+ ἐνέτει τρίτωι τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἦλθεν ναβου χοδονόσωρ βασιλεὺς βαβυλῶνος εἰς ἱε ρουσαλὴμ καὶ ἐπιόρκει αὐτήν· ἀ ναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων. καὶ τοῦ τη νικάδε βασιλεως ἐμνημόνευσε. καὶ τὸν χρό νον ἡμᾶς ἐδίδαξεν. ἵνα ἔχωμεν εἰδέ ναι σαφῶς. τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτῳ ἔτει τῆς βασιλείας ἰ ωακὶμ τοῦ καὶ ἐλιακὶμ. ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ. πατὴρ πηρ δὲ ἐγένετο τοῦ ιωχὰμ ὃς καὶ ἰωακὶμ καὶ ἰεχονίας ὀνομάζετο· ἡ πρώ τη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο. καὶ αὐ τὸ δὲ τοῦτο τῶν τότε βασιλέων. καὶ τῶν χρό νων μεμνῆσθαι τὸν προφητικον. ὑποδεί κνυσι χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ποιοῦντάς ἔστιν εὑρεῖν· ὅρα σις γάρ φησιν ἣν ἴδεν ἡσαΐας υἱὸς υς ἀμὼς ἐν ἡμέραις ὀζίου καὶ ἰωαθὰμ καὶ ἄχαζ καὶ ἐζεκίου. οἳ ἐβασίλευσαν τῆς ἰου δαίας. καὶ ἐγένετο λόγος κυρίου κυ πρὸς ιερε μίαν. ἐν ἡμέραις ἰωσίου. καὶ υἱοῦ ἀμὼς βασιλέως ἰούδα. ἔτους τρισκαιδεκάτου ἐ ν τῆ βασιλεία αὐτοῦ. καὶ ἰεζεκιὴλ δὲ. καὶ τῶν ἄλλων προφητῶν. ἕκαστος ὡς τὰ πολλὰ τοῦτο προοιμίω τῆς προφητείας κεχρηται· ἀπόχρητοι γὰρ οὖν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν. καὶ δεῖξαι προφήτην τὸν τῶ ὄντι προφήτην: καὶ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωα κὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἶκου τοῦ θεοῦ θυ : καὶ τοῦτο δε τὴν πνευματι πνι κὴν α ὐτοῦ δείκνυσι χάριν. οὔτε γὰρ παντὸς ἦν, τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος. καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει. ἔτει τοῦ θεοῦ θυ τὸν λόγον συγ χωρήσαντος. διά τε τὴν τοῦ λαοῦ. καὶ τὴν τοῦ βασιλέως παρὰ νομίαν. καὶ τὴν πολλὴν ἀ σέβειαν. ἡ πόλις ἑάλω. καὶ τῶν ἱερῶν σκευῶν ἔνια. ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐ γένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθηκεν. τὸ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ἰούδα. ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσωρ χρησά μενον. τῆς τῶ θεῶ θω ἀνακειμενης περὶ γενέ σθαι πόλεως· μάθωσιν δὲ πάντες ἀκρι βῶς ὅτι τοῦ θεοῦ θυ προδεδωκότος. καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀπὸ στήσαντος χά ριν. ὑπὸ τοῖς πολεμίοις ἐγένοντο· τοῦτο δὲ κ αὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφες ποιῶν ὁ τῶν ὅλων θεὸς θς . οὕτω φησιν· μὴ δοξασθή σεται ἀξίνη ἄνευ τοῦ κόπτοντος αὐτήν· ἠ ὑψω θήσεται πριων ἄνευ τοῦ ἕλκοντος αὐτόν. διδάσκει δὲ δίὰ τούτων. ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κεχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις :– ⁘ καὶ ἤνεγκεν αὐτὰ φησὶν εἰς γῆν ἐννααρ εἰς οἶκον τοῦ θεοῦ θυ αὐτοῦ : καὶ τὰ σκεύη ἤ νεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐ τοῦ. καὶ ἴσως ἄν τις εἴποι. τι δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων. τὰ ἅγια σκεύη τὰ τῶ θεῶ θω ἀνακείμενα. παρεδόθη ταῦτα δυσ σεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα. οἱ τῶν θείων οἰκονομιῶν. τὸν σκοπον ἁγνοοῦντες. ψυχι κὸς δὲ ἄνθρωπος ἀνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ μωρία γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματι πνι κὸς ἀνα Blattausfall τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίη κεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ηλὶ τοῦ ἱερέως παῖδες. παράνομοι καὶ βδελυροὶ ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμο φύλων ἐξῆλθον. ἐλέγχει μὲν αὐτῶν τὴν ἀσεβειαν ὁ θεὸς θς . οὐδεμιας ἀξιώσας προ νοίας. ἀξια δὲ σφαγη παραδοὺς, τὴν κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· π άλιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ. ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασεν. περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία. ἀδεῶς τὸν θειον παραβαίνουσιν νόμον. καὶ ἀσεβεῖα συ ζῆν προαιρουμένοις. ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ . ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν · τεκμηρίω χρώμενοι τῆ τῶν οἰκείων εἰδώλων κατασκευὴν. πολλὴν ἐντεῦ θεν ἐπισπάσονται βλάβην. ὡς αἰχμά λωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν · καὶ οἷον τι ἄριστον. τοῖς οἰκείοις ἀνατεθει κότες θεοῖς. παρασκευάζει μεν τὸν δαγων. τὸ ὑπ’ αὐτὸν προσκυνούμενον εἴδωλον πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι. καὶ τὸ τῆς προσκυνή σεως ὑπὸ δεῖξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἡτταν. καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑπὸ δεῖξαι δουλείαν. καὶ τοῦτο οὐχ’ ἅπαξ ἀλλὰ καὶ δὶς. καὶ πολλάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς. ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν. καὶ ἀναθηματα δηλοῦντα τὴν τιμωρίαν ἀνεθεσαν· διπλὴ τοίνυν, τ ηνικαῦτα καὶ ἐπὶ τοῦ ναβουχοδονόσωρ ὠφε λεια γεγένηται. οὐ γὰρ μόνον ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις: κ αὶ εἶπεν ὁ βασιλεὺς ἀσφανέχ τῶ ἀρχιευνού χω αὐτοῦ εἰς ἀγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰ χμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμειν νεανίσκους ἐν οἷς οὐκ έστιν ἐν αὐτοῖς μῶ μος καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία· καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν καὶ διανοουμένους φρόνησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς τοῦ ἑστάναι ἐν τῶ οἴκω τοῦ βασιλέως καὶ διδάξαι αὐ τοὺς γράμματα καὶ γλώσσαν χαλδαίων :– Ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς , ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενη μένα. ἵνα διὰ τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ σώματα ὁρᾶν καὶ μέγεθος. καὶ ῥώμην ἐπιζητοῦσι καὶ σοφίαν. οὐ τὴν τὰ θεῖα ἀναγινώσκου σαν. ἀλλὰ τὴν εὐγλωττίαν κεκομψευμέ νην. ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν πό σω τὸ θεῖον καὶ ἀνθρωπίνων τὸ μέσον δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονίαν τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας θελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχον τας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἱ σ αΐου πρόρρησις. ἣν ἐζεκία πρὸ εἶπεν τῶ βασιλεῖ· ἄκουσον γάρ φησιν λόγον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησεν πρός με· ἰδοὺ ἡ μέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου. καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου. ἕως τῆς ἡμέρας ταύτης. εἰς βαβυλῶνα ἤξει. καὶ οὐδὲν οὐ μὴ κατὰ λείπωσιν. εἶπεν δὲ ὁ θεός θς . ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὃν ἐγέννησας. λή ψονται. καὶ ποιήσωσι σπονδὰς ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡ μᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μα κάριος δανιὴλ φησὶν προστάξαι τὸν βασι λέα. εἰς ἀγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασι λείας, καὶ ἀπὸ τῶν φορθομμεῖν νεανίσκους φορθομμειν δὲ τοὺς παρθένους ἐκάλεσεν τῆ ἑβραΐδι φωνῆ· ὁ δε σύμμαχος τὸ φορθομ μεῖν ἐπιλέκτους ἑρμηνεύει: καὶ διέτα ξ εν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ η μέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως· καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτου. καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα· δανιὴλ· καὶ ἀνανίας· καὶ ἀζαρίας· καὶ μισαήλ : ἐνταῦθα μ ὲν οὖν. τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν. ὅτι οὐχ’ ὡς δοριαλώτους εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοῦ τραπέζης ἀπο λαύειν ἐκέλευσεν· μετὰ βραχέα δὲ, τὴν σφων αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσ κει. οὐ φιλοτιμία χρώμενος. ἀλλ ωφελείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαιρου μένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτρον τοῦ φρονήματος. εἰρηκὼς γὰρ ἄνω. ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλει λάμποντας καὶ μεγέθει διαπρέποντας· καὶ τεθηκὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀ νόματα. τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν: κ αὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνό ματα· τῶ δανιὴλ βαλτάσαρ· καὶ τῶ ἀνα νία σεδράχ· καὶ τῶ ἀζαρία μισάχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ : καὶ τοῦτο δὲ παρά τὴν δ εσποτείαν ἐνόμισται δίκαιον. ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμείβουσιν. ἵνα καὶ τῆς προσηγορίας ἐναλλαγὴ τὴν δουλείαν γνωρίζωσιν· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευ νουχος ἐποίησεν. καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας. χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας. ὁ βασιλεὺς παρεγγύησεν: κ αὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ. τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασι λέως· καὶ ἐν τῶ οἴνω τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μη αλις γηθῆ : oἱ γὰρ φιλόθεοι οὐκ εν τόπω ζητοῦ σι. τὸν ἐπὶ πάντων θεὸν θν . ἀλλ ένθα ἂν ἀφή κονται τὴν αὐτὴν αὐτῶ θεραπείαν πρὸς φέρουσιν. καὶ ἐν κακοπραγίαις ὄντες. ὡς αὕτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν. ἐνταῦθα δὲ πολλὴν ἐστιν εὑ ρεῖν θαύματος ὑπὲρ βολήν. παῖδες γὰρ παρὰ ιουδαίοις τεθραμμένοι. καὶ τὴν το πικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα, τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες· κομιδῆ τὴν ἡλικίαν. ὑπὸ νόμοις ἑτέροις ἀναγκα ζόμενοι ζῆν. τὴν πατρῶαν εὐσεβειαν φυλάττειν σπουδάζουσιν· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἐώρων ταῖς μὲν των εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύναντας. σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας. τῆς ὁρωμένης καταφρονή σαντες σωτηρίας σριας . καὶ τῆς βασιλικῆς πανδεσίας τὴν ἡδονὴν πατήσαντες. τὸν ἀρχιευνοῦ χον ἱκετεύουσι παρὰ χωρῆσαι σφῖσι τῶν βασιλικῶν σιτίων παραιτούμενοι μεταλαβεν:-- κ αὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλαιον καὶ οἰκτιρμῶν ἐνώπιον τοῦ ἀρχιευνουχου :– ἀ κολουθεῖ γὰρ ταις γνώμαις ἡ θεια κηδε μονία. καὶ ἅμα τὰ θεῖα προείλοντο. καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν; τὸ α ὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἐστιν εὑρεῖν. ἦν γάρ φησιν κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτὸ ἔλεον. καὶ χάριν ἐναντίον τοῦ δεσμοφύ λακος. διδασκόμεθα τοίνυν καὶ ἐντεῦ θεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκο των ἀτημελητὸν πώποτε καταλέ λοιπεν ὁ θεός θς . διὸ δὴ καὶ ἕτερος προφήτης· ἐρωτήσατε γενεαῖς τὰς γεναμένας προτέρας ὑμῶν. τίς ἐνεπίστευσεν τῶ κυρίω κω καὶ καταισχύνθη: καὶ εἶπεν ὁ ἀρ χ ιευνοῦχος τῶ δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτά ξαντα τὴν βρῶσιν ὑμῶν. καὶ τὴν πόσιν ὑμῶν μή ποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν· καὶ κατὰ δικάσηται τὴν κεφαλήν μου τῶ βασιλεῖ : ο ὐκ άλογον τοῦ ἀρχιευνούχου τὸ δέος. ἄνθρωπος ἀνος γὰρ ἦν πνευματι πνι κῆς χάριτος οὐ γεγευμενος. ἀνθρω πίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα· καὶ ἡγού μενος ἐκ μόνης δύνασθαι. τῆς τῶν ἐδεσματων πολυτελείας τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικεν. μὴ τῶν πολυτελῶς μὲν τρεφο μένων. τούτων δὲ ἀσκητικῶς βιωτευόντων διαφορὰ τίς ἐν τοῖς προσώποις φανείη· καὶ τιμωρίαν ἐσχάτην ὑπὸ μείνη. παρὰ τοῦ τὰ ναντία προστεταχότος βασιλέως: ἀλεπει δ ὴ τοῦτον εἶδεν διαμένοντα ὁ μακάριος δανιὴλ μετὰ φέρει πρὸς τὸν ἀμελάσαρ την παράκλησιν ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμον αὐτοῦ τε καὶ ἀνανία κ ἀζαρία καὶ μισαὴλ καὶ φησιν πείρασον δ τ οὺς παῖ δάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιόμεθα· καὶ ὠφθήτωσαν ἐνώπιόν σου αἱ ειδέαι ἡμῶν καὶ αἰ ειδέαι τῶν παι δαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐαν ἴδης ποίησον μετὰ τῶν παίδων σου : οὐδὲν τῆς εἰς θεὸν θν π ίστεως ἰσχυρότερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἀλλαχόθεν ἐστιν μαθεῖν. οὐχ ἥκιστα δὲ, καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων. τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι. ὡς τῆ ς θείας ῥωπῆς ἀπὸ λαύσεται. καὶ ὅτι τῶν ἐσθιόντων καὶ τρεφομένων. καὶ τῆς βασιλι κῆς ἀπολαυόντων χλίδης. εὐπρεπέστερό ς τε καὶ περὶ καλλέστερος. καὶ μεῖζων φανή σεται. ποίαν εὐσεβείας ὑπὲρ βολὴν κατὰ λίπη καλῶς δὲ καὶ τῶ πιθανῶ τὴν ικετείαν ἐκέ ρασεν: πείρασον γάρ φησιν, τοὺς παῖδάς σου ἡ μέρας δέκα καὶ δότωσαν ἡμῖν. ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιόμ θα· καὶ γενοῦ σὺ προσώπων κριτης· καν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς· τὸ μεν δοκοῦν σοι κελεύ σεις. ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν : τὸ σαύτην ε ἶχεν παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ. καὶ τῶν θείων νόμων φροντίδα καὶ πίστιν περὶ τὸν νομοθέ την. καὶ ὁ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ τὴν ἱκετείαν ἐδέ χετο· καὶ εἰσήκουσεν αὐτοῦ φησὶν εἰς τὸ ρῆ μ α τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν. ὡρά θησαν αἱ ειδέαι αὐτῶν ἀγαθαὶ. καὶ αὐτοὶ ισ χυροὶ τ οῖ ς σαρξὶν υπὲρ τὰ παιδάρια τὰ ἐσθίον τα τὴν ράπεζαν τοῦ βασιλέως · ἔτυχεν γὰρ ὦ ν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης. καὶ τὰς ὑπὸ σχέσεις ὑπ’ έδειξεν ἀληθεῖς, τῶ τὴν ἐπιμελειαν αὐτῶ ἐγκεχειρισμένω. τῆς γὰρ θείας χάριτος ἀπὸ λαύοντες. ὤφθησαν ἀμείνου πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· κ αὶ ἐγένετο ἀμελασαρ. ἀναιρούμενος τὸν δείπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν. καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος : πρῶ τον μὲν γὰρ μεμαθήκαμεν ὡς δυνατὸν. καὶ νηστεία χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι. ἔπειτα δὲ καὶ τὸν ἐκείνοις χορηγουμένην. αὐτὸς λαμβάνων τροφὴν. προθυμότερον αὐ τοῖς ἐχορήγει. τὰ ποθούμενα σπέρματα· ἐπειδὴ περὶ αὐτοῦ μόνου. διεξηλθεν ὁ δα νιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ· καὶ φησίν· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσιν. ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πάση γραμματικὴ καὶ σοφία. οὐ γὰρ ἡ χαλδαίων φησὶν παιδεία συνετοὺς αὐτοὺς ἀπέφη νεν καὶ σοφίας ἁπάσης ἐνέπλησεν. ἀλ λ ἐκ θείας χάριτος καὶ συνέσεως· καὶ σοφίας. καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρεῖττους ἁπάντων ἀνεδείχθησαν: καὶ δανιὴλ φη σι ν συνῆκεν ἐν πάση ὁράσει καὶ ἐνυπνίοις : π αιδόθεν γὰρ, θείας ἀποκαλύψεις ἑώ ρα. οὐκ’ ὄναρ μόνον, ἀλλὰ καὶ ὑπαρ. καὶ ἑρ μηνεύειν τε ἠδύνατο. τὰ τοῖς ἄλλοις ἀ πὸ καλυπτόμενα· τὸ γὰρ συνῆκεν. τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ, καὶ ἐν τεῦθεν. ὡς οὐκ’ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεὸς θς . ἀλλ’ εὐσέβείαν μόνην καὶ φιλοθεΐαν ζητεῖ. κ’ ἂν εὕρη ταύτην ἐν νέω πολλῶν τοῦτον προτίθησιν πρεσβυτέ ραν· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστιν αὐ τὸν εὑρεῖν πεποιηκότα. καὶ ἐπι σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω καὶ ἐπιφανῆ, καὶ τὰς κατα τοῦ πρεσβυτέρου τιμωρίας, πρὸ ἀγορεύειν ἐκέλευσεν. εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος. ἀπόδειξιν δὲ τῆς ἐπαν θούσης. τῶ μειρακίω χάριτος:- καὶ μετὰ τ ὸ τέλος τῶν ἡμερῶν. εἶπεν ὁ βασιλεὺς εἰς ἀγαγεῖν αὐτοὺς· καὶ εἰσήγαγεν αὐ τοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον τοῦ να βουχοδονόσωρ· καὶ ἐλάλησεν μετ’ αὐ τῶν ὁ βασιλεὺς. καὶ οὐχ’ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι· δανιὴλ καὶ ἀνανία· καὶ ἀζαρία· καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπὶ στήμης· ὑπερ ῶν ἐζήτησεν παρ αὐτῶν ὁ βασιλεὺς· εὗρεν αὐτοὺς δεκαπλασίωνα ὑπὲρ πάντας τοὺς ἐπαοίδους καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασιλεία αὐτοῦ: ἀλλ’ ὁ μ ὲν ἀμελασαρ ἤδει τὴν τῶν ἐδεσμάτων διὰ φορὰν. καὶ ἔμαθεν πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδὲν. πῶς γὰρ ἂν ἔμαθεν· τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτὰ χορη γουμένης, ὑπὸ δε τοῦ ἀμελασαρ ἁλισκομέ νης, ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὗτος ὠφελειαν ἐδέξατο. πάντων αὐτοὺς τῶν ἐξ ετέρων ἐθνῶν ἐκλεγέντων. ἀμείνους εὑρὼν. κάλ λει μὲν καὶ μεγέθει σώματος. σοφία δὲ καὶ συνέσει ψυχῆς. ῥυθμῶ τὲ λόγω. καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ’ ἁ πλῶς ἐποιήσατο. ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν. τὴν πεῖραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον καὶ εὗρεν αὐτοὺς οὐχ’ ἁπλῶς ὑπερκειμένους. ἀλλὰ δὲ καὶ μοίρας ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμαθήκαμεν. ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ἐπήγαγεν: καὶ ἐγένετο δ ανιὴλ ἕως τοῦ ἑνὸς κύρου τοῦ βασιλέως ο ὐχ’ ἁπλῶς δὲ τοῦτο πρὸς τέθεικεν. ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν, ἡμᾶς τῆς προφητείας ἐδίδαξεν. καὶ τὸ τέλος προστέθηκεν, ἵνα τῶν μεταξὺ βασι λέων ἀριθμοῦντες τὰ ἔτη μάθωμεν ἅπαν τα. τῆς προφητείας τὸν χρόνον· πρὸς δε τού τοις ἡμᾶς διδάσκει ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κυρον καὶ ἐν τῶ παρόντι βίω παρὰ ψυχῆς ἀπήλαυσεν τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ὁ κύρος ἐ πανελθεῖν εἰς τὴν ἰουδαίαν. τοὺς βουλομένους τῶν ἰουδαίων προσετάξεν. καὶ τὸν θεῖον ἀ νεγεῖραι νεὼν παρ’ αὐτοῦ τοῦ μακαρίου δα νιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν δι δαχθεὶς. ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ιημ οἰκοδομηθήσει. καὶ ταῖς πόλεσιν τῆς ἰουδαίας κατοικηθήσεσθε ὁ λέγων κύ ρω φρονεῖν. καὶ πάντα τὰ θελήματά μου ποιήσεις. τάδε λέγει κύριος κς τῶ χριστῴ μου κύρω οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ συγ κλισθήσονται. ἐγὼ προπορευσομαι πρὸ προ σώπου σου καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλά σω· θησαυροὺς σκοτινοὺς ἀοράτους ἀ ποκρύφους ἀνοίξω σοι· ταῦτα μαθῶν ὁ κῦρος· τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν εἰς ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρήσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλιπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησὶν πρώτου κύρου τοῦ βασιλέως περσῶν μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου ἐξήγειρεν κύριος κσ · τὸ πνεῦμα πνα κύρου τοῦ βασιλεως περσῶν. καὶ παρήγγειλεν κῦ ρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κῦρος βασιλεὺς περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς. ἔδωκεν μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου · καὶ αὐτὸς ἐνετείλατό μοι. οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ἱερουσαλὴμ τῆ ἐν τῆ ἰουδαία τίς ἐν ὑμῖν ἐκ παντος τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω· τούτου χ άριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προ φητείας διδάσκων χρόνον ἐντέθεικεν τοῖς οἰκείοις συγγράμμασιν. τό ἐγένετο δα νιὴλ. ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διὰ ναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑ μνήσωμεν τὸν πατάσσοντα καὶ ἰώμενον μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρία καὶ φιλ ανθρωπία ανια χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν :--