λόγος τέταρτος ναβουχοδονόσωρ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάση τῆ γῆ εἰρήνη ὑμῖν πληθυνθείη: π ρούργου νομίζω πρότερον. τὴν ὑπόθε σιν τῆσδε τῆς ἐπιστολῆς καὶ τὴν αἰτίαν διεξελθεῖν, εἶθ’ οὕτως τὴν ἑρμηνείαν ποιήσασθαι· ὁ ναβουχοδονόσωρ τῆς ἀσίας ἁπάσης κεκρατηκὼς· καὶ τὴν αἴγυπτον δὲ ἐφ’ ἑαυτὸν ποιησά μενος· καὶ αἰθίοπας τοὺς πρὸς αἴγυ πτον χειρωσάμενος. ὠμῶς μὲν λίαν καὶ ἀπηνῶς ἐχρήσατο τοῖς ὑπηκό οις. εἰς τοσαύτην δὲ ἤλασεν ἀλαζονίαν ὡς νομίζειν. οὐ μόνων τῶν καλουμέ νων θεῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄντως θεοῦ θυ μεῖζων εἶναι καὶ δυνατώτερος. τοῦ τον δὲ αὐτοῦ τὸν ἀπληστότατον τῦφο ν οὐ μόνον ὁ θειότατος διδάσκει Δα νιὴλ. μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων θεὸς θσ διὰ τοῦ προφήτου φθεγγόμενος οὕτως· οὐαὶ ἀσσυρίοις. ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆ ς μου ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. καὶ ἐν τῶ ἐμῶ λαῶ συντάξω ποιῆσαι σκῦλα καὶ προνομεῖν καὶ κατὰ πατεῖν τὰς πόλεις. καὶ θεῖναι αὐ τὰς εἰς κονιορτόν· ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν Θ ρήνων μὲν εἰσιν ἄξιοι ἀσσυρίοι. μυρίων ὄν τες ἐργάται κακῶν· ἀλλ’ ὅμως τούτοις δια κόνοις εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν χρή σομαι τιμωρίας· καὶ οἷόν τινα ῥάβδον κο λαστικὴν. τούτους τοῖς παρὰ νομοῦσιν ἐπά ξω. οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις ἀν , ἀλλὰ καὶ τῶ προσαγορευομένω μου λαῶ, ἐπάξω δὲ διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν καὶ παρανο μίαν. καὶ τάς τε πόλεις αὐτῶν διὰ τούτων καθελῶ. καὶ τὰ ἐν ταῖς πόλεσιν σκῦλα τούτων γενέσθαι παρασκευάσω· ἐγὼ μὲν Ο ὖν οἷόν τινι δημίω τῶ ἀσσυρίω χρώμενος. δίκας δι’ αὐτοῦ τοὺς παρανομοῦντας εἰσπράττομαι. αὐτὸς δέ φησιν, οὐχ οὕτως ἐνεθυμήθη· καὶ τῆ ψυχῆ οὐχ οὕτως λελό γισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. καὶ ἐὰν εἴπωσιν αὐτῶ· σὺ μόνος εἶ ἄρχων. καὶ ἐρεῖ ὅτι οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω βαβυλῶνος καὶ χαλανης οὗ ὁ πύργος ὠκοδομήθη· καὶ ἔλαβον ἀραβίαν καὶ δαμασκον. καὶ σαμάρειαν. ὂν τρόπον ταῦτα ἔλαβον. καὶ πάσας τὰς χώρας λή ψομαι. διὰ τούτων μὲν οὖν τὴν ἀλαζονίαν αὐτοῦ δήλην πεποίηκεν. εἶτα, προαγορεύει τὰ κατὰ ληψόμενα τὴν ἱερουσαλὴμ ἰλὴμ κακὰ, ὑπὸ δείκνυσι δὲ καὶ τὰς τιμωρίας αἰτίας· ὀλολύξα τε γαρ φησιν γλυπτὰ ἐν ἱερουσαλὴμ ἰλὴμ καὶ ἐν σαμαρεια· ὃν τρόπον γὰρ ἐποίησα ἐν σαμαρεια καὶ τοῖς χειρο ποιήτοις αὐτῆς οὕτω ποιήσω. καὶ ἐν ἱερου σαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς· μεμαθή κ αμεν δὲ ὅτι τῆς ἱερουσαλὴμ ἰλὴμ σενναχειρὶμ ὁ τῶν ἀσσυ ρίων οὐ περιεγένετο βασιλεὺς· ὁ δὲ ναβουχο δονόσωρ εἰς βαβυλῶνα τὰ βασίλεια μεταθεὶς καὶ βασιλικὴν ἐκείνην ἀποφήνας πόλιν τὴν μετὰ τῆς νινευὴ κατάλυσιν· ἐπεστράτευσεν τῆ ϊουδαία καὶ ἀναστάτον τὴν ἰερουσαλήμι ϊλημι πεποιη κὼς, τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀ νεῖλεν, τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας αἰχμαλώτους ἀπήγαγεν. ὡς εἶναι δῆλον κἀντεῦθεν. ὡς μίαν οἶδεν ἡ θεία γραφὴ τὴν ἀσσυρίων καὶ Βαβυλωνίων βασιλείαν. καὶ ἐκ τῶν ἐπαγομένων δὲ τοῦτο ῥάδιόν κατὰ μαθεῖν. ἔσται γὰρ φησὶν ὅταν συντελέση κύριος κς πάν τα ποιῶν ἐν τῶ ὄρει σιὼν καὶ ἐν ἰερουσαλὴμ ἰλημ ἐπά ξει κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν· τὸν ἄρχοντα τῶν ἀσσυρίων. καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ἐτιμωρήσατο δὲ τὴν ἱ ερουσαλὴμ ὁ θεὸς θς , οὐ διὰ τοῦ Σενναχηρεὶμ ὃς τῶν Ἀσσυρίων ἐβασίλευσεν, ἀλλὰ διὰ τοῦ ναβουχοδονόσωρ· ὁ μὲν γὰρ οὐ μόνον οὐκ ἐπόρθησε τὴν πόλιν. ἀλλὰ καὶ ἅπα σαν ἀπολωλεκὼς τὴν στρατείαν, ἀπέ δρα μόνος, καὶ οἴκοι τὴν σφαγὴν παρὰ τῶν υἱῶν ἐδέξατο· ὁ δὲ ναβουχοδονόσωρ καὶ τὴν πόλιν καθεῖλε. καὶ ἐνέπρησεν τὸν θεῖον νεὼν. καὶ τὸν λαὸν ἀπήγαγε δω ριάλωτον· διδάσκει τοίνυν ἡμᾶς ἡ θεία γραφὴ, ὅτι μετὰ τὸ συντελέσαι κύριον κν ποιοῦν τα πάντα ἐν τῶ ὄρει σιὼν καὶ ἐν ἱερουσαλὴμ ἰλημ . ἃ ἠπείλησε λέγων. ὀλολύξατε γλυπτὰ ἐν ἱερουσαλήμι ϊλημι ὃν τρόπον γὰρ. ἐποίησα σαμαρεία καὶ τοῖς εἰδώλοις αὐτῆς. οὕτω ποιήσω καὶ τῆ ἱερουσαλημι ϊλημι καὶ τοῖς χειροποιήτοις αὐτῆς. ἐπάξει φησὶ κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυ ρίων. καὶ οὐ λέγει τῶν βαβυλωνίων, ἀλλὰ τῶν Ἀσσυρίων· μία γὰρ τούτων κἀκείνων ἡ βασιλεία· νοῦν δὲ μέγαν καλεῖ. τὸ ὑψηλὸν καὶ ἀλαζονικῶν τῶν βουλευμάτων· διὸ καὶ εἰκότως ἐπάγει. καὶ ἐπὶ τὸ ὕψος τῆς δό ξης τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ οὐχ ἁπλως ἔφη τῆς δόξης αὐτοῦ. ἀλλὰ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. τουτέστιν ὡς ἄνθρωπος ἀνος ὢν ὑψηλότατός τὲ καὶ μέγιστος εἶναι φαν τάζεται. εἶπεν γάρ ἐν τῆ ἰσχύϊ μου ποιήσω καὶ ἐν τῆ σοφία τῆς συνέσεώς μου ἀφελῶ ὄρια ἐθνῶν. καὶ τὴν ἰσχὺν αὐτῶν προ νομεύσω· καὶ σείσω πόλεις κατοικουμέ νας. καὶ τὴν οἰκουμένην ὅλην καταλή ψομαι τῆ χειρί μου ὡς νοσσιὰν. καὶ ὡς κατὰ λελιμμένα ὠὰ ἀρῶ. καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με ἠ ἀντείπη μοι· οὕτω γ υμνώσας τῶν λογισμῶν τοῦ ἀσσυρίου τὸν τῦφον. ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον. καὶ διδάσκει ὡς οὐδ’ ἓν ὠν τῶν ὑπ’ αὐτοῦ γεγονότων ἐγένετο. μὴ τοῦ θεοῦ θυ συγχωρήσαντος καὶ βουληθέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι τοὺς ταῦτα ὑπ’ αὐτοῦ πεπονθότας· οὗ χάριν εἰκότως ἐπάγει· μὴ δοξασθή σεται ἀξίνη ἄνευ τοῦ κόπτοντος αὐτῆ· ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν· ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον. καθάπερ γάρ φησὶν ἀδύνατον αὐτομάτως ἀξίνην ἠ πρίονα ἠ ῥάβδον κινηθῆναι· τήνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ· ἡνίκα ἀν τις τῆ χειρὶ χρη σάμενος. κινῆσαι ταῦτα θελήσειεν· οὕτω καὶ σὺ τῆς ἐμῆς παραχωρησάσοι προμηθείας πεποίηκας ἃ πεποίηκας διὰ τὴν τῶν πεπονθότων παρανο μίαν· μὴ τοίνυν νόμιζε σοφία τε καὶ δ υνάμει ταῦτα κατωρθωκέναι· εἰ δὲ οὐ βούλει ταῦτα σωφρόνως μαθεῖν καὶ τὴν ἀλαζονικὴν ὀφρὺν καταλῦσαι· τῆ πείρα μαθήση. ὅτι ταυτὸ οὕτως ἔχει. ἀ ποστελεῖ γαρ κύριος κς σαβαὼθ εἰς τὴν σὴν τιμὴν, ἀτιμίαν. καὶ εἰς τὴν δόξαν πῦρ καιόμενον καυθήσεται. καὶ ἐν ἑτέρω δὲ χωρίω πάλιν τοιαῦτά φησιν ὁ θεὸς θς πρὸς τὸν προφήτην. καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα βαβυλῶνος. καὶ ἐρεῖς ἐν τῆ ἡμέρα ἐκείνη πῶς ἀ ναπέπαυται ὁ ἀπαιτῶν. καὶ ἀναπέ παυται ὁ ἐπισπουδαστὴς· συνέτριψεν ὁ θεὸς θς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν. τὸν ζυγὸν τῶν ἀρχόντων. πατάξας ἔθνος θυμῶ πληγῆ ἀνιάτω· Εἶτα, δείκνυσιν τὴν τῆς οἰκουμένης εὐφροσύνην. πᾶσα ἡ γῆ φησὶ μετεὐφροσύνης καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφρανθήσονται ἐπὶ σοὶ· καὶ ἡ κέδρος τοῦ Λιβάνου. ἀφοῦ συ κεκοίμησαι. οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς· τροπικῶς δὲ ταῦτα λέγει. καὶ κ έδρους τοῦ Λιβάνου προσαγορεύει. ἢ τὸν Ἰσραὴλ ιηλ ἐπίσημον τε καὶ ἔνδοξον· ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασιν καὶ βασι λεύειν πεπιστευμένους. καὶ μετὰ βραχέα κωμωδῶν αὐτοῦ τὸν τῦφον. καὶ τὴν τῆς ἀ λαζονίας διδάσκων κατάλυσιν πῶς ἐξέπεσε φησὶν ἐκ τοῦ οὐρανοῦ οὐνου ὁ ἐωσφόρος ὁ πρωῒ ἀνατέλλων συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη· σὺ δὲ εἶπας ἐν τῆ διανοία σου εἰς τὸν οὐρανὸν οὐνὸν ἀναβήσομαι. καὶ ἐπάνω τῶν ἀ στρων θήσω τὸν θρόνον μου. καθιῶ ἐν ὄρει ὑψηλῶ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ. πρὸς βορρὰν ἀναβήσομαι· ἐπάνω τῶν νε φελῶν ἔσομαι. ὅμοιος τῶ ὑψίστω· Εἶτα. δείκνυσι τῆς ἀνθρωπίνης εὐημερίας τὸ ἐπίκηρον· σὺ δὲ φησὶν ὁ ταῦτα λογί σασθαι τετολμηκὼς, εἰς ἅδην καταβή ση καὶ εἰς τὰ θεμέλια τῆς γῆς. οἱ εἰδό ντες σε θαυμάσουσιν ἐπὶ σοι. καὶ ἐροῦσιν οὗτος ὁ ἄνθρωπος ἀνος ὁ παροξύνων τὴν γῆν· ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν γῆν ὅλην ἔ ρημον. καὶ τὰς πόλεις αὐτῆς καθεῖ λεν· τοὺς ἐν ἐπαγωγῆ οὐκ ἠλέησεν· πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοι μήθησαν· ἐν τιμῆ ἄνθρωπος ἀνος ἐν τῶ οἴκω αὑτοῦ· σὺ δὲ φησὶν ῥιφήση ἐν τοῖς ὄρεσιν. ὡς νε κρὸς ἐβδελυγμένος. μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μα χαίρα, καταβαινόντων εἰς ᾅδην· κ αὶ ἵνα μὴ πάσας τὰς περὶ αὐτοῦ προ φητείας παραγαγὼν ἀποκνήσω τῶ μήκος· τούς τε νῦν ἀκούοντας καὶ τοὺς εἰς ὕστερον τούτοις ἐντευξομε νους εἰς ἐκεῖνα παραπέμψας, τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμό τητα, βουλομένους ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον· τοῦτον τοίνυν ὁ τῶν ὅλων θεὸς θς , εἰς εὐσέβειαν ποδηγῆσαι θελή σας. πολλὰ πολλάκις σωτήριας σριας προσ ἐνήνοχεν φάρμακα. καὶ πρῶτον μὲν ἐν τῶ δευτέρω τῆς βασιλείας ἔτει. ὄναρ αὐτῶ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν· εἶτα τῆ λήθη τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προ φήτου κατέστησεν· ἔπειτα. διὰ τῆς ἑρ μηνείας, τὰς τῶν βασιλέων διαδοχὰς ἐδείξεν ἀκριβῶς, τῆς ἀνθρωπίνης εὐη μερίας ὑποδεικνὺς τὸ βραχὺ καὶ ἐπί κηρον· καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέξατο. καὶ τὸ ἀμετρον σεβας τῶ δα νιὴλ προσενήνοχεν. ὡς θεῶ θω γὰρ λιβανω τὸν αὐτῶ καὶ σπονδὰς. προσενεχθῆ ναι προσέταξεν. ἀλλὰ πάλιν οὐ πολ λοῦ διελθόντος χρόνου τὴν εἰκόνα ἐ κείνην ἀνέστησεν. καὶ ἅπαντας τοὺς ὑπηκόους, προσκυνεῖν αὐτὴν κατη νάγκασεν. καὶ τοὺς τὴν εὐσέβειαν πρὸ τετιμηκότας τῆ ἀπλήστως τραφείση πυ ρᾶ παραδέδωκεν. ἀλλὰ πάλιν ὁ ἀ γαθὸς δεσπότης μακροθυμία χρη σάμενος, δίκας μὲν αὐτὸν τῆς τε ἀλα ζονείας καὶ τῆς θηριωδίας οὐκ ἐπρά ξατο· τὴν δὲ θείαν αὐτῶ δύναμιν ὑπὸ δείκνυσιν τοὺς εὔνους θεραποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας· π άλιν δὲ ὀλίγην ἐκεῖθεν ὠφελειαν δεξά μενος, ὑμνεῖ μὲν τὸν τῶν ὅλων θεὸν θν , ἀ πειλῆ δὲ τὴν ἐσχάτην τιμωρίαν τοῖς βλάσφημόν τι κατ’ αὐτοῦ φθεγγομένοις· ἀλλ’ εὐθὺς καὶ παραυτίκα. καὶ ἐν αὐτῶ τῶ ἐνιαυτῶ λήθη παντελῆ τὴν μεγίστην ταυ την παραδοὺς θαυματουργίαν, ἐπι στρατεύει τοῖς ἰεροσολύμοις. καὶ καθαιρεῖ μὲν τὰ τῆς πόλεως τὰ τείχη. πυρπολεῖ δὲ τὸν ἅγιον τοῦ θεοῦ θυ νεὼν. κατατολμᾶ δὲ τῶν τούτου ἀδύτων. καὶ πάντα συλήσας τὰ ἀναθήματα. εἰς τὴν βαβυλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν· ὅτι δὲ κατὰ τοῦτον ἐπεστράτευσεν τὸν και ρὸν. καὶ ὁ μακάριος ἡμᾶς διδάσκει ἰε ρεμίας οὕτω λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου κυ ἐν τῶ ἐνιαυ τῶ τῶ δεκάτω. σεδεκίου τοῦ βασιλέως ἰούδα. οὗτος ἐνιαυτὸς ὄγδοος καὶ δέκατος τῶ ναβουχοδονόσωρ τοῦ βασιλέως βαβυλῶνος. ἐχαράκω σεν ἐν ἱερουσαλὴμ ἰλὴμ · καὶ τῆς εἰκόνος δὲ τὸ διή γημα συγγράφων ὁ μακάριος δανιὴλ τοῦτον τέθηκεν τὸν χρόνον· ἔτους ὀ κτωκαιδεκάτου ναβουχοδονόσωρ ὁ βασιλεὺς, ἐποίησεν εἰκόνα χρυσῆν ὡς εἶναι δῆλον ὅτι ἐν ἀρχῆ τοῦ ἔτους ἀπήτησεν τὴν τῆς εἰκόνος προσκύν ησιν. εἶτα. τὴν στρατιὰν προπέμ ψας· ἠκολούθησεν καὶ αὐτὸς, περὶ εγένετό μὲν τῆς Ἱερουσαλὴμ ἑνδεκά τω μὲν ἔτει τῆς βασιλείας σεδεκίου ἐ ννεακαιδεκάτῳ δὲ τῆς ἑαυτοῦ βα σιλείας. ἐπειδὴ τοίνυν. οὐδεμίαν οὐ δαμόθεν ὁ δείλαιος ἐδέξατο ὠφέ λειαν· ἀγανακτήσας ὁ τῶν ὅλων θεὸς θς δεδίττεται μὲν αὐτὸν. προτῶν μὲν δι ἐνυ πνίου, εἶτα, διὰ τοῦ δανιὴλ τὰ διὰ τοῦ ἐνυπνίου σημαινόμενα δῆλα ποιεῖ· καὶ οὐδὲ οὕτως ἐπάγει τὴν τιμωρίαν. ἀλλὰ προσφέρει μὲν αὐτῶ συμβουλὴν καὶ παραίνεσιν διὰ τοῦ δανιὴλ· ἐνι αυτόν τε ὅλον μακροθυμεῖ τὴν μετά νοιαν ἀναμένων· ὡς δὲ οὐδεμίαν ἰα τ ρείαν ἐκ τῆς μακροθυμίας ἠθέλησεν δρέψασθαι. ἃ ἠπείλησεν ἐπιφέρει κα κά. τιμωρεῖται δὲ αὐτὸν οὐχ ἁπλῶς, ἀλ λὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον. τὸν ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλα βεία παίει καὶ παραπληξία· εἶτα, θη ριώδη γενόμενον ἐξελθεῖναι παρα σκευάζει, λαβεῖν τῶν κατεχόντων δειν ῶν· οὔτε γὰρ οἷόν τε ἦν αὐτὸν ὠφέλειαν δρέψασθαι ἀναισθήτως καὶ ἀναλγήτως παντελῶς διακείμενον· οὕτως ἀ ν ανεύσας ἐκεῖνος, ἐπιγινώσκει μὲν τὰς ὀξυρρόπους τοῦ βίου μεταβολὰς· θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν ἀβελτηρίαν· ὁμολογεῖ δὲ τὴν τοῦ θεοῦ θυ βασιλείαν ἀδιάδοχον εἶναι· εἰς ἅ παντας διαμένουσαν τοὺς αἰῶ νας· ταῦτα τῆ πείρα διδαχθεὶς π άλιν διὰ τὴν ἄρρητον τοῦ θεοῦ θυ φιλανθρωπίαν φιλανίαν εἰς τὴν οἰκείαν ἐπανελήλυθε βασι λείαν. ἀδικεῖν δὲ νομίσας ἅπαν τας τοὺς ἀνθρώπους ἀνους . εἰ κρύψειεν τὴν τοῦ θεοῦ θυ προμήθειαν. δι’ ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν καὶ τὴν συμπᾶσαν δυσκληρίαν. εἶτα, τὴν μεταμέλειαν. δι ἧς τὸν δεσπότην ἐ ξιλεώσατο· ἡ μὲν οὖν τῆς ἐπιστολῆς ὑπό θεσις αὕτη. διὰ πλειόνων δὲ αὐτὴν ἐ ποιησάμην. καὶ τὸν τούτου τῦφον ταῖς γραφικαῖς μαρτυρίαις. δεῖξαι βουλη θεὶς, καὶ τοῦ θεοῦ θυ τῶν ὅλων τὴν περὶ πάντας κηδεμονίαν δήλην ποιῆσαι θελήσας. φ έρε τοίνυν τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα. ναβουχοδονόσωρ ὁ βα σιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη : προσήκει τούτοις ἐ φ ἁρμόσαι τοῖς λόγοις τὴν προφητικην ἐκείνην φωνῆν· ἀγαθόν μοι ὅτι ἐταπεί/ab hier wieder Dipla νωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώ ματά σου· τῆ πείρα δὲ καὶ οὗτος διδα χθεὶς σωφρονεῖν. εὐσεβείας ἀπεφάνθη διδάσκαλος καὶ τὰ οἰκεῖα φάρμακα πᾶ σιν ἀνθρώποις ἀνοις προτίθησιν. καὶ οὐ μόνον τοῖς ὑπηκόοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσιν. καλῶς δὲ σφόδρα καὶ ἁρ μοδίως τὴν προσηγορίαν ἐποιήσατο· εἰρήνη ὑμῖν πληθυνθείη, τουτέστιν ἀπεί ρατοι γένοισθε ὧν ἐπειράθην κακῶν. εἰ ρήνης ἀπολαύσαντες διατελεῖται· εἶτα ἐπάγει τὰ σημεῖα καὶ τὰ τέρατα ἅ ἐποίησεν μ ετ ἐμοῦ ὅ θεὸς ὅ ὕψιστος· ἤρεσεν ἐναντίον ἐμοῦ· ἀναγεῖλαι ἡμῖν ⁝ τῶν θείων φησὶν θ αυμάτων αὐτόπτης γενόμενος, νενόμι κα δίκαιον, κοινωνοὺς ὑμᾶς ἅπαντας τῆς τού θεοῦ θυ θεωρίας λαβεῖν. οὐκ ἧν γὰρ τὰ τυχόντα. ἀλλὰ μεγάλα καὶ ἰσχυρὰ, καί ὡς μεγάλη καὶ ἰσχυρά ἡ βασιλεία αὐτοῦ· βασιλεία αἰώ νιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν· τὰ μὲν γὰρ ἀνθρώπινα ὁποῖα ἂν εἴη τέλος ἔχει. καὶ τέλος ταχύ· μόνη δὲ διαρκὴς καὶ ἀσά λευτος ἡ τοῦ θεοῦ θυ βασιλεία· οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν. ἄρχεται τῆς κα τ’ αὐτὸν διηγήσεως: ἐγὼ ναβουχοδονόσωρ εὐθηνῶν ἤμην ἐν τῶ οἴκω μου. καὶ εὐθα λῶν ἐπὶ τοῦ θρόνου μου καὶ πίων ἐν τῶ λαῶ μου : τέθεικεν δὲ τὴν ἑαυτοῦ προση γορίαν, οὐχ ἁπλῶς. ἀλλ’ ἵνα τὸ ὄνομα μα ρτυρήσει τοῖς λόγοις· ἐπειδὴ γὰρ σφόδρα ἐπίσημος ἦν, ἅτε δὴ πάντων τῶν κατὰ ἀσίαν καὶ τὴν αἴγυπτον. καὶ τὴν αἰθιοπίαν ἡγεμονίαν λαβὼν. προτέθεικεν αὐτοῦ τὴν προσηγορίαν. ἀρκοῦσαν εἰς μαρτυρίαν τῶν λεγομένων. ἔφη δέ ὅτι ἐν ἄκρα οὖν εὐκλη ρία, καὶ μυρίοις ἀγαθοῖς περιρεόμενος διετέλουν: ἐν τούτοις δὲ ὢν, ἐνύπνιον φ ησὶν εἶδον καὶ ἐφοβέρισέν με. καὶ ἐθαύ μασα ἐπὶ τούτοις πᾶσι καὶ ἐταράχθη ἐπὶ τῆς κοίτης μου· καὶ αἱ ὁράσεις τῆς κεφα λῆς μου συνετάραξαν με : ἐν τοσαύτη δὲ ὑ πάρχων εὐημερία. καὶ ὄναρ εἶδον λυπη ρὸν ἐξεδειματώθην μὲν σφόδρα. τῆ θεω ρία τοῦ ἐνυπνίου, ἐταρασσόμην δὲ πλέον τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνάμενος. οὗ χάριν τοὺς ταῦτα δυ ναμένους ἑρμηνεύειν συνεκάλεσα. καὶ εἰσ επορεύοντο ἐπαοιδοὶ μάγοι. γαζαρη νοὶ χαλδαῖοι. καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐνώπιον αὐτῶν. καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι· ἕως οὗ ἕτερος εἰσῆλ θεν ἐνώπιόν μου δανιὴλ. οὗ τὸ ὄνομα βαλ τάσαρ. κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου· ὃς πνεῦμα πνα ἅγιον ἔχει ἐν ἑαυτῶ. οὐχ ἁπλῶς δὲ ταῦτα τ έθεικεν, ἀλλὰ παράλληλα τέθηκεν, ἵνα μὴ τῆ παρεξετάσει δήλην ἁπασι ποιήση τὴν τοῦ προφήτου σοφίαν· διὸ καὶ τὰ ἔθνη κατὰ λέγει τῶν σοφῶν βαβυλῶνος, ἵνα δείξη τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους, τὸν δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς φωτιζόμενον· καλεῖ δὲ αὐτὸν. οὐκ ἀ πὸ μόνης τῆς προσηγορίας, ἣν αὐτὸς ἐπιτέθει κεν. ἀλλὰ δανιὴλ γὰρ φησὶν οὗ τὸ ὄνομα βαλ τάσαρ. κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου. οὕτω γὰρ φησὶν αὐτὸν ἐξ ἀρχῆς ἐθαύμασα. ὡς τοῦ πά λαι ὑπεμοῦ προσκυνουμένου θεοῦ θυ ἐπιθῆ ναι αὐτῶ τὴν προσηγορίαν. τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς. καὶ τὸ ἐνύπνιον φησὶν ἐνώπιον αὐτοῦ εἶπον. εἶπον δὲ οὕτως ἀρ ξάμενος: βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοί δ ων, ὃν ἔγνων ὅτι πνεῦμα πνα ἄγιον ἐν σοὶ· καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι, ἄκουσον τὴν ὥρασιν τοῦ ἐνυπνίου οὗ εἶδον. καὶ τὴν σύγκρισιν αὐτοῦ εἶπον μοι. καὶ τὰς ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κοίτης μου : Τ οὺς πολλοὺς τῶν ἀνθρώπων ἀνων αἱ εὐημερίαι. πολλάκις ἐπιλανθάνεσθαι τῶν εὐεργετησάντων παρασκευάζουσιν· αἱ δὲ χρεῖαι ἀνακαλοῦν ται τῶν εὖ, πεποιηκότων τὴν μνήμην. καὶ ὑγιαίνων μέν τις τὸ σῶμα. τῆς τοῦ ἰατροῦ τέχνης. οὐ λαμβάνει τὴν μνήμην. ἀρρωστία δὲ περιπεσὼν ἀναμιμνήσκεται. ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν διὰ τοῦ δει νος τοῦ ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν. οὕτω κ αὶ ὁ ναβουχοδονόσωρ. ἡνίκα μὲν τοὺς ἁγίους ἐκείνους τῆ πυρᾶ παρεδίδου. τῆς τοῦ Δανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν. ἐπει δὴ δὲ εἶδεν ἐνύπνιον. καὶ θόρυβον εἶχεν ἐν τῆ ψυχῆ, τῆς τοῦ Δανιὴλ ἀνεμνήσθη σοφίας. καὶ τῆς τοῦ προτέροι ἐνυπνίου ὑπομνή σεώς τε καὶ ἑρμηνείας. διὸ καὶ πνεῦμα πνα θεοῦ θυ ἔχειν αὐτὸν λέγει. καὶ πᾶν μυστήριον ἑρμηνεύειν αὐτὸν ἰκανὸν εἶναι. καὶ παρακαλεῖ καὶ τοῦτο τὸ ἐνύπνιον ἄδηλον ὂν. δῆλον αὐτῶ κατὰ στῆσαι· εἶτα λέγει τὸ ἐνύπνιον: ἐθεώρουν φησὶν δ ένδρων ἐν μέσω τῆς γῆς· καὶ τὸ ὕψος αὐ τοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ ουνου , καὶ τὸ κῦτος αὐ τοῦ εἰς τὰ πέρατα τῆς γῆς : διὰ δὲ τοῦ δέν δρου αὐτὸν ἔφη σημαίνεσθαι ὁ μακαριος δανιὴλ, τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ ὀυνου . οὐ τὴν φύσιν τοῦ δένδρου σημαίνων. ἀλλὰ τοὺς λογισμοὺς καὶ τὰς φαντασίας. δ ιὸ καὶ ἡσαΐας ἔλεγεν. ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν βασιλέα τῶν ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. νοῦν δὲ μέγαν αὐτὸν προσηγόρευ σεν, ὡς μεγάλα φαντασθέντα, καὶ ὀνει ροπολήσαντα, ἃ μετὰ βραχέα διηγή σατο· σὺ γὰρ εἶπας, ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῶ ὑψίστω. διὰ τοῦτο ὁρᾶ τὸ ὕψος τοῦ δέν δρου ἐφθακὸς ἕως τοῦ οὐρανοῦ ουνου · ἐπει δὴ δὲ καὶ, ὡς ἔπος εἰπεῖν, πάσης τῆς οἰκουμένης ἐκράτησεν· ὁρᾶ τοῦ δέν δρου τὸ κῦτος, τουτέστιν τὸν ὄγκον τοῦ εὔ ρους ἐκταθὲν μέχρις αὐτῶν τῶν τῶν περά των τῆς γῆς· τὰ φύλλα αὐτοῦ φησὶν ὡραῖα καὶ ὁ καρπὸς αὐτοῦ πολύς. κα λεῖ δὲ φύλλα μὲν τὴν ὁρωμένην εὐπρέ πειαν τὴν ἐν ἐσθῆτι καὶ θρόνω καὶ βασιλείοις· ἀσπιδηφόροις τε καὶ δορυφόροις, καὶ πε ζαιτέροις· καρπὸν δὲ τὸν πανταχόθεν προσφερόμενον φόρον. διὸ πολὺν τὸν καρπὸν, ἀλλ’ οὐ καλὸν ἔφη. οὐ γὰρ εἶχεν τὸ δίκαιον. καὶ τροφὴ πάντων ἐν αὐτῶ. οἵ τε γὰρ γεωργοῦντες, διὰ τῆς αὐτοῦ κη δεμονίας, εἰρήνης ἀπολαύοντες. τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομίζοντο. οἵ τε στρατευόμενοι, παρ’ αὐτοῦ τὰ σιτηρέ σια κομιζόμενοι τὴν ἐν ὅπλοις ἐποι οῦντο ζωήν: ὑπὸ κάτω αὐτοῦ φησὶν κατε σ κήνουν τὰ θηρία τὰ ἄγρια· καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατώκει τὰ πετεινὰ τοῦ οὐρανοῦ ουνου . ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σὰρξ : οἵ τε γὰρ θηριώδη βίον ζῶντες β άρβαροι· οἵ τε λογικώτεροι καὶ ἡμερώ τεροι. καὶ πτηνοὶ τὴν διάνοιαν. ὑπὸ τὴν τούτου ἐξουσίαν βιοτεύοντες διετέλουν: ἐ θεώρουν τοίνυν φησιν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου καὶ ἰδοὺ εἰρ καὶ ἅγιος ἀπ οὐρανοῦ ουνου κατέβη : εἱρ δὲ καλεῖ τ ὸν ἐγρηγορότα. τοῦτο γὰρ ἑρμηνεύεται τῆ ἑλλάδι φωνῆ. ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον. ἵνα τούτου σημήνη τὸ ἀσώ ματον· ὁ γὰρ σῶμα περικείμενος ὕ πνω δουλεύει· ὁ δὲ ὕπνου κρείττων, σώ ματος ἐλεύθερος· ἶδον τοίνυν φησὶν ἄγγελον ἀσώματον ἔχοντα φύσιν ὃς ἀπ’ οὐρανοῦ ὀυνου κατέβη· καὶ ἐφώνησεν ἐν ϊ σχύϊ· καὶ οὕτως εἶπεν:– ΕΚΚΟΨΑΤΕ τ ὸ δένδρον καὶ ἐκτείλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν κάρπον αὐτοῦ· κ αὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ’ οὐρανοῦ οὐνου καταβαί νοντα· ἵνα μάθη, ὡς αὐτὸς ὁ τῶν ὅλων δε σπότης τὴν κατ’ αὐτοῦ ἀπόφασιν ἐποιήσατο διδάσκεται δὲ τίς ὁ δεδωκὼς αὐτῶ τὴν βασι λείαν. ἀποτιθέμενος τὴν βασιλείαν. ὁρᾶ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλάδους χωριζομένους, τουτέστιν τοὺς ὑπάρ χους, καὶ στρατηγοὺς καὶ σατράπας. καὶ τοὺς ἄλλην τινὰ παρ’ αὐτοῦ ἡγεμονίαν πεπι στευμένους, τὰ δὲ φύλλα ἐκτινασσόμενα ἣν περιεβέβλητο δόξαν. δίκην φύλλων ἐκῥέουσάν τε καὶ μαραινομένην. τὸν δὲ καρπὸν διασκορπιζόμενον. τοῦ γὰρ βα σιλέως ἐκείνη περιπεσόντος τῆ συμφο ρᾶ· οἱ τὸν δασμὸν ἀπαιτοῦντες. εἰς ἑαυ τοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον σαλευθήτω φησὶν τὰ θηρία ὑποκάτω θεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλά δων αὐτοῦ. οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠναγκασμένοι. ἀφορμὴν εὑρόντες. τὴν τοῦ βασιλέως μεταβολὴν. τοῦ ὑπα κούειν ἀπέστησαν:– πλὴν τὴν φυνη τ ων ριζων αὐτοῦ ἐν τῆ γῆ ἐάσατε· καὶ ἐν δεσμῶ σιδηρω φησιν λάκκω. καὶ ἐν τῆ χλόη τῆ ἔξω. καὶ ἐν τῆ δρόσω τοῦ οὐρανοῦ ουνου αὐλισθήσεται · ὡς γὰρ φρενοβλαβεία π αραπληξία καὶ φρενίτιδι νόσω περὶ πεσὼν καὶ μεμηνὼς καὶ κορυβαντιῶν καὶ κατὰ πάντα λυττῶν, ἀναγκαίως δεσμὰ περιέκειτο. ἀλλ’ ὅμως οὐδὲ ταῦτα ἦν ἰκανὰ ἔνδον αὐτὸν κατέχειν. ἀλλὰ Blattausfall