λόγος τρίτος ἔ τους ὀκτωκαιδεκάτου ναβουχοδο νόσωρ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυ σῆν ὕψος αὐτῆς πηχέων ἐξήκοντα καὶ εὖρος αὐτῆς πηχέων ἑξ· καὶ ἔστη σεν αὐτὴν ἐν τῶ πεδίω δεηρὰ ἐν χώ ρα βαβυλῶνος :– ὁ μὲν ἀγαθὸς ἡμῶν κ αὶ φιλάνθρωπος φιλανος δεσπότης, ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς, βούλεται πάντας ἀνθρώπους ἀνους σωθῆναι. καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. καὶ oὐ θέλει τὸν θάνατον τοῦ ἁ μαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτον καὶ ζῆν. οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται σωτηρίας σριας · οἱ δὲ ἀναλγησίαν νοσοῦντες καὶ τῶ ἀνηκέστω πάθει τῆς ἀλαζονείας δουλεύοντες· οὐδεμίαν ἐκ τῶν θείων φαρμακων τὴν ὠφέλει αν καρποῦνται. ἀλλ’ ἐοίκασι τισιν ἀρρώστοις ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ἰατρικῆς τέχνης προσφερομένην αὐτοῖς θεραπείαν. ἀκρασία δὲ πολλὴ καὶ ἀταξία χρωμένοις. τὴν ἐπικειμένην αὐτοῖς αὐξουσιν ὡση μ εραι νόσον. τοιοῦτος ἦν οὗ τος ὁ ἀλαζων βασιλεὺς· ὃς τοῦ θεοῦ θυ τῶν ὅ λων ἀμέτρω φιλανθρωπία φιλανια χρησαμένου· καὶ μετὰ τὰς μυρίας παρὰ νομίας καὶ δυσ σεβείας θεραπείαν αὐτῶ προσενηνο χότος· καὶ ὑπὸ δείξαντος τῆς παρούσης εὐημερίας τὸ ἐπίκηρόν τὲ καὶ μάταιον· καὶ τῆς ἀρετῆς τὸ ὑψηλόν τὲ καὶ περίβλεπτον ἠ καὶ τοὺς δοριαλώτους καὶ τοὺς τῆς δουλείας τον ζυγὸν φέρειν ἠναγκασμένους. ἀπο φαίνει λαμπροὺς, εὐθὺς μὲν ἐθαύμα σεν. τὴν τοῦ προφήτου σοφίαν καὶ τὸν τούτου θεὸν θν τῶν ὅλων εἶναι θεὸν θν ὠμολόγησεν· ὀλί γου δὲ χρόνου διελθόντος, εἰς αὐτὸν ἐπα νῆλθεν. ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔ μετον φησιν ἡ θεία γραφὴ· καὶ κατὰ σκευάζει μὲν εἰκόνα χρυσῆν. τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἓξ· τὸ δὲ εὗρος πήχεις ἓξ· καὶ ταυτην ἐν ἰσοπέδω στήσας χωρίω ὥστε ἴσως ἁπάντων ὁμοίως ὁρᾶσθαι παρὰ πάντων αὐτὴν. κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων. οὐχ’ ἁπλοὺς δὲ οὗτος τῆς ἀλαζονείας ὁ τρόπος, ἀλλ’ ἀντίθεος ἄντικρυς καὶ θεομισεῖς· ἐπειδὴ γὰρ ὁ θεὸς θς ὄ ναρ αὐτῶ μεγίστην ὑπέδειξεν εἰκόνα. ἐκ τεττάρων ὑλῶν πεποιημένην. καὶ διὰ τούτων αὐτῶ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν. ἀντιστρατεύει μεν τῶ θεῶ θω τὸν οἰκεῖον τύφον. κατασκευάζει δὲ καὶ αὐτὸς εἰκόνα. μέγεθος αὐτῆς δεδωκὼς ὅσον ἡ ἀνθρώπων ἀνων ἠδύνατο παρασχεῖν τέχνη· oὐκέτι δὲ αὐτὴν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ. ἀλλ’ ἐκ μιᾶς ὕλης, τῆς τοῦ χρυσοῦ κατασκευάζει. οἱόμε νος ὁ δείλαιος αὐτῶ ψευδεῖς ἀπὸ δείξειν τοῦ θεοῦ θυ τὰς προρρήσεις· καὶ ἐπειδὴ ὁ μακά ριος δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων αὐ τὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴν χρυσῆν τουτ’ έστιν τὴν τῶν βαβυλωνίων. εἰτ’ οὖν ἀσσυρίων βασιλείαν. τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος, ἐκ τῶν ἄλλων ὑλῶν αἳ τὴν κεφαλὴν διεδέξαντο αὐτὸς πᾶσαν ἐκ χρυσίου τὴν εἰκόνα κατασκευάζει. οὗτος ἡγούμενος ὁ μάταιος, ἀτελεύτητον ἔχειν τὴν βασιλείαν: στήσας δέ φησιν τὴν εἰ κ όνα συνήγαγε πάντας τοὺς σατράπας ὑπάτους τὲ καὶ στρατηγοὺς καὶ τοπάρ χας· ἡγουμένους τε καὶ τυράννους καὶ τοὺς ἐπεξουσιῶν· καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν να βουχοδονόσωρ ὁ βασιλεύς : καὶ τούτων δὲ ἕκαστον τὴν ἄκραν ὑπερηφάνειαν παραδηλοῖ. οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων. εἰς τὴν τῆς εἰκόνος συνε κάλεσεν ἑορτὴν. ἀλλὰ τούς τε τὸπάρχας οἳ τῶν οἰκείων ἐθνῶν ἐβασίλευον. καὶ τοὺς ὑποκειμενοις τούτοις σατράπας καὶ τοὺς στρατηγοὺς τοὺς τῶν σατράπων τὴν ἡγεμονίαν πεπιστευμένους. καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς παρ εκείνοις ἐνενό μιστο. καὶ εὐθὺς μὲν ἡ κλῆσις ἀπληστος ἐνο μίζετο· ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυρευόμενον ἐφωράθη: ἐπεδὴ γὰρ συνῆλ θ ον ἅπαντες· ὁ κήρυξ φησὶν ἐβόα ἐν ἰσχύϊ μεγί στη χρώμενος τῆ φωνῆ· ὑμῖν λέγεται ἔθνη· λαοὶ φυλαὶ γλῶσσαὶ ἠ ἂν ὥρα ἀκούση ται τῆς φωνῆς τῆς σάλπιγγος· σύριγγός τε καὶ κιθάρας· σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας· καὶ παντὸς γένους μουσι κῶν. πίπτοντες προσκυνεῖτε τῆ εἰκόνι τῆ χρυσῆ ἣ ἔστησεν ναβουχοδονόσωρ ὁ βασιλεὺς· καὶ ὃς ἐἂν μὴ πεσὼν προσκυνή σει. αὐτῆ τῆ ὥρα ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς. τὴν καιομένην· o ὕτως ἥρπασεν ὁ δείλαιος. ὡς ἐνόμισε τὴν θείαν τιμὴν. καὶ οὐκ ἀπέχρησεν αὐτῶ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων. ἀλ λὰ καὶ τῆ εἰκόνι προσφέρεσθαι τὴν προσ κύνησιν ταύτην ἐνομοθέτησεν. καὶ κατὰ πλήττει μὲν ἅπαντας τῆ τε ὕλη καὶ τῆ τέχνη καὶ τῶ μεγέθει τῆς εἰκόνος· κατακεί λει δὲ καὶ καταθέλγει τῆ παντοδαπῆ τῶν μουσικῶν ὀργάνων ἤχη· τοὺς δε μήτε τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους μήτε ὑπὸ τῆς τῶν ὀργάνων ὠδῆς τε καὶ ἡ δονῆς κατὰ θελγομένους τῆ ἀπειλῆ τῆς καμίνου δεδείττεται· καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτεν τοῦ σκοποῦ. ἑώρα γὰρ ἅπαντας τὸ κελευό μενον ποιοῦντας· καὶ φόβω καὶ ἡδονῆ δουλεύειν εἰθισμένους. μόνοι δὲ οἱ τρεῖς μ ακάριοι παῖδες ἐκεῖνοι τὴν πατρώαν εὐγένειαν ἀκήρατον. καὶ ἐν δουλεία φυ λάξαντες ἀνανίας καὶ ἀζαρίας καὶ μισαὴλ ἠρνήθησαν μὲν τὴν προσκύνησιν. οὐκ έ λαθον δὲ τοὺς δυσσεβεία συζῶντας χαλ δαίους. οἱ κοινωνοὺς ἅπαντας ἔχειν τῆς ἀσεβείας ἐβούλοντο· αὐτῖκα τοίνυν προσι σ ασι μεν τῶ βασιλεῖ. ἀναμιμνήσκουσι δὲ αὐ τὸν τοῦ τεθέντος νόμου διαρρήδην διὰ γορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυ νεῖν τὴν εἰκόνα καὶ τοῖς τούτου ποιεῖν παραι τουμένοις, ἀπειλοῦσι τὴν κάμινον. εἰσαγγέ λουσι δὲ τοὺς ἱεροὺς ἄνδρας ἐκείνους λέγον τες: ὅτι εἰσὶν ἄνδρες ἰουδαῖοι οὓς κατέ στησας επι της χωρας βαβυλωνος σεδραχ μισαχ αβδεναγω· οι ανδρες ουτοι ουχ υπηκουσαν τω δογματι σου βασιλευ : καὶ τῶν τε οικεῖον φθο νον δια τούτων παραδηλοῦσι τοῦ τε βασιλεως ἐξάπτουσι τὴν οργὴν αινιττόμενοι δια τουτων καὶ μονον ουχὶ λεγοντες ὅρα τίνας ἡμῶν προ την τετίμηκας· τισιν τῶν βαβυλωνίων τὴν ηγε μονιαν επίστευσας οἳ ουδε τῆς τιμῆς τὸ μεγεθος εἰς νοῦν λαβεῖν ἠβουλήθησαν καὶ ευγνώμονες περι τὸν τετιμηκότα γενέσθαι· ἄλλα της τιμῆς τὸ μέγεθος, ἀτιμίας ἀφορμὴν ἐποιήσαντο· ἄντικρυς τοῖς σοῖς ἀντιλέγοντες νόμοις. καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγμα τα. οὐκ ἐντεῦθεν μόνον ἐστι θεωρησαι τὸ τυραννικόν τὲ καὶ ἄγνώμων, ἀλλὰ καὶ ἑτέ ρωθεν κατὰ μαθεῖν. ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον. οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσιν. καὶ τὴν προσήκου σαν λατρείαν. τοῖς ὑπὸ σοῦ προσκυνου μένοις θεοῖς οὐ προσφέρουσιν. καὶ τῆς εἰκόνος δὲ τὴν προσκύνησιν ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν· ἠρνήθησαν προφανῶς· τούτων ἀκούσας ὁ φρενοβλα β ὴς ἐκεῖνος βασιλεὺς. καὶ ἐπιλαθόμενος τῶν ὑπ’ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων. ἐπ α ληθείας ὁ θεὸς θς ὑμῶν. οὗτός ἐστι θεὸς θς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων. ἄγει τοὺς ἄνδρας εἰ ς μέσον, πυνθάνεται δὲ εἰ τῶ ὄντι κοινωνειν αὐτῶ τῆς τῶν θεῶν οὐκ εθέλουσι θεραπειας καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν· εἶτα παραινεῖ καὶ συμβουλεύειν τούτοις ποιεῖν τῆ τοῦ πυρὸς ἀπειλῆ δεδιττόμενος· ἐὰν γ άρ φησιν μὴ προσκυνήσηται αὐτῆ τῆ ὥρα ἐμβληθήσεσθαι εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην · ἔπειτα τὴν ἄρ ρητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμᾶ· καὶ τίς ἐστι θεὸς θς ὁς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οὑτω ταχέως ὃμο λόγησεν ἐβλασφήμησεν. καὶ ὃν θεὸν θν θεῶν ἀπεκάλεσεν. ἀνθρώπου ἀνου ἀσθενέστερον ὑπέλα βεν εἶναι. ὃν δὲ κύριον κν βασιλέων προσηγό ρευσεν. νικᾶν ὁ δείλαιος ἐνεανιεύσατο· προγονικὰ δὲ αὐτοῦ τὰ τοιαυτα τολμή ματα καὶ γὰρ ὁ σενναχειρὶμ ἐκεὶνος στρατίὰ μεγίστη κατὰ τῆς ἱερουσαλὴμ χρησάμενος. ἐπιστέλλων τῶ ἐζεκία τοιαῦτα ἐφθέγξατο. μή σε ἀπατάτω ὁ θεός θς σου. ἐφ’ ὧ σὺ πέποιθας ἐπ’ αὐτῶ. ὅτι ῥύσεται τὴν ἱερουσαλὴμ ἱλημ ἐκ χειρός μου. μὴ ἐρ ρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν εκαστος τὴν ἑαυτοῦ χῶραν ἐκ χειρος μου· ποῦ ὁ θεὸς θς ἐμὰθ. καὶ ποῦ ὁ θεὸς θς ἀρφὰδ· καὶ ποῦ ὁ θεὸς θς τῆς πόλεως ἐπφαριμ μὴ ἠδυνήθησαν σαμάρειαν ῥύσασθαι ἐκ χειρός μου. ἀλ 2λ’2 οὐκ ευθὺς καὶ παρὰ χρῆμα ἔλαβεν τῆς βλασφη μίας τὰ ἐπίχειρα. καὶ αἱ πολλαὶ μὲν ἐκεῖ ναι μυριάδες. ὑφ’ ἑνὸς ἀνηρέθησαν ἀγγέ λου. αὐτός δε φυγὼν. καὶ τὴν ἐνεγκουσαν κατὰ λαβὼν. σφαγεας οὓς ἐγέννησεν ἔσχηκεν, ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐκίνησεν· δέχεται τὴν σφα γὴν παρὰ ἀνδρῶν ὧν ἐγέννησεν· ἀλ λ’ ουδε τοῦτο τὸ παράδειγμα τοῦ ναβουχο δονόσωρ ἐχαλίνωσε τὴν γλῶτταν· οὔτε τὸ ἐνύπνιον ἐκεῖνο τὰς τῶν βασιλέων ὑπὸ δεῖξαν διὰ δοχὰς, ἐδίδαξε σω φρονεῖν, ἀλλ’ έμεινεν κατὰ τοῦ πεποιη κότος λυττῶν. ἀντιστρατεύει δὲ αὐτῶ ὁ θεός θς . οὐκ’ ἄγγελον ὥσπερ ἐπὶ τοῦ σενναχει ρὶμ ἐκεῖνου πεποίηκεν. ἀλλὰ τρία παιδάρια αἰχμάλωτα δοριάλωτα τὴν ξένην ἐκείνην ἠναγκασμένα. τὸν τῆς δουλείας ἕλκοντα ζυγὸν. νέαν ἄγοντα τὴν ἡλικίαν. ἐν αὐτῶ ὄντα τῶ ἄερι τοῦ χρόνου. οὗτοι γὰρ παραυτῖκα τῆς λύτ της ἐκείνης καὶ μανικῆς βλασφημίας ἀκούσαντες. θύμου καὶ ζήλου πλήρης ἐγένοντο: καὶ ἀπεκρίθησαν καὶ εἶπον τ ῶ βασιλεῖ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ρήματος τοῦτου ἀπὸ κριθη ναί σοι· περιττὴ φησιν ἡ πεύσις. ἡ παρα σοῦ ἡμῖν προφερομένη. ἃ γὰρ ἐφρο νοῦμεν. καὶ νῦν φρονοῦμεν καὶ οὐδεμίαν μετὰ βολὴν, ἐκ τῶν σῶν ἀπειλῶν δειξό μεθα: ἔστι γὰρ ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς οὐνοις ὢ ἡμεῖς λατρεύομεν. δυνατὸς ἐξελέ σθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς κεομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ρύσεται ἡμᾶς : τίς οὐκ’ ἂν εἰκότως ἐκ π λαγείη τῶν μακαρίων τούτων νέων τὴν ἀν δρείαν· τὴν σοφίαν· τὴν εὐσέβειαν. τὴν περὶ τοὺς νόμους δικαιοσύνην· τὴν περὶ πάντας σωφροσύνην· τὸ μὲν γὰρ κατὰ πλαγῆναι τὸν τὸσοῦτον ἐκεῖνον τύραννον. μετὰ πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων ἀνων ἀντὶ τεταγμένον. καὶ τὴν μεγίστην ἐκείνην πυρὰν οὐ λογιούμενοι ἀπειλουμένην, ἀλλὰ καὶ ὁρωμένην τὴν ἀδαμαντος στερροτέραν αὐτοῖς ἀνδρείαν μαρτυρεῖ· τὸ δε τους θείους νόμους τῆς παρούσης πρὸ τιμῆσαι ζω ῆς. ποίας δικαιοσύνης ὑπερβολὴν κατα λείπει. τὴν δὲ σωφροσύνην αὐτῶν κη ρύττει. τὸ μήτε θρασέσι κατὰ τοῦ βασι λέως χρήσασθαι λόγοις· μήτε δειλια πάλιν καταισχύναι τὸ γένος· τὴν δε φρόνησιν καὶ σοφίαν. ἠ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις, ἀντιτεθεῖσα εὐσέβεια· ὁ μὲν γ ὰρ ἔλεγεν τίς θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οἱ δὲ ἐβόων, ἐστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς οὐνοις ὦ ἡμεῖς λατρεύομεν. δυνατὸς ἐξε λέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥ ύσ εται ἡμᾶς· μὴ γὰρ δὴ νομίσης τὸν ἡμε τ ερον θεὸν θν τοῖς σοῖς ἐοικέναι θεοῖς, ἐκείνων γὰρ εἰκότως κατὰ φρονεῖς, ἐξ ύλης καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ δε ἡμέτερος θεὸς θς οὐρανοῦ οὐνου καὶ γῆς καὶ τῶν ἁπάντων δημιουργὸς. δύ ναμιν ἔχων ἢν δείκνυσι τὰ ὁρώμενα. τὴν γαρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις. οὐ ράδιον καθ’ ἰδεῖν τοῦτον πρεσβεύοντες τὴν παρ’ αὐτοῦ βοήθειαν ἀναμένομεν· ἱκα νὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χει ρῶν καὶ τῆς καμίνου τοῦ πυρὸς. ἣν σὺ κατε σκεύασας· τὰ δὲ μετὰ ταῦτα ῥηθέντα. οὐδὲ μίαν ἀνδρείας καὶ φιλοθεΐας ὑπερβολὴν καταλείπει· εἰρηκότες γάρ ἐστι θεὸς θς ἡμῶν ἐν οὐρανοῖς οὐνοις ὦ ἡμεῖς λατρεύομεν. δυνατὸς ἐξε λέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης. καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς, εὐθὺς ἐπήγαγον: καὶ ἐὰν μ ὴ γνωστὸν ἔστω σοι βασιλεῦ. ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν. καὶ τῆ εἰκόνι τῆ χρυ σῆ ἧ ἔστησας οὐ προσκυνοῦμεν : οὐ γὰρ ἐ πι μισθῶ τῶ ἡμετέρω δεσπότη δουλεύομεν· ἀλλὰ φίλτρω καὶ πόθω νυττόμενοι. πάντων ἡμῶν. τὴν τοῦ θεοῦ θυ ἡμῶν προαιρούμεθα θεραπείαν. οὗ χάριν οὐδε τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἱτοῦμεν. ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν καὶ προμηθείαν στέργομεν. καὶ τὸ συνοίσειν μᾶλλον. οὐκ ειδό τες, τῶ κυβερνήτη παρὰ χωροῦμεν. ἰθύ νειν ὡς ἂν ἐθέλη. ὅτι μεν γαρ ἀπαλλάτ τειν ἡμᾶς, τῶν ἠπειλημμένων ἰσχύει κα κῶν, σαφῶς ἐπιστάμεθα. εἰ δὲ καὶ βούλε ται τοῦτο ποιεῖν. ἀγνοοῦμεν. σοφῶ δὲ ὄντι παραχωροῦμεν πρυτανεύοντι καὶ δεόμεθα τὴν ψῆφον ταύτην ἡμῖν συμφέρειν πιστεύον τες, εἴτε οὖν ῥύεται. εἴτε καὶ μή. καὶ τῆς εἰκό νος σου καὶ τῶν θεῶν σου φεύγομεν τὴν προσ κύνησιν. πρὸς τοιαυτας σοι ψυχὰς ἡ παρά ταξις. ὃν ἂν θέλεις τρόπον ἀνταγωνίζου. οὔτε καταθέλξεις τιμῶν. οὔτε κατὰ πλήξεις ἀπειλῶν· πάντων γὰρ ὁ θεὸς θς ἡμων ἐρασμιώτατός τε καὶ φοβερώτατος· τί τ ούτων ὑψηλότερον. τῶν ῥημάτων. τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνὴν· τὸ γάρ τι προσευξόμε θα. καθ’ ὃ δὴ οὐκ οίδαμεν. ἀλλ’ ὁ θηριώ δης ἐκεῖνος καὶ μανικώτατος τύραννος ἔμπλεος θυμοῦ γενόμενος. ὡ ς καὶ δη λῶσαι τῶ προσώπω τὴν τ ῆς ψυχ ῆ ς ταραχὴν· ἐπί πλειστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρεγγύησεν. πεδηθῆναι δὲ τοὺς ἁγίους ἄνδρας παρεκελεύσατο. καὶ ὥστε μηδὲ μίαν γενέσθαι τῆς τιμωρίας ἀναβολὴν. τῆς ἐσθῆτος καὶ τῶν ὑπὸ δημάτων ἀφαιρου μένων. σὺν αὐτοῖς τούτοις τ ῆ πυρὰ, πα ραδοθῆναι προσέταξεν. τουτ’ έστιν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιαραις καὶ περικνήμεσιν· σαράβαρα δέ ἐστι περσι κῶν περιβολαίων εἴδη. τιαραι δὲ τῶν κεφαλῶν τὰ καλύμματα. περικνημί δας δὲ τὰς καλουμένας ἀναξυρίδας λέγει. ἠ τὰς σκυτινας τὰς ἔξωθεν· οὕτω πεδηθέντες οἱ ἅγιοι ἄνδρες, παρεδόθη σαν τη πυρᾶ· καὶ ὁ μεν τάχους χάριν καὶ συντο μίας. οὕτως αὐτοὺς κατὰ καυθῆναι προς ἔταξεν· ἡ δε θεῖα χάρις ἕτερον ἐντεῦθον ὠκονόμει μυστήριον· τὰ μ ὲ ν γὰρ ἐπιβλη θέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ. συνήθως ἡ τοῦ πυρὸς διέλυσε φύσις. εὐεμπρηστ α δὲ ὄντα λίαν τὰ περιβόλαια. ἀκήρατα διεφύλαξεν. καὶ τοὺς μὲν τῶν ἁγίων ἄν δρως κατηγόρους. καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους ἐκτὸς ἐστῶτας ἡ φλὸξ καταναλωσεν αὐτοῖς δὲ τοῖς ἁγίοις προσπελάζειν οὐκ ίσχυσεν. ἀλλα τοις ενδον τὰ νῶτα παραχωροῦσα. κατὰ τῶν οἰκειων ἐχώρει προσκυνητῶν· ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ δεσπότου θεραπόντων εἰσπρατ τομένη· τὸσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες, ἀδείας καὶ θεραπείας ἀπήλαυον. ὅτι τῶν ἀνθράκων οἷον τινῶν ἐπιβαίνοντες ῥόδων. καὶ περιεπάτουν φησὶν ἐν μέσω τῆς φλογὸς. ὑμνοῦντες τὸν θεὸν θν . καὶ εὐλογοῦν τες τὸν κύριον κν · καὶ ταῦτα δὲ ἔμφασιν ἔχει τῆς ἄκρας αὐτῶν φιλοσοφίας· οὔτε γὰρ ἤτουν φησὶν τῶν δεινῶν ἀπαλλαγὴν, ἀλ λ’ ὕμνουν τὸν οὕτως τὰ κατ’ αὐτοὺς πρυτα νεύσαντα. καὶ τῆς καλῆς ταύτης αὐτοὺς ὁμολογίας ἀξιώσαντα· ἔστιν δὲ ἰδεῖν ἐοι κ ότα τοῖς νέοις τὰ παλαιᾶ· καὶ γὰρ οἱ μα κάριοι ἀπόστολοι. πέτρος καὶ ἰωάννης ὑπὸ τῆς τῶν φαρισαίων αἱκισθέντες συμ μορίας. ἐξῆλθον χαίροντες, ὅτι κατη ξιώθησαν. ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ θυ ἀτιμασθῆναι· καὶ ὁ θειότατος δὲ παῦλος συν τῶ σίλα. μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθείσας· δεσμωτήριον οἰκοῦντες· καὶ ποδῶν κατοχὴ προσδεδε μένοι. κατὰ τὸ μεσονύκτιον φησὶν προς εὐχόμενοι ὕμνουν τὸν θεόν θν · οὕτω καὶ οἱ μακάριοι π αῖδες, οὗτοι ἐν καμίνω χορεύοντες ὕμνον διετέλουν ὑφαίνοντες· καὶ πρῶτος μὲν ἀζαρίας, στόμα κοινὸν γενόμενος καὶ ὑπὸ τῶν τῆς φλογὸς κυμάτων περὶ κλυζόμενος. ἀνοίξας φησὶν τὸ στόμα αὐτοῦ ἐν μέσω τοῦ πυρὸς εἶπεν: εὐλογητός εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδο ξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας : τ ίς ἂν πρὸς ἀξίαν τοῦ προοιμίου τὴν σοφίαν θαυμάσειεν. oὐδὲ γὰρ ἐν εὐημερία ὢν καὶ εὐκληρία. οὐδε καταροῦν τοῦ βίου φερόμε νος. ἀλλ’ ἐν καμίνω τὸσαύτη τὸν τῶν ὅλων ὑμνει θεὸν θν . καὶ ἐκάλει αὐτὸν τῶν πατέρων πρων θεὸν θν · καὶ τὴν τοῦ φρονήματος δεικνὺς μετριότητα καὶ τῶν πατέρων πρων ἀνακηρύττων τὴν ἀρετήν· ὑμνοῦμεν γάρ σε φησιν δέσποτα. ἡμεῖς οἱ πατέρας πρας ἔχοντες ἐκείνους ὧν ἠθέλησας κληθῆναι θεός θς . σὺ γὰρ εἶπας τῶ θεράπον τί σου μωσῆ. ἐγὼ ὁ θεὸς θς ἁβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ. τοῦτό σου τὸ ὄνομα αἰνετόν ἐστι καὶ δεδοξασμένον. οὐκ’ εν καιρῶ τινὶ καὶ χρόνω ῥητῶ, ἀλλ’ εἰς πάντας τοὺς αἰῶνας. ὅ τι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν. ὑμνοῦμεν δέ σε φησὶν τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως. ὀρθὴ γὰρ καὶ δικαία χρησάμενος ψήφω ἐξαν δραποδισθῆναι ἡμᾶς. καὶ πόρρω τῶν οἰκείων γενέσθαι προσέταξας: καὶ π άντα σου φησὶν τὰ ἔργα ἀληθινὰ· καὶ εὐθείαι αἱ οδοί σου. καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς· καὶ κρίματα ἀληθείας ἐ ποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν. τὴν τῶν πατέρων πρων ἡμῶν ἱερουσαλὴμ ὅτι ἐν αλη θεία καὶ κρίσει ἐπήγαγες ἐφ ημᾶς ταῦ τα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν τ ὴν αὐτὴν μὲν ἅπαντα ἔννοιαν ἔχει τὰ ὸ του παραδυξου θαυματος ο πι γι τoς ζοης εν τιθε τε και δηι εἰρημένα. διαφόρως δε αὐτὰ εἴρηκεν. τὴν δικαίαν τοῦ θεοῦ θυ κρίσιν ὑμνῶν, καὶ χώραν οὐδεμίαν τῆ ἀχαριστία διδοὺς. διὰ τοῦτο καὶ τῆς ἱερουσαλὴμ ιλημ μνημονεύσας. καὶ ἁγίαν αὐτὴν ὀ νομάσας. καὶ τῶν πατέρων πρων ἐκείνων τῶν ἐκλε κτῶν πόλιν προσαγορεύσας. εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπήγαγεν. βαυτα πάντα φησὶν ἐπήγαγες ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν: ὅτι ἡμάρτωμεν καὶ ἠνομήσαμεν ἀπὸ στῆναι ἀπο σοῦ : οὐ γὰρ μάτην φησὶ. καὶ ἣν ἀ φιέρωσας παρὰ δέδωκας πόλιν τοῖς πολε μίοις. καὶ ἡμᾶς ἐάσας δοριαλώτους γενέ σθαι. ἀλλ’ ὅτι ἡμάρτωμεν καὶ ἡνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ. πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σου. ἀντὶ τοῦ ποιητοῦ καὶ δημιουρ γοῦ τοῦ ἀγαθοῦ δεσπότου καὶ τροφέως καὶ φύλακος· τούτους αἰγυπτίων δουλείας ἀ παλλάξαντος. τοῦ θάλατταν τεμόντος τοῦ δι ἀβύσσου ποδηγήσαντος. τοῦ πέτραν ξηρὰν ὠδισι πληγῶν κατακλύσαντος. του τ’ ἄλλα πάντα ἀνάγραπτα ἀγαθὰ χωρη γήσαντος. ἡμάρτωμεν τοίνυν ἀποστῆ σαι ἀπὸ σοῦ. καὶ ἐξημάρτωμεν ἐν πᾶσιν· οὐ γὰρ τόδε ἠ τόδε παρέβημεν. ἀλλὰ πάν τα σου τὰ προστάγματα. καὶ τῶν ἐντολῶν σου οὐκ ηκούσαμεν. οὔδε συνετηρήσαμεν. οὔδε ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν. ἵνα εὖ ἡμῖν γένηται· καὶ ἐνταῦθα πάλιν τ ὴν τῆς σοφίας ἔδειξεν ὑπερβολήν· ἡ γὰρ τῶν νόμων φησὶ καὶ τῶν ἐντολῶν φυλακή σοὶ μὲν. τῶ νομοθέτη παρεῖχεν οὐδέν. ἡμῖν δὲ ἀγαθῶν ἀφθονίαν προξενεῖ· τούτου τοίνυν χάριν καὶ τοὺς νόμους τέθεικε, ἐκείνους ἡμῖν ἀφορ μας χορηγῶν σωτηρίας σριας · ἐπειδὴ τοίνυν φησιν πα ρέβημεν πάντα ὅσα ἡμῖν ἐπήγαγες· καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν αληθινὴ κρίσει ἐποίησας· ἄ ξια γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία. εἶτα ταύτην δεικνὺς ἐπάγει· καὶ παρέδωκας ἡμᾶς εἰς χεῖ ρας ἀνόμων. ἐχθιστῶν ἀποστατων καὶ βασιλεῖ ἀδίκω καὶ πονηροτάτω παρὰ πᾶσαν τὴν γῆν ἐ πειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ ἐθεραπεύσα μεν βασιλέα. ἀλλὰ τῆς σῆς κατεφρονήσα μεν ἀγαθότητος. εἰκότως ἡμᾶς ὠμοτά τω καὶ ἀπηνεστάτω. καὶ οὐδαμῶς ἡμᾶς εἰ δότι τὸ δίκαιον ἠνάγκασας βασιλεῖ. ἔχοντα καὶ τοὺς ὑπηκόους τῆ βασιλικῆ πονηρία συμβαίνοντας, ἀλλ’ ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, πάσης ἐστερήμεθα παρρη σίας καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα. τοῦτο γὰρ καὶ σημαίνει λέγων· καὶ νῦν οὐκέστιν ἡμῖν ἀνοίξαι τὸ στομα αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δού λοις σου καὶ τοῖς σεβομένοις σε· ἐμφράττει φ ησὶν ἡμῶν τὸ στόμα τῆς παρὰ νομίας τὸ πλῆ θος, ἀλλ’ ὅμως ἐπονείδιστοι καὶ κατὰγέλα στοι. τοῖς πολεμίοις γενόμενοι ἡμεῖς οἱ δού λοι σου προσαγορευόμενοι. ἱκετεύομέν σε διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσπο τείας ὄνομα. δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν. καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προμηθείας ἀπαλλοτριώσεις· μὴ παραδῶς γαρ φησὶν ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου. καὶ μὴ διασκεδάσεις τὴν διαθή κην σου καὶ μὴ ἀποστήσεις τὸ ἔλεός σου ἀφ’ ἡμῶν· τολμῶμεν δέ φησιν ταῦτα λέγειν πολλὰ μὲν ἐνέχυρα τῆς σῆς ἀγαθότητος λγ ἔχοντες· πρῶτον μὲν αὐτὸ τῆς σῆς δεσπο τειας τὸ ὄνομα. ἔπειτα τὸν ἀμέτρητον ἔλεον ὦ κεχρημένος ἰθύνεις τὰ σύμπαντα· πρὸς τούτοις τὰς πρὸς τοὺς πατέρας πρας ἡμῶν συν θήκας. ὑπέσχου γὰρ ἐκείνοις περίβλε πτόν τὲ καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν· εἶτα, καὶ τῶν ὀνομάτων τῶν πατέρων πρων μέμνηται. τῆ μνήμη τῶν δικαίων. τὸν ἀγα θὸν δεσπότην εἰς ἔλεον ἐκκαλούμενος· δ ιὰ ἀβραὰμ φησὶ τὸν ἡγαπημένον ὑπο σοῦ καὶ διὰ ισαὰκ τὸν δοῦλόν σου καὶ ἰσραὴλ ἰηλ τὸν ἅγιόν σου. οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθύναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ οὐνου καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης :– ταῦτα φησὶν ἐ κείνοις ὑπέσχου δέσποτα. οἷς ἠγάπη σάς τε καὶ ἀοιδίμους ἐποίησας· ὥστε τῆ ψάμμω μὲν κατὰ τὸν ἀριθμὸν πα ρὰ βάλλεσθαι τὸ γένος· τοῖς δὲ ἄστροις παραπλησίως εἶναι. λαμπρόν τὲ καὶ ὑψη λὸν καὶ περιφανὲς· εἶτα, ἐκ παραλλή λου ταῖς ἐπαγγελίαις τὰ πράγματα τι θείς: ὅτι δέσποτα φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη· καὶ ἐσμεν τὰ πεινοὶ ἐν πάση τῆ γῆ : καὶ ἵνα ψευδος κ ατηγορήση τῶν ὑποσχέσεων. εὐθὺς τὴν αἰτίαν ἐπήγαγεν λέγων. διὰ τὰς ἁμαρ τίας ἡμῶν· οὐ γὰρ σὺ δέσποτα τὰς ὑπὸ σχέσεις ἐψεύσω. ἀλλ’ ἡμεῖς τὰς συνθήκας παρέβημεν. καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν. καὶ ἀριθμοῦ κρείττους διὰ τὰς ἁμαρτίας ἡμῶν ὠλιγώθημεν· τοῦ το γὰρ ἠνείξατο εἰρηκὼς ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη. οὐ γὰρ εἶπεν μικροὶ ἐσμὲν καὶ ὀλίγοι παρὰ πάντα τὰ ἔθνη· του τ’ έστιν. ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν σὴν ὑπόσχεσιν. παραβάντες δέ σου τὰς ἐντολὰς ὀλίγοι ἀντὶ πολλῶν ἐγενό μεθα· εἶτα, ὑπὸ δείκνυσιν τῶ θεῶ θω τὴν κατέχουσαν συμφοραν. οὐχ’ ὡς ἀγνοοῦν τα διδάσκων. ἀλλὰ τῆ διηγήσει τῶν λυ περῶν, εἰς φιλανθρωπίαν φιλανιαν ἐκκαλούμενος· καὶ οὐκέστιν ἐν τῶ καιρῶ τοῦτο ἄρχων καὶ προφήτης καὶ ἡγούμενος : ἀπε 2στ2ερήμεθα γάρ φησιν βασιλείας· προφη τείας· ἱερωσύνης. τῶν θείων σου καὶ μεγάλων δωρεῶν. δι’ ὃν κυβερνώμενοι διετελοῦμεν. οὐδὲ ὀλοκαύτωσις φησὶν οὐδέ προσφορὰ. οὐδὲ θυμίαμα· καὶ δει κνὺς τὴν αἰτίαν. δῖ ἣν ἀδύνατον θῦσαι ἀκολούθως ἐπήγαγεν. οὐδε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λει τουργίαν. ἑνὶ περιέγραψεν τόπω· καὶ παρανομίας σαφὴς τὸ ἐν ἑτέρω τό πω πρὸς ἐνεγκεῖν σοι θυσίαν. τούτων ἀκούειν. οὐκ ἐνεθέλουσιν οἱ ἰουδαῖοι ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες. καὶ τὰ ὦτα βύσαντες, πάντα τολμῶσι παρὰ νόμως ἐπιτελεῖν· οἱ δε ἅγιοι παῖ 2δε2ς οὗτοι τοῦ νόμου τὸν σκοπὸν ἐπὶ στάμενοι ἔλεγον. μὴ εἶναι τόπον τοῦ καρπῶσασθαι ἐνώπιον αὐτοῦ καὶ εὑρεῖν ἔλεον· καὶ ἐπειδὴ τοῦτο φησὶν τυχεῖν ἀδύνατον. πόρρω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας εὑρήκαμεν τρόπον τινα θεραπείας ὦ δέσποτα· ἐν ψυ χῆ γὰρ συντετριμμένη. καὶ πνεύματι πνι τὰπεινώ σεως προσδεχθείημεν προσφέροντές σοι τὴν ἱκετείαν ταύτην παρὰ καλοῦμεν, ὡς ἐν ολοκαυτώμασι κριῶν καὶ ταύρων. καὶ ὡς ἐν μυριάσι ἀρνῶν πιόνων. οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιον σου σήμερον καὶ ἐκτελείσθαι ὄπισθέν σου. ὅτι οὐκ’ εστιν αἰ σχύνη τοῖς πεποιθόσιν ἐπι σοί· ἐπειδὴ φ ησὶν ὁ σὸς νόμος, ἐν παντί σοι τόπω προσ φέρειν τὰς νενομισμένας θυσίας οὐ συγ χωρεῖ· ἀντι κριῶν καὶ ταύρων καὶ ἀρνῶν τὸν ἀριθμὸν νικώντων συντετριμμένην καὶ τετὰπεινωμένην καρδίαν προσφέρο μεν. καὶ παρὰ καλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἴδιον. ἐπειδὴ εἴωθας τοὺς πεποιθότας ἐπὶ σοὶ πάσης αἰσχύ νης ἐλευθερῶσαι· ταῦτα δὲ οὐχ’ ἁπλῶς ο ὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ, ἀλλ’ ὑπὸ τοῦ προφήτου δεδιδαγμένος δαβὶδ δαδ ὃς ἐν τῶ πεντηκοστῶ λέγει ψαλμῶ. ὅτι εἰ ἠθελησας θυσίαν ἔδωκα ἄν. ὁλοκαυτώματα οὐ κ ευδοκήσεις. θυσία τῶ θεῶ θω πνεῦμα πνα σὺν τετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς θς οὐκ εξουδενώσει· κ αὶ πάλιν ἐκ προσώπου τοῦ θεοῦ θυ μὴ φάγομαι κρεα ταύρων ἠ αἷμα τράγων πιομαι. θύσον τῶ θεῶ θω θυσίαν αἰνέσεως, καὶ ἀποδως τῶ ὑψίστο τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρα θλίψεώς σου καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με. καὶ μετὰ βραχέα. θυσίαν αἰνέσεως δοξάσει με· καὶ ἐκεῖ ὁδος ἣν δεί ξω αὐτῶ τὸ σωτήριόν μου ταῦτα δεδι δαγμένος ὁ θεῖος οὗτος ἀνὴρ, τὴν συντετριμ μένην καρδίαν. ἀντὶ πάσης δεχθῆναι θυσίας ἱκετεύσας. εἶτα ἐπάγει. καὶ νῦν ἐξακο λουθοῦμεν. ἐν ὅλη καρδία καὶ φοβούμεθά σε. καὶ ζητοῦμεν τὸ πρόσωπόν σου. μὴ καταισχύνης ἡμᾶς. τὸ γὰρ πλῆθος τῶν συμφορῶν. ἑτέρους ἡμᾶς ἀνθ’ ἑτέρων εἰρ γάσατο. καὶ παρὰ βάτας ὄντας τῶν σῶν ἐντολῶν. ἐν όλη καρδία καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασεν· πρόσωπον δὲ θεοῦ θυ ἐνταῦθα τὴν εὐμενειαν ἐκάλεσεν καὶ τὴν τῆς ἐλευθερίας ἀποδοσιν. καὶ τὴν τῆς κηδεμονίας ἀπόληψιν. ἧν ἀπολαβόντας δυνατὸν ἦν ὁρᾶν καὶ τὸν θεῖον ναὸν καὶ τὰς ἐπιτελουμένας αὐτόθι λατρείας, δι’ ὧν ἀσώματον ὄντα τὸν θεὸν θν καὶ ἀόρατον ὁρᾶν ἐφαντάζοντο· ἐπειδὴ τοίνυν τὸσαύ την ἡμῶν εἰργάσω διὰ τῆς τιμωρίας μετὰ βολὴν. μὴ καταισχύνης ἡμᾶς, ἀλλὰ ποίη σον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκιαν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου. καὶ δὸς δόξαν τῶ ὀνόματί σου κύριε κε · ταῦτα φησὶ ἡμᾶς οἴκτου κ αὶ φιλανθρωπίας φιλανιας ἀξίωσον. ἐλεεῖν τε γὰρ πέ φυκας. καὶ μακροθυμία κεχρησθαι πρὸς ἅπαντας, σύνδρομόν τε ἔχεις τῆ βου λήσει τὴν δύναμιν καὶ μαρτυρεῖ τα· διηνε κῶς ὑπὸ σοῦ γινόμεθα θαύματα· τὰ γὰρ εἰς ἡμᾶς γινόμενα. καὶ τὸ σὸν ὄνο μα. ὑμνεῖσθαι παρασκευάζει. οὐχ’ ὑφ η μῶν μόνον. ἀλλὰ καὶ ὑπὸ τοῦ τὴν ἡμετέραν σωτηρίαν σριαν ὁρόντων· δὸς δόξαν τῶ ὀνόματί σου κύριε κε . καὶ ἐντραπείησαν πάντες οἱ ἐν δεικνύμενοι τοῖς δούλοις σου κακὰ. καὶ κα ταισχυνθείησαν ἀπὸ πάσης δυναστείας καὶ ἠ ἰσχύς αὐτῶν συντριβείη. καὶ γνώτωσαν ὅτι σὺ εἶ κύριος κς ὁ θεὸς θς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην· τῆς γὰρ εἰς ἡμᾶς γενο μένης φιλανθρωπίας φιλανιας . κατὰ λυθήσεται μὲν τῶν ἐναντίων τὸ θρᾶσος. σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα καὶ τὸ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συντριβήσεται. καὶ γνώσονταί σε μόνον εἶναι κύριον κν τὲ καὶ θεὸν θν . ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμένης καὶ οἳ νῦν πολλοὺς προσκυνεῖσθαι θεοὺς, τῶν μὲν οἰκείων θεῶν. γνώσονται τὴν ἀ σθένειαν. τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν· οἱ μὲν οὖν ἔνδον ἐν τῆ καμί ν ω χορεύοντες. οὕτω τὸν θεὸν θν ὑμνοῦντες καὶ ἱκετεύοντες διετέλουν· οἱ δὲ τοῦ βασι λέως ὑπηρέται. καὶ τῶν ἁγίων κατήγο ροι οὐκ έλιγον ὕλη τῆ φλογὶ χωρηγοῦν τες πίσσαν καὶ κληματίδας. καὶ στυππίον καὶ νάφθαν. εἶδος δέ τι ἐστιν ἐν ἐκείνη τῆ χώρα γινόμενον ἐξάψαι τὴν φλόγα δυνάμενον· τὸσαύτη δὲ ἦν ἡ χορηγου μένη τῆ πυρᾶ τροφῆ. ὡς ἐφ ενέα καὶ τεσσαράκοντα πήχεις διὰ χυθῆναι καὶ τῶν χαλδαίων ἐμπρῆσαι τοὺς πλη σιάζοντας. καὶ οἱ μεν ἔξωθεν ἐξῆπτον τὴν φλόγα. θεῖος δὲ ἄγγελος ἐσκε δάννυ τὴν φλόγα. καὶ τὸ μὲν τῆς καμί νου τῶν ἀνθράκων ἐγύμνου. καὶ αὖραν τινὰ ψυχράν τε καὶ μετρίως ὑγρὰν. καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγμα τευομένην ὠδίνειν τὸ πῦρ παρεσκεύα ζεν. καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν. ἐποίησεν γάρ φησιν. τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα πνα δρόσου διασυρίζον καὶ οὐχ ήψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ. καὶ οὐκ ελύπησεν οὔδε παρενόχλησεν αὐ τοῖς· ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν σμι κ ρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας· τῶν δὲ ἱε ρῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων ἔστιν θεὸς θς ἐν οὐρανοῖς οὐνοις ὧ ἡμεῖς λατρεύομεν. ὂς δύ ναται ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης. καὶ ἐκ τῶν χει ρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς. καὶ μὴ γνω στὸν ἐστω σοι βασλιεῦ. ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν. καὶ τῆ εἰκόνι τῆ χρυσῆ ἦ ἔστησας οὐ προσκυνοῦμεν. ὥστε ο ἱ ἅγιοι παῖδες ἐκεῖνοι τῆς φλογὸς ἐκεί νης κατεφρόνησαν. οὐ τούτων τὸ τέ λος ὀρῶντες, ἀλλὰ θάνατον προσδεχό μενοι· ὁ δὲ ἀγωνοθέτης ἐβράβευσεν ὠς ἠθέλησεν. καὶ τοὺς ἀλητηρίους ἐκεί νους κατήσχυνεν. καὶ τούτους ἀοιδί μους ἀπέφηνεν· ταύτης τοίνυν τῆς σωτηρίας σ ριας ἀπὸ λαύσαντες οἱ μακαριοι καὶ τρισμακάριοι. καὶ πολλάκις τοῦτο οὐκέτι ἑνὶ τὸν θεὸν θν ὑμνεῖν παρεχώρη σαν, ἀλλ’ ὡς ἐξ ἑνὸς φησὶν στόματος ὕμνουν καὶ ἐδόξαζον τὸν θεὸν θν ἐν τῆ κα μίνω τὴν ἀρίστην αὐτῶν συμφωνίαν καὶ θαυμαστὴν ὑμνωδίαν τῆ παρὰ τὴν εἰκόνα συμφωνία. καὶ τοῖς μου σικοῖς ἀντιτάξαντες ὀργάνοις καὶ δει κνύντες ὅσω τὸ μὴ προσκυνῆσαι τὴν εἰκόνα τοῦ προσκυνῆσαι λυσιτελέστερον· ἄ ρχονται δὲ οὕτως τὸν ὕμνον· εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν. καὶ αἰνετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. καὶ εὐλο γημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπερασπιστὸν καὶ ὑπὲρ υψούμενον. ἔρωτός τε ἐστι θερμότατον. καὶ ἀπληστο τάτου τὰ ῥήματα. τούτω γὰρ τετρωμ έ νοι ζητοῦσιν, ὀνόματα τοῦ ὑμνουμένου τὴν ἀξίαν παρὰ δηλῶσαι. δυνάμενα καὶ μὴ εὑρίσκοντες ταῖς ὑπὲρ τεθικαῖς αὐτα προθέσεσιν ἐξυφαίνουσιν. ὑ περ ὑψοῦμεν ὀνομάζοντες. καὶ ὑπὲρ αινετὸν καὶ οὐκ’ αὐτὸν μόνον. ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ πανταχοῦ κύριον κν καὶ θεὸν θν τῶν πατέρων πρων ἀπὸ καλοῦσιν. σφὰς αὐτοὺς ἀναξίους εἶναι ταύτης τῆς προσηγορίας ὁμολογοῦντες· εὐλο γ ημένος εἶ ἐν τῶ ναῶ τῆς ἁγίας δόξης σου καὶ ὑπεραινετὸς καὶ ὑπερυψούμενος. ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐν νόμως προσεύχονται. ἀντὶ τοῦ εἰς ἐ κεῖνον ἀπὸ βλέποντες τὸν νεὼν ἔν θα σου ἡ δόξα ἐπιφαίνεσθαι εἰώθεν· τοῦτόν σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυριάκης ἐμπέπρησται τῆς σῆς ἁγιωσύνης μετέχει· καὶ ἵνα μή τις ὑπολάβη περιγράφειν αὐτοὺς τὸν τόπον τὸν ἀσώματόν τὲ καὶ ἀπερὶ όριστον θεὸν θν ἀναγκαίως ἐπάγουσιν· εὐλο γ ητὸς εἶ επι θρόνου τῆς βασιλείας σου καὶ ὑπερυμνητὸν καὶ ὑπερυψούμενον· εἶ τα δεικνύει τίνα θρόνον καλοῦσιν. εὐθὺς ἐπιφέρουσιν· εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπι χερουβὶμ καὶ ὑπερύμνητος καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν χερου βὶμ τὰς εἰκόνας, ἐν τοῖς ἁγίοις τῶν ἁγίων. ὡς ἂν μηδὲ μία τοῖς ἀ κούουσιν ἐντεῦθεν γένηται βλά βη καὶ περιγεγράφθαι νομίσωσιν τὸν θεὸν θν θεραπεύουσι τὸν ἀ κροατὴν λέγοντες· εὐλογημένος εἶ ἐ ν τῶ στερεώματι τοῦ οὐρανοῦ οὐνου καὶ ὑπερύμνητ καὶ ὑπερυψούμενος· πανταχοῦ γάρ φησιν εἶ καὶ τὰ σύμπαντα πληροῖς· καὶ πᾶσαν περιέχεις τὴν κτίσιν· οὕτως ὑμνήσαντες καλοῦσιν ἅπασαν τὴν γενητὴν φύσιν, εἰς κοινωνίαν τῆς ὑμνω δίας, οὐ μόνον τὴν λογικὴν, ἀλλὰ καὶ τὴν ἄλο γόν τὲ καὶ ἄψυχον· εὐλογεῖτε γάρ φησιν π άντα τὰ ἔργα κυρίου κυ τὸν κύριον κν · καὶ ὑπερυψοῦτε αὐτον· καὶ οὐκ ἀνέχονται τῆς κοινῆς κλήσεως μόνης, ἀλλὰ καὶ ἰδια ἕκαστον συγκαλοῦ σιν· καὶ οὐ μόνον τὰ ὁρώμενα. ἀλλὰ καὶ τὴν ἀόρατον φύσιν· εὐλογεῖτε γάρ φησιν ἄγ γελοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερ ὑψοῦτε αυτόν: καὶ ἵνα μὴ καθ εκάστην ἑρμηνεύων εἰ ς μῆκος ἄπειρον ἐκτείνω τὸν λόγον. κα λοῦσιν εἰς τὴν χορίαν. καὶ οὐρανὸν οὐνον καὶ τὰ ὕδατα τὰ ὑπερ ἄνω των οὐρανῶν οὐνων καὶ τὰς δυνάμεις τὰς τὸν θεῖον θρόνον περὶ πολούσας καλοῦσιν καὶ ἥλιον καὶ σελήνην. καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ κατ’ οὐρανὸν ουνον . ἀλλὰ καὶ τὰ ἐν τῶ ἀέρι γινόμενα. ὄμβρον καὶ δρόσον καὶ πνεύματα πνατα · εἶτα, τὰς ἐναντίας ποιότητας ψύχος καὶ καῦμα· εἶτα, φύσιν ὁμοῦ καὶ ἐνερ γειαν· πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ. φύσεως ὄνομα. τὸ δὲ καῦμα. οὐκέτι οὐ σία, ἀλλὰ πυρὸς ἐνεργεια. καλοῦσι δὲ καὶ δρόσον καὶ νιφετὸν καὶ πάγον καὶ ψύχος· καὶ πάχνας καὶ χιονα τὰ συγγενῆ καὶ ὁμόφυλα· εἶτα, νύκτας καὶ ἡμέρας. καὶ τὰ τούτων ποιητικὰ φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα. τὰ δὲ πράγματα· ἐκάλεσε γάρ φησιν ὁ θεὸς θς , τὸ φῶς ἡμέραν. καὶ τὸ σκότος ἐκά λεσεν νύκτα. εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστι καὶ οὐκ ουσία, ἀλλὰ πρᾶγμα ἐστι συμβέβη κὸς, καὶ τῆς νυκτὸς ποιητικόν· καὶ ἐπειδὴ δρόσου καὶ νηφετοῦ ἐμνημόνευσαν, ἀ ναγκαίως δεικνύουσι καὶ τὰς τούτων πη γάς· εὐλογεῖτε γὰρ ἔλεγον ἀστραπαὶ κ αὶ νεφέλαι. αἱ μὲν τίκτουσαι. αἱ δὲ τὰς ὠδῖνας. προμηνύουσαι· ἀστραπὰς γάρ φησιν ὁ προφήτης, εἰς ὑετὸν ἐποίη σεν· οὕτω μνημονεύσαντες τὸν κα τ’ ουρανὸν καὶ ἀέρα. καὶ ἑκάστω ὑμνεῖν παρακελευσάμενοι. ἐπὶ τὴν κοινὴν μητέρα μρα τὴν γῆν μετὰ φέρουσι τοῦ ὕμνου τὴν παρὰ κέλευσιν καὶ φασίν· εὐλογείτω ἡ γῆ τὸν κύριον κν ὑμνείτω καὶ ὑπερυψούτω· εἶτα κατὰ διαίρεσιν. εὐλογείτω ὄρη καὶ βου νοὶ τὸν κύριον κν . ἔπειτα τὰς ταύτης ὠδῖ νας· εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῆ γῆ τὸν κύριον κν · καὶ ἐπειδὴ τῆς κάτω μοίρας καὶ ἡ θάλασσα καὶ οἱ ποταμοὶ. ἀναγκαίως καὶ τῆ τούτων ἐποιήσαν το μνήμην· μνημονεύουσι δὲ καὶ τῶν τῆς θαλάττης τροφήμων. εὐλογεῖτε γάρ φησιν κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον κν · μετὰ ταῦτα τὰ πετηνὰ καλοῦσιν. καὶ τὰ θηρία καὶ τὰ κτήνη· καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων ἀνων τὴν φύσιν τῆς κοσμογονείας τὴν τάξιν φυλάξαντες· καὶ γὰρ ὁ μακάριος μ ωσῆς, πρῶτα μὲν φῦναι τῶ θείω λό γω τὰ δένδρα συνέγραψεν· εἶτα, τῶν νηκτῶν. παρὰ χθῆναι τὰ γένη. ἐπι τού τοις καὶ σὺν τούτοις τῶν ἀεροπόρων ὀρ νίθων τὴν φύσιν· μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη. τελευταῖον δὲ τὸν ἄνθρωπον ἀνον . κα λέσαντες δὲ τῶν ἀνθρώπων ἀνων τὴν φύσιν. εἰς ὑμνωδίαν πάλιν κατὰ διαίρεσιν ὑ μνεῖν παρεγγυῶσιν τὸν ποιητὴν· καὶ πρώτους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς ἰσραὴλ ἰηλ τοῦτο ποιεῖν παρακε λεύεται· καὶ τούτους δὲ πολλαχῶς διαί ρεσιν καὶ τάττουσι πρώτους εἰς ἱερεῖς· ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπι στευμένους· εἶτα, ἵνα μη νομισθῶσιν μόνοις τοῖς ἱερεῦσι περιγραφειν τὴν ὑμνωδίαν ἐπάγουσιν· εὐλογεῖτε δοῦ λ οι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε μονονουχὶ λέγοντες ὅτι δυνατὸν εὐνοηκως δουλεύειν τῶ δεσπότη. καὶ τὸν ἱερωσύνης ἐγγεγυμνω μένον προκηρύττουσιν καὶ τὴν ἀνά στασιν· εὐλογεῖτε γάρ φησι πνεύματα πνατα καὶ ψ υχαὶ δικαίων τὸν κύριον κν . τουτ’ έστιν αἱ πνεύματι πνι καὶ τῶν δικαίων ψυχαὶ· αἱ τῶν ἀνθρω πίνων παθῶν ὑπερτεροι γεγενημέ ναι. αἱ τοῦ πνεύματος πνς τὴν χάριν ὑπὸ δεξάμεναι· ἔπειτα καὶ τοὺς ἀρετῆς ἤδη τινὰς κεκτη μένους. εὐλογεῖτε φησὶν ὅσιοι καὶ ταπεινοὶ τ ῆ καρδία τὸν κύριον κν · δυνατὸν γάρ φησι τοὺς ἀδι κίας ἀπηλλαγμένους· καὶ ταπινῶ φρονήμα τι κεχρημένους καὶ ἀρέσκειν θεῶ θω . καὶ τὸν ἀρμότ ττοντα ὕμνον προσφέρειν· ταῦτα δὲ οὐ κ αδολεσχία χρώμενον κατέλεξαν ἅπαν τα, ἀλλὰ πρῶτον μὲν τὸ περὶ τὸν δεσπό την πυρσεύοντες φίλτρον καὶ σφᾶς αὐτοὺς ἀναμιμνήσκοντες τῶν ἀρρήτων εὐερ γεσιῶν. καὶ τῆς τῶν ἀνθρώπων ἀνων ἐξ αρχῆς γεγενημέ νης δημιουργίας· διὰ γὰρ τούτων μηνύου σι τῶν λόγων, ὅτι ὑμνοῦμέν σε καὶ ὑπερ ὑψοῦμεν. ὅτι δι’ ἀγγέλων ἡμᾶς εὐεργετεῖς. ὅτι οὐρανὸν οὐνον ἡμ ῖν ῶ ν χάριν ἐδημιούργησας ἡλίω δὲ τὴν ἡμέραν φωτίζεις. καὶ τῆ σελή νη τῆς νυκτὸς κεραννυεις τὸ ἀφεγγὲς καὶ τοῦ χρόνου ἡμᾶς τὰ μέτρα διδάσ κεις, ὑμνοῦμέν σε ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν οὐρανὸν οὐνον παρεσκευα σας. καὶ ἄνθεσιν ἀμαράντοις ἑστιὰς ἡμῶν τὰς ὄψεις. καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέτρα γινώσ κειν. και τίς ἄν σε προς ἀξίαν ὑμνή σειεν. ὀρῶν τῶν ὁρῶν τὰς μετὰ βολὰς· τῶν τρόπων τὰς ἐναλλαγὰς. καῦμα προσφόρως ἐν θέρει γινόμενον· εἶτα, πνευμάτων αὖρας ἀναψυχουσας· ψῦχος ἐν χειμῶνι. καὶ ὑετὸν ἐπιφερόμενον καὶ ἕκαστον ῥυθμῶ. καὶ τάξει προβαίνων ἀστραπας, τὸν ὑετὸν μηνυουσας. νεφέ λας τὸν ὑετὸν ὠδινουσας. ὄρη καὶ πεδία λη ΐοις κομῶντα. καὶ ἄλσεσι πηγὰς ἀναβλυ ζουσας. καὶ ἀρδειαν τοῖς φυτοῖς προσφε ρουσας. ποταμοὺς ἄπαυστα τρέχοντας καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομένους· θά λατταν ἐν μέσω κειμένην φιλίας καὶ ὁμονοίας αἰτίαν. καὶ χωρίον κοινὸν. τούτων κακεί νων δεχομενον τὰ σύμβολα. καὶ ἵνα μὴ κα θ έκαστον λέγω· πρῶτον μεν τούτων ἁπάν των ἐμνημόνευσαν οἱ μακάριοι τὴν οἰ κείαν ἐπὶ δεικνύντες εὐγνωμοσύνην. καὶ θερμότερον ἐπιτελέσαι τῆ μνήμη τῶν εὐερ γεσιῶν τὸν ὕμνον βουλόμενοι· ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν ὑπακούον τας παιδεῦσαι πειρώμενοι. ὅτι τὰ ὑπ’ αυ τῶν προσκυνούμενα στοιχεῖα τοῦ θεοῦ θυ τῶν ὅλων ποιήματα. καὶ διὰ τούτων καὶ πυ ρὸς καὶ ὑδάτων. ἡλίου τὲ καὶ σελήνης· οὐρανοῦ οὐνου τὲ καὶ γῆς ἐναργῶς μνημονεύου σιν. πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους παύσασθαι μὲν τοῦ προσκυνεὶν τὰ ὁρώ μενα, τὸν δε τούτων δεσπότην ἐπιγνῶ ναι καὶ πρέπουσαν αὐτῶ θεραπείαν προσενεγκεῖν, εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους· καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶν τας. καὶ αὐτῶ δὲ καὶ τοῦ βασιλέως αὐτῶν τὴν αἰσχύνην, τῶν αἰχμαλώτων δὲ ἐκεί νων παίδων τὴν σωτηρίαν σριαν τὲ καὶ παρρησίαν δέξασθαι διὰ τῆς ὑμνωδίας τὴν τῆς εὐ σεβείας διδασκαλίαν· οὕτως ὑμνή σ αντες, τελευταῖον ἐπάγουσιν· εὐλογεῖτε ἀνανία ἀζαρία μισαὴλ. τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψοῦτε· οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦντο τῆς κτίσεως, καὶ πάντων ἀνθρώπων ἀνων εὐτελεστά τους, τοιοῦτος ἦν ὁ μακάριος παῦλος λέγων, ἐμοὶ τῶ ἐλαχιστοτέρω πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη· καὶ ἀλλαχοῦ χριστὸς χς φησὶν ἦλθεν εἰς τὸν κόσμον. ἁμαρτωλοὺς σῶ σαι ὧν πρῶτος εἰμὶ ἐγώ· καὶ τῶν μὲν ἁ μαρτωλῶν πρῶτον ἑαυτὸν ὀνομάζει τῶν δὲ ἁγίων ἔσχατον ἀπὸ καλεῖ· οὕτω κ αὶ οἱ μακάριοι οὗτοι ἐσχάτοις ἑαυτοῖς παρακελεύονται ὑμνεῖν τὸν κύριον κν . καὶ ε ἶτα διηγοῦνται τὸ θαῦμα ὅτι ἐρρύ σατο ἡμᾶς ἐξ ἅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου· ἀνθρωπίναις γὰρ ἀνηγορεύθημεν ψήφοις, καὶ ἐρρύ σατο ἡμᾶς ἐκ μέσου καιομένης φλο γός· καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς ἐξομολογεῖσθε τοίνυν τῶ κυρίω κω . ὅτι χριστὸς χς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, τί γαρ χρηστότερον. ἠ τί ἀγαθότερον, του τοσού τω ἐν τοῖς καθ’ ἡμᾶς χρησαμένω ἐ λέω. καὶ τὸσαύτην ἀρετὴν ἐπιδειξά μενοι. ἐλέω φασὶν τῆς σωτηρίας τετυ χηκέναι· εἶτα, ἐπειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ἰηλ ἐμνημόνευσαν ἄνω, καλοῦ σι καὶ τοὺς ἐν τοις ἔθνεσιν εὐσεβοῦντας καὶ τὸν θεὸν θν θεραπεύειν ἐσπουδακότας· εὐ λογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον κν · κύριον κν τὸν θεὸν θν τῶν θεῶν. ὑμνεῖτε καὶ ἐξομο λογεῖσθε. ὅτι εἰς τὸν αἰῶνα. καὶ εἰς πάντας αἰῶνας τὸ ἔλεος αὐτοῦ· καὶ εἰς τὸν αἰῶ να τῶν αἰώνων. καὶ τὸ ἄπειρον αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦντες καὶ ἡττώμενοι πολλάκις, τὸ τῶν αἰώνων ἀναστρέφουσιν ὄνομα· τοιοῦτος τῶν ἁγίων τ ούτων ὁ ὕμνος· οὗτος καὶ τὸν θηριώδη καὶ ἀπεινῆ βασιλέα ἐκπλήξας, ὁμοῦ καὶ καταπλήξας, τῶν μὲν βασιλικῶν. ἐξα νέστησαν θρόνων. δραμεῖν δὲ παρ εαυτοῦ παρεσκεύασεν· καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῆ καμίνω χορεύοντας· καὶ λέγει τοῖς μεγιστάσιν αὐτοῦ: οὐχι άνδρας τρεῖς· ἐ βάλομεν εἰς μέσον τοῦ πυρὸς παι πεδη μένους· καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσ σαρας λελυμένους ἐν μέσω τοῦ πυρὸς καὶ διαφθορὰ οὐκέστιν ἐν αὐτοῖς. καὶ ἡ ώρασις τοῦ τετάρτου ὁμοία υἱῶ θεοῦ θυ : ὦ τῆς ἀρρή τ ου μακροθυμίας, εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔ λεος αὐτοῦ. καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τὸσαύτη καὶ τύφω χρησάμενον. καὶ τὸ θεῖον σέβας ἁρπάσαι φιλνονεικήσαντα. καὶ τοὺς θείους θεράποντας. ὠμῶς καὶ θηριωδῶς κο λάσαι πειραθέντας, πρὸς τὴν εὐσέβειαν ποδηγεῖ. καὶ τὴν οἰκείαν αὐτοῦ θαυμα τουργίαν ὑποδείκνυσιν. καὶ τὸν ἀπὸ στα λέντα εἰς ἐπικουρίαν τῶν ἁγίων. ἄγγελον αὐτὸν δῆλον ποιεῖ. καὶ ἐκπλήττει μὲν αὐ τὸν πρῶτον τῶ ἀριθμῶ. ἀντὶ τριῶν τέσ σαρας ὑπὸ δείξας, ἔπειτα τῆ λύσει τῶν δεσμῶν. λελυμένους γὰρ, ἀντιδεδεμένων ἑώρα. ἔπειτα τῆ σωτηρία σρια · διαφθορὰ γάρ φησιν οὐκέστιν ἐν αὐτοῖς· ὅθεν ἐκπλα γεὶς, καὶ κατὰ λύσας τὸν τύφον. προσέρχεται και φησί· σεδραχ· μισὰχ· ἀβδεναγῶ οἱ δοῦλοι τοῦ θεοῦ θυ τοῦ ὑψίστου. ἐξέλθετ ε καὶ δεῦτε· καὶ ἐξῆλθον σεδρὰχ· μισὰχ· ἀ βδεναγὼ ἐκ μέσου τοῦ πυρός· μεμάθηκεν δὲ ὁ μάταιος ὁ λέγων τίς ἐστι θεὸς θς , ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου. ὅτι θεὸς θς ἄρρητον ἔχων τὴν δύναμιν. τῶ πυρὶ κελεύων. ἐναντίαν ἐ πι δείξαι τοῖς ἁγίοις ποιότητα. ὃν γὰρ θεὸν θν ἐκεῖ νος οὐκ ωνόμαζεν, ἔγνω ὅτι ἐστι θεὸς θς καὶ ὑψιστος θεὸς θς · ἐξελθόντων δὲ τῶν ἁγίων. θαυμάζουσι μ ὲν ἅπαντες σατράπαι καὶ τοπάρχαι καὶ στρατηγοὶ θεωροῦντες ἀκήρατον διὰ τηρηθὲν τῶν ἁγιων τὸ σῶμα. καὶ τὰς τρίχ ας αὐτὰς, οὐδὲ μίαν αἴσθησιν ἐκ τῆς φλο γὸς δεξαμενας ἐκείνης· οὐ τὰς τ ρ ίχας δὲ μόνον. ἀλλὰ καὶ αὐτὴν τῆς ἐσθῆτα. καὶ τὰ υπὸ δήματα ἀκέραια μείναντα. ὡς καὶ αὐτῆς ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς· εἶτα, ὑμνεῖ ταῦτα θεασάμενος ὁ ναβουχοδονόσωρ καὶ λέγει: εὐλογητὸς κύριος κ ς ὁ θεὸς θς τοῦ σεδραχ μισὰχ· καὶ ἀβδεναγῶ ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐρύσατο τοὺς παῖδας αὐτοῦ. ὅτι ἐπε ποίθησαν ἐπ’ αὐτῶ. καὶ τὸ ῥῆμα τοῦ βα σιλέως ἠλλοίωσαν· καὶ παρέδωκαν τὰ σώματα αὐτῶν. ὅπως μη λατρεύσωσιν μηδὲ προσκυνήσωσι παντι θεῶ θω ἑτέρω ἀλλ ὴ τῶ θεῶ θω αὐτῶν :– ἀεὶ τῆ πεῖρα παρα λ αμβάνων ὁ μάταιος τοῦ θεοῦ θυ τὴν δύναμιν λήθη τὰ θαύματα παρὰ δίδωσιν· τοῦ το καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκεν δανι ὴλ. ἀναστὰς γὰρ προσεκύνησεν αὐτῶ καὶ μαναα καὶ εὐωδίαν προσενεχθῆ ναι αὐτῶ παρεγγύησεν. καὶ νῦν δὲ ὡσαύ τως θεασάμενος τῶν ἁγίων τούτων τὴν σω τηρίαν. ὑμνεῖ τὸν θεὸν θν . καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βα σιλέως. καὶ προετίμησαν φησὶν εὐσεβὴ θάνατον. παρὰ νόμου ζωῆς:– καὶ νῦν φ ησὶν ἰδοὺ ἐκτίθημι δόγμα ὅπως πᾶς λαὸς φυλὴ γλῶσσα ἢ ἀν ἐστιν βλασφημίαν κατὰ τοῦ θεοῦ θυ . σεδραχ’· μισαχ’· ἀβδεναγω. εἰς ἀπώ λειαν ἔσονται. καὶ οἱ οἶκοι αὐτῶν διαρ παγήσοντ αι · καθ’ ὅτι οὐκ ἔστιν θεὸς θς ἕτερος ὃς δυνήσεται ῥύσασθαι οὕτως· καὶ τῶ ὄντι τ οῦτο τῆ πείρα μεμάθηκεν· πολλῶν γὰρ καλουμένων θεῶν. καὶ τεμένη κατὰ λύ σας. καὶ τὰ τίμια συλήσας· βωμοὺς ἀνασπάσας. καὶ τοὺς ἱερωμένους αὐ τοῖς κατασφάξας οὐδεμιᾶς θείας ἐνεργείας ἐδέξατο πεῖραν. κατὰ δὲ τῶν τῶ θεῶ θω ἀνακειμένων τῆ λύττη χρη σάμενος· ἴδεν τοῦ θεοῦ θυ καὶ τὴν ἄπειρον δύναμιν. καὶ τὴν μακροθυμίαν τὴν ἄρ ρητον. τοὺς μεν γὰρ οἰκείους θεραπεύ οντας ἀκραιφνεὶς δίεφύλαξεν. αὐ τὸν δὲ τέως ὡς δικας τῆς μανίας ού κ εἰσεπράξατο. ἐπιμείναντα δὲ τῆ δυσσεβεία. μετὰ βραχὺ. μετρίως ἐκό λασεν· εἶτα, μετανοια χρησάμενον φιλανθρωπίας φιλανιας ἠξίωσεν· τότε δὲ ὅμως κατηύ θ υνεν φησὶν ὁ βασιλεὺς τὸν σεδραχ ̓· μισαχ ̓· ἀβδεναγῶ ἐν τῆ χώρα βαβυλῶνος. καὶ ηὔξησεν αὐτοὺς. καὶ ἠξίωσεν ἡγεισθαι πάν των τῶν ἰουδαίων τὸν ἐν τῆ βασιλεία αὐτοῦ· τὸσαύτην ὁ δεσπότης τῶν θερα πεύειν αὐτὸν ἐσπουδακότων ποιεῖται· λδ προμηθείαν. καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες οὕτοι. ὅτι οὐκ έστιν αἰσχύνη· τοῖς πε ποιθόσιν ἐπι σοί· καὶ ἡμεῖς τοίνυν· ταύ τ ην κτησώμεθα τὴν ἐλπίδα πάσης ὁμοῦ πρὸ τιμῶντες τῆς κτίσεως· τὸν τῆς κτί σεως ποιητὴν καὶ κυβερνήτην. καὶ γενέ σθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες ὠφελείας παράδειγμα. εὐσεβείας ἀρ χέτυπον· ποδηγοὶ πρὸς θεὸν θν . καὶ τὰ ὑπὸ θεοῦ θυ τοῖς ἀξίοις χωρηγούμενα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπία φι ανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ χριστοῦ ἰυ χυ · ῶ ἡ δόξα καὶ:–