ὄρασις α λόγος β ἐ ν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσωρ· ἐνυπνιάσθη ναβου χοδονόσωρ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπαυτου : ἐ ντεῦθεν μανθάνομεν. ὡς εὐθὺ καὶ παρὰ χρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπε στράτευσεν τῆ ἰουδαία ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακὶμ· καὶ τὸν μὲν ἐκέλευ σεν φέρειν δασμον· τοὺς δὲ λαβὼν αἰχμα λώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προ φήτης τοῖς χρόνοις οὕτως λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν. πρὸς πάντα τὸν λαὸν ἰούδα ἐν τῶ ἔτει τῶ τετάρτω τοῦ ἰωακὶμ υἱοῦ ἰωσίου βασιλέως ἰουδα αὐτὸς ἐνιαυτὸς πρῶτος τῶ ναβουχοδο νόσωρ βασιλέως βαβυλῶνος· εὑρίσκο μεν τοίνυν ἐνταῦθα ὡς τρίτου ἔτους τῆς βασιλείας πληρουμένου τῶ ἰακιμί βα σιλεύσας ὁ ναβουχοδονόσωρ τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προσφέ ρων ἔφη· πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐ νιαυτὸν τῶ βασιλεῖ ναβουχοδονόσωρ. καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι. ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακὶμ βασι λέως ἴούδα ἐπήγαγεν νῦν· ἐν τῶ ἔτει τῶ δευτερω τῆς βασιλείας ναβουχοδονόσωρ ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐ χ ἁπλῶς προστέθεικα, ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τού του γὰρ χάριν. καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν:– ἐν τῶ ἔτει τ οίνυν τῶ δευτέρω τῆς βασιλείας να βουχοδονόσωρ ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος ἀ πέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοίδους καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ : ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία τοῖς ἐ χέφροσι δηλη· γνώριμον γὰρ αὐτοῦ ποιῆ σαι βουλόμενος τὸν οἰκεῖον προφήτην. ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σριους ἐντεῦθεν δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δή λη τοῦ θεοῦ θυ , τῶν ὅλων ἡ προμηθεία, οὕ τως γνώριμον πᾶσι τοῖς εὐσεβέσιν καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ακρας παραπληξίας τὸ παρ ετέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ’ ὅμως κληθέντες φησιν ἦλθον:– καὶ ἔστησαν ἐ νώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς. ἐνυπνιάσθην ἐνύπνιον. καὶ ἐ ξέστη τὸ πνεῦμά πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συ ριστῆ· καὶ εἶπαν βασιλεῦ εἰς τοὺς αἰῶνας ζηθι· σὺ εἰπε τὸ ἐνύπνιον τοῖς παισίν σου· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγε λοῦμεν· καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι ἀκό λ ουθον ἐποιήσαντο. ἀλαζονικὴν δὲ τὴν υ πόσχεσιν, οὔτε γὰρ ἀνθρωπίνης ἦν δια νοίας θείας ἑρμηνεύειν ἀπὸ καλύψεις δί χα τῆς ἄνωθεν ἐνεργειας· συριστὴ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποιηνται. τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν. καὶ ἰδίαν μὲν γλῶτταν ἕκαστον ἐχόντων. κοινῆ δὲ πάντων τη σύρων χρωμένων διδάξαι βουλόμενος τὸ τῆς ἀποκρί σεως ἀκόλουθον. ἀλλ οὐδὲ οὕτως ἔπει σαν τὸν ἀλαζόνα βασιλέα. μὴ ἀπαι τεῖν παρὰ ἀνθρώπων ἀνων τὰ παρὰ τῆς φύσεως· ἀ πεκρίθη γὰρ φησὶν ὁ βασιλεὺς καὶ εἰπεν τοῖς χαλδαίοις· ὁ λόγος ἀπέστη μου· ἐὰν δὲ μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰς ἀπώλειαν ἔ σεσθαι καὶ οἱ οἴκοι ὑμῶν διαρπαγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν γνωρίσητέ μοι· δώματα καὶ δωρεας καὶ τιμὴν πολλὴν λήψεσθαι παρ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρι σιν αὐτοῦ ἀπαγγειλατέ μοι· ταῦτα δὲ ο ὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες. ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑπὸδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομισαι ἠ τῆ ἀπειλῆ τῶν κακῶν ἠ τῆ ὑποσχέσει τῶν ἀγαθῶν πλείο να τοῖς χαλδαίοις ἐνγενήσεσθαι γνῶσιν· αὐτῖκα τοίνυν ἐκεῖνοι πάλιν πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παι σίν σου. καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦ μεν. τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολο γοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν καὶ ἑρμηνεῦσαι μὲν ἐμάθοιμεν. τὸ ἐνύπνιον δυνησόμεθα· εὑρεῖν δὲ αὐτὸ σοὶ μεν γνω ρισθὲν. εἶτα, λήθη παραδοθὲν. οὐ δυ νάμεθα, ἀλλ’ οὐδ’ ἓν ἧττον ὁ ματαιος ἐπεκειτο τοῦ ἐνυπνίου. ζητῶν τὴν ἀνά μνησιν: ἀπεκρίθη γὰρ φησὶν ὁ βασιλεὺς καὶ εἶπεν: ἐπαληθείας ἐγὼ οἶδα ὅτι και ρ ὸν ὑμεῖς ἐξαγοράζεσθε καθότι οἴδατε ὅτι ἀπέστη ἀπ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγειλατέ μοι ἓν ἐστιν τὸ δόγμα ὑμῶν· καὶ οἶδα ὅτι ῥῆμα ψευ δὲς καὶ διεφθαρμένον συνέθεσθε εἰ πεῖν ἐνώπιόν μου ἕως οὗ ὁ καιρὸς πα ρέλθη τὸ ἐνύπνιόν μου εἰπατέ μοι· καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελεῖταί μου· τούτων δὲ τ ῶν λόγων, ἡ μὲν ἀπαίτησις αὐδαδης καὶ μανικη. ἡ δε κατηγορία λίαν ἀληθης βούλεσθε, γάρ φησι μαθεῖν τὸ ἐνύπνιον. ἵνα κοινη τινὰ πλασάμενοι ἑρμηνείαν ψευδῆ φαινακίσηταί μου συνηθως συ νεργον λαμβάνοντες τοῦ χρόνου τὸ μῆ κος. καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀνα μένοντες· τούτων ἀκούσαντες οἱ χαλ δ αῖοι· ὡς γὰρ ἕοικεν οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ αὐτῶ παρρησίαν. ἀπὸ φαντικῶς διὰλέγονται. καὶ παντελῶς ἀπα γορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν: ο ὐκ ἔστιν γὰρ ἔλεγον ἄνθρωπος ἀνος ἐπὶ τῆς ξηρᾶς ὅστις δύναται γνωρίσαι τὸ ῥῆμα τῶ βασιλεῖ. καθ’ ὅτι πὰς βασιλεὺς μέγας καὶ ἄρχων. ῥῆμα τοιοῦτον οὐκ επερωτα πάντα μάγον· χαλδαίον. ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐρωτὰ βαρὺς· καὶ ἕτερος οὐ κ έστιν ὃς ἀναγγελεῖ αὐτον ἐνώπιον τοῦ βασιλέως· ἀλλ’ ὴ θεοὶ ὧν οὐκ έστιν ἡ κα τοικία αὐτῶν μετὰ πάσης σαρκός : ὅθεν ο ὐκ ἐνδέχεται γενεσθαι. καθάπερ οἱ ἀνθρω πινα φησι παρ ημῶν ἐπιζήτεισον. μὴ τὰ πα ρὰ τῆς φύσεως πάντων γὰρ μάλιστα βα σιλεῦσιν ἁρμόττει δικαίως τὴν βασιλείαν ἰθύνειν. καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπη κόων αἰτεῖν. ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δι καίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ἀνων τὴν σάρκα περικειμενων ἡ τοιάδε γνῶσις. ἀλλὰ τῆς ἀσωμάτου φύσεως· τῆς ἀκρι βῶς ἅπαντα γινωσκούσης· ταῦτα μ ὲν οὖν παρὰ τῶν χαλδαίων ἐρρέθη· πρὸο κονόμητο δὲ. ἡ τοῦ δανιὴλ ἀνάρρησις. τούτων γὰρ εἰρηκότων. οὐκ έστιν ἀνθρώπων ἀνων ἀλλὰ θεων τοῦ ταῦτα γινώσκειν· ὁ θεσπέ σ ιος δανιὴλ ἀναμιμνήσκει μεν τοῦ ἐνυ πνίου τὸν βασιλέα. ἀκριβῶς δὲ λέγει καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βα σιλέα· ὅτι ἡ τοιαύτη γνῶσις· οὐκ ἀνθρώπων ἀνων ἐστιν τῶν ἐπὶ γῆς ἑρπόντων· οὔτε μὴν θεῶν τῶν οὐκ όντων. ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ · ἀλλὰ τούτων μὲν ἕκα στον ἐν τῶ οἰκείω χωρίω τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξηται. ἐπὶ δε τὰ συνεχῆ τῆς ἰστορίας, τὸν λόγον μετενέγκωμεν: τότε φ ησὶν ὁ βασιλεὺς ἐν θυμῶ καὶ ὀργῆ πολλῆ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς βα βυλῶνος. καὶ τὸ δόγμα ἐξελθὲν· καὶ οἱ σοφοὶ ἀπεκτενοντο· καὶ ἐζήτησαν τὸν δα νιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν· τυ ρ αννικὸν, ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα ἄ δικον προφανῶς. καὶ δικαιοσύνης ἔρη μον. ἀλαζονία γὰρ καὶ τύφος. πρὸσ λαβὸν ἐξουσίαν ὄλεθρον. μηχανᾶται τοῖς ἰδίοις ὑπηκόοις· ἀλλ’ ὁ θειότατος δ ανιὴλ τὴν ἄδικον ταύτην σφαγὴν θεα σάμενος πυνθάνεται τοῦ ἀριωχ ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρίσθη φόνον λέγων· ἄρχων τοῦ βασιλέως περί τινος ἐ ξηλθεν ἡ γνώμη ἀναιδης αὐτη ἐκ προ σώπου τοῦ βασιλέως· ἠγνώει γὰρ ὡς ἑοικεν, ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλο γον τῶν σοφῶν βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη. ἐν οῖς αὐτοὺς τῆ βασιλικῆ τραφέντας τρο φῆ. μετὰ τὸν τρίτον χρόνον. εἰς ἀχθῆναι προσεταξεν αὐτῶ τῶν βαβυλωνίων ὁ βασιλεὺς. εἰ δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων. ὅτι καὶ εἰσῆλθον καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες· θαυμαζετω μηδεὶς, ἐκεῖνο γὰρ τὸ διή γημα συμπεραναι βουληθεὶς. ἅπαν τα σαφῶς ἐδίδαξεν τὰ τηνικαῦτα συμβάντα. εἶτα, μετὰβαίνει λοιπὸν ἐφ’ ε τ ερον διήγημα τῶν ἐν τῶ μεταξὺ χρόνω γεγε νημένων. ὅτι γὰρ οὐδέπω τὴν παρρησίαν ἐχόντων. ἣν πρὸς τὸν βασιλέα ἡνίκα τοὺς σο φοὺς συνήγαγεν βαβυλῶνος, ἐτύγχανεν ἡ τῆς ἀδίκου σφαγῆς ἁγνοια μαρτυρεῖ· ταύτης γὰρ ἀγνοῶν τὴν αἰτίαν. τὸν ἀριὼχ ἠρῶτα· καὶ ἐπειδὴ ἔμαθεν. θαρρεῖ μὲν τὴν προς τὸν βασιλέα διάλεξιν· ἀξιοῖ δὲ αὐτὸν ὁλίγον αὐ τῶ χρόνον ἐνδοῦναι. εἰς τὴν του ἐνυπνίου ζήτησιν. καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· εἶτα διδάσκει ἡμᾶς, τὸν τῆς εὑρέσεως τρόπον. οὐκ αὐτὸς φιλοτιμούμενος, ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος· ε ἰσῆλθεν γάρ φησιν δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ· καὶ τῶ ἀνανία καὶ τῶ ἀζαρία καὶ τῶ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισε τὸ ῥῆμα· καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ οὐνου · ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπολωνται δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν λοιπῶν σοφῶν βαβυλῶνος :– ἀληθῶς πολὺ τῆς ἀ ληθείας καὶ τοῦ ψεύδους τὸ μέσον. οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργαται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις εὐσεβείας γεγυμνωμέ νοις χρώμενοι. πάντα καὶ λέγουσι καὶ πράτ τουσιν. εἰς ἀπάτην ἀνθρώπων ἀνων · οἱ δὲ τρόφι μοι τῆς ἀληθείας. οὐδὲν δίχα τῆς ἄνω θεν βοηθείας λέγειν ἠ πράττειν ἀνέχον ται· τὰ δε σφῶν αὐτῶν πίσματα, τῆς τὰ πάντα ἐφορώσης προμηθείας ἐξάπτον τες. ἑστασαν ἀκίνητοι μὴ κλονούμενοι· μηδε τῆδε κἀκεῖσε περιφερόμενοι. ἀλλὰ τῆς ζά λης τῶν ἀνθρωπίνων λογισμῶν ἀπηλλαγμέ νοι· καὶ τούτου μάρτυς ὁ θεσπέσιος δανιὴλ ὀλίγον μὲν χρόνον αἰτῆσαι εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν. οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ’ εἰς ικετείαν καὶ προς εὐχὴν. καὶ οὐδὲ αὐτῶ μόνω θαρρήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβὼν. καὶ οὐκ ἐψεύσθη τῆς ἐλ πιδος: τότε γάρ φησιν τῶ δανιὴλ ἐν ο ρ άματι τῆς νυκτὸς. τὸ μυστήριον ἀπε καλύφθη· καὶ ηὐλόγησεν τὸν θεὸν θν τοῦ οὐρανοῦ οὐνου δανιὴλ καὶ εἶπεν· εἰη τὸ ὄνομα τοῦ θεοῦ θυ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἔως τοῦ αἰῶνος. ὅτι ἡ σοφία καὶ ἡ σύ νεσις αὐτοῦ ἐστιν· καὶ αὐτὸς ἀλοιοῖ καιροὺς καὶ χρόνους· καθιστὰ βασιλεῖς καὶ μεθιστὰ· διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδοσι σύνεσιν· αὐ τὸς ἀπὸκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τῶ σκότε καὶ τὸ φῶς μετ’ αὐτου ἐστιν : διὰ πάντων τὴν ο ἰκείαν εὐγνωμοσύνην δείκνυσιν. καὶ πλέκει τὸν ὕμνον. οὐχ’ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρε σιν. προσήκει γάρ φησιν. τὸν ἀΐδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεὸν θν σοφίας ὄντα καὶ συνέσεως· πηγὴν· ὀρθῶς ἅπαν τα καὶ ἀγαθῶς πρυτανεύοντα. καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς, ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρωπίνης εὐημερίας ἀβέβαιον δεικνῦντα δὲ ἅπαντα ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασιλέας. πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως καὶ διδοὺς ἐξουσίαν. καὶ πάλιν ἀφαιρειται ταύ την ὅταν ἐθελη· καὶ σοφίας δὲ καὶ φρονήσεως αὐτός ἐστιν χωρηγὸς. δίδωσι δε ταύτην οὐ χ’ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐ τὸν βουλομένοις. ἀποκαλύπτει δὲ οἷς θέλει τὰ μὴδαμῶς φαινόμενα. ἀλλ’ οἷον τινι βυ θῶ κρυπτόμενα. τῶ μηδέπω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερὸν. φῶς τε οἰκῶν ἀπρό σιτον. ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῶ σκότει γινόμενα· διό σοι ὁ θεὸς θς τῶν πατέρων πρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ σύ νεσιν ἔδωκας μοι· καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ. ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι τοῦ γνωρίσαι τῶ βασιλεῖ. προς ταῦτα· τοιαὗται τῶν εὐσε βῶν αἱ ψυχαὶ. καὶ ἐν ταῖς χρείαις τὸν θεὸν θν ἐπιστάμεναι χορηγὸν. καὶ τοῖς αὐτοῦ λιμέ σι προστρέχουσιν. καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγείαν οὐκ ἀνεχόμεναι λήθη παρὰ διδόναι τῶν δωρεῶν τὴν μνήμην. ἀλ λ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην θεόν θν · ἄ ξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς, καὶ τὸ μέτριον φρόνημα. καὶ γὰρ τὴν αἴτησιν ποιούμενος κοινωνοὺς ἔ λαβεν τοὺς ὁμοτρόπους τῆς προσευχῆς καὶ τὸν ὕμνον ὑφαίνων· ὑπὲρ ῶν ἔλα βεν, πάλιν αὐτῶν ἐμνημόνευσεν. οὐ γὰρ εἶπεν ἐγνώρισάς μοι, ἃ ἠξίωσά σε, ἀλλὰ ὰ ἠξιώσαμεν παρα σοῦ. οὕτω τὸν θεῖον συμπεράσας ὕμνον, εὐθὺς φησίν: ἦλθεν δ ανιὴλ προς ἀριωχ ὃν κατέστησεν ὁ βασι λεὺς ἀπὸλέσαι τοὺς σοφοὺς βαβυλῶνος· λα καὶ εἶπεν αὐτὰ τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπολέσης· εἰσἄγαγε δέ με ἐνώπιον τοῦ βα σιλέως· καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῶ βασιλεῖ : πρέπων καὶ οὗτος τ ῶ προφήτη ὁ ἔλεος. οὐ γὰρ ἠνέσχετο μόνον μετὰ τῶν φίλων ἀπαλλαγῆναι τῆς ἀδί κου σφαγῆς, ἀλλὰ καὶ τοῖς χαλδαίοις πρα γματεύεται σωτηρίαν σριαν , ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος, καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλ λάξειν. καὶ τῶ τῶν ὅλων προσάξειν θεῶ θω : τ ότε ὁ ἀριωχ τοῦτον ἀκούσας τῶν λόγων σπουδῆ τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῶ εὕρηκα ἄνδρα ἐκ τῶν ὑιῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας ὅστιν τὸ σύγκριμα τῶ βασι λεῖ ἀπαγγελεῖ· πάλιν ἐντεῦθεν σαφὲς ἡ μῖν γέγονεν ὅτι, οὐδέπω τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει. οὐ γὰρ ἂν εἶπεν ἐγινώσκετο ὁ ἀριστος· εἶπεν ἀριωχ’ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσιας τῆς ἰουδαίας· ὅστις τὸ σύγ κριμα τῶ βασιλεῖ ἀναγγελεῖ: ὁ δὲ βασιλεὺς π εριχαρης γενάμενος εἶπεν τῶ δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ εἰ δύνασαί μοι ἀπαγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ : ἐπὶ σημήνασθαι δεῖ κ αὶ τοῦτο. ὅτι βαλτάσαρ αὐτὸν οὐκ’ ἀεὶ προς ἀγορεύει. ἀλλ’ ότε τῶ βασιλεῖ διαλέγεται ταύ την αὐτῶ τὴν προσηγορίαν ἐπιτεθηκεν· ἐρωτηθεὶς δὲ ὅμως εἰ δυναιτο καὶ τὸ ἐνύπνιον καὶ τὴν ἑρμηνείαν ἀναγγεῖλαι τῶ βασιλεῖ· ἀ π εκρίνατο λέγων τὸ μυστήριον ὃ ὁ βασι λεὺς ἐπερωτα. οὐκ ἔστι σοφῶν μάγων ἐπαοίδων· γαζαρηνῶν δυναμένων ἀπαγ γεῖλαι τῶ βασιλεῖ· ἀλλ’ ἔστι θεὸς θς ἐν οὐρανῶ οὐνω ἀπὸ καλύπτων μυστήρια· θαυμαστῶς τῆς διδασ κ αλίας εἴρξατο. ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρό νων ἐκείνων χορον. καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν. τὸν θεὸν θν εἶναι ἔφη τῆς τῶν μυ στηρίων ἀποκαλύψεως διδάσκαλον· πρὸ τέθεικεν δὲ ἐν οὐρανῶ οὐνω τοὺς κάτω γινομέ νους. καὶ πρὸς κυνουμένους ἐκβαλὼν θεοὺς καὶ τῶ μεν ἐθνικῶ ὀνόματι πλῆθος: ἐκ βάλλει τῶν οὐκ ὄντων θεῶν· τῆ δὲ ἐν οὐρανῶ οὐνω διαγωγῆ τοὺς κάτω φαινομένους δείκνυ σι θεοὺς, ἀλλ’ ἀπάτην ἀφορμῆς ἔχουσαν τῶν ἀνθρώπων ἀνων τὴν τέχνην: οὕτως φησὶν ὁ θεὸς θ ς ἐγνώρισεν τῶ βασιλεῖ ναβουχοδονόσωρ ἃ δὴ γενέσθαι ἐπ ἐσχάτου τῶν ἡμερῶν : ο ὕτω προοιμιασάμενος. πάλιν ἐπισπᾶται τῆ εὐλογία εἰς ἔννοιαν τοῦ βασιλέως τὴν ἀκοήν: βασιλεῦ γάρ φησιν εἰς τοὺς αἰῶνας ζηθι· ἐ πειδὴ γαρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν καὶ τὴν ἑρμηνείαν ἐπάγειν καὶ προλέγειν αὐτῶ τὴν τῆς βασιλείας κατάλυσιν. προοιμιαζό μενος φησιν. ὅτι ἐμοὶ εὐχη ζῆν σε διηνε κῶς. μὴ τοίνυν ἐμοὶ ἐπιγράψης τὸ υπὸ τοῦ ἐνυπνίου δηλούμενον:– εἶτα φησιν τ ὸ ἐνύπνιόν σου καὶ ἡ ὅρασις τῆς κεφαλης σου ἐπὶ τῆς κοίτης σου· τουτέστιν βασιλεῦ ἃ νύκτωρ ἐθεάσω ταῦτα ἐστιν οἱ διαλογι σμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν. τί δεῖ γενέσθαι μετὰ ταῦτα : ἐλογίζου φησιν κατακείμενος ἐπὶ τῆς κλίνης, εἴτε εἰς ἀεὶ ζή σεις, εἴτε τῶ νόμω τῶν ἀνθρώπων ἀνων ὑπὸ τὸν θάνα τον γενήσει. ἐπεθύμεις δὲ μαθεῖν καὶ τα μηδέπω γεγενημένα. καὶ ὁ ἀπὸ καλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δεῖ γενέσθαι. πανταχοῦ δὲ τὸν ἕνα κηρύττει θεόν θν . τῆς πολυθεΐας ἐκβάλλων τὴν πλάνην. εἶτα, καὶ τοῦ οἰκείου φρονήματος τὴν μετριότητα δείκνυσιν: ἐμοὶ γάρ φησιν ο ὐκ εν σοφία τῆ οὔση ἐν εμοὶ παρὰ πάντας τοὺς ζῶντας, τὸ μυστήριον ἀπεκαλύφθη. ἀλλ’ ἕνε κεν τοῦ την σύγκρισιν τῶ βασιλεῖ γνωρίσαι καὶ ἵνα γνως τοὺς διαλογισμοὺς τῆς καρδίας σου :– τ αύτης γάρ φησιν τῆς ἀποκαλύψεως ἔτυχον. οὐ κ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων ἀνων σοφῶτερος. ἀλλ’ ἵνα σὺ μάθης ἃ μαθεῖν ἐπεθύμησας. ἐμοὶ δὲ διακόνω ταυτης ἐχρήσατο τῆς γνώ σεως ὡς οἰκείω θεράποντι· ἄρχεται τοίνυν τῆς ἐξηγήσεως. καὶ λέγει πρῶτον αὐτῶ τὸ ἐνύπνιον: σὺ βασιλεῦ ἐθεώρεις καὶ ἰδοὺ εἰ κὼν μία μεγάλη· ἡ εἰκὼν ἐκείνη μεγάλη καὶ ἡ ὄψις αὐτῆς ὑπερφερης ἑστῶσα προ προ σώπου σου καὶ ἡ ὅρασις αὐτῆς φοβερα· εἰκὼν ἧς ἡ κεφαλῆ χρυσίου καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροί· ἡ κοιλία καὶ οἱ μηροι χαλκοί· καὶ αἱ κνημαις σιδηραί· οἱ πόδες μέρος μέν τι σιδηρον. μέρος δέ τι ὀστράκου : τέσσαρας μὲν ὕλας διὰ τῶν π ρὸ εἰρημένων ἐσήμανεν· τὸν χρυσὸν· τὸν ἄρ γυρον· τὸν χαλκόν· τὸν σίδηρον· τὸ γὰρ ὄστρα κον οὐ καθ εαυτὸ εἶπεν, ἀλλὰ τῶ σιδήρω συμμεμιγμένον. δηλοῖ δὲ διὰ τούτων τας με γίστας τε καὶ καθολικωτάτας βασιλείας, αἱ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν. ἀλλή λας διαδεξαμεναι. ὅτι μεν γὰρ καὶ αλλαι βα σιλείαι συνέστησαν. καὶ ἐπὶ τοῦ παρόντος δε συνεστασιν, δηλον ἐστίν. οὐ μὴν πάντων ἡ τῶν πλειό νων ἐστὶν αὐτὰς κρατουσας ἰδεῖν. ἀλλ ενὸς ἢ δύο μόνον ἐθνῶν. λέγει τοίνυν πρώτην ἁπάντων γεγε νῆσθαι τὴν ἀσσυρίων ἡγεμονίαν ἥτις ἐστὶν ἡ βα βυλωνίων. ἀσσύριοι γὰρ καὶ οὗτοι κἀκεῖνοι. ἀλ λὰ ποτε μὲν ἐν τῆ νίνω τῆ παρ εβραίοις νινευη καλουμένη τὰ βασίλεια ἐσχηκασιν· ποτε δὲ ἐν τῆ βαβυλῶνι, ὅτε δε μια ἐστιν ἡ βασιλεία τούτων κἀκείνων. καὶ αὐτὸς ὁ προφήτης μαρτυ ρεῖ ἑρμηνευων γὰρ τὸ ἐνύπνιον φησίν· ἡ κε φ αλὴ ἡ χρυσῆ σὺ εἶ βασιλεῦ· καὶ ὁ μακάριος ἱερε μίας ὁ προφήτης φησιν. ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου κυ μεθύσκων πᾶσαν τὴν γῆν ἀπὸ οἴνου αὐτῆς, ἔπιον ἔθνη. διὰ τοῦτο ἐσα λεύθησαν. καὶ ἄφνω ἔπεσεν βαβυλῶν καὶ συ νετρίβη. εἰ δὲ ἑτερα ἦν παρὰ ταύτην τῶν ασσυ ρίων βασιλεία. ταύτης πρεσβυτερα. ποίαν ἄν τις αὐτὴν ὕλην καλέσειεν· μαρτυρεῖ δὲ καὶ ὁ θεσπέσιος μωυσῆς ταῦθ’ οὕτως ἔχειν. ἐν γὰρ τῆ κοσμογενεια περὶ τοῦ νεβρωδ εἰρηκὼς ὅτι γῆγας κυνηγὸς ἔναντι κυρίου κυ ἐπήγαγεν· καὶ ἐγετο ἐν ἀρχῆ τῆς βασιλείας αὐτοῦ βαβυλὼν ὀρεχ’ καὶ χαλμηνη. καὶ οἱ ἔξω δε βασιλεῖς τοὺς βαβυλωνίους, ἀσσυρίους προσαγορεύουσιν. καὶ μέχρι δὲ τοῦ παρόντος ὡς φασὶν ἀσσυρίαν αὐτὴν ὀνομάζουσαι πέρσαι· οὐκ οὖν ἡ μεν π ρώτη ὕλη ἥτις ἐστὶν ὁ χρυσὸς τὴν ἀσσυρίων καὶ βαβυλωνίων σημαίνει βασιλείαν. κεφαλὴν δὲ αὐτὴν ὀνομάζει. ὡς πρώτην γεγενημένην· ἡ δευτέρα δὲ, ἥτις ἔστιν ὁ ἄργυρος περσῶν ἐστι καὶ μήδων. κύρος γὰρ ἑκατέρωθεν ὁρμώ μενος, μητρόθεν μεν ἔκ μηδων. πατρόθεν δε ἐκ περσῶν, κατέλυσεν μὲν ἀσσυρίων εἰτ οὖν βαβυλωνίων τὴν βασιλείαν. μετὰ τέθεικεν δὲ τὴν βασιλείαν εἰς πέρσας· στῆθος δὲ αὐτὸν π ροσηγόρευσεν καὶ βραχιονας ἵνα δείξη τὴν προς δύο ἔθνη συγγένειαν. διὰ μεν γὰρ τῆς δεξιὰς τὸ πατρῶον αὐτοῦ σημαίνει γένος· τὸ μὴ τρῶον δὲ διὰ τῆς εὐωνύμου. ὧν τὴν συναφειαν τὸ στηθος πεπιστευται. τὴν καρ δίαν ἔχον τῶν λογισμῶν τὸ ταμιεῖον λογισμῶ δε καὶ τὰ γαμικα τελεῖται συμβόλαια. τὸν δὲ χ αλκὸν προσηγόρευσεν. τὴν μακεδονικὴν βασιλείαν μετὰ τὴν περσικὴν ἀναφθεῖ σαν. καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν τ ὴν κοιλίαν δὲ αὐτῆς καὶ τοὺς μηροὺς ἀ πένειμεν. τήν τε μοναρχίαν τοῦ ἀλεξάν δρου διὰ τῆς κοιλίας μηνύων. καὶ δια τῶν μηρῶν. τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γενομένην τῆς βασιλείας διαίρεσιν· σ ίδηρον δὲ τὴν ῥωμαικὴν προσηγόρευ σε βασιλείαν. αὕτη δὲ τὴν μακεδονι κὴν διεδέξατο· ἀπένειμεν δὲ αὐτὴ τ ὰς κνήμας. ἅτε δὴ περὶ τὸ τέλος οὔ σας τοῦ παντὸς σώματος. καὶ φέρειν ἅπαντας δυναμενας τὸ σῶμα· τ ὰς δὲ τῶν ποδῶν βάσεις, σιδηρας μὲν καὶ αὐτὰς, ὀστράκω δὲ ἀναμεμιγμε νας· διὰ δε τούτου οὐχ ετέραν αἰνίττε ται βασιλείαν. ἀλλὰ τὴν αὐτὴν ἀσθε νεστέραν ἑαυτῆς ἐσομένην. καὶ τῆ τοῦ ὀστράκου ἀσθενεία συμμεμιγμένην· τὴν δε τῶν ἄλλων διαφορὰν· τὸ μεν γὰρ χρυσου ὁ ἄργυρος ἐστεγανώτερος· τοῦ δὲ ἀργύρου στενότερος ὁ χαλκὸς· ὁ δὲ σιδη ρ ο ς καὶ αὐτὸς τοῦ χαλκοῦ πολλῶ τῶ μέτρω στερε μνιώτερος· ἡ διαφορὰ τοίνυν οὐκ εν τῆ τιμῆ, ἀλλ’ ἐν τῆ ισχύι καὶ δυνάμει· ἀναγκαῖον δὲ ζ ητῆσαι τι δηποτε ἐν εἰκόνι τῶν ὕλων τουτων ἐθεάσατο τὴν συνθήκην. οὐδὲν γαρ ἁπλῶς οὐδε μάτην ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἀποκα λύπτεται ἡ εἰκὼν σχηματα, ἀλλ’ ου πράγματα ἔχει. τοιοῦτος δὲ ὁ παρὼν βίος, οὐδὲν ἔχει διαρ κὲς οὐδε μόνιμον· διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα. ὅτι παραγει τὸ σχῆμα τοῦ κόσμου τουτου· καὶ ἀλλαχοῦ παραινῶν λέγει· μὴ συσχηματίζε σθε τῶ αἰῶνι τοῦτο· καὶ ὁ μακάριος δαβὶδ δαδ τῆς ἀνθρωπίνης εὐημερίας. ἐλέγχων τὸ ματαιον φησι πλὴν τὰ σύμπαντα ματαιό της πᾶς ἄνθρωπος ἀνος ζῶν. μέντοι γε ἐν εικόνι διὰ πορεύεται ἄνθρωπος ἀνος θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ἐπειδὴ τοίνυν καὶ ὁ πα ρ ὼν βίος ὁξυρρόπους ἔχει τὰς μετὰβολὰς γενητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα καὶ πρόσ καιρα. καὶ ἡ εἰκὼν δὲ τῶν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει· μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων καὶ ἀρχόντων καὶ ὑπη κόων· προς δε τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιάλυτον ἔχει· εἰκότως ὁ τῶν ὅλων θεὸς θς τὸν ἀλαζόνα ἐκεῖνον παιδεύσαι βουληθεὶς βασιλέα, τῆς ἀνθρωπίνης ὀφρῦος τὸ μά ταιον. καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀν θρώπινα τὴν μετὰβολὴν εἰκόνα μεν αὐ τῶ. ὄναρ προτίθησιν· τὰ δε ταύτης μόρια μερίζει ταῖς ὕλαις ταῖς συχναῖς. καὶ ἐπαλλή λους τῶν βασιλέων διδάσκων διαδοχὰς καὶ πείθων ἅπαντας ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε λεύτητον. καὶ ἁπαξ ἁπλῶς αἰώνιον τὴν βασιλείαν· τούτοις ἐπάγει ὁ μακάριος δανιὴλ τὰ λοιπὰ τοῦ ἐνυπνίου διδάσκων: ἐθεω ρ εις ἕως ὅτου ἀπεσχίσθη ἀπὸ ὄρους λίθος ἄ νευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους καὶ ἐ λέπτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύν θησαν εἰς ἅπαξ· ὁ σίδηρος τὸ ὄστρακον· ὁ χαλ κος. ὁ ἄργυρος ὁ χρυσὸς καὶ ἐγένοντο ὡς εἰ κο νιορτὸς. ἀπὸ ἄλωνος θερινης. καὶ ἐξῆρεν αὐ τὰ τὸ πλῆθος τοῦ πνεύματος πνς · καὶ πας τόπος οὐχ ευ ρέθη ἐν αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρω σε πᾶσαν τὴν γῆν : τοῦτό ἔστι τοῦ ἐνυπνίου τ ὸ τέλος, προσηκει δε κατωθεν ἡμᾶς ἄρξα σθαι τῆς ἑρμηνείας· ζητήσωμεν τοίνυν πρό τερον τίς ὁ λίθος προσαγορευόμενος. καὶ βραχὺς μὲν πρότερον φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος. καὶ τὴν οἰκουμένην ἐκάλυψεν· ο ὐκ’ οῦν ἀκούομεν αὐτοῦ τοῦ θεοῦ θυ διὰ ἡσαΐου τοῦ προφήτου λέγοντος, ἰδοὺ τίθημι ἐν σιὼν λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον θε μέλιον εἰς τὰ θεμέλια αὐτῆς· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῶ οὐ μὴ καταισχυνθῆ· ἀ κ ούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ πρὸ θεσπίζοντος καὶ βοῶντος λίθον ὃν ἀπεδο κίμασαν οἱ ὀκοδομοῦντες οὗτος ἐγενηθη εἰς κεφαλην γονίας· ταύτην τὴν μαρτυρίαν κ αὶ αὐτὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις προσήνεγκεν. οὐκ ανέγνωτα λέγων λίθον ὃν ἀπεδοκίμασαν οἱ ὀκοδομοῦντες οὗτος ἐ γενηθη εἰς κεφαλὴν γωνίας. παρα κυρίου κυ ἐγέ νετο αὕτη καὶ ἔστη θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ ὁ μακάριος δὲ πέτρος ἐν ιουδαίοις δημηγορῶν. καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον παρὰγαγὼν, ἑρμηνεύει τὴν προ φητείαν οὕτως λέγων. οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενιθεῖς παρ’ ὑμῶν τῶν οἰκοδομούν των. ὃς ἐγένετο εἰς κεφαλην γωνίας· κ αὶ ὁ μακάριος δὲ παῦλος φησὶν ἐποικοδομη θέντες ἐπὶ τῶ θεμελίω τῶν ἀποστόλων καὶ προφητῶν, ὄντως ἀκρογωνιαίου αὐτοῦ ἰησοῦ ιυ χριστοῦ χυ · καὶ ἀλλαχοῦ δὲ φησὶν· θεμέλιον δὲ ἄλλον οὐ δεὶς δύναται θῆναι παρὰ τὸν κείμενον ὅς ἐστιν ἰησοῦς ις χριστός χς · καὶ πάλιν ἐπινον φησὶν ἐκ πνευματι πνι κῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός χς · οὐκοῦν ὑπὸ παλαιᾶς καὶ νέας γρα φῆς διδασκόμεθα τὸν κύριον κν ἡμῶν προσηγο ρευσθαι λίθον. οὖτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν γεννηθεὶς ἐκ παρθένου γαμικῆς κοινωνίας χωρὶς· οἶδεν δὲ πολ λάκις καὶ τὴν παρα φύσιν γέννησιν λατο μίαν ἡ θεία προσαγορεύειν γραφὴ· ἰου δ αίοις γὰρ ἡσαΐας τῆς παρὰ φύσιν γενομέ νης τῶ ἁβραὰμ παιδογονίας ἀναμι μνήσκων. ἐμβλέψατε λέγων εἰς τὴν στερεαν πέτραν, ἐξ ῆς ἐλατομήθητε, οὐκοῦν ὄρος μὲν ἡ δαυιτικῆ φυλῆ· λίθος δὲ ὁ χριστὸς χς κατὰ τὸ ἀνθρώπινον. οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμηθείς· οὗτος δὲ πάλιν σμικρὸς φαινόμενος. δι’ ἣν περιεκειτο φύσιν ἀ θρὼον, ἐδείχθη ὄρος μέγιστον. πᾶσαν πλη ρώσας τὴν οἰκουμένην· ἐπληρώθη γὰρ πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον κν . ὡς ὑδωρ πολὺ κατακαλύψει θαλάσσας· οὗτος πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους, τουτεστιν καὶ τὴν ἐσχάτην κατὰπαύσει βασιλείαν φρου ρ δ ον δὲ καὶ ἀφανῆ ποιήσει. οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλείαν, ἀλλὰ τὴν οἰκείαν γυ μνώσει. καὶ πᾶσι ταύτην ὑπὸδείξει. ἐκει νων δὲ τῶν βασιλειων ἁπασῶν. καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην. κονιορτοῦ δίκην ἐξ α λωνος μεν τικτομένου. ὑπὸ δε πνεύματος πνς σκε δαννυμένου· οὕτω τὸ ἐνύπνιον ἅπαν εἰ ρηκὼς τῶ βασιλεῖ ἐπήγαγεν: τοῦτό ἐστι τ ὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐ ροῦμεν ἔμπροσθεν τοῦ βασιλέως· οὐ κο λ ακεύων δὲ τοῦτο τέθηκεν, ἀλλὰ τῆ συνήθη προσηγορία χρησάμενος· κατὰ γὰρ πάντων τῶν τεθναρχούντων. βασι λεων ὀνομαζομένων εἴχε τὸ κράτος· σὺ φησὶν βασιλεῦ βασιλέων. ῶ ὁ θεὸς θς τοῦ οὐρανοῦ oὐνου βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν. ἐν παντὶ τόπω. οὐ γὰρ ἀπὸ ισχυος φησὶν ἀνθρωπίνης πάντων περιγεγένησαι. ἀλλὰ τοῦ θεοῦ θυ τοῦ τὴν ἐ πουράνιον ἔχοντος βασιλείαν. ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν ὥστε τῶν ἐν παντὶ τόπω ἀνθρώπων ἀνων ἡγεμονεύειν τε καὶ βασιλεύειν. ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων ἀνων · θηρία τε ἀγροῦ καὶ πετηνᾶ οὐρανοῦ οὐνου δ έδωκεν ἐν τῆ χειρί σου. καὶ κατεστησέν σε κύριον κν πάντων. καὶ θηρία μὲν καλεῖ τοὺς θη ριωδέστερον ζῶντας βαρβάρους· πετη νᾶ δὲ τοὺς συνέσει κεκοσμημένους. καὶ τῶν ἄλλων ἀνθρώπων ἀνων ὑπερτέρους καὶ πτηνοὺς τὴν διάνοιαν· τούτων φησὶν ἁπάντων ἀπεφηνέν σε βασιλέα· σὺ τοίνυν εἶ ἡ κεφαλῆ ἡ χρυσῆ, τουτ’ έστιν ἡ σὴ βασιλεία· οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει. ἀλλὰ περὶ αὐτῆς τῆς βασιλείας. καὶ μετὰ τὴν τε λευτὴν αὐτοῦ. εὐιλὰδ μαραδὰχ ἐβασί λευσεν τῶν βαβυλωνίων καὶ μετ εκεῖνον βαλτάσαρ, εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη. ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσὴ· πῶς νοή σωμεν τό ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέ ρα. ἧττόν σου. οὔτε γὰρ τὴν τῶν υἱῶν αὐτοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν περσικήν. οὐκοῦν κεφαλὴ χρυσῆ, οὐκ’ αὐτὸς ὁ ναβουχοδονόσωρ, ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρίων, εἴτούν βαβυλω νιων βασιλεία· καὶ ὀπισω σου ἀναστήσεται βα σιλεία ἑτέρα. ἧττόν σου ἡ περσικη. ἧττονα δὲ αὐτὸν καλεῖ. οὐχ’ ὡς ἀσθενεστέραν, ἀλλ’ ὡς δευτέραν· καὶ βασιλεία τρίτη, ἥτις ἐστιν ὁ χαλ κoς, ἧ κυριεύσει πάσης τῆς γῆς τὴν μακεδονικην λέγει. ἐκυρίευσεν δὲ πάσης τῆς γῆς, ἀλέξαν δρος ὁ φιλίππου. ἐν δώδεκα ἔτεσιν πάντας ὑποτάξας ἀνθρώπους ἀνους · καὶ βασιλεία τετάρτη ἔσται ἰ σχυρὰ. ὡς ὁ σίδηρος. ὃν τρόπον γὰρ ὁ σί δηρος λεπτύνη καὶ δαμάζει πάντα. οὕτως λεπτύνει πάντα καὶ δαμάσει τὴν ῥωμαι κὴν λέγει βασιλείαν. ἰσχυροτάτην μὲν γενο μένην. καὶ πάντων ὡς ἔπος εἰπεῖν, τῶν ἐ θνῶν περιγενομένην. δασμον δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην. τὸ γὰρ λε πτύνει. ἐπὶ τούτο τέθηκεν. τὸ δὲ δαμάζειν ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας καὶ τῆς ἐννόμου πολιτείας καὶ ὅτι ἴδες τοὺς πόδας καὶ τοὺς δακτύλους· μέρος μέν τι σιδηρου μέρος δε τι ὀστράκου· βασιλεία ἄλλη διηρη μένη ἔσται καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῆ. ὃν τρόπον ἴδες τὸ σίδηρον ἀναμε μιγμένον τῶ ὀστράκω τῶ πηλίνω ἄλλην. οὐ κατὰ τὸ γένος εἶπεν. ἀλλὰ κατὰ τὴν ποιότητα τῆς δυνάμεως. εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν. ἄλ λην εἶπεν ἂν αὐτὴν πέμπτην. ὥσπερ εἴρηκε πέμπτην καὶ τετάρτην· ἐπειδὴ δὲ ἀσθενε στερα οἶδεν τῆς σιδηρας βασιλείας τὰ τέλη. ἄλλην τέθεικεν διὰ τὴν ἀσθένειαν. καὶ μάλα εἰκότως. σφόδρα γὰρ αὐτὴν ἰσχυροτάτην ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα ἀλλ’ ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς ἀσθενὴ. γενήσεσθαι λέγει, ἀπὸ γὰρ τῆς ῥίζης φησι τοῦ δένδρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστρακω τῶ πηλίνω, καὶ οἱ δάκτυλυ τῶν ποδῶν μέ ρος μέν τι σιδηρου μέρος δε τι ὀστρακου· τοῦτο δὲ οὐδε τῆς ἡμετέρας ἑρμηνειας προσδεῖται αὐτος γὰρ ὁ προφήτης ἑρμηνευων φησι ⁘ μερος τ ι τῆς βασιλείας ἐσται ἰσχυρὸν· καὶ ἀπ αὐτῆς ἔσται συντριβόμενον. τούτοις ἐπάγει· καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ πηλίνω συμμιγεῖς ἔσονται ἐν σπέρμα τι ἀνθρώπων ἀνων : τοῦτο δὲ μάλιστα δείκνυσιν ὡς οὐκ ε τ ερα ἐστιν αὑτη ἡ βασιλεία παρὰ τὸν σιδη ρον, ἀλλ’ αὐτὴ ἀσθενέστερον διακειμένη καὶ μέρος μεν τι αὐτη ἰσχυρον. μέρος δε τι ἀσθε νες. συγγενείας δὲ ὅμως δεσμὸς συναψη τὴν ἀσθενῆ μοιραν τῆ ἰσχυρα· τὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων , τοῦτο δηλοῖ· ἐπιμι ξία φησι τίς ἔσται καὶ ἐπιγαμία τούτων κακείνων· ἀλλ ὅμως ἡ διχονοια τὰ τῆς συγγενειας δικαια διαφθείρη, οὐκ έσονται γάρ φησι προσκολλώμε νοι. οὑτως μετὰ τούτου. καθὼς ὁ σίδηρος οὐκ α ναμίγνυται τῶ ὀστράκω· ἡμεῖς μὲν οὕτω τ οῦ θεσπεσίου δανιὴλ τὴν ἑρμηνείαν νενοη καμεν· προσηκει δὲ καὶ ἐνιων τῶν προ ημων ἑρμηνευκότων τὰς δόξας εἰς μέσον παραγαγεῖν. οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθήσεται· τ ινὲς τοίνυν τῶν συγγραφέων, τὴν τετάρτην βα σιλείαν. τουτ’ έστι τὸν σιδηρον. ἀλέξανδρον ἔφα σαν εἶναι τὸν μακεδονα· τοὺς δε πόδας καὶ τοὺς δακτύλους τῶν ποδῶν. ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους, τοὺς μετ’ αὐτὸν βασι λεύσαντας. μακεδονας πολεμαῖους, καὶ σε λεύκους, καὶ ἀντιόχους. καὶ δημητριους τοὺς μεν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρικῶς κρατή σαντας. καὶ ἐπιγαμιαν δε ποιησαμένους συγγενειαν, ἔδει δὲ αὐτοὺς συνιδεῖν πρῶτον μεν ὅτι τὴν κεφαλὴν τὴν χρυσην. αὐτὸν ἔ φη εἶναι τὸν ναβουχοδονοσωρ. τουτ’ έστιν τὴν τῶν βαβυλωνίων, εἰτοῦν ἀσσυρίων βασιλείαν. διεδέξατο δὲ αὐτὴν ἡ περσῶν καὶ μήδων βασιλεία. κατὰ ταυτον γὰρ ὁ κύρος. ἐξ εκατέρου ἔθνους ἦν ὁρμώμενος. καὶ τούτων κακείνων κρατῶν τῶν βαβυ λωνίων γαρ κατὰλῦσας τὴν βασιλείαν. ἐ κράτυνεν τῶν περσῶν· τὴν δὲ περσῶν δευ τέραν οὖσαν. ἀλέξανδρος ὁ μακεδων κατα λύει· καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ κυ ριεῦσαι πάσης τῆς γῆς· ταύτην δὲ τὴν βασι λείαν. τρίτην ὠνόμασεν. οὐδεμία δὲ αὐ τὴν ἑτέρα, ἀλλ’ ἡ τῶν ρωμαίων διεδέξατο· ἔ δει τοιγαροὖν πρῶτον αὐτοὺς ἐκ τοῦ ἀ ριθμοῦ καὶ τῶν παραδηλωθέντων πρα γμάτων συνιέναι καὶ μαθεῖν ὡς τρίτη ἐστιν ἡ μακεδόνων βασιλεία. τουτ’ έστιν ὁ χαλκός· τ ετάρτη δὲ ἡ ρωμαίων. τουτέστιν ὁ σίδηρος· εἰ δὲ καὶ ὅλως σαφεστερα αὐτοῖς ἔδοξαν εἶναι ἐκεῖνα. ἀπὸ γουν τοῦ τέλους, ἔδει πᾶ σαν διὰγνῶναι τὴν πόρρησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρὰς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος ἐπήγαγεν:– καὶ ἐν ταῖς ἡ μέραις τῶν βασιλέων ἐκείνων· τουτ’ έστι τοῦ ὀστράκου καὶ τοῦ σιδήρου τὴν ἐπιμιξίαν ἐχόντων. καὶ τὴν μὲν ἀλλήλων συγγένειαν ἀσπασαμένων· ὁμονοιαν δὲ ἐκ τῆς συγγενειας ἐσχηκότων:– ἀναστήσει ὁ θεὸς θς τ οῦ οὐρανοῦ οὐνου βασιλείαν, ἤτις εἰς τοὺς αἰῶ νας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία’ αὐ τοῦ λαῶ ἑτέρω οὐχ’ ὑπολειφθήσεται λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασι λείας. καὶ αὑτη ἀναστήσεται εἰς τοὺς αἰῶνας. ὃν τρόπον εἶδες ὅτι ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν. καὶ ἐλέ πτυνεν τὸ ὄστρακον καὶ τὸ σίδηρον· τὸν χαλκὸν· τὸν ἄργυρον τὸν χρυσόν :– τ αῦτα δὲ ἀντικρυς δείκνυσιν. τῶν μεν παρόντων πραγμάτων τὸ τέλος. τῆς δὲ τῶν οὐρανῶν οὐνων βασιλείας τὸ ἀτελεύτητον. τῆς γὰρ σιδηρας βασιλείας ἀσθενέ στερον διὰτεθείσης. καὶ τοῦ ὀστράκου τὴν ἐπιμιξίαν λαβούσης· φανήσεται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν. καὶ λε πτυνεῖ τὸν ὄστρακον, τὸν σιδηρον· τὸν χαλ κὸν· τὸν ἄργυρον· τὸν χρυσὸν. καὶ φρουδα ποιήσει παντελῶς καὶ ἀδιάδοχον καὶ αἰώ νιον καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει. εἰς γὰρ τοὺς αἰῶνας φησὶν οὐ δια φθαρήσεται. καὶ λαῶ ἑτέρω οὐχ’ ὑποληφθή σεται. καὶ λεπτυνεῖ καὶ δαμάσει πάσας τὰς βασιλείας. καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας· ε ἰ δέ τις ζυγομαχεῖ καὶ ταῦθ’ οὕτως ἔχειν οὐ βού λεται. δείξάτω τί τῶν ἀνθρωπίνων αἰώ νιον. ποῖα δὲ τῶν ἀνθρώπων ἀνων βασιλεία τέλος οὐ λήψεται. εὐηθες γὰρ καὶ λίαν ἀνόητον. συντε λειαν μεν ἀναμένειν τοῦ παρόντος αἰώνος. βασιλείαν δέ τινα λεγειν. κατὰ τὸν παρόντα βίον, ἀτελεύτητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς σὺνδοκει διὰ τούτων τῶν λόγων. τὴν δοθη σομένην ὑπὸ τοῦ θεοῦ θυ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι· οὐκ’ ἄρα τὴν μακεδονικην βασιλείαν ὠνόμασεν σίδηρον. οὐδε γὰρ ἐκείνης κρατούσης. ὁ παρὼν βίος ἐδέ ξατο τὸ τέλος. ἀλλ’ ἡ ρωμαικὴ τὴν μα κεδονικὴν καταλύσασα. κατέχει τῆς οἰκουμένης τοὺς οἴακας· εἰ δέ φασὶ τ ὴν προτέραν τοῦ κυρίου κυ παρουσίαν. διὰ τού των τῶν λόγων σημαίνεσθαι. δειξάτω σαν καταλυθεῖσαν. τὴν τῶν ῥωμαίων ἡγεμονίαν· εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος σρος ἡμῶν ἐπιφάνειαν. πάντα γὰρ τοὐναν τίον ἐστιν ἰδεῖν. κρατυνθεῖσαν αὐτὴν ἀλλ’ οὐ κατὰλυθεισαν ἅμα τῆ τοῦ σωτῆρος σρος γεννήσει. αὐγούστου βασιλεύοντος· ὁ δεσπο τικὸς ἐγένετο τόκος, ὃς δεύτερον μὲν ἐβασίλευσεν· πάντας δὲ ὡς ἔπος εἰ πεῖν ἀνθρώπους ἀνους , ὑπηκόους ἐποιήσατο. ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμέ νην. κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν καὶ δασμον φέρειν ἐνομοθέτησεν. ὑπ εκεί νου δὲ ἡ ρωμαίων κρατυνθεῖσα βασι λεία. μέχρι καὶ νῦν διήρκεσεν· οὐκ’ οῦν ἡ π ροτέρα γέννησις τοῦ κυρίου κυ . τὴν ῥωμαίων ηγεμο νίαν οὐ κατέλυσεν· λείπεται τοίνυν αὐτοῦ δευτέραν νοεῖν ἐπιφάνειαν· ὁ γὰρ ἡδη πρό τερον τμηθεὶς λίθος. ἄνευ χειρῶν γενόμενος εἰς ὄρος μέγα καὶ τὴν οἰκουμένην καλύψας οὗτος ἐν τῆ δευτέρα παρουσία. πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους τουτ’ έστιν ἐν αὐτῶ τῶ τέλει τῆς σιδηρας φα νήσεται βασιλείας. ἀσθενούς ηδὴ γεγενημέ νης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγε μονίας. καὶ λήθη τινὶ παραδώσει· τὴν δὲ αἰωνίαν αὐτοῦ βασιλείαν τοῖς ἀξίοις παρε ξει· ταῦθ’ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ ἀ ναγκαίως ἐπήγαγεν: ὁ θεὸς θς ὁ μέγας ἐγνώ ρισεν τῶ βασιλεῖ ἃ δὴ γενέσθαι μετὰ ταυτα· καὶ ἀληθιν ν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ : ἄξιον δὲ θαυμάσαι τ ὴν τοῦ θεοῦ θυ τῶν ὅλων περὶ πάντας ἀνθρώπους ἀνους κηδεμονίαν. οὐδὲ γὰρ τοὺς δυσσεβεία συ ζῶν τας τῆς οἰκείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους ἁπάσης ἐπὶμελείας ἀξιοῖ· ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θη ριώδη καὶ δυσσεβῆ οὐ καταλέλοιπεν ἀτημέλητον, ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀπὸκαλύψεων τῆς εὐκληρίας τοῦ παρόν τος βίου. δείκνυσιν αὐτῶ τὸ ἐπίκηρον καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύρροπον· καὶ ὅτι οὐδ’ ἓν μόνιμον τῆς ἀνθρωπίνης ἀνινης εὐη μερίας, ἀλλὰ δίκην ἀνθῶν· ἐαρινῶν μαραίνεται καὶ σβέννυται· ικανα δὲ ταυτᾶ ἦν τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμέ νην ὀφρῦν κατὰλῦσαι. καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα. καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασιλείας τὸ τέλος· πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν. ἔπειτα τ’ ἀληθὴ τοῦ ἐνὑπνίου ἐλέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν δεικνύει δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν. καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας τὴν θείαν αὐτοῦ δύναμιν πα ρὰδηλοῖ· καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἁγνωοῦντας, μᾶλλον δε τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσ κύνησιν τοὺς ἁγίους αὐτοῦ θεραποντας προσκυνεῖν ἡμᾶς ἀναγκάζει. καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει:– τότε γάρ φησιν ὁ βασιλεὺς ναβουχοδονόσωρ ἐπὶ πρόσω πον ἔπεσεν καὶ τῶ δανιὴλ προσἐκύ νησεν καὶ μαναα καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτα :– ἐνθυμηθητι δὴ ἡλικον εστιν ἐ κεῖνον τὸν ἀλαζονα τὸν μεμηνότα τὸν καὶ θεὸν θν εἶναι νομίσαντα· δι’ ἑτέρου γὰρ προφήτου. ὁ θεὸς θς φησὶν πρὸς αὐτὸν· σὺ δὲ εἶ ἄνθρωπος ἀνος καὶ οὐ θεός θς , τὸν πάντας ἀνθρώπους ἀνους , ὑπηκόους ποιησάμενον. τὸν αἰχμά λωτον προσκυνεῖ τὸν ἰουδαίον. τὸν ἀν δραπόδου τάξιν ἀποπληροῦντα καὶ ἡγεῖσθαι διὰ τούτου. τὸν τούτου προσκυνεῖν θεόν θν · τούτου γὰρ χάριν φησιν εἶπεν μαναα. καὶ εὐωδίαν σπεῖσαι αὐ τῶ, τουτ’ ἔστιν, λιβανωτον καὶ θυμίαμα προσενεχθῆναι αὐτῶ ἐνετείλατο αἰ νίττεται δὲ διὰ τούτων ἡ ἱστορία. ὡς τοῖς δοκοῦσιν ἱερεῦσιν τοῦτο ποιησαι παρεγ γύησεν. ὁ γὰρ προσκυνήσας πάντως ἂν λβ και τὴν δυω δια καὶ τὴν εὐωδίαν προσενηνόχει εἰπερ ἱερα τεύειν εἰώθει· ἐπειδὴ δὲ τοῦτο παντως ἑτε ροις ἁρμόττον ἦν· αὐτὸς μὲν οὐκ ἐπεχεί ρει ποιεῖν ἃ μηδὲ προσῆκον ἦν· τοῖς δὲ ποιεῖν εἰωθόσι τοῦτο ποιῆσαι παρὰκελεύ εται· καὶ ἵνα μὴ δόξη μάτην ἄνθρωπον ἀνον προσκυνεῖν λέγει τῶ δανιήλ: ἐπαληθείας ὁ θεὸς θς ὑμῶν οὗ τός ἐστι θεὸς θς θεῶν· καὶ κύριος κς τῶν βασιλέων καὶ ἀπὸκαλύπτων μυστήρια. ὅτι ἠδυ νήθης ἀπὸκαλύψαι τὸ μυστήριον τοῦτο : τ ὸσαύτην ἐκ τῆς τοῦ ἐνυπνίου λήθης ὠφελειαν αὐτῶ τῶν ὅλων ὁ πρύτανις προσενήνοχεν. πρῶν μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν, ἔπειτα μεμά θηκεν τῶν ὑπ’ αὐτοῦ προσκυνουμέ νων θεῶν τὴν ἀσθένειαν. πρὸς τού τοις ἐδιδάχθη τοῦ ὄντος θεοῦ θυ τὴν ἐνέρ γειαν. οὗ χάριν βοᾶ, ἐπ αληθείας ὁ θεὸς θς ὑμῶν. οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος κς τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια. θεὸν θν δὲ θεῶν προσαγορεύει. οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γρα φῆς. ἡ μὲν γὰρ θεία γραφὴ. τοὺς ἱε ρωσύνης ἠξιωμένους ὀνομάζει θεοὺς. θεοὺς γάρ φησιν οὐ κακολογήσεις. καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ερεῖς κακῶς. οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγό ρευσεν. οὐδέπω γὰρ ἠδυνήθη τὸ παν τελῶς αὐτῶν ἀσθενὲς συνιδεῖν. με μαθήκαμεν δ’ ὅμως τὸ διάφορον· διὸ καὶ θεὸν θν τῶν θεῶν τὸν τῶν ὅλων προσ αγορεύει θεὸν θν . καὶ κύριον τῶν βασιλέων ταῦθ’ οὕτως ὁμολογήσας, ἐμεγάλυνεν τὸν δανιὴλ καὶ δόματα πολλὰ καὶ μεγάλα ἔδωκεν αὐτῶ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος. καὶ ἄρχοντα σατράπων. καὶ ἐπὶ πάντας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τοῦτο δὲ τῆς θείας κηδεμονιας ἰδιον. μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις τὴν ὠφέλειαν τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦ τ ο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης καὶ σὺντομώτερον ὁ μακάριος δαβὶδ δαδ τὰ κα τ’ αυτὸν διηγούμενος καὶ τὴν θείαν πρόνοιαν ἀνυμνῶν φησίν· ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον ἀνoν , εἰς δοῦλον ἐπράθη ἰωσήφ· εἶτα τὰ συμβεβηκότα αὐτῶ δυσχερῆ καταλέξας. καὶ τῆς εἱρκτῆς, καὶ τῶν δεσμων μνημονεύσας ἐπήγαγεν. ἀπέστειλεν βα σιλεὺς. καὶ ἔλυσεν αὐτὸν. ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτὸν. κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοὺ. καὶ ἄρχοντα πάσης τῆς κτίσεως αὐτοῦ. τοῦ παιδεῦσαι τοὺς ἄρ χοντας αὐτοῦ ὡς ἑαυτόν. καὶ τοὺς πρεσ βυτέρους αὐτοῦ σοφίσαι· οὕτω καὶ ἐνταῦθα π εποίηκεν τῶν ὅλων ὁ πρύτανις· ἄρ χοντα γὰρ σατραπων. καὶ τῶν σοφῶν βαβυλῶνος, τὸν τρισμακάριον δανιὴλ κατὰστήσας, ἀρχαίτυπον αὐτὸν εὐσε βείας καὶ τῆς ἄλλης προύθηκεν ἀρε της ἀλλ’ ὅμως οὐκ ηνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης. ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς. κοινω νοὺς ἔλαβεν τῆς τιμῆς: ἡτήσατο φησιν π αρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χῶρας βαβυλῶνος τὸν σεδραχ μισαχ· ἀβεναγῶ καὶ δανιὴλ ἐν τῆ αὐλῆ τοῦ βασιλέως· συμβαίνει καὶ ταῦτα τ ῆ τοῦ ἀποστόλοῦ διδασκαλία. νῦν γάρ φησι μενει· πίστις, ἐλπίς· ἀγάπη καὶ οὗτος ὁ θεῖος προφήτης· ἠγάπησεν μὲν τὸν θεὸν θν ἐξ όλης καρδίας καὶ ἐξ όλης ψυχῆς. καὶ ἐξ όλης ισχύος τε καὶ δυνάμεως· ἀγαπήσας δὲ θερμῶς, ἐπί στευσεν εἰλικρινῶς, εἰλικρινῶς δὲ πιστευσας ἤλπισεν τῆς παρ’ αὐτοῦ τεύξασθαι βοη θείας· τυχὼν δὲ ὦν ἤλπισεν. ἔδειξε τὴν πε ρὶ τὸν πέλας ἀγάπην καὶ κοινωνοὺς τοὺς ὁμοφύλους, ὧν ἔλαβεν ἐποιήσατο· ὅσα 2δὲ2 ἐγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη. ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλ πίδα ἔχωμεν· ἐν χριστῶ χω ἰησοῦ ιυ · μεθ’ οὗ τῶ πατρὶ πρι δόξα. σὺν τῶ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας ἀμήν:–