶς τοίνυν ὁ οὕτως δυσσιδαίμων. ὁ οὕτως ϊδωλολάτρις ἐπὶ θεοὺς τῶν πατέρων πρων αὐτοῦ οὐ συνήσει· πάν τα γὰρ τουναντίον ὁ ἀντίοχος ποιῶν διετέλει· τοὺς πατρώους γὰρ σέβων θεοὺς τὸν ὑπὸ τῶν ϊουδαίων προσκυνούμενον. ἠρνήτο θεόν· οὐδαμῶς τοίνυν τῶ ἀντιόχω ταῦτα ἁρμόττει ἀλλ’ αὐτῶ τῶ ἀρχετύπω τοῦ ἀντιόχου· οὗ εἰκὼν καὶ τύπος ὁ ἀντίοχος γεγο νὼς νικήσαι εἰς ἀσέβειαν ἅπαντας τοὺς πρὸ αὐτοῦ γενομένους βασιλέας ἐφιλονίκησεν· περὶ τοῦ ἀντιχρίστου τοίνυν λέγει· ὅτι ἐπὶ πάντας θεοὺς πατέρων πρων αὐτοῦ οὐ συνίσει· καὶ ἐπὶ ἐπιθυ μίαν γυναικῶν καὶ ἐπὶ πάντα θεὸν οὐ συνήσει· καὶ τοῦτο δὲ ἄντικρυς ἐναντίον τοῖς τοῦ ἀντιόχου ἐπιτηδεύμασιν· οὗτος γὰρ οὐδὲ ταῖς γάμω νόμου συνημμέναις μόναις ἠρκεῖτο· ἐξ ὧν ἀντίοχόν τε τὸν εὐπάτορα καὶ ἀλέξανδρον ἐπαιδοποίησεν· ἀλλὰ καὶ παλλακίσιν ἀκολάστοις ἐμείγνυτο· τῆς δὲ μιᾶς καὶ ἡ δευτέρα τῶν μακκαβαίων μνημονεύει· καί φησιν ὁ συγγραφεὺς οὕτως· συνέβη δὲ ταρσεῖς καὶ μαλλεώτας στασιάζειν διὰ τὸ ἀντι οχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι· ὁ τοίνυν τοσαύτῃ δουλεύων ἀκολασίᾳ ὡς πόλεις τοιαύτας καὶ τηλικαύτας ἑταιρικῷ δωρήσασθαι γυναίῳ πῶς ἐπὶ ἐπιθυμίαν γυναικῶν οὐ συνήσει· οὐκοῦν καὶ ἐντεῦθεν σαφῶς ἁμαρτάνοντες ἐξελέγχονται οἱ εἰς ἀντίοχον ταῦτα λαμβάνειν ἐπιχειροῦντες· ἡμεῖς δὲ. ἐπανέλθωμεν ὅθεν ἐξήλθομεν· καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν φησὶν οὐ συνήσει· ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται· ἀντὶ τοῦ οἰήσεται πάντων εἶναι μέγιστος· καὶ θεὸν θν μαζωεὶμ ἐπὶ τόπου αὐτοῦ δοξάσει· κ αὶ θεὸν θν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες πρες αὐτοῦ δοξάσει ἐν ἀργυρίω καὶ χρυσίω καὶ ἐν λίθω τιμίω καὶ ἐν ἐπιθυμήμασιν· τ ῶν γὰρ πατέρων πρων αὐτοῦ πάντων τὴν οἰκείαν φύσιν ἐγνωκότων· καὶ τὸν ἐπὶ πάντων θεὸν θν σφᾶς αὐτοὺς ὀνομάσαι μὴ τετολ μηκότων· οὗτος θεὸν ἰσχυρὸν καὶ δυνατὸν. τοῦτο γὰρ σημαίνει τὸ μαωζεὶμ ἑαυτὸν προσαγορεύει· τὸ γὰρ ἐπὶ τόπου αὐτοῦ ἀντὶ τοῦ ἑαυτὸν τέθεικεν· καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ θυ ἀλλοτρίου ὃν ἐγνώρισεν· καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις· ἀναστήσει γὰρ φησὶν ἑαυτῶ ναοὺς. καὶ ἀργύρω καὶ χρυσῶ καὶ λίθοις τιμίοις αὐτοὺς καλλωπίσει καὶ ὑποτάξει αὐτοῖς πολλοὺς τοὺς ἐξαπατομένους. δηλονότι τοῖς γέρασιν. ἢ ταῖς κολάσεσιν χαυνουμένους· ἀλλὰ καὶ γῆν διέλει ἐν δώροις· τοῖς γὰρ ὑπηκόοις καὶ ἀσεβεῖν αἱρουμένοις καὶ γῆν δωρήσεται πλείστην· καὶ ἐν καιρῶ πέρατι φησὶν συγκερατισθήσεται μετ’ αὐτοῦ βασιλεὺς τοῦ νότου καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν άρμασιν καὶ ἐν ϊππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν ἐν ταῖς κατακλύσεσιν· καὶ συντρίψει· π ολλάκις εἴπομεν· ὅτι τοῦ τετάρτου θηρίου τὰ δέκα κέρατα τὰ κατ’ αὐτὸν φανέντα. δέκα βασιλέας σημαίνει ἐν τῶ τέλει τῆς ρωμαϊκῆς βασιλείας κατὰ ταυτὸν βασιλεύσοντας· ἐκ τούτων τοίνυν πάλιν ὁ τοῦ νότου βασιλεὺς, πολεμήσει τούτω· ὃς τοῦ βορρᾶ καλεῖται βασιλεὺς· ἀπὸ βορρὰ γὰρ φησὶν ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· καὶ ἀντίοχος δὲ ὡς τούτου τύπος ἐτύγχανεν τοῦ βορρᾶ βασιλεὺς ὠνομάζετο· τοῦ τοίνυν βασιλέως τοῦ νότου συμπλακέντος αὐτῷ· μετὰ πλήθους οὗτος καὶ ὀχημάτων ἐνγήων τὲ καὶ θαλαττίων καὶ ἐπιστρατεύσει αὐτῶ καὶ τὴν νίκην ἀναδήσεται· τούτους δὲ τοὺς πολέμους καὶ ἐν τοῖς ϊερεῖς εὐαγγελίοις προεῖπεν ὁ κύριος κς · ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λ ει ϊ μοὶ καὶ λοιμοί· καὶ σεισμοὶ κατὰ τόπους· ταῦτα δὲ πάντα ἀρχαὶ ὠδείνων· ἔχοντες τοίνυν τῆ προφητεία τῆδε· τὴν δεσποτικὴν πρόρησιν συμφωνούσαν νοήσωμεν τὰ προκεί μενα· καὶ παρελεύσεται φησὶ καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβείρ· πάλιν τοῦ σαβεὶρ, τὰ ϊεροσόλυμα παρεδή λωσεν· καὶ πολλοὶ ἀσθενήσουσιν· δηλονότι οἱ ἐξ ἀπατώ μενοι· ἢ τῶ μεγέθει τῶν τιμωριῶν χαυνούμενοι· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ· αἰδὼμ καὶ μωὰβ καὶ ἀρχὴ υἱῶν ἀμμών· οὐδὲ ταῦτα δὲ ἁρμόττει τῶ ἀν τιόχω· καὶ γὰρ τούτους καταστρεψάμενος ἡγεμόνας αὐτοῖς ἐπέστησεν ὧν εἰσὶν ὁ τιμόθεος ἀμμανιτῶν ἡγούμενος· ἐ πὶ δὲ τούτου τοῦ δυσσεβοὺς εἰκὸς τούτους διαφυγεῖν· ἅτε δὴ μὴ δὲ σπουδαίως εὐσεβοῦντας· τοῖς γὰρ σπουδαίοις πάν τως ὁ δυσσεβὴς ἐπιστρατεύει· εἰ δὲ καὶ τροπικῶς ταῦ τα δεῖ νοήσαι τὰ ὀνόματα· αἰδὼμ ἐρμηνεύεται ὁ πυρρός· τούτου χάριν καὶ ὁ ησαῦ αἰδὼμ προσηγορεύθη ὡς τοῦ ἑψή ματος τοῦ φακοῦ ἐρυθροῦ ὄντος ἐπιθυμήσας· καὶ τὸ αἶ μα δὲ ἐρυθρὸν ἔχει τὸ εἶδος· οἱ τοίνυν τοῦ δεσποτικοῦ αἵματος ἀξιούμενοι καὶ ἀξίως τῆς δωρεᾶς ταύτης πολιτευόμενοι ἐπανθοῦσαν αὐτοῖς ἔχουσιν τὴν τοῦ δεσποτικοῦ αἵματος χάριν· καὶ μωὰβ δὲ προσαγορεύεται· ὁ ἐκ τοῦ πατρὸς πρς γεν νηθείς· οὕτως γὰρ ἡ πρεσβυτέρα τοῦ λὼτ. θυγάτηρ ἐκ τοῦ πατρὸς πρς συλλαβοῦσα εἶτα τεκούσα προσηγόρευσεν τὸν τεχθέντα· οἱ τοίνυν υἱοὶ θεοῦ θυ προσαγορευόμενοι· οἳ οὐκ ἐξ αἱμάτων. οὐδὲ ἐκ θελήματος σαρκὸς. ἀλλ’ ἐκ θεοῦ θυ ἐγεννήθησαν, εἰκότως μωὰβ ὠνόμαζεν ὀνομάζονται · καὶ ὁ ἀμμὰν δὲ τὸν υἱὸν τοῦ γέ νους σημαίνει· τοῦτο γὰρ ἡ θεία διδάσκει γραφῆ· λέγει δὲ ὁ μακάριος παῦλος ἐν ἀθηναίοις δημηγορῶν· γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ θυ · οὐκ ὀφείλομεν χρυσίω ἢ ἀργύρω λίθων χαράγματι τέχνης τὸ θεῖον εἶναι ὅμοιον· καὶ αὐτὸς δὲ ὁ θεὸς θς γένος. αὐτοὺς τοὺς ἁγίους ἐκάλεσεν· ποτίσαι γάρ φησὶν τὸ γέ νος μου τὸ ἐκλεκτὸν τὰς ἀρετάς μου διηγεῖσθαι· οὐδὲν οὖν ἀπει κὸς καὶ τοὺς τῆς θείας συγγενείας διὰ τῆς θείας χάριτος ἠξιωμένους ἀμμὰν ὠνομάζεσθαι· εἰ μὲν οὖν τροπικῶς βούλει νοῆσαι τὰ ὀνόματα οὕτω ποιήσεις· εἰ δὲ ϊστορικὼς οὕτω προειρήκαμεν· ὅτι τούτων καταφρονήσει ὡς τῶν μὲν πλειόνων ἀσεβεία συζώντων. αὐτῶν δὲ τῶν ὀλίγων τῶν ἐν αὐτοῖς εὐσεβῶν. οὐ θερμῶς περὶ τὰ θεία διακειμένων· κ αὶ ἐκτενεῖ φησὶν τὴν χείρα αὐτοῦ ἐπὶ τὴν γῆν αἰγύπτου· καὶ ἡ γῆ αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν σριαν · καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου· καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς αἰγύπτου καὶ λιβύων καὶ αἰθιόπων· καὶ ἐν τοῖς ὀχυρώμασιν αὐτῶν· καὶ ταῦτα δὲ ἥκιστα ἁρμόττει τῶ ἀντιόχω· οὔτε γὰρ λιβύεις οὔτε αἰθιοπίας ἐκράτησεν οὔτε δὲ αὐτῆς τῆς αἰγύπτου· προσταχθεὶς γὰρ ὑπὸ ῥωμαίων ἀνέστρεψεν ὥστε ἐντεῦθεν ση μαίνεσθαι τὰ τρία κέρατα ἃ τὸ μϊκρὸν κέρας ἀνέτρεψεν· καὶ γὰρ ἐνταῦθα τρία ὄρη ἔθνη μέγιστα αἴγυπτον καὶ αἰθιοπίαν καὶ λιβύειν ὑπὸ τριῶν ὡς εἰκὸς βασιλέων κατεχόμενα κατα λύσει οὗτος καὶ ὑφ’ ἑαυτὸν ποιήσεται· καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ· καὶ ἥξει ἐν θυμῶ πολλῶ τοῦ ἀναθεματίσαι καὶ ἀφανήσαι πολλοὺς· οὐδὲ τοῦτο τῶ ἀντιόχω ἁρμόττει· ἐκεῖνον γὰρ οὐ φῆμαι δια ταράξασαι τῆς αἰγύπτου ἀπέστησαν ἀλλὰ τὸ δόγμα ῥωμαίων ἀπὸ τῆς ἑσπέρας· οὐκ ἀπὸ τῆς ἔω πεμφθὲν· περὶ δὲ τούτου φησὶν ὅτι λαβὼν τὴν αἴγυπτον καὶ τὴν λιβύην καὶ τὴν αἰθιοπίαν· καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος ὑπὸ φήμης τινὸς ταραχθεὶς ἀνα στρέψει καὶ ἥξει ἐν θυμῶ πολλῶ τοῦ ἀναστρέψαι καὶ τοῦ ἀνα θεματήσαι πολλούς· ταυτὸν δὲ λέγει δι’ ἀμφοτέρων ἀφανίσαι γάρ ἐστι· τὸ τῆς εὐσεβείας γυμνώσαι καὶ τὸ ἀναθεματίσαι τὸ ἀλλότριον ἐκείνης ἀποφῆναι· καὶ πήξει φησὶ τὴν σκηνὴν αὐτοῦ ἐν ἀπαδανῶ· ἀναμέσον φησὶ τῶν θαλασσῶν εἰς ὄρος σαβεὶρ ἅγιον· οὐδὲ τοῦτο δὲ εὑρίσκομεν ὑπὸ ἀντιόχου γεγενημένον· ἐπεὶ εἰπά τωσαν, τίς ὁ τόπος οὗτος ἐν ὧ τὴν σκηνὴν αὐτοῦ κατέπηξεν ὁ ἀντίοχος ἀνὰ μέσον τῶν δύο θαλασσῶν διακείμενος· ἀλλ’ οὐκ ἕξουσι δεῖξαι· οὐκοῦν τούτων οὐδὲν οὐδέπω πέρας εἴληφεν· ἀλλὰ γενήσεται ταῦτα πάντα ὑπὸ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἀνων ἀλάστορος· σ αβεὶρ δὲ πάλιν τὴν τῷ θεῷ θῳ ἀνακειμένην καλεῖ γῆν· ἀπαδα νὸν δὲ. τόπον τινὰ οὕτως ὠνομασμένον οὐ πόῤῥω τῶν ἱεροσολύμων διακείμενον ἐκεῖ γὰρ δέξεται τὸν ὄλεθρον· ἥξει γάρ φησιν ἕως μέρους αὐτοῦ· καὶ οὐκ ἔστιν ὁ ρυόμενος αὐτὸν ἑκεῖνος γὰρ ὁ τοιαῦτα καὶ τοσαῦτα τετολμηκῶς· καὶ τῶ φρο νήματι χρησάμενος. ἐξαίφνης δέξεται τὴν τιμωρίαν· οὐδενὸς αὐτὸν δυναμένου ταύτης ἐλευθερῶσαι· τοῦτο δὲ καὶ ὁ μακά ριος σαφῶς λέγει παῦλος· ὃν ὁ κύριος κς φησὶν ἀναλώση τῶ λόγω τοῦ στόματος αὐτοῦ καί τῶ πνεύματι πνι διὰ χειλέων ἀνελεὶ τὸν ἀσεβῆ· κ αὶ ἐν τῶ καιρῶ φησὶν ἐκείνω ἀναστήσεται μϊχαὴλ ὁ ἄρχων ὁ μέγας ὁ ἐφεστηκὼς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ὁ γὰρ φησὶν τὴν ὑμετέ ραν κηδεμονίαν πεπιστευμένος ἀρχάγγελος. εἰς ἐπηκουρίαν τῶν τηνικαῦτα πολεμουμένων ἀναστήσεται· καὶ τοῦτο δὲ δι’ ἑτέρας ἑρμηνΐας δῆλον τοῖς ἀγνοοῦσιν γενήσεται· διὰ γὰρ μαλαχίου τοῦ προφήτου φησὶν ὁ θεὸς θς πρὸς τοὺς ϊουδαίους· ϊδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν ἡλίαν τὸν θεσβίτην. πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου κυ τὴν μεγάλην καὶ ἐπιφανῆ· ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρς πρὸς υἱὸν καὶ καρδίαν αὐτοῦ πρὸς τὸν πλησίον αὐτοῦ. μὴ ἐλ θὼν πατάξω τὴν γῆν ἄρδην· διδάσκει δὲ ἡμᾶς. ὅτι τοῦ ἀν ΣΗ τιχρίστου ἐκεῖνα τολμῶντος φανήσεται ὁ μέγας ἡλίας κηρύττων ϊουδαίοις τὴν τοῦ κυρίου κυ παρουσίαν καὶ πολλοὺς ἐπιστρέψει· τοῦτο γὰρ λέγει τὸ ἀποκαταστήσει καρδίαν πατρὸς πρς πρὸς υἱὸν ὑν τουτέστιν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τοὺς ϊουδαίους· τούτους γὰρ ἐ κάλεσεν πατέρας πρας ὡς πρεσβυτέρους κατὰ τὴν γνῶσιν· διὰ τοῦτο οὐκ εἶπεν ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα πρα · ἀλλὰ καρδίαν πατρὸς πρς πρὸς υἱὸν· τὸν γὰρ ϊουδαῖον πιστεύσαντα συνάψει τῆ ἐκ κλησία· καὶ ἐπειδὴ κατὰ μὲν τὴν γνῶσιν ὁ ϊουδαῖος πρεσβύτερος μία δὲ καὶ τούτων κἀκείνων ἡ φύσις. εἰκότως ἐπήγαγεν· καὶ καρ δίαν ἀνθρώπου ἀνου πρὸς τὸν πλησίον αὐτοῦ. διδάσκων ὅτι μΐα μὲν τούτων κἀκείνων ἡ φύσις· ἡ δὲ θεογνωσία ϊουδαίοις πρότερον ἐδόθη· ἀπιστήσαντες δὲ ἔσχατοι ἀπεδείχθησαν· πιστεύσαντες δὲ διὰ τῶν τοῦ μεγάλου ἡλιοῦ κηρυγμάτων· καὶ τοῖς τὴν πεμφθήσαν αὐτοῖς ἁρπάσασιν συναφθέντες ἔθνεσιν, εἰς μίαν τελέσουσιν ἐκκλησίαν· τ οῦτο καὶ ἐνταῦθα αἰνίττεται ὅτι τούτων γινομένων ὑπὸ τοῦ ἀντι χρίστου· ὁ ἅγιος μϊχαὴλ ὁ ἀρχάγγελος πάντα πραγματεύσεται ὥστε τὸν ἡλίαν ἀφικέσθαι καὶ προμηνύσαι τοῦ δεσπότου τὴν πα ρουσίαν ἵνα τῆς σωτηρίας τύχωσιν οἱ τηνικαῦτα ϊουδαῖοι· εἶτα διηγούμενος τὴν ὑπερβολὴν τῶν κακῶν ὧν ὁ δυσσεβὴς ἐκεῖνος διαπράξεται φησί· καὶ ἔσται καιρὸς θλήψεως οἵα οὐ γέ γονεν ἀφ’ οὗ γέγονεν τὸ ἔθνος ἐπὶ τῆς γῆς. καὶ ἕως τοῦ καιροῦ ἐκείνου· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ϊεροῖς εὐαγγελίοις ἔφη· ἔσται γὰρ φησὶν θλήψις οἵα οὐ γέγονεν ἀπὸ ἀρχῆς αἰῶνος οὐδὲ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πάσα σάρξ· δια δὲ τοὺς ἐκλεκτούς μου κολοβώσω τὰς ἡμέρας ἐκείνας· σ υμφωνεῖ τοίνυν, τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν· τούτοις ἐπάγει· καὶ ἐν τῶ καιρῶ ἐκείνω σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῆ βίβλω· ἀντὶ τοῦ τῆς σωτηρίας σριας ἄξιοι οἱ τῶ κηρύγματι τοῦ ἡλία ὑπακουσώμενοι· οὓς ἄνωθεν καὶ ἐξ ἀρχῆς προγινώσκει· τὴν γὰρ τοῦ θεοῦ θυ γνῶσιν βΐβλον ὠ νόμασεν· καὶ πολλοὶ φησὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται οὗτοι εἰς ζωὴν αἰώνιον· εἰπάτωσαν ο ἱ τῶ ἀντιόχω ταῦτα προσαρμόττειν ἐπιχειροῦντες· τίνες ἀνέστησαν ἐπ’ ἐκείνου. καὶ οἱ μὲν ζωῆς ἐτύγχανον αἰωνίου· οἱ δὲ ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐκαρπώσαντο· εἰ δὲ τοὺς μακ καβαίους εἴποιεν διὰ τούτων δηλοῦσθαι ἐκ τῶν σπηλαίων ἐξι όντας, μείζονα ὀφλήσουσιν γέλωτα· εὐρεθήσονται γὰρ οἱ αὐτοὶ καὶ εὐσεβείας ἐρασταὶ καὶ ἀσεβείας ἐργάται; ἡ γὰρ προ φητεία φησὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθή σονται οὗτοι εἰς ζωὴν αἰώνιον· καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· ὥστε εἰς τοὺς μακκαβαίοις ταῦτα εἰ λάβοιεν, αὐτοὺς τοὺς μακκαβαίους φήσουσιν καὶ πονηροὺς καὶ ἀγαθοὺς. ἢ τινὰς μὲν ἐξ αὐτῶν ἀγαθοὺς τινὰς δὲ κακούς· ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εὑρεῖν· εὐσεβὴς γὰρ ἅπασα αὐτῶν ἡ συμμορία· οὔτε δὲ ἡ ζωὴ ἡ αἰώνιοις κατὰ τὸν παρόντα βίον αὐτοῖς ἁρμόττει· ἅ παντες γὰρ ἀναιρεθέντες, ὑπεξῆλθον τοῦ βίου· οὐκοῦν τοὺς γραώδεις μύθους ἐκείνους καταλειπόντες, τὴν κοινὴν ἐντεῦθεν τῶν τετελευτηκότων μανθάνωμεν ἀνάστασιν καὶ μετὰ τὴν ἀνά στασιν γινομένην διάκρισιν· οἱ μὲν γὰρ αὐτῶ ζωῆς αἰωνίου κληρονομήσουσιν· οἱ δὲ καταγέλαστοι καὶ ἐπονείδιστοι εἰς αἰ ῶνα γενήσονται. πολλοὶ δὲ ἀντὶ τοῦ πάντες ἔφη· καὶ γὰρ ὁ μακάριος παῦλος ἀντὶ τοῦ παντῶν πάντες οἱ πολλοὶ τέθεικεν λέγων εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον· πολλῶ μᾶλ λον ἡ χάρις τοῦ θεοῦ θυ καὶ ἡ δωρεὰ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου ἀνου ἰησοῦ ἰυ χριστοῦ χυ εἰς τοὺς πολλοὺς περιέσευσεν· καὶ οἱ συνιόντες φησὶν ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος· καὶ ὁ κύριος κς δὲ ἐν τοῖς ϊεροῖς εὐαγγελίοις φησὶ· τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι· οἱ μὲν γὰρ δοκιμώτατοι καὶ ἔκκριτοι τῆ τε τοῦ στερεώματος λαμπρότητι καὶ αὐτῶ τῶ ἡλιακῶ παρεικασθήσονται φωτί· οἱ δὲ τούτων ἐλάττους· τοῦτο γὰρ ἐσήμαινε διὰ τοῦ πολλῶν· τὰς τῶν ἀστέρων λαμπηδόνας μι μήσονται δι’ αἰῶνος αυτὴν ταύτην ἀφιέντες τὴν αἴγλην · οὕτω δὴ καὶ ὁ μακάριος παῦλος τῶν εὐσεβῶν διεῖλεν τὰ τάγματα· ἄλλη γάρ φησι δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης· καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξη· ταῦτα εἰπὼν ὁ τῶ δανιὴλ πρὸς δια λ εγόμενος ἐπήγαγεν· καὶ σὺ δανιὴλ ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον· ἕως καιροῦ συντελείας ἕως διδαχθῶ σιν πολλοί· καὶ πληθυνθῆ ἡ γνῶσις· ἐπίθες φησὶ τῶ βϊβλίω τὰς τῆς ἀσαφίας σφραγίδας καὶ μὴ δήλα ἅπασιν κατα στήσεις· ἕως ἂν πληθυνθῆ ἡ γνῶσις καὶ πληρωθῆ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον κν ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. κατὰ τὴν προφητείαν, ταύτας ἡ τοῦ θείου πνεύματος πνς χάρις μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν, ἀφελοῦσα τὰς σφραγίδας σαφῆ τὰ ἀσαφῆ πεποίηκεν τοῖς πιστεύουσιν· καὶ ἶδον φησὶν ἐγὼ δανιὴλ· καὶ ἰδοῦ δύο ἕτεροι ϊστήκεισαν εἷς ἐντεῦθεν τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν· κ αὶ εἶπον τῶ ἀνδρὶ τῶ ἐνδεδυμένω τὸ βαδδὶν ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ἕως πότε πέρας ὧν εἴρηκας τῶν θαυμα σίων καὶ ὁ καθαρισμὸς τούτων· ἐγὼ μὲν γὰρ φησὶν ειστήκειν σιγῶν καὶ ἐρωτᾶν μὴ τολμῶν· δύο δὲ ἕτεροι ταῖς ὄχθαις ἑκατέρωθεν ἐφεστώτες τοῦ ποταμοῦ ἤροντο τὸν τὴν βυσσίνην περι βεβλημένον ἐσθήτα τῆ τε τοῦ ὕδατος ἐποχούμενον ἐπιφανία· πόσον καθέξει χρόνον τὰ φοβερὰ ταῦτα καὶ φρίκης γέμοντα· καὶ πότε ἡ τούτων ἀπαλλαγὴ γενήσεται· καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδε δυμμένου τὸ βαδδὶν· ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν οὐνον · καὶ ὤμοσεν εἰς τὸν αἰῶνα ἐν τῷ ζῶντι· ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ· ἐντεῦθεν ἀκρϊβῶς μεμαθήκαμεν· ὅτι ὁ τότε διαλεγό μενος οὐκ αὐτὸς ἦν ὁ δεσπότης· ὁ γὰρ δεσπότης ἐπεὶ κατ’ οὐδενὸς μείζονος ἄλλου εἶχεν ὀμόσαι ἧ φησὶν ὁ θεῖος ἀπόστολος. καθ’ ἑαυτοῦ ὤμοσεν λέγων ζῶ ἐγὼ λέγει κύριος κς · καὶ ὁ μακάριος δὲ μωῦσῆς δείκνυσιν αὐτὸν λέγοντα ἀρῶ εἰς τὸν οὐρανὸν οὐνον τῆ χεῖρα μου καὶ ὀμοῦμε τῆ δεξιά μου καὶ ἐρῶ ἐγὼ ζῶ εἰς τὸν αἰῶνα· οὗτος δὲ εἷς ὢν τῶν ὑποκειμένων καὶ εὐνοϊκῶς περὶ τὸν δεσπότην διακειμένων· ἐξέτεινεν μὲν εἰς τὸν οὐρανὸν οὐνον ἄμφω τὰ χεῖρε· ὤμοσεν δὲ ἐν τῶ ζῶντι εἰς τὸν αἰῶνα· χείρας δὲ λέγει ἔχειν ὁ δανιὴλ, τοῦτο θεασάμενος· ἀσώματον δὲ ὅμως τῶν ἀγγέλων τὴν φύσιν· σχηματίζουσιν δὲ τὰς ὤψεις πρὸς τὸ χρήσιμον τῶν ὁρόντων· καὶ πολλάκις μὲν ἡμερώτερον φαί νονται συνκαταβάσει χρώμενοι· πολλάκις μὲν φοβερώτερον. σπουδαιοτέρους τοὺς ὁρῶντας ἐργαζόμενοι· ὤμοσεν τοί νυν ἐν τῶ ζῶντι εἰς τὸν αἰῶνα· ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ· σημαίνει δὲ τρία καὶ ἥμισυ ἔτη; τοῦτο δὲ καὶ ἐπὶ τοῦ κέρατος τοῦ ποιοῦντος πόλεμον μετὰ τῶν ἁγίων· ὃ μετὰ τὰ δέκα βλαστήσει κέρατα ἐν τῶ τέλει τῆς ῥωμαϊκῆς βασιλείας· ὁ ἅγιος ἔφη γαβριὴλ· εἰρηκὼς γὰρ τρεῖς βασιλεῖς ταπεινώσει· καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει· καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει· ἐπήγαγεν· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ· τρία δὲ ταῦτα καὶ ἥμισυ ἔτη· τὸν καιρὸν γὰρ ἐνιαυτὸν προσηγόρευσεν· καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα σαφέστερον μαθη σόμεθα· ὅτι εἰς καιρὸν φησὶν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἐν τῶ συντελεσθῆναι διασκορπισμὸν λαοῦ ἡγιασμένου γνώσον ται ἅγιον· καὶ συντελεσθήσονται ταῦτα πάντα· τρία γὰρ φησὶ καὶ ἥμισυ ἔτη ὁ τοῦ ἡγιασμένου λαοῦκρατήσει διασκορπισμός· καὶ συντελεσθήσονται ταῦτα πάντα· εἶτα γνώσονται τὸν ἅγιον, τὸν μέγαν ἡλίαν ἐνταῦθα αἰνίττεται· περὶ γὰρ τὰ τέλ ει η τῆς ἐκείνου δυναστείας. ἀναφανεὶς ὁ μέγας ἡλίας. τὴν δευτέραν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν προκηρύξει· τούτοις ἐπάγει ὁ μα κάριος δανιὴλ· καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπον κύριε κε · τί· τὰ ἔσχατα τούτων· μὴ συνιεὶς φησὶν τὸ εἰρημένον περὶ τοῦ χρόνου· ἠναγκάσθην ἔρεσθαι σαφέστερον μαθεῖν ἐφιέμενος· ἐπό θουν δὲ καὶ τὰ μετὰ ταῦτα ἐσόμενα διδαχθῆναι· ὁ δὲ. ἔφη πρός με δ εῦρο δανιὴλ ὅτι ἐνπεφραγμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος ἕως ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσιν πολλοὶ καὶ ἀνομίςωσιν οἱ ἄνομοι καὶ οὐ συνήσουσιν πάντες ἀσεβεῖς. καὶ οἱ νοήμονες νοήσουσιν· οὐ μάτην φησὶν ἀσαφέστερον ταῦτα εἴρηκα καὶ οἱονεὶ σφραγίδας τοῖς λόγοις τὴν ἀσαφίαν ἐπέθεικα· οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖσθαι τὰ θεῖα· ἀλλ’ οἱ μὲν νοήμονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως συνήσουσιν· οἱ δὲ ἀνομία καὶ δυσσεβεία συζῶντες, οὐδὲν τῶν ἐγκειμένων νο ῆσαι δυνήσονται· ὅτ ἂν δὲ ἔλθη τὰ πράγματα σαφῶς τὰς περὶ τούτων μαθήσονται προφητείας. τότε καὶ ἀποκριθήσονται τῶν δικαίων οἱ τῆς πονηρίας ἐργάται· πάντα γὰρ ἡ πύρωσις δο κιμάσει· τοῦτο καὶ ὁ μακάριος ἔφη παῦλος· ἑκάστου γὰρ φησὶ τὸ ἔρ γον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκα λύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖον ἐστὶν τὸ πῦρ δοκιμάσει· πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα ὁ κύριος κς ἐν τοῖς εὐαγγελίοις φησίν· μὴ δότε τὰ ἅγια τοῖς κυσὶν· μὴ δὲ τ οὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· τὸν δὲ μακά ριον δανιὴλ ἅγιον ὄντα καὶ εὔνουν τοῦ δεσπότου θεράποντα ὁ θεῖος ἄγγελος διδάσκει τῆς τοῦ ἀντιχρίστου τυραννίδος τὸν χρόνον· καί φησιν· ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χιλλίαι διακοσίαι ἐνενήκοντα· ἐ πειδὴ γὰρ εἰρηκὼς εἰς καιρὸν καὶ κεροὺς καὶ ἥμισυ καιροῦ εἶδεν μὴ νενοηκότα τὸν μακάριον δανιὴλ, ἀναλύσας εἰς ἡμέρας τὸν χρόνον δῆλον αὐτῶ τὸ ἀγνοούμενον πεποίηκε· τοῖς δὲ ἄλ λοις καὶ οὕτως ἀσαφῆ τὸν λόγον κατέλειπεν· βδέλυγμα δὲ ἐρημόσεως αὐτὸν καλεῖ τὸν ἀντίχριστον ἐναλλαγὴν δὲ τοῦ ἐν δελεχισμοῦ τῆς ἐκκλησιαστικῆς λειτουργίας τὴν τάξιν ὑπὸ τῆς ἐκείνου μανίας καὶ λύττης σκεδανυμένην τε καὶ παυομένην· τούτοις ἐπιφέρει ὁ θεῖος ἄγγελος· μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε· α ἰνίττεταί καὶ παραδηλοῖ ὡς τούτου τὴν θεήλατον δεξαμένου πληγὴν· ἐπιμε λ ν εῖ μὲν ὁ μέγας ἡλίας κηρύττων τὰς ὑπολοίπους πέντε καὶ τεσσαράκοντα· φανήσεται δὲ ὁ δεσπότης ἐπὶ τῶν νε φελῶν τοῦ οὐρανοῦ οὐνου ἐρχόμενος καὶ στεφανώσει τοὺς ἄσυλον τῆς ὑπομονῆς τὸ κτῆμα φυλάξαντας· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶν· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται· καὶ ἐντεῦθεν δέ ἐστιν μαθεῖν ἀκριβῶς ὡς οὐδὲν τούτων ἁρμόττει τῶ ἀντιόχῳ· ἐπ’ ἐκείνου μὲν γὰρ δισχιλίας τριακοσίας ἡμέρας ἔφη· ἐπὶ δὲ τοῦ ἀντιχρίστου χιλίας διακοσίας ἐνενήκοντα, κρατήσειν τὴν συμφορὰν ὥστε καὶ τοῦ χρόνου τὴν διαφορὰν μαρτυρεῖν τὴν τῆ τῶν προσώπων καὶ τῶν πραγμάτων διαφοράν διαφορᾷ κ αὶ σὺ φησι δεῦρο καὶ ἀναπαύου· καιρὸς φησὶν τοῦ δέξασ θαί σε τοῦ βίου τὸ τέλος· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας· οὐκ ὀλίγος γὰρ φησὶν ἔτι χρόνος ὑπολέλειπται πάντι τῆ τοῦ παρόντος βίου συστάσει· καὶ ἐνταῦθα δὲ φησὶν σαφῶς ἡμᾶς ἐδίδαξεν τὴν συντέλειαν καὶ ὅτι ἐν ἐκείνη τὰ προ ειρημένα γενήσετα· καὶ ἀναπαύσει καὶ ἀναστήσει εἰς τὸν κλη ρὸν καιρόν, ἀλλ’ ὀρθότερον, τὸ κλῆρόν ὡς ἐκ τῶν ἑξῆς δῆλον σου εἰς συντέλειαν ἡμερῶν· νῦν μὲν γὰρ σὲ προσήκει τὸ κοινὸν δέξασθαι τέλος· ἀναστήσει δὲ· καὶ οὐχ ἁπλῶς ἀναστής ει η ἀλλ’ εἰς τὸν κλήρον σου τουτ ἔστιν μετὰ τῆς τῶν ὁμο τρόπων συμμορίας καὶ δεικνὺς πότε, ἐπήγαγεν εἰς συν τελείαν ἡμερῶν· οὕτω σαφῶς ἡμᾶς ὁ θεῖος ἀρχάγγελος διὰ τοῦ μακαρίου δανιὴλ ἐδίδαξεν τὴν ἀνάστασιν· οὕτω πληρώσας τὴν ἀποκάλυψιν ἐπήγαγεν ὁ προφήτης· καὶ ὁ βασιλεὺς ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας πρας αὐτοῦ· καὶ παρέλαβεν κῦρος ὁ πέρσης τὴν βασιλείαν αὐτοῦ· καὶ ἦν δανιὴλ συμβιωτῆς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ· ὁ δὲ ἀστυάγης τοῦ κύρου μητροπάτωρ· ἐ κείνου δὲ τελευτήσαντος καὶ κυαξάρους τοῦ υἱέος αὐτοῦ· οἰκονομῆσαι τὴν βασιλείαν οὐ δυνηθέντος ὁ κῦρος τὴν τῶν ἀσσυρίων καὶ χαλδαίων καταλύσας βασιλείαν, τὸ μήδων κράτος, εἰς πέρσας μετατέθεικεν· σύνσιτος σύσσιτος δὲ φησὶν ἦν τοῦ βασι λέως καὶ σύνοικος καὶ πάντων αὐτοῦ τῶν συνήθων προ τεταγμένος· ταύτην γὰρ ἔχων τὴν παρρησίαν, καὶ τὰ εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ θυ διὰ τοῦ προφήτου ἡσαΐου προρηθέντα ὑπέδειξεν καὶ τὴν ἄφεσιν τοῦ λαοῦ ποιήσασθαι παρεσκεύασεν· ἡμεῖς μὲν οὖν ταῦτα ἐκ τῆς θείας τοῦ δανιὴλ μεμαθήκαμεν προφητείας· ἰουδαίους δὲ θρηνεῖν δίκαιον ἔξω τοῦ προφητι κοῦ καταλόγου τάττειν τὸν θεῖον τοῦτον προφήτην τολ μῶντας. καὶ ταῦτα τῆ πείρα μεμαθηκότας τῆς προφητείας τὸ ἀληθές· ἀλλὰ γὰρ εὔδηλον ὡς οἱ νῦν ταῖς ἄλλαις ἀσεβείαις. καὶ ταύτην προστεθείκασιν τὴν βλασφημίαν· τῆς τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφανείας τὴν προφανῆ μαρτυρίαν, τῆ ἀρνήσει τῆς προφητείας συσκιάζειν ἐπιχειροῦντες· ἀλλ’ οὐδὲν αὐτοῖς πλ ει η ον ὑπάρξειν, ταύτην ἀρνουμένοις τὴν προφητείαν· οἵ τε γὰρ ἄλλοι προφῆται μαρτυροῦσιν καὶ αὐτὰ βοᾶ τὰ πράγματα τὰς περὶ αὐτοῦ προρήσεις ἁρ πά μο ζοντα· ὅ τι δὲ οἱ πάλαι ϊουδαίοι τὸν μακάριον δανιὴλ μέγιστον ἀπε κάλουν προφήτην, μάρτυς ἀξιόχρεως ϊώσηπος. ὁ ἑβραίος· τὸ μὲν χριστιανικὸν οὐ δεξάμενος κήρυγμα. τὴν δὲ ἀλήθειαν κρύπτειν οὐκ ἀνεχόμενος· οὗτος ἐν τῶ δεκάτω τῆς ϊουδαϊκῆς ἀρχαιολογίας. πολλὰ μὲν καὶ ἕτερα περὶ τοῦ μακαρίου εἴρηκεν δανιὴλ προστίθησιν δὲ :-καὶ ταῦτα ἅπαντα γὰρ αὐτῶ παραδόξως φησὶν ὡς :-ἑνὶ τινὶ τῶν μεγίστων ἐχαρίσθη προφητῶν· καὶ παρὰ τὸν τῆς :-ζωῆς χρόνον τιμή τὲ καὶ δόξα παρὰ τῶν βασιλέων καὶ :-τοῦ πλήθους· τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει τὰ γὰρ :-βιβλία ὅσα δὴ ἀνενγραψάμενος κατέλειπεν ἀναγϊνώσκεται :-παρ’ ἡμῖν ἔτι καὶ νῦν· καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν ὅτι δανιὴλ :- ὃς ἄγως, δανιῆλος ὡμίλη ὁ ὡ μίλει τῶ θεῶ θω · οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων :-διετέλει καθάπερ καὶ οἱ ἄλλοι προφήται· ἀλλὰ καὶ τὸν καιρὸν :-ὥρισεν εἰς ὃν ταῦτα ἀποβήσεται· καὶ μετὰ βραχέα δὲ ἀπὸ δὲ τοῦ τέλους φησὶ τῶν προρρήσεων ἀληθείας πίστιν καὶ δόξαν θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεται, καὶ ἐφεξῆς δὲ μυρία τοιαῦτα περὶ αὐτοῦ λέγει· ὡσαύτως δὲ καὶ ἐν τῆ δωδεκάτη τῆς ἀρχαι ολογίας πάλιν οὕτω φησὶν· τὴν δὲ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν τοῦ δανιήλου. προφητείαν. πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἔδειξεν γὰρ ὅτι μακεδόνες καταλύσουσιν αὐτόν· καὶ ταῦτα μὲν ὁ ϊώσηπος τῶ προφήτη προσμαρτυρεῖ· ϊουδαίοι δὲ πᾶσαν ἀναισχυν τίαν νοσοῦντες. οὐδὲ τοὺς ἑαυτῶν αἰσχύνονται διδασκάλους· ἀ λλ’ ἡμεῖς, παρακαλῶ ὡς παρὰ θεοῦ θυ προφήτου. τὴν τῶν μελ λόντων δεξάμενοι πρόγνωσιν. εὐτρεπεῖς ἡμᾶς αὐτοὺς εἰς ἐκείνην τὴν φοβερὰν καταστήσωμεν ἡμέραν· ἵνα μὴ εἰς αἰσχύ νην αἰώνιον ἀλλ’ εἰς ζωὴν ἀναστῶμεν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν. χάριτι καὶ φιλανθρωπία φιλανία τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ . μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν· ++