λόγος ἕβδομος ἐν τῶ πρώτω ἔτει βαλτάσαρ βασιλέως χαλδαίων· δανιὴλ ἐνύπνιον εἶδεν καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ τὸ ἐνύπνιον ἔ γραψεν :- μέχρι τούτων τῶν λόγων ὁ μα κ άριος δανιὴλ ἰστορικώτερον τὴν προ φητείαν συνέγραψεν· πρῶτον μὲν εὐθὺς ἀρξάμενος τὰ συμβεβηκότα. τοῖς δο ρυαλώτοις γεγενημένοις ἐδίδαξεν. προστέθεικεν δὲ καὶ ὅσης παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων κηδεμονίας ἀπήλαυσαν. ἔπειτα διηγήσατο ἡλίκας ὁ ναβουχο δονόςωρ τῆς ὠμότητός τε καὶ ἀλαζονείας ἔδωκε δίκας· μετὰ ταῦτα οἵαν ὁ βαλ τάσαρ ἔτισεν τιμωρίαν τῶν ἱερῶν καταφρονήσας σκευῶν· τούτου δὲ θεία πληγῆ καταλυθέντος. καὶ εἰς μή δους τῆς βασιλείας μετατεθείσης. τὰ κατ’ ἀυτὸν καὶ τὸν δαρεῖον συνέγραψεν διδάξας, ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη· οἵας δὲ αὐτὸς ὑπὸ μείνας ἐπιβουλὰς, ὑπό τε τῶν στρα τηγῶν καὶ τῶν σατραπῶν τῆς θείας ἔτυχεν ἀντιλήψεως. ταῦτα οἱονεὶ συγ γραφικὴν διηγησάμενος. ἄρχεται λ οιπὸν διδάσκειν ἃς διὰ τῶν ἀπο καλύψεων ἐδιδάχθη προρήσεις· καὶ πρῶτον μὲν τίθησιν τὴν τῶν τεττάρων· θηρίων ἀποκάλυψιν. σφόδρα ἐοικυῗα τῶ τοῦ ναβουχοδονόςωρ ἐ νυπνίω· καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾷ τέτταρας ἐθεάσατο ὕλας. καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς τέτταρα des. mutile