λόγος α ἐ ν έτει τρίτω τῆς βασιλείας ἰωακὶμ βασιλέως ἰούδα. ἦλθεν ναβουχοδονόσωρ βασιλεὺς βαβυλῶνος εἰς ιερουσαλὴμ καὶ ἐπολιόρκει αὐτὴν· ἀναγκαίως πρὸ τῶν ἄλλων ἀπάντων· καὶ τοῦ τηνίκαδὲ βασιλέως ἐμνημόνευσεν. καὶ τὸν χρόνον ἡμᾶς· ἐδίδαξεν· ἵν ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμα λωσίας καιρὸν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακὶμ τοῦ καὶ ἐλιακὶμ. ὃς ἐβασίλευσεν μετα τὸν ἰωάχαζ· πατὴρ δὲ ἐγένετο τοῦ ἰώχαζ ὃς καὶ ἰωακὶμ καὶ ἰεχονίας ὠνομάζετο. ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο· τῶν τότε βασιλέων μεμνήσθαι καὶ τῶν χρόνων, τὸν προφη τικὸν ὑποδείκνυσι χαρακτήρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας. ἔστιν ποιοῦντας εὐρεῖν· ὅρασις γάρ φησιν ἢν εἶδεν ἡσαΐ ας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀζίου. καὶ ἰω ά θὰμ καὶ άχαζ. καὶ ἐ ζεκίου. οἳ εβασίλευσαν τῆς ιουδαίας. καὶ ἐγενήθη λόγος κυρίου κυ πρὸς ιερεμίαν ἐν ἡμέραις ιωσίου υἱοῦ ἀμὼς βασιλέως ιοῦδα: ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἐζεκιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν ἔκαστος, ὡς τὰ πολλ ᾶ , τοῦτω τῶ προοιμίω τῆς προφητείας κέχρηται· ἀπόχρητοι γαρ οῦν καὶ τοῦτο τὴν ιουδαίων ἐλέγξαι παρανομίαν· καὶ διδάξαι προ φήτην τὸν τῶ όντι προφήτην· καὶ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ιοῦδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οικου τοῦ θεοῦ θυ · καὶ τοῦτο δὲ τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ πάντων ἐστὶν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἡξιωμένος. καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει· ὅτι τοῦ θεοῦ θυ τῶν όλων συνχωρήσαντος. διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέ βειαν. καὶ ἡ πόλις εάλω καὶ τῶν ιερῶν σκευῶν ενία· ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λείαν δὲ ἀναγκαίως τέθεικεν. τὸ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ιούδα· ἵνα μή τις ὑπολάβη οἱκεία δυνάμει τὸν ναβουχοδονό σωρ χρησάμενον, τῆς τῶ θεῶ θω ἀνακειμένης περιγενέσθαι πόλεως. μάθωσιν ἅπαντες δὲ ἀκριβὼς ὅτι τοῦ θεοῦ θυ προδε δωκότος καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστή σαντος χάριν, ὑπὸ τοὺς πολεμίους ἐγένοντο· τοῦτο δὲ. καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς οὕτω φησὶν· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αυτῆ; ἣ ὑψωθήσεται πριὼν ἄνευ τοῦ ἔλκοντος αὐτὸν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤ νεγκεν αὐτά φησιν εἰς γὴν σενναάρ. εἰς οἶκον θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· καὶ )λια ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων τὰ ἅγια δυσσυέη σκεύη τὰ τῷ θεῷ θῷ ἀνακείμενα παρεδόθη δυσσέβειν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες ψυχι κὸς γὰρ ἄνθρωπος ἄνος . οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μωρία γὰρ αὐτῶ εστι· ὁ δὲ πνευματι πνι κὸς ἀνακρίνει πάντα κατὰ τὸν θείον ἀπόστολον ἀπο . καὶ πέπι σταιμὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς . καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενον ἔστιν καταμαθεῖν τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενον· πολλῆ γὰρ ἐντεῦθεν· οὐχὶ ιουδαίοις μόνον ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶ τον μὲν γὰρ ἐδιδάχθησαν οἱ ιουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος τῶν ὅλων θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων , προσφερόμενα δεχεται, ἀλλ ̓ ἐκείνου εὐγνωμοσύνην διδάσκων καὶ διδοὺς θεραπείαν τε καὶ ἀντιδόσεως ἀφορμὴν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν. ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν · εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελὴ παρὰ τῶν προσφερόντων ἐδέχετο; πείσαι τοίνυν βουλόμενος ιουδαίοις. ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν· ἀλλὰ τῆ ἐκεί νων ἀσθενεία συνκατιῶν τὰς παρ ̓ αὐτῶν προσφερομένας θυσίας. ἐδέχετο· εἰκότως ἀποστραφεῖς αὐτοὺς καὶ αἰχμαλωσία παραδοὺς καὶ τὰ ὑπ αὐτῶν προσενεχθέντα σκεύη δι ̓ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον. συν αυτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία· τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δε αὐτοὺς καὶ δι αὐτῶν τῶν πραγμάτων ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν κατ οὐδὲν διαφέρουσι· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκείνοι· οἱ μὲν γὰρ. οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτό πται γενόμενοι κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄ ψυχα ίδωλα θεραπεύοντες διετέλουν· παρέδωκεν τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι αὐτῶν τῶν πραγ μάτων· ὅτι κατ ουδὲν τῶν βαρβάρων διαφέρεται· ὁμοίως γὰρ αὐτά καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἴσον ἔστιν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ· τοὺς μεν οῦν ἰουδαίους ἰκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦσαι καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν· πραγ ματεύσασθαι· οἱ δὲ βαβυλώνιοι ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη· ἀνθρωπίας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες τοῖς ὑπ αὐτῶν δὲ προσκυνουμένοις ἀνατε θηκότες θεοῖς τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπει δὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἐστιώμενος· ἐκολάσθη μὲν παραυτίκα· καὶ τὴν ἀξίαν ἔτισεν δίκην· ἐδίδαξεν δὲ ἅπαντας διὰ τῆς τιμωρίας πῶσι ἐκεί νων τῶν σκευῶν ἡ δύναμις· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ· ἀλλ εκὼν αὐτὰ προύδωκεν· διὰ τὴν πολὴν τοῦ λαοῦ παρανομίαν. τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς. οἱ ἡλὶ τοῦ ιερέως παίδες παράνομοι καὶ βδελυροὶ· ταύτην λαβόντες εἰς επι κουρίαν τῶν ὁμοφύλων ἐξῆλθον· ἐλέγχει μὲν αὐτῶν τὴν ἀ σέβειαν ὁ θεὸς θς οὐδὲ μιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγὴ πάραδοὺς. τὴν δὲ κιβωτὸν παραδίδωσιν τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ιηλ παιδεύων καὶ διδάσκων· ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ· ἀλλ ̓ αὐτῶν ἔνεκεν αυτὴν κατεσκεύασεν· περι ττὴ δὲ αὐτοῖς ἡ ταύτης χρία· ἀδεῶς τὸν θεῖον παραβαί νουσι νόμον· καὶ ἀσεβεία συζὴν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἰ ἀλλόφυλοι. ὡς αὐτοὶ περιγενόμε νοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ιου δαίων θεόν θν · τεκμηρίω χρόμενοι. τὴν τῶν οἰκείων εἰδόλων κα τασκευὴ· καὶ ἵνα μὴ πολλὴν ἐντεῦθεν ἐπισπάσωνται βλάβην ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ιουδαίων θεόν θν · καὶ οἶον τι αριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς· παρασκευάζει· μὲν τὸν δαγῶν τὸ ὑπ ̓ αὐτῶν προσκυνούμενον ίδωλον πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι καὶ τὸ τῆς προσκυνή σεως ὐποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ήτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δου λείαν· καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ και δεὶς καὶ πολλάκις· ἐπι φέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς ἕως οῦ τὴν κιβωτὸν ἀπέδωσαν· καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέ θεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα· καὶ ἐπὶ τοῦ ναβουχοδονόσωρ ἡ ὠφέλια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίοις ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρα τοῦ θεοῦ θυ γενομένη συγχώρησις· κ αὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲχ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσἀγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱων ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρμα τος τῆς βασιλείας· καὶ ἀπὸ τῶν πορθμεῖν νεανίσκους. ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος. καλοῦς τῆ όψει καὶ συνιέντας ἐν πᾶσι σοφία. καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν καὶ διανοουμένους φρόνεσιν· καὶ οἷς ἐστιν ισχὺς ἐν αὐτοῖς. τοῦ ἐστάναι ἐν τῶ οἴκω τοῦ βα σιλέως καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν χαλδαίων· ὁ μὲν οὖν τῶν ὅλων θεός θς . ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ τὰ ἀ σθενῆ καὶ τὰ ἐξουθενημένα· ἵνα δια τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ σωμάτων ὤραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσιν· καὶ σοφίαν οὐ τὴν τὰ θεία γινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττία κεκομψευμένην· ἔστιν τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὁ πόσων τῶν θείων καὶ ἀνθρωπίνων ἀνίνων τὸ μέσον. δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζωνίαν τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώ τους ὑπηρέτας ἐθελήσαι λαβεῖν· ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα· ἡ ἡσαΐου πρόρησις ἢν ἐζεκία πρὸ εἶπεν τῶ βασιλεῖ· ἄκουσον γὰρ φησὶν· ὁ λόγος κυρίου κυ σαβαὼθ. ὂν ἐλάλησεν πρός με· ἰδοὺ ἡμεραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὄσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης εις βαβυλῶνα ήξει· καὶ οὐδὲν οὐ μὴ καταλείπωσιν εἶπεν ο θεός θς · ὅτι καὶ ἀπὸ τῶν τεκνῶν σου ὧν γεννήσεις λήψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῶ οἴκω βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφη τείας ἀναμιμνήσκων. ὁ μακάριος δανιηλ φησὶν, προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν πόρθμιν δὲ τοὺς πάρθους παρθένους ἐκάλεσεν τῆ εβρέα φωνη· ὁ δὲ σύμμαχος τὸ πόρθμιν ἐπιλέκτους ἑρμήνευσεν καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς το τῆς ἡμέρας καθ ̓ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ αὐτοῦ καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ιοῦδα· δανιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ· ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλωτιμίαν· ὅτι οὐχ ὡς δοριαλώτοις εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχεν τροφὴν· ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσεν· μετα βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμία χρώ μενος· ἀλλ ̓ ὠφελείας διδασκαλείαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικῶς· ἔστιν δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκῶς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος, προσ ἔταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας κάλλει λάμποντας· καὶ μεγέθει διαπρέποντας καὶ τεθεικῶς ἐνταῦθα τὰ τῶν προσώ πων ὀνόματα· τῆς ιοῦδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν καὶ τὴν τῆς βασιλείας συγγένιαν ἔκρυψεν καὶ ἐπέθεικεν αὐτοῖς ὁ ἀρχιεὐνούχος ονόματα· τῶ δανιὴλ βαλτάσαρ. καὶ τῶ ἀνανία σεδρὰχ καὶ τῶ ἀζαρία μισάχ ̓· καὶ τῶ μισαὴλ ἀβδεναγῶ· καὶ τοῦτο δὲ παράτ η ι σιν δεσποτίας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμίβουσιν ἵνα καὶ τῆ τῆς προσηγορίας ἐν ἀλλαγὴ τὴν δουλίαν γνωρίζουσιν· καὶ τοῦτο καὶ ἐνταῦθα ὁ ἀρ χιευνούχος ἐποίησεν· καὶ τὰς ἑβραικὰς ἀφελῶν προσηγορίας· χαλδαικας ἐπιτέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βασιλεὺς παρενεγύησεν· καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ τοῦ μὴ ἀλισγηθῆναι εν τῆ τραπέζη τοῦ βασιλέως· καὶ ἐν τῶ οἴνω τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ αλισγηθῆ· oἱ γὰρ φιλόθεοι ουκ ἐν τόπω ζητούσιν τὸν ἐπὶ πάν των θεόν θν · ἀλλ ̓ ἔνθα ἂν ἀφίκονται τὴν αὐτὴν αὐτῶ θεραπείαν προσ φέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες· ὡσαύτως τὸν οἰκεῖον προσ κυνοῦσι δημιουργὸν· ἐνταῦθα δὲ πολλὴν ἐστιν εὐρεῖν θαύματος ὑπερ βολὴν· παίδες γὰρ παρὰ ιουδαίοις τεθραμμένοι· καὶ τὴν τοπι κὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην οἱκοῦντες καὶ δουλεύειν ἡναγκασμένοι. νέαν ἄγοντες κομιδὴ τὴν ἠλικίαν ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρῶαν εὐσέβειαν φυλάτ τειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων. ταῖς μὲν τῶν ειδώλων ἐπικλήσεσιν τὰ ὅψα μολύναντας. σπονδαῖς δὲ τὸν οἴνον μιαίνοντας. τὴς ὁρωμένης καταφρονήσαντες σωτηρίας· καὶ τῆς βασιλικῆς πανδεσίας τὴν ἡδονὴν πατήσαντες. τὸν ἀρχι ευνοῦχον ικετεύουσι. παραχωρῆσαι φησὶν τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλαβεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ καὶ οἰκτειρμῶν ἐνώπιον τοῦ ἀρχιευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημέ νον ἔστιν εὐρεῖν· ἢν γὰρ φησὶν κύριος κς μετὰ ιωσὴφ· καὶ ἣν ἀνὴρ ἐπι τυγχάνων· καὶ κατέχε εν αὐτῶ ἔλετον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος· διδασκόμεθα τοίνυν κἀν ἐντεύθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητον πῶσποτε κατα λέλοιπεν ὁ θεός θς · διὸ καὶ ἔτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν τίς ἐνεπίστευσεν κυρίω κω , καὶ κατισχύνθη· καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δανιὴλ· φοβοῦμαι ἐγὼ τὸν κύριον κυ μου. τὸν βασιλέα τὸν ἐντάξαντα τὴν βρῶσιν ὑμῶν μή ποτε ἤδη τὰ πρόσωπα ὑμῶν σκυθρωπᾶ παρὰ τὰ παι δάρια τὰ συνήλικα ὑμῶν· καὶ καταδικάση τε τὴν κεφαλήν μου τῶ βασιλεῖ· οὐ καλὸν γοὖν τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ανος γαρ ἢν πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπεια καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμά των πολυτελείας τρέφεσθαί τε καὶ ανθεῖν τὰ σώματα, δέδοικε μὴ τῶν μὲν. πολυτελῶς τρεφομένων. τούτων δὲ. ἀσκητικῶς βιοτευόντων διαφορὰ τίς εν τοῖς προσώποις φανὴ· καὶ τι μωρίαν ἐσχάτην ὑπομείνη παρὰ τοῦ τἀναντία προστετα χότως βασιλέως· ἀλλ ̓ επειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακά ριος δανιὴλ· μεταφέρει πρὸς τὸν ἀμελλάσαρ τὴν παράκλησιν· ὃν κατέστησεν ὁ αρχιευνουχος· κηδεμόνα αὐτοῦ τὲ καὶ ανανία καὶ ἀζαρία καὶ μισαὴλ· καί φησὶ· πείρασον δὴ τοὺς παίδας σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιώμεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἰ ἰδέαι ἡμῶν· καὶ αἰ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν εἴδης ποίησον μετὰ τῶν παιδων σου· ο ὐδὲν τῆς εις θεὸν θν πίστεως ισχυρότερον· καὶ δια τοῦτο πολλαχόθεν καὶ ἄλλοθέν ἐστιν μαθεῖν· οὐχ ίκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δα νιὴλ ῥημάτων· τὸ γὰρ πιστεύσαι τὲ καὶ θαρρήσαι· ὡς τ ὴ ῆ ς θείας ροπῆς ἀπολαύσεται καὶ μὴ ἐσθιόντων καὶ τρεφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς· εὐπρε π έστερός τε καὶ περι καλλέστερος καὶ μείζων φανήσεται ποῖαν εὐσεβείας ὑπερβολὴν καταλίπει· καλῶς δὲ καὶ τῶ πειθανῶ τὴν ἱκετείαν ἐκέρασεν· πείρασον γάρ φησι τοὺς παῖδας σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα καὶ ὕδωρ πιόμεθα· καὶ γενοῦ σὺ τῶν προσώπων κριτὴς· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς· τὸ μὲν δοκοῦν σοι κελεύσεις ἡμεῖς δὲ οὐκ αντιλέξομεν· τοσαύτη εἶχεν παιδόθεν ὁ θείος οὗτος ἀνὴρ καὶ τῶν θειων νόμων φρον τίδα· καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ικετείαν ἐδέχετο· καὶ εἰσήκουσεν γὰρ αὐτῶν φησὶν εἰς τὸ ρῆμα τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν· ὡράθησαν αἰ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ αὐτοὶ ισχυροὶ ταῖς σαρξὶν ὑπὲρ τα παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· ἔτυχεν γὰρ ὧν ἡθέλησεν ὁ θεῖος οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἁληθεὶς τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐνκεχειρισμένω· τῆς γὰρ θείας χά ριτος ἀπολαύσαντες ὤφθεισαν ἀμείνους· πολλῶ τῶν τῆς βασι λικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελάσαρ ἀναι ρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος πρῶτον μὲν γὰρ. μεμάθηκεν ὡς δυνατὸν· καὶ νηστεία χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αυτὸς λαμβάνων τροφὴν, προ θυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα ἐπηδεὶ περὶ ἑαυτοῦ μόνου. διἐξῆλθεν ὁ δανιὴλ ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καὶ φησι· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοὺς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πᾶση γραμματικὴ καὶ σοφία, οὐ γὰρ ἠ χαλδαίων φησὶν παιδεία συνετοὺς αυτοὺς ἀπέφηνεν καὶ σοφίας ἁπά σης ἐνέπλησεν· ἀλλ ̓ ἐκ θείας χάριτος. καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες κρίττους ἁπάντων ἐδεί χθησαν· καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάση ὁράσει καὶ ἐν ὕπνοις· παιδόθεν γὰρ θειας αποκαλύψεις ἑώρα οὐκ όναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν δὲ ἡδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυ πτόμενα· τὸ γὰρ συνῆκεν τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κἀντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν όλων θεός θς · ἀλ λ ̓ εὐσέβειαν μόνον καὶ φιλοθεείαν ζητεῖ· κἂν εὔρη ταύτην ἐν νέω, πολλῶν τοῦτον προτίθησιν πρεσβυτέρων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰ ωσήφ ἐστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπι σαμουὴλ τοῦ προφήτου πεδίω γὰρ ὄντι κομιδὴ νέῳ καὶ ἐπιφανεῖ· καὶ τὰς κατὰ τοῦ πρεσ βύτου τιμωρίας προσαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος. ἀπόδειξιν δὲ τῆς ἐπ ἀνθούσης τῶ μιρακίω χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλευς εισαγαγεῖν αὐτοὺς· εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνούχος ενώπιον ναβου χοδονόσωρ. καὶ ἐλάλησεν μετ αὐτῶν ὁ βασιλεὺς καὶ οὐχ ηὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι δανιὴλ ἀνανία ἀζαρία μισαῆλ. καὶ ἔστησαν ενώπιον τοῦ βασιλέως. καὶ ἐν παντὶ ρήματι σοφίας καὶ επιστήμης ὑπὲρ ὧν ἐζήτησεν παρ ̓ αὐτοῦ ὁ βασιλεὺς. ηὕρεν αὐτοὺς δεκαπλασίονας ὑπερ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὅντας ἐν τῆ βασιλεία αὐτοῦ· ἀλλ ̓ ὁ μὲν ἀμελάσαρ εἶδε τὴν τῶν αἱδεσμάτων διαφορὰν. καὶ ἔμαθεν πάντως τῆς θειας χάριτος τὴν ἰσχὺν· ὁ δὲ βασιλεὺς ἴσως ἐγνώκει τούτων οὐδὲν· πῶς γὰρ ἔμαθεν τῆς μὲν τροφῆς ὁμοίως παρ ̓ αὐτοῦ χορηγου μένης. ὑπὸ δὲ τοῦ ἀμελλάσαρ ἀναλισκομένης· ἀλλ ̓ ὅμως οὐ σμι κρὰν καὶ οὗτος ὠφέλειαν εδέξατο πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν κελευσθέντων, ἀμείνους εὑρῶν· κάλλει μὲν καὶ μεγέθει σώ ματος. σοφία δὲ καὶ συνέσει ψυχῆς· ῥυθμῶ τὲ λόγων. καὶ πάση λογικὴ ἐπιστήμη· τὰς δὲ συγκρίσεις οὐχ ̓ ἁπλῶς ἐποιήσατο· ἀλλ ̓ ἐρωτίσεις τινὰς προσαγαγῶν τὴν πείραν ἔλαβεν τῆς ἀληθεί ας διδάσκαλον· καὶ ηὕρεν αὐτοὺς οὐχ ̓ ἁπλῶς ὑπερκειμένους ἀλλα δέ και μοίρας ἀμείνους, ὑπάρχοντας· καὶ τέως μεμάθη κεν ὅτι τῶν ἄλλων πάντων ἐθνῶν. ιουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκῶς ἐπήγαγεν· καὶ ἐγένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· οὐκ ̓ ἁπλῶς δὲ τοῦτο προστέθεικεν ἀλλὰ τῆς προ φητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦν τες τὰ ἔτη μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει ὅτι καὶ τὸν ποιησάμενον τῆς αιχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κύρον· καὶ τῶ παρόντι βίω παραψυχῆς απήλαυσεν τὴν τῶν ὁμοφύλων ἐλευθερίαν εἰδῶν· ἐ ν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ κύρος εἰς τὴν ἰουδαίαν· τοὺς βουλομένους ἰουδαίους προσέταξεν· καὶ τὸν θεῖον ἀνήγειρε νεὼν παρ ̓ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθεὶς ἐκεῖνος γὰρ διαρ ρήδην ἐβόα λέγων ἰσραὴλ ἰηλ οἰκοδομηθήση καὶ ταῖς πόλεσιν τῆς ιουδαίας κατοικησθήσεσθαι ὁ λέγων κύρω φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶ χριστῶ χω μου κύρω· οὐκ εκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακούσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ συνκλισθήσονται· ἐγὼ γὰρ προπορεύσομαι προ προσώπου σου· καὶ ὅρη ὁμαλιῶ· πύλας χαλκὰς συντρῖψω καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θησαυροὺς σκοτινοὺς ἀπο κρύφους ὁρατοὺς ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος τοῖς βου λομένοις τῶν ιουδαίων τὴν εἰσ ἐνέγκουσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς δι δάσκει· ἔτους γάρ φησι πρῶτου κύρου τοῦ βασιλέως περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου κυ δια στόματος ιερεμίου ἐξήγειρεν κύριος κύ τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν μετα τὸ πληρω καὶ παρήγ γειλεν κύρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος βασιλεὺς περσῶν. πάσαις ταῖς βασιλείαις τῆς γῆς. ἔδωκέν μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ιερουσαλὴμ. τῆ ἐν τῆ ιουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται· μετ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας. διδάσκων χρόνον; ἐντέθεικεν τοῖς ιουδαί οις συγγράμμασιν τὸ ἐγένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βα σιλέως· ἡμεῖς δὲ. ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν τὸν πατάσσοντα καὶ ιώμε νον· μαστιγοῦντα, καὶ ιατρεύοντα· τιμωρία καὶ φιλ ανθρωπία ανία χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:-