inc. mutile τὰς βιωτικὰς ἐγχειριζομένοις ἀρχὰς. κ’ ἂν εὐσεβείας ὦσιν ἄμυροι. δίδοταί τις θεόθεν χάρις σοφίας διὰ τὴν τῶν ἀρχομένων οἰκονομίαν· καὶ τοῦτο ἡνίξατο ὁ μακάριος δανιὴλ εἰρηκώς ὅτι πνεῦμα πνα περισσὸν ἦν ἐν αὐτῶ. τουτέστιν ἀναλόγους ἂν τὴν χάριν τὴς εὐσεβείας ἐδέδεκτο· καὶ τοῦτο θεα σ άμενος ὁ βασιλεὺς. κατέστησεν αὐτὸν ἐφό λης τῆς βασιλείας αὐτοῦ. συνιεὶς γὰρ ὅτι θεοφιλὴς ὁ ἀνὴρ καὶ τῆς ἄνωθεν ἀπὸ λαύων ῥοπῆς. πᾶσαν αὐτὸν ἐπέτρεψεν τὴν βασιλείαν οἰκονομεῖν. ἀλλὰ τὸ μέγε θος τῆς τιμῆς τὸν φθόνον ἠρέθισεν· οἱ γὰρ τ ακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν φησὶν πρόφασιν εὑρεῖν κατὰ τοῦ δανιὴλ ἐκ τῆς βασιλείας η ὡς τινα τῶν ἀντιγρα φων ἔχει ἐκ πλαγίων τῆς βασιλείας. του τ’ έστιν πάντα ἐπραγματεύοντο εἰς τοὺς τῆς βασιλείας νόμους. πλημμελοῦντα αὐ τὸν εὑρεῖν ἐφιέμενοι. ἀντὶ τοῦ τὴν νῦν καλουμένην καθοσίωσιν πλέξαι αὐ τῶ βουλόμενοι. ἀλλὰ διήμαρτον τοῦ σκοποῦ⁘ πᾶσαν πρόφασιν φησι καὶ πᾶν παράπτωμα, καὶ ἀμπλάκημα οὐχ ηῦ ρον ἐν αὐτῶ ὅτι πιστὸς ἦν : καὶ μαρτυ ρίαν ταύτην ἔσχηκεν ὁ μακάριος δα νιὴλ. οὐ παρὰ τῶν ἀγαπώντων μόνον. ἀλλὰ καὶ ἐπὶ τῶν ἐπιβουλευόντων. τὴν γὰρ περὶ τὸν θεὸν θν φυλάττων εὐσέ βειαν. εννοία πολλῆ καὶ περὶ τοὺς βασι λέας ἐκέχρητο⁘ ὡς δὲ μυρία τυρεύ σαντες οὐχ ηῦρον αὐτον εἰς τοὺς τῆς βασιλείας πλημμελοῦντα νόμους· εἶπον φησὶν οἱ τακτικοί· οὐχ ευρήσομεν κατὰ δανιὴλ πρόφασιν εἰ μὴ ἐν νόμοις θεοῦ θυ αὐ τοῦ· εἰδόντες γὰρ αὐτοῦ τῆς εὐσεβείας τὸ ἀκριβὲς ἐκεῖ τὰ θήρατρα τῆς πονη ρίας ΐστασιν· καὶ προσΐασιν τῶ βασιλεῖ οἱ τακτικοὶ καὶ οἱ σατράπαι. καὶ λέγουσιν αὐτῶ. δάρειε βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆ θι· συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βα σιλείας σου στρατηγοι· τοπάρχαι ὕπατοι καὶ σατράπαι τὸ στήσαι στάσει βασιλικὴ καὶ ἐνισχύσαι ὁρισμὸν ὄπως ὂς ἂν αἰτήση αἴ τημα παρὰ παντὸς θεοῦ θυ ἢ ἀνθρώπου ανου ἕως ἡμε ρών λ . ἀλλ η παρα σου βασιλεῦ· ἐμβληθή σεται εἰς τὸν λάκκον τῶν λεόντων· νῦν οὖν βασιλεῦ στήσον τὸν ὁρισμὸν καὶ ἔκ θες τῆ γραφῆ ὅπως μη ἀλλοιωθῆ τὸ δό γμα μήδων καὶ περσῶν· ὅπως ἂν μη πα ραλλαγη κατέναντι τούτου· τότε ὁ βα σιλεὺς δαρεῖος ἐπέταξεν τὴν γραφὴν καὶ το δόγμα ⁘ οὐδὲν τοῦ φθόνου μιαρώτερον· ο ὗτος καὶ ἀσεβῆσαι τούτους ἠνάγκασεν. καὶ δυσσεβὲς προθῆναι πεποίηκεν δόγμα, ἀπεῖργον τοὺς βουλομένους εὐχὰς προσφέρειν θεῶ θω . οὐ γὰρ μόνον σφὰς αὐτοὺς. τοῦτο ποιεῖν κωλύουσιν. ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. καὶ ΐνα μὴ δῆλον γένηται τὸ κακούργημα. προστιθέα σιν τὸ μὴ δὲ παρὰ ἀνθρώπου ἀνου αἰτῆσαί τί καὶ λαβεῖν ἐντῶ τῶν τριάκοντα Λ ἡμερῶν. παρὰ μόνου δὲ τοῦ βασιλέως ἐν άπασαις ταύταις ταῖς ἡμέραις ἐπαγγέλλειν τῆ χρεία. καὶ οἳ συνεῖ δον οἱ τὸ ὀπτικὸν τῆς διανοίας τῶ φθόνω παραδεδωκότες. ὡς οὐ πάντα δύναται πα ρα σχειν τοῖς αἰτοῦσιν ὁ βασιλεύς. οὔτε γὰρ ὑγείαν. οὔτε ζωὴν· οὔτε τὸ γενέσθαι παί δων πατέρας πρας · οὔτε ὑετῶν ἀφθονίαν, ἄλ λὰ τὸ φρονεῖν ἀπολέσαντες. ἀνατιθέα σιν τῶ βασιλεῖ. τὰ τῶ θεῶ θω προσήκοντα. πείθουσι δὲ καὶ τὸν ἀνόητον βασιλέα συμψηφίσασθαι. καὶ κυρῶσαι τὰ δυσ σεβῶς αἰτηθέντα· ἀλλ’ ὁ μακάριος δ ανιὴλ οὐδὲ βραχὺ τῶν δυσσεβῶν τούτων νόμων φροντίσας: εὐθὺς εἰς τὸν οἶκον αὐτοῦ εἰσἦλθεν τῶν θυρίδων ἀνεωγ μένων ἐν τοῖς ὑπερώοις αὐτοῦ κατέ ναντι ἰερουσαλήμ ιλημ . καὶ καιροὺς τρεῖς τῆς ἡμέ ρας ἦν κάμπτων τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμεν ος ἐναντίον τοῦ θεοῦ θυ · καθ ὣς ἦν ποιῶν ἔμπροσθεν:· ὅρα δὲ πόσα κατ’ αὐτὸν ὁ λόγος ἠνίξατο τοῦ μακαρίου δανιὴλ τὴν εὐσέβειαν. καὶ τὴν ἀνδρείαν μη νύοντα· πρῶτον μὲν γὰρ δανιὴλ φησὶν ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα. εἰσ ῆλθεν εἰς τὸν οἶκον αὑτοῦ. τουτέστιν μα θὼν τὸν τεθέντα νόμον σφόδρα κατ φρονῶν. ἀντικρὺς ἐναντία δρῶν διε τέλει· εἶτα, καὶ ἕτερον τέθεικεν. ὃ σα φῶς αὐτοῦ τὴν ἀνδρείαν ἐμνηνό νευσεν· αἱ γὰρ θυρίδες φησὶν ἀνεωγμέ ναι. οὐ γὰρ κρύβδην φησὶ τὰς εὐχὰς ἐποι εῖτο. ἀλλὰ προφανῶς καὶ πάντων ὁ ρόντων. οὐ φιλοτιμούμενος. ἀλλὰ τῆς δυσσεβείας τοῦ νόμου καταφρονῶν· πρόκειται δὲ καὶ ἕτερον ταύτην αὐτοῦ. τὴν ἀνδρείαν παραδηλοῦν· ἐν γὰρ τοῖς ὑπερώοις αὑτοῦ. οὐ γὰρ ἐν ἐπιπέδω ἀλλ’ ὡς ἐν περιοπῆ τινι προσέφερεν τῶ θεῶ θω τὰς εὐχὰς καταδηλος ὢν ἅπασι. τῶ τε ἐφ’ ὑψηλοῦ ἑστᾶναι. καὶ τῶ τὰς θυ ρίδας ἀναπεπταμένας ἔχειν. ηὔχετο δὲ φησὶ κατέναντι ἰεrουσαλήμ ἰλημι τοῦτο δὲ οὐ μόνον τοὺς κατηγόρους παροξύνων ἐποίει, ἀλλὰ καὶ παλαιὸν νόμον πληρῶν· ὁ γὰρ σολομὼν τὸν νεὼν ἐκεῖνον δήμενος καὶ τῶν ἐγκαινίων ἐπιτελῶν τὴν πανή γυριν. προσηύξατο μὲν τὴν θείαν χάριν ἐπικαλούμενος. καὶ ταύτην πλήρη γε νέσθαι τὸν νεὼν ἰκετεύων· πρὸς δὲ ἑτέροις πλείστοις καὶ τοῦτο προστέ θεικε⁘ καὶ ἔσται φησιν ἐαν παραδῶς τ ὸν λαόν σου ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν. καὶ αἰχμαλωτεύσουσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγὺς· καὶ ἐπιστρέψου σιν καρδίας αὐτῶν ἐν τῆ γῆ οὕ με τηνέχθησαν ἐκεῖ· καὶ δεηθῶσίν σου ἐπιστρέψαντες προς σὲ. ἐν ὅλη καρ δία αὐτῶν καὶ ἐν ὅλη τῆ ψυχῆ αὐ τῶν ἐν τῆ γῆ τῶν ἐχθρών αὐτῶν οὕ μετήγαγες αὐτοὺς. καὶ προσεὔξον ται προς σὲ ὁδὸν γῆς αὐτῶν. οἷς ἔδω κας τοῖς πατρᾶσιν αὐτῶν τῆς πό λεως ἧς ἐξελέξω. καὶ τῶ οἴκω ὧ, ὁκο δόμησας τῶ ὀνόματί σου· καὶ εἰσἀ κούση ἐκ τοῦ οὐρανοῦ οὐνου ἐξετοίμου κα τοικητηρίου σου· καὶ ΐλεως ἔση ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον σοι καὶ κατὰ πάντα τὰ θελήματα αὐτῶν ἃ ἠθέτησαν σε· καὶ δώσεις αὐτοὺς εἰς οἱ κτιρμοὺς ἐνώπιον τῶν αἰχμαλωτευ σάντων αὐτούς⁘ ταῦτα πεπαιδευμένος ὁ μακάριος δανιὴλ κατέναντι τῆς ἰερουσα λὴμι τετραμμένος τὴν προσευχὴν ἐποιεῖτο. οὐχ ἅπαξ δὲ τῆς ἡμέρας, ἀλλὰ καὶ τρεῖς τοῦτο δε ποιῶν διετέλει. καὶ τὸ σχῆμα δὲ τῆς διανοίας δείκνυσι συντριβήν. κάμπτων γὰρ ἐπὶ τὰ γόνατα αὑτοῦ τὴν ἐξομολόγησιν προσέφερεν τῶ θεῶ θω · τούτων οὕτως γινο μένων οἱ τοῦ δοχεῖα γενάμενοι γράφονται παρανομίας τὸν δανιὴλ. καὶ τὸν τεθέντα νόμον ἀναγινώσκουσιν. τόν δὲ δανιὴλ εἰσαγγέλλουσιν καὶ τὴν παράβασιν ἐξελέγχουσιν· ὁ δε βασιλεὺς ἤλγησεν μὲν τῆς γραφῆς ἀκούσας, συνήγορος δὲ ἀντὶ κριτοῦ γενόμενος, ἀθῶον δεικνῦναι τὸν δανιὴλ ἐπειρᾶτο, τοῦτο γὰρ ἡνίξατο ἡ γραφὴ λέγουσα⁘ τότε ὁ βασιλεὺς ὡς τὸ ρ ῆμα ἤκουσε πολὺ ἐλυπήθη ἐπ αὐτῶ καὶ περὶ τοῦ δανιὴλ ἠγωνίσατο ἐξελέσθαι αὐτόν· ἀλλ’ οἱ κακοηθείς ἄνδρες ἐκεῖ νοι καὶ κακουργία συζῶντες· ἔγνωσαν τὸν τοῦ βασιλέως σκοπόν. τοῦτο γὰρ ση μαίνει τὸ παρητήσαντο οἱ ἄνδρες ἐπὶ τὸν βασιλέα, ἀντὶ τοῦ συνῆκαν ὡς τῶ δανιὴλ συναγωνίζεται⁘ εἶτα, λέγουσιν τ ῶ βασιλεῖ· γνῶθι βασιλεῦ. ὅτι τὸ δόγμα μήδοις καὶ πέρσαις. τοῦ πάντα ὁρισμὸν καὶ στάσιν ἣν ὁ βασιλεὺς στήση οὐ δεῖ παραλ λάξαι· οὐκ εῖ φησιν κύριος ἃ νενομοθέτηκας ἀνατρέψαι· μήδων γὰρ καὶ περσῶν οἱ νο μοι παρὰ κελεύονται τοὺς τιθεμένους νό μους παραπρώτου πληροῦσθαι τοῦ βασιλέως: β ιασθεὶς δὲ ὁ βασιλεὺς τῶ τε δῆθεν εὐλόγω τῶν λόγων καὶ τῶ πλήθει τῶν κατηγόρων. παρὰ δίδωσι μὲν τοῖς λέουσι τὸν μακάριον δανιήλ ἐπεύχεται δὲ αὐτῶ σωτηρίαν σριαν λέγων: ὁ θεὸς θς ὧ λα τρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε: εὐσεβὲς τὸ ῥῆμα καὶ τοῖς πρώτοις ἀσύμφωνον. εἰ γὰρ τοσαύτην τῶ θεῶ θω προσμαρτυρεῖς δύναμιν πῶς ἐνομοθέτησας μὴδ ένα τούτων εν τριάκοντα ἡμέρας προσεύξασθαι ἀλλ’ ἔοι κεν ὁ δαρεῖος χρηστὸς μὲν γενήσθαι· καὶ τὸν τρό πον ἐπιεικὴς, καὶ μᾶλλον εὐσεβεια προσέχων ψοφοδεὴς δὲ ὅμως καὶ λίαν εὐεξαπάτητος οὐ γὰρ ἂν βασιλείαν διέπων. ἀντὶ τοῦ ἄγειν ὑ πὸ τῶν ἀρχομένων ἤγετο. φαίνεται δὲ καὶ σφόδρα θαυμάζων τὸν δανιήλ· ὁ θεὸς θς γὰρ φησὶν ὧ λα τρεύεις. ἐνδελεχῶς, δι’ ὃν φησὶν, καὶ τῶν ἐμῶν κατεφρόνησας νόμων. καὶ διηνεκὴ τὴν θεραπείαν προσφέρεις, ἀμείψεταί σε τῆς εὐσεβείας, καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλάξειεν· εἶτα. καὶ θαρρῶν τῆ τοῦ θεοῦ θυ δυνάμει καὶ τὰς τῶν κατηγόρων ὑφορώμε νος ἐπιβουλὰς, λίθω μὲν ἐμφράττει τοῦ λακκου λίθου τὸ στόμα· τοῖς δὲ τοῦ δακτυλίου ἐκτυ πώμασιν προστίθησι σήμαντρα. ἵνα μή τις ὑπ ἐκείνων περὶ τὸν δανιὴλ γένηται κακουργία θάρρει γὰρ ὡς τοὺς λέοντας οὐκ ἐάσει τοῦ δανιὴλ ὁ θεὸς θς τὸ ἰερὸν καὶ ἅγιον αὐτοῦ λυμήνασθαι σῶμα:· ταῦτα τοίνυν ποιήσας ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμηθη ἀδειπνὸς καὶ ἐδέσ ματα οὐκ ήνεγκαν αὐτὸν καὶ ὁ ὕπνος ἀπέ τῆ ἀπ’ αὐτοῦ : τούτων δὲ ἕκαστον καὶ φιλανθροπίαν φι λανίαν αὐτῶ καὶ δειλίαν προσμαρτυρεῖ· φιλανθροπίας φι λανίας μὲν γὰρ, τὸ μήτε σιτίων ἐθελῆσαι μετασχεῖν. μήτε ὕπνον τοῖς βλεφάροις πως δέξασθαι. ἀλλ’ ἄγρυπνον διατε λέσαι. ἀλγοῦντα ἐπὶ τῆ ἀδίκω τοῦ δανιὴλ τιμωρία. δειλίας δὲ τούτω διακείμενον μὴ ἀντιστῆναι τοῖς κατηγόροις. καὶ τῆ βασι λικῆ ἐξουσία καὶ δυνάμει χρησάμενον σῶ σαι τὸν ἀδικούμενον⁘ οὕτω δέ φησι τὴν νύκτα διατελέσας δαρεῖος ὁ βασιλεὺς ἀνέστη τῷ πρωΐ ἐν φωτὶ, τουτ’ ἔστιν ἔτι σκότους ὄντος καὶ δεηθῆναι λαμπάδος· τὸ γὰρ ἐν τῶ φωτὶ τοῦτο παραδηλοῖ· καὶ διῆλ θεν ἐπὶ τὸν λάκκον τῶν λεόντων. καὶ ἐν τῶ ἐγγίζειν αὐτὸν τῶ λάκκω , τουτέστιν μηδέπω παρ’ αὐτῶ γενόμενος: τῶ δα νιὴλ ἐν φωνῆ ἱσχυρὰ ἐβόησεν. καὶ άπε κρίθη ὁ βασιλεὺς καὶ εἶπεν τῶ δανιήλ: μ ηδέπω γὰρ παρ’ αὐτὸν τὸν λάκκον γενόμενος ὑπὸ θερμῆς διαθέσεως βοᾶν ἠναγκά ζετο. καὶ τὸν δανιὴλ καλεῖν καὶ πυνθάνε σθαι ἐπὶ τῆς θείας ἀπολαύσας ῥοπῆς. κρείττων ἐφάνη τῆς τῶν λεόντων ὠμότητος. δ ανιὴλ γάρ φησιν ὁ δοῦλος τοῦ θεοῦ θυ τοῦ ζῶντος· ὁ θεός θς σου ὢ λατρεύεις ἐνδελεχῶς· εἰ ηδυ νηθῆ ἐξελέσθαί σε ἀπο στόματος τῶν λεόντων⁘ ἕκαστον δὲ τῶν εἰρημένων εὐλαβῆ δείκνυσι τὸν βασιλέα. καὶ διὰ τὴν εὐσέβειαν χαίροντα τῶ δανιήλ. πρῶτον μὲν γὰρ δοῦλον αὐτὸν οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ θεοῦ θυ προσαγορεύει. εἶτα, ζῶντα τὸν τοῦ δανιὴλ ὀνομάζει θεόν θν . ἔπειτα τὴν εὐσέβειαν ἐπαινῶν· ὧ σὺ φησὶν λατρεύεις ἐνδελεχῶς τουτ’ ἔστιν ὁ μηδὲ διὰ τὴν τοῦ νόμου ἀνάγ κην ταύτης κωλυθεὶς τῆς θεραπείας τὸ εἰ ἠδυνηθη ἐξελέσθαι σε ἀπὸ στόματος τῶν λεόντων σημαίνει. εἰ ἠβουλήθη κρείττονά σε τῶν λεόντων ἀποφῆναι. οὐκ’ ἂν ἐκάλεσεν ἀδύνατον τὸν θεὸν θν , ὃν ζῶντα θεὸν θν προσηγόρευσεν: τούτων δὲ ἀ κούσας ὁ δανιὴλ ἀπεκρίνατο λέγων βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι:· τὴν συ νήθη πρόρρησιν τῶν οἰκείων λόγων πρὸ τάττει, ἀντὶ τοῦ γένοιτό σε ἐπὶ πλεῖστον ζῆν. καὶ γὰρ καὶ ἐπὶ τοῦ παρόντος αἰωνίους προειρήκαμεν, αἰωνίους τοὺς βασιλέ ας ἐν τοῖς τῶν συμβόλων γραμματείοις προσαγορεύειν τινὲς εἰώθασιν⁘ ὁ θεός θς μου φησὶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἔφραξεν τὰ στόματα τῶν λεόντων καὶ οὐκ ἐλυμήναντό με· ὅτι κατέ ναντι αὐτοῦ εὐθύτης καὶ δικαιο σύνη εὑρέθη μοι· καὶ ἐνώπιον δέ σου βασιλεῦ παράπτωμα οὐχ’ εὑρέθη μοι:· δ ίκαιος γὰρ ὢν φησὶν ὁ θεὸς θς καὶ δικαίως τὰ πά ντα πρυτανεύων. καὶ θεασάμενος ὅτι τῶν δυσσεβῶν νόμων τὴν αὐτοῦ πρὸ τετίμηκα θεραπείαν. καὶ εἰς τὴν σὴν δὲ βασιλείαν οὐδε πώποτε πεπλημμέ ληκα, κρείττονά με τῆς τῶν λεόντων ἀ πέφηνε λοίμης. καὶ μᾶλλον εἰκόνας λεόντων ἠ λέοντας ἔδειξεν:- τότε ὁ βασιλεὺς φησι πολὺ ἠγαθύνθη ἐπ’ αὐτῶ καὶ τὸν δανιὴλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκκου⁘ περιχαρὴς γὰρ γενό μενος καὶ θυμηδείας ἀνάπλεως ἅτε δὴ καὶ τοῦ θεοῦ θυ τὴν δύναμιν γνοὺς. καὶ τοῦ ἀγαπω μένου τὴν σωτηρίαν σριαν μαθὼν παραυτίκα αὐτὸν ἐκ τοῦ λάκκου ἀνενεχθῆναι προσέταξεν. εἶτα, θεασάμενος αὐτὸν σῶον καὶ ἐρρωμέ νον. καὶ οὐδεμίαν ἐσχηκότα διαφθορὰν ἐκ τῆς τῶν λεόντων προσβολῆς⁘ τοὺς τοῦ δ ανιὴλ κατηγόρους προσέταξεν παραδο θῆναι τοῖς λέουσιν ἐν τοῖς υιεσιν καὶ γυ ναιξὶν· καὶ οὐκ έφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες. καὶ πάντα τὰ ὀστὰ αὐτῶν ἐ λέπτυναν: καὶ τοῦτο γὰρ τῆς θείας ἔργον δικαιοσύνης τε καὶ σοφίας, ἰνα γὰρ μὴ λέγωσιν ὡς διὰ πλησμονὴν καὶ κόρον οἱ λέοντες ἀπείχοντο τοῦ δανιὴλ. καὶ σμι κρύνωσιν τῶ φθόνω τὸ γενόμενον θαῦ μα, ἐμβληθέντες ἐμαρτύρησαν. τῆ τῶν λεόντων ὠμότητι. ἐξήρπαζον γὰρ αὐτοὺς κατὰ φερομένους οἱ λέοντες καὶ μηδέπω τοὺς χαλωμένους τῆς γῆς ἐφικνουμέ νους, ἐξ αὐτοῦ τοῦ ἀέρος λαμβάνοντες ἐποιοῦντο τροφήν. διδασκόμενος τὰς ἀξίας δεδωκότες. τὸ δίκαιον κηρύτ τουσι τοῦ θεοῦ θυ . οὕτω δὲ ῥᾶστα, καταναλω θέντες ὑπὸ τῶν θηρίων τὴν τοῦ θεοῦ θυ σο φίαν ὑποδεικνύουσιν καὶ διδάσκου σιν ἅπαντας. ὡς οὐχ ὁ τῶν λεόντων κόρος, ἀλλ’ ὁ περὶ θεὸν θν τοῦ δανιὴλ πόθος τῆς τῶν λεόντων αὐτὸν λοίμης ἀπέφηνε κρείττονα: ταῦτα θεασά μ ενος δαρεῖος ὁ βασιλεὺς. ἔγραψε πᾶ σι τοῖς λαοῖς φυλαῖς γλῶσσαις τοῖς οἰκοῦσιν ἐν πάση τῆ γῆ⁘ ἀνόσιον ἡγησάμενος το σαύτην κρύψαι θαυματουργίαν. καὶ μὴ πάν τας ἀνθρώπους ἀνους κοινωνοὺς τῆς εὐσεβείας λαβεῖν γράφει τοίνυν οὕτως⁘ εἰρήνη ὑμῖν πλη θυνθείη⁘ τουτέστιν γένοιτο ἡμᾶς διαπαν τὸς εἰρήνης ἀπολαύειν. ἔοικεν δὲ τοῦτο τῆ παρ’ ἡμῶν γινομένη προσηγορία. καὶ γὰρ ἡμεῖς ἐπιστέλλοντες. γράφειν εἰώθαμεν τό ἐν κυρίω κω χαίρειν. εἶτα, διηγεῖται τὸ ἐπωφε λὲς καὶ ἐπικερδὲς διήγημα⁘ ἐκ προσώ π ου μου ἐτέθη δόγμα ἐν πάση ἀρχὴ τῆς βασιλείας μου εἶναι πάντας τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ θυ δανιήλ ⁘ βούλομαι φησὶ πάντας ἀνθρώπους ἀνους τ οὺς ὑπὸ τὴν ἐμὴν τελοῦντας ἐξουσίαν τὸν τοῦ δανιὴλ προσκυνεῖν θεὸν θν . καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν. ἀλλὰ μετὰ δέους καὶ φρίκης προσφέρειν αὐτῶ τὴν προσκύνησιν καὶ τὴν αἰτίαν ἐπάγων φησίν⁘ ὅτι αὐτός ἐστι θεὸς θ σ ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας⁘ δι αρκὴς γάρ ἐστι καὶ τροπὴν οὐδεμίαν δεχό μενος καὶ ἀεὶ, ὡσαύτως ἔχει. καὶ εἰς τοὺς αἰῶνας διαμένει. τούτοις ἐπάγει⁘ καὶ ἡ βασιλεία αὐτοῦ οὐ διὰ φθαρήσεται κ αὶ ἡ κυρία αὐτοῦ ἕως τέλους ἀντι λαμβάνεται καὶ ῥύεται⁘ αεὶ δὲ φησὶ δια μ ένει καὶ βασιλείαν ἔχων ἀνώλεθρον καὶ δεσποτείαν τέλος μη δεχομένην. ῥυο μένην δὲ καὶ λυτρουμένην· τοὺς εἰς αὐτὸν πεπιστευκότας· καὶ σημεῖα δὲ ποιεῖ ἐν τῶ οὐρανῶ οὐνω καὶ ἐπὶ γῆς⁘ ἐστιν δὲ ἰδεῖν αὐτ τὰς θαυματουργίας τάς τε ἐν τῶ οὐρανῶ ὀυνω γινομένας καὶ τὰ ἐπὶ γῆς δι’ ὧν τὴν ἑαυτοῦ δείκνυσι δύναμιν. ταύτην ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ὑπέδειξεν. ἐξΐλατο γὰρ φησὶν τὸν δανιὴλ ἐκ στόματος τῶν λεόντων καὶ τῶν λιμῶ καὶ θυμῶ τεθειγμένων θηρίων ἀ πέφηνε κρείττονα· ἡ μὲν οὖν ἐπιστολὴ ταῦ τ η τὴν οἰκουμένην δεδιδαχεν. τὸ δὲ τοῦ διηγή ματος τέλος περιέχει⁘ ὅτι κατηύθυνεν δα νιηλ ἐν τῆ βασιλεῖα δαρείου· καὶ ἐν τῆ βασι λεία κύρου τοῦ πέρσου⁘ τουτέστιν ἐν ἑκαστη β ασιλεία διὰ λάμπων διετέλεσεν, καὶ ἐν πᾶση διὰ πρέπων· ἡμᾶς δὲ προσήκει· τῆς εὐσε βείας μεμαθηκότας τὴν δύναμιν ταύτην προαιρεῖσθαι. καὶ πάντων αὐτὴν προτι θέναι καὶ μηδεμιᾶ περιστάσει παραχωρεῖν. ἀλλὰ καὶ ἅπαντες ἄνθρωποι ἀνοι κατ’ αὐτὸν καθ’ ἡμῶν διὰ ταύτην στρατεύωσιν. δέχεσθαι τῆ προσ βολὴν τῆ ταύτης δυνάμει θαρροῦντα. οὕτω γ ὰρ καὶ τῶν μακαρίων ἀποστόλων ὁ χορὸς ὑπὸ πάσης ὡς ἔπος εἰπεῖν τῆς οἰκουμέ νης πολιορκούμενος, ἄμαχος μεμένη κεν. καὶ τοὺς πολεμίους ὑπηκόους ἐποιήσατο· οὕτως ὁ μακάριος δανιὴλ ὑπὸ τὸς ούτων σατραπων καὶ τακτικῶν ἐπιβουλευόμενος, ἀμείνων ἀπεφάν θη τῶν πολεμούντων. καὶ ἡνίκα οἱ δυ σμενεῖς νενικηκέναι ὠήθησαν. τηνι καῦτα πανωλεθρίαν ὑπέμειναν· τοι α ῦτα τοίνυν ἔχοντες παραδείγματα εἰλι κρινῆ τὴν περὶ τὸν θεὸν θν φυλάξωμεν εὔ νοιαν. ἵνα τῆς παρ’ αὐτοῦ ῥοπῆς, διη νεκῶς ἀπολαύσωμεν· ἧς γένοιτο πάν τας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπία φιλανία τοῦ κυρίου κυ ἡμῶν ιησοῦ ιυ χριστοῦ χυ . μεθ’ οὗ τῶ πατρὶ πρι ἡ δόξα· σὺν ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:-