ε ἰ πᾶσιν ῥάδιον ἦν, τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμ ματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν. εἰς δὲ τὸ βάθως καταδύειν. καὶ τὸν ἐκεῖ κρυπτό μενον τοῦ νοήματος μαργαρίτην. θηρεύειν· ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκων· ἀ νάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμη νείαν πάντων εὐπετῶς παρ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐπιδεικνυμένων· ἐπειδὴ δέ μίαν ἅ π αντες. φύσιν ἐλάχομεν· οὐ φύσιν οὐκίσην δὲ ἅπαν τες γνῶσιν ἐλάβομεν. ἑκάστω γὰρ δίδο ται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέ ρον. ὡς φησὶν ὁ ἀπόστολος· καὶ ἄλλω μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας ἄλλω δὲ λόγος γνώσεως· κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρω δὲ πίστις. ἐν τῶ αὐτῶ πνεύματι πνι · καὶ τ ὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσιν ἅ παντα διανέμεται· οὐδὲν δὲ ἀπεικὼς οἶμαι ποιεῖν εἰ τοῖς ἀγνωοῦσι τὰ θεῖα τού των ἔγγραφον παραδοῖεν διδασκαλίαν· παιδόθεν γὰρ αὐτοῖς ἐντραφείς. πα ρὰ πολλῶν δὲ συγγραφων εὐσεβῶν σμι κράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος. ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν. τοὺς ἐκγό νους διδάσκειν. διδάξεις γὰρ αὐτά φη σιν τοὺς υἱούς σου. καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· ο ὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ . προσέχετε φη σιν λαός μου τὸν νόμον μου. κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ρήματα τοῦ στόματός μου· ἀ νοίξω ἐν παραβολαῖς τὸ στόμα μου φθέγ ξομαι προβλήματα ἀπ ἀρχῆς· εἶτα, δει κνύς. πόθεν ταῦτα μεμάθηκεν. ὅσα ἠκούσαμεν φησιν καὶ ἔγνωμεν αὐτα· καὶ οἱ πατέρες πρες ἡμῖν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύ βη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν δ ιδάσκων. νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ἰηλ . ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν ὅπως γνῶ γενεὰ ἑτέρα υἱ τεχθησόμε νοι. καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐ τὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς δι δ ασκαλείας ὠφέλειαν. δεικνὺς ἐπήγα γεν. ΐνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπί δα αὐτῶν καὶ μὴ ἐπιλάθονται τῶν ἔρ γων τοῦ θεοῦ θυ . καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζη τήσουσιν· ταύτην τοίνυν τὴν διδας κ αλίαν. παρὰ τῶν πατέρων πρων δεχόμενοι. χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις. ὀφεί λομεν καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμας διεγείρειν νόμος. ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπαρήσαντες. θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασεν· φέρε τοίνυν τοῦ θ ειοτάτου δανιὴλ τὴν προφητείαν. ὡς ἐνὶ μάλιστα σαφῆ τοῖς ἀγνοοῦσι ποιή σομεν· ἴσως δὲ, οὔτε τοῖς γνώσεως ἠξιομένοις, ἄχρηστος τ οῦτος ὁ πόνος γενήσεται· εἰ γὰρ πλείονα εὑρήσουσιν ὧν νενοήκασιν. ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες βεβαιώσουσιν τῆ κοινωνία τὸ ϋπὸ σφῶν αὐτῶν θηρευθὲν φιλεια γὰρ πῶς ἡ τῶν πλειόνων συγκατά θεσις κρατύνει τὰ νοηθέντα· τοῦτον δὲ τ ὸν προφήτην. ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων κατὰ φρονοῦν τες μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν. τοῦ θείου πνεύματος πνς ὄργανα. ἀλλὰ πρῶτον μὲν. ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἤτησαν καὶ προσηκειν ἡγούμεθα. ἣν ἠτήμεθα χάριν ταύτην δοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡ μᾶς ἡ ἰουδαίων ἄνοια τε καὶ αιδεια παρὰ σκευάζει τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυ μνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἥλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν ἀποσχοινίζειν· καὶ αὐτῆς αὐτον τῆς προφητικῆς προσηγορίας ἀπο στερεῖν. ὅτι δὲ αὐτοῖς ἀναιδεσμένον. οὐκ ἀ πὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τ ῶν ἄλλων ἁπάντων. πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ . καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ πρὸ εθέσπισε παρουσίαν. οὐ μόνον ἀποιή σει προσαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς. καὶ τὸν μέχρι τῆς αὐτοῦ πα ρουσίας τῶν ἐτῶν ἐντεθηκὼς ἀριθμὸν· καὶ παντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς, μετὰ τὴν ἀπιστίαν καταληψόμενα· λυπηρὰ· εἰκότως ἅτε δὴ θεομισεῖς· καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσιν ἀναιδῶς· καὶ λίαν ἀπηρυθριασμένως λέγειν. ὡς οὐκ ἦν προφήτης. ὁ ταῦτα καὶ μυρία ἕτερα χρη σμολογήσας ἀποχρῆν ἠγούμενοι τὴν οἰ κείαν ἀπόφασιν. εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θ αυμαστὸν δὲ οὐδέν. εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες. τοὺς εὔνους τοῦ δεσπότου. συκο φαντοῦσι θεράποντας· συμβαίνει γὰρ. τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησιν ε ἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. καὶ πάλιν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκάλεσαν πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ· ΐνα δὲ ἐ κ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν. πυθώμεθα αὐτῶν οὕτως· τί τοῦ προφήτου ΐδιον εἶναί φατε· ἀλλὰ γὰρ ΐσως ἂν εἴποιμεν τὸ τὰ μέλλοντα προει δέναι καὶ προλέγειν· εἴδωμεν τοίνυν. εἰ μὴ ταῦτα καὶ προμεμάθηκεν καὶ προείρηκεν ὁ μακάριος δανιήλ. καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον τέως ἐπισχῶμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας. εἰς μέσον ἀγάγομεν ε ὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βα σιλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παρα λήψονται βασιλείαν· ἔπειτα δὲ τούτους καταλύσας. ὁ μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τῆς βασιλείας. καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας, μυρία ὅσα ἐρ γάσεται τοὺς ϊουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας. τῆς ἐκείνου θη ριωδείας ἀπαλλαγήσονται· εἶτα, μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ϊσχύν· καὶ ὅτι πάσας καταγωνισαμένη τὰς βασιλείας τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὲ λ έγει ὅσα περὶ τοῦ τῶν αἰγυπτίων. καὶ τοῦ τῶν σύρων προηγόρευσεν βασιλέων· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦ τα τῆς εἰρήνης σπονδὰς καὶ τὰς ἐπιγα μείας καὶ συγγενείας· εἶτα, πάλιν τοὺς ἀ κηρύκτους πολέμους μετὰ τὴν γεγενημέ νην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάν τα πρὸ ἐγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγρα πτον αὐτῶν τὴν μνήμην καταλιπόντα· πῶς οὐ δυσεβὲς καὶ ἀνόσιον. τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας τὰ ΐδια. εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησιν λόγων. τὸ τάδε λέγει κύριος κς , καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀπὸ στεροῦσι συμμωρίας· εἰπάτωσαν ἡμῖν τ ί τοιοῦτον ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγο ρεύθη θεοῦ θυ , τῶ γὰρ ἀβιμελεχ φησὶν. καὶ νῦν ἀπόδως τὴν γυναῖκα τῶ ἀνδρί. ὅτι προφήτης ἦν καὶ προσεύξεται περι σοῦ καὶ σωθήση σὺ καὶ πᾶς ὁ οἶκος σου· καὶ ὁ μακάριος δ ὲ δαβὶδ δαδ περί τε ἑαυτοῦ καὶ τοῦ υἱέος καὶ τοῦ ἐκγόνου φησίν. ὅτι ἤλεγξεν ὑπὲρ αὐ τῶν βασιλεῖς. ὁ θεὸς θς λέγων μὴ ἅπτεσθε τῶν χρηστῶν μου. καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σ αμουήλ ὁ παιδόθεν νεοκόρος. οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων ἢ διὰ μεσημερινῶν τινῶν ἀποκαλύψεων προγνώσεις αἰνίας. καὶ πρὸς ῥήσεις ἐδέ ξατο· πολεμῆτε τοίνυν κακείνοις ἀνα φανδὸν. καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν· φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντείαν· προφήτης γὰρ. καὶ προφήτης. ἐπὶ θυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξά μενος, ϊδρῶσι καὶ πόνοις. νηστείας καὶ κακουχία τὰ ἐσόμενα διδαχθείς· οὐ τίνα μόνοις ϊουδαίοις συμβήσεται· ἅπερ ἔ νιοι τῶν προφητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης. πραγμάτων τὴν οἰκονομίαν. καὶ προμαθὼν καὶ προ διδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄ δικον ἀβδιοῦν μὲν τὰ καταληψόμενα κακὰ τοὺς ϊουδαίους· μόνον πρὸ ἀγορεύ σαντα· καὶ ϊωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τὴν νινευὴ τοῖς προφήταις ἐγκατελέγειν· τὸν δὲ μ ακάριον δανιὴλ. οὐ περὶ πόλεως μιᾶς οὐδὲ περὶ πόλεως βραχείας· ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλ δαϊκῆς· περσικῆς· μακεδονικῆς· ῥω μαϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων τῆς προφητικῆς προσηγο ρίας, ἀποστερεῖν. καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι καὶ λέγειν. καὶ μηδὲν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας· τὸν ναβου χοδονόσωρ ἐδεσθῆναι τὸν δυσσεβῆ· τὸν θηριώδη τὸν βάρβαρον. τὸν τῶν θείων ἀ μύητον. βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα. ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιον ἦν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν. καὶ τὸ ἐνύ πνιον εἰπεῖν. ὃ ἕτερος θεασάμενος ἀπε λέσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνίαν ἀκριβῶς τε καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου κατὰ λῦσαι μανίαν ἀλλὰ δ καὶ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖται δεσπότη· ἀλλ’ ὁ μὲν προ φήτης· οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων. προφητιῶν γὰρ αὐτὸν δείκνυ σι τὰ θεῖα συγγράμματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν πο δηγούμενοι τῶν πραγμάτων. ῥαδίως λαμ βάνομεν. τὴν τῶν γραμμάτων κατάληψιν· ϋ μεῖς δὲ τὴν οἰκείαν πονηρίαν. καὶ διὰ τοῦτο δηλοῦται, ἀλλὰ νῦν μὲν ἐγκεφαλαίω τῆς ὑμετέ ρας ἀναιδείας, τοὺς ἐλέγχους ἐποιησάμεθα. ἡ δὲ κατὰ μέρος ἑρμηνεία. ἐνεργέστερον ὑμῶν. διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν. καὶ τὴν ϊου δαίων κατηγορίαν ἀποχρώντως, ποιησάμε νοι τὴν τῆς προφητείας ϋπόθεσιν δήλην πρότερον κατὰ στήσωμεν. εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα. μετὰ τ ὸν ϊωσίαν. εὐσεβὴς δὲ οὗτος γεγένηται βα σιλεύς. ἐβασιλεύσεν τῆς ϊουδαίας, ἰωάχαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας. διώνυμος γὰρ οὗτος ἦν, ἐν μὲν γὰρ ταῖς βασιλείαις. καὶ ταῖς παραλιπομέ ναις, ϊωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος α ὐτὸν ϊερεμίας ὁ προφήτης, σελὴμ πρὸ ἀ γορεύει. τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου βασιλεὺς φαραὼ λαβὼν. εἰς τὴν αἴγυπτον ἀπήγαγεν. ἐχειροτόνησεν δὲ ἀντ’ αὐτοῦ βα σιλέα ἐλιακὶμ τὸν ἀδελφὸν αὐτοῦ. καὶ ϊωα κὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας. ἐπι στρατεύσας ναβουχοδονόσορ ὁ τῶν βα βυλωνίων βασιλεύς, ἔλαβεν μὲν οὐκ ὀλίγους δοριαλώτους, τῶν ἐπ’ εὐγενεία λαμπρυνο μένων. ἔλαβεν δὲ καὶ ἔνια τῶν ϊερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων δαισμὸν δέ τινα ἐπιθεὶς τῶ ϊωακὶμ ἀπῆ ρεν εἰς βαβυλῶνα· εἶτα τούτου τὸν ὁρισθέν τα φόρον ἐκτίσειν. μὴ βουλομένου πάλιν ἐπεστρατευσεν τοῖς ϊεροσολύμοις· καὶ τὴν πόλιν ἑλὼν. καὶ τοῦτον ἀνελὼν. καθίστη σιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ. ἐλιακὶμ μὲν ὑπὸ τῶν ϊουδαίων ὀνομασθέντα ϊωακὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τ οῦτον δὲ, ὁ μακάριος ϊερεμίας ὁ προφή της, ϊεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησίν λέγει κύριος κς , ἐὰν γενώμενος γενήσεται ϊεχο νίαν υἱὸς ϊωακὶμ βασιλέως ϊούδα. ἀ ποσφράγισμα ἐκ τῆς χειρός μου τῆς δε ξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώ σω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τρεῖς μ ῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, πάλιν ναβουχοδονό σωρ. ὁ τῶν βαβυλωνίων βασιλεύς, στρατιὰν ἀποστείλας καὶ στρατηγὸν. τοῦτον μὲν αἰ χμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλωνίαν· τῶ δὲ σεδεκία, θείω πρὸς πατρὸς πρς αὐτῶ ὄντι τὴν βασιλείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνι α υτὸν ἕνα. πρὸς τοῖς δέκα βασιλεύσαντος. εἶτα τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ϊεροσολύμοις τῶν βαβυλωνίων ὁ βασι λεύς, ἔπειτα πολιορκήσας καὶ τῶ λιμῶ κατ’ αὐ τῶν συμμάχω χρησάμενος. καὶ μηχανήμα τα τοῖς περιβόλοις προσενεγκὼν ῥήγνυσι μὲν τὸ τεῖχος. ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς, ἐξανδραποδίσας. ἀπάγει δορια λώτους. πυρὶ τήν πόλιν. καὶ τὸ ϊερὸν παραδούς· ἀ λλ’ ὁ τῶν ὅλων θεός θς ὁ ταῦτα παθεῖν ϊουδαίους· διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρα νομίαν. οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. ἀλλὰ τοὺς μὲν ἐν τῆ ϊουδαία. οἷόν τινας παιδο νόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σα μέου καὶ ϊερεμίαν τὸν τοῦ χελκίου. ἄνδρας ϊερωσύνη καὶ προφητεία λάμποντας· τ οῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δω ριαλώτους ἀπαχθεῖσιν εἰς βαβυλῶνα τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέ στειλεν. καὶ ϊεζεκιὴλ. καὶ ἀνανίαν· καὶ ἀζα ρίαν καὶ μισαήλ· ἵνα ἔχοντες τῆς νομικῆς ἀκριβεῖς διδασκάλους· μὴ πολλὴν ἐκ τῆς τῶν βαρβαρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγο νικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντας· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν. ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύσαντας καὶ θεραπεύειν αὐτὸν διαπάντων προ θυμουμένους τῆς ἐκείνων ἕνεκεν ὠ φελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι. καὶ δουλείαν χαλεπὴν ὑπομεῖ ναι καὶ πολλοῖς κινδύνοις περιπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὠδεῦσαι τὸν βίον· ο ὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φη του φησίν ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου· οὕτω τ ὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σριαν . τοὺς ἁγίους παρεχώρησεν ἀποστό λους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πά θη· ταύτην τῶν ϊουδαίων ποιούμενος π ρόνοιαν. καὶ τοὺς περὶ τὸν μακάριον δα νιὴλ. ὠκονόμησεν σὺν αὐτοῖς τὴν βαβυ λῶνα καταλαβεῖν. ὃς νέος ὢν ἔτει καὶ ὥρα λάμπων σὺν τοῖς φιλοθέοις ἐκεί νοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀ νατραφεὶς. καὶ παιδόθεν τὴν θείαν χά ριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποὺς καὶ συνέσεως ἔμ πλεος γεγονὼς. πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι τὴν παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον. ὠ φελείας κἀκείνω πρόξενος, οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις, ἃ γὰρ ἔμαθεν ἐκεῖνος. διὰ τῆς τούτου διδασκαλίας. εἰς τοὺς ὑπη κόους παρέπεμψεν. νόμον τεθηκὼς τὸν διαρρήδην παρεγγυῶντα ἅπαν τας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · πό θ εν μὲν οὖν εἰς τὴν βαβυλῶνα. ὁ θεσπέσιος οὗτος ἀνήχθη προφήτης καὶ τίνος ἕνεκεν. καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος. οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκα μεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέ στερον:—