ε ἰ πᾶσι ῥάδϊον ἦν. τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα. καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύειν. καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν· ἴσως ἂν ἐνομίσθη παρέλκον. ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν. πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνω- σιν· τῆς προφητικῆς διανοίας ἐφικνουμένων. ἐπειδὴ δέ μίαν μὲν φύσιν ἐλαχομεν ἅπαντες· οὐκ ἴσην δὲ γνῶ- σιν ἐλάβομεν, ἑκάστω γὰρ δίδωται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ σϋμφέρον ὡς φησὶν ὁ ἀπόστολος· καὶ ᾧ μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλα δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα , ἑτέρω δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι πνι , καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσιν ἅπαντα διανέμε- ται, οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα, ἔγγραφον παραδοίην διδα- σκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφείς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν· σμικράν τινα γνῶσιν ἐρανισά- μενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος. ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτά φησί τοὺς υἱούς σου· καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου. οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ . προσέχετ αι ε φησί λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου. ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. φθέγ- ξομαι προβλήματα ἀπ’ ἀρχῆς· εἶτα δεικνῢς πόθεν ταῦτα μεμάθηκεν, ὅσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν. οὐκ ἐκρύβη ἀ- πὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ἰηλ , ὅσα ἐνετείλατο τοῖς πατράσι τοῦ γνωρίσαι αὐτά· ὅπως γνῶ γενεὰ ἑτέρα υἱοὶ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀ- παγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς δι- δασκαλίας ὠφέλειαν δεικνῢς, ἐπήγαγεν. ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα· αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι. ταύτην τοίνϋν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχό- μενος χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γεννωμένοις ὀφεί- λομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν, εὐγνωμόνως ποιήσασθαι, οὐ μόνον δὲ ὁ θεῖος ἡμας διεγείρειν νόμος· ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπαρή- σαντες θαρρῆσαι πρὸς τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέ- ρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ἔνι μάλιστα σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν. ἴσως δὲ οὔτε τοῖς γνώσεως ἠξιωμένοις, ἄχρηστος οὗτος ὁ πόνος γενή σεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν, νενοήκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσιν τῆ κοινωνία τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν. φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσϊς· κρατύνειν τὰ νοηθέντα. τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πει- ρώμεθα. οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες μὴ γένοιτο, ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος πνς ὄργανα, ἀλλὰ πρῶ- τον μέν ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἤτησαν καὶ προσήκειν. ἡγούμεθα. ἣν ᾐτήμεθα χάριν ταύτην μεταδοῦναι τοῖς ἠτηκόσιν, ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν. τὰς δὲ τούτου προρρήσεις γυμνοῦν καὶ δήλας ποιεῖν. εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν. ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν. τοῦτον ἀποσχοινίζειν. καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προ- σηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδὲς μέν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισε παρουσίαν. οὐ μόνον ἃ ποιήσει προαγο- ρεύσας. ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς· καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ παντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ, εἰκότως θεομισεῖς καὶ τῆς ἀλη- θείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμέ- νως λέγειν, ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μϋρία ἕτε- ρα χρησμολογήσας· ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπό- φασιν· εἰς τὴν τοῦ ψεύδους βεβαίωσϊν. θαυμαστὸν δὲ οὐδὲν εἰ οἱ κατὰ τοῦ μονογενοῦς λυττήσαντες τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα. διὸ καὶ ὁ κύριός κς φησιν. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· καὶ πάλιν εἰ τὸν οἰκοδε- σπότην βεελζεβοὺλ ἐκάλεσαν. πόσω μᾶλλον τοὺς οἰκεια- κοὺς αὐτοῦ. ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναί- δειαν αὐτῶν δϊελέγξωμεν, πυθώμεθα αὐτῶν οὕτως· τί προφήτου ἴδιον εἶναί φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν. ἴδωμεν τοίνϋν· εἰ μὴ ταῦτα καὶ προμεμάθηκε· καὶ προείρηκεν ὁ μακά- ριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ χριστοῦ χυ λόγον. τέως ἐπις- χωμεν. τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγά- γωμεν. εὑρίσκομεν τοίνϋν αὐτὸν. πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας, πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων. πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προα- γορεύσαντα· καὶ τίνα μὲν πείσεται βαβυλωνίων βασι- λεύς, ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψωνται βα σιλείαν· ἔπειθ ̓ ὅτϊ τούτους καταλύσας ὁ μακεδὼν, τε- λευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτϊ ἐξ ἑνὸς τις τούτων βλαστήσας. μυρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας· τῆς ἐκεί- νου θηριωδίας ἀπαλλαγήσονται. εἶτα μεταβὰς ἐκεῖ- θεν προλέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτι πάσας κατα γωνισαμένη τὰς βασιλείας· τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὴ λέγειν ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέως· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπον- δὰς, καὶ τὰς ἐπιγαμίας καὶ σϋγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους, μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνϋν πάντα ταῦτα προεγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλι- πόντα· πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον· τοῦ τῶν προφη- τῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια ποῖα τῆς προφητείας τὰ ἴδια· εἰ δ’ ὅτϊ τῶν οἰκείων οὐ προστίθησι λόγων τό τάδε λέγει κύριος κς καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας. εἰπά- τωσαν ἡμῖν τί τοιοῦτον ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τὸ γὰρ ἀβιμέλεχ φησι· καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶ ἀνδρί, ὅτι προφήτης ἐστίν καὶ προσεύξεται περὶ σοῦ, καὶ σω- θήση σὺ καὶ οἶκός σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περὶ ἑαυτοῦ· καὶ τοῦ υἱέως καὶ τοῦ ἐκγόνου φησίν. ὅτι ἤλεγ- ξεν ὑπὲρ αὐτῶν βασιλεῖς ὁ θεὸς θς λέγων· μὴ ἅπτεσθαι τῶν χρηστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύε- σθε, καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ· ὁ παι- δόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς· ἢ δι’ ὀνειράτων· ἢ διὰ μεσημ- βρινῶν τινῶν ἀποκαλύψεων, προγνώσεις ἐνίας καὶ προρ- ρήσεις ἐδέξατο· πολεμεῖτε τοίνϋν κακείνοις ἀναφαν- δὸν, καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετ αι τε · προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντίαν· προφήτης γάρ καὶ προφήτης· ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι τε καὶ πόνοις· νηστεία καὶ κακουχία. τὰ ἐσόμενα διδαχθείς, οὐ τίνα μόνοις ἰου- δαίοις συμβήσεται ἅπερ ἔνιοι τῶν προφητῶν προειρή- κασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν κοινωνίαν, καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνϋν εἰ μὴ λίαν ἄδικον· ἀβδιοῦ μὲν τὸν τὰ καταλη- ψόμενα κακὰ τοὺς ἰδουμαίους μόνον προαγορεύσαντα καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπί- σαντας τῆς νινευῒ, τοῖς προφήταις ἐγκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ, οὐ περὶ πόλεως μιᾶς. οὐδὲ περὶ ἔθνους βραχέως, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα, χαλδαϊκῆς· περσικῆς· μακεδονικῆς· ῥωμαϊκῆς. καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημέ- νων, τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματικῆς πνικῆς χάριτος, ἀλλότριον εἶναι λέγειν, καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰδε- σθῆναι· τὸν δυσσεβῆ· τὸν θηριώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγον- τα, ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῷ· καὶ γὰρ τῷ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνύπνϊον εἰπεῖν ὃ ἕτε- ρος θεασάμενος ἐπελήσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦ- το πείθει, τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέ- ρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνϋσι τὰ θεῖα σϋγγράμματα· βεβαιοῖ δὲ τὴν πρό- γνωσϊν καὶ τὸ τῆς προρρήσεως τέλος· αὐτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θε- σπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγ- μάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν, καὶ διὰ τού- των δηλοῦτε. ἀλλὰ νῦν μὲν ἐν κεφαλαίω, τῆς ὑμε- τέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κα- τὰ μέρος ἑρμηνεία· ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνϋν τήν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολο- γίαν. καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιη- σάμενοι. ἡ ὑπόθεσις ὅτι μετὰ ιωίαν ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ὃς καὶ σε- λὴμ κατὰ τὸν ἱερεμίαν προαγορεύσεται· μετὰ δὲ τοῦτον, ἐλιακεὶμ ὁ ἀδελφὸς αὐτοῦ· ὃν φα- ραὼ ἰωακεὶμ προσηγό- ρευσεν· μετὰ δὲ τοῦτον ἐλιακεὶμ ὁ υἱὸς αὐτοῦ ὃς καὶ ἰωακεὶμ μετω- νομάσθη, ὃν ἱερμίαν ἰεχονίαν ὀνομάζει· μεθ’ ὃν ὁ πρὸς πατρὸς πρς αὐτων θεῖ σεδεκίας: τὴν τῆς προφητείας ὑπόθεσιν, δήλην πρό- τερον καταστήσωμεν. εἶθ’ οὕτως, τῆς κατὰ λέξϊν ἑρμη- νείας ἁψώμεθα. μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς, ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ· τρεῖς ὅλους μῆνας· καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ ταῖς παραλειπομέναις· ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μα κάρϊος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελὴμ προσαγο- ρεύει τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασι- λεὺς φαραὼ νεχαὼ, εἰς τὴν αἴγυπτον ἀπήγαγεν. ἐχει ροτόνησε δὲ ἐν τ’ἀυτοῦ βασιλέα ἐλϊακεὶμ τὸν ἀδελ- φὸν αὐτοῦ· καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν, ἐβα- σίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη, πρὸς ὀλίγοις μη- σίν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας ἐπιστρα- τεύσας ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεύς· ἔλαβεν μὲν οὐκ ὀλίγους δωρϊαλώτους τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων, ἔλαβεν δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν. τῶν ταῖς θείαις λειτουργείαις ἀφιερωμένων, δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα· τούτου τὸν ὡρισμένον φόρον ἐκτίσει μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἰεροσολΰμοις, καὶ τὴν πόλιν ἑλὼν καὶ τοῦτον ἀνελὼν. καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, ἐλιακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνομασθέν- τα. ἰωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον· δὲ ὁ μακάριος ἰερεμίας ὁ προφήτης· ἰεχονίαν ὀνο- μάζει· ζῶ γὰρ ἐγὼ φησι λέγει κύριος κς . ἐὰν γενόμενος· γένηται ἰεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα ἀπο- σφράγισμα ἐκ τῆς χειρός μου τῆς δεξιᾶς· ἐκεῖθεν ἐκ σπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλδαίων. καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, πά- λιν ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεύς, στρα- τείαν ἀποστείλας καὶ στρατηγόν· τοῦτον μὲν, αἰχμάλω- τον ἐπήγαγεν εἰς τὴν βαβυλωνίαν. τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς πρς αὐτῶ ὄντι, τὴν βασιλείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύ- σαντος· εἶτα τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον· μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱε- ροσολύμοις τῶν βαβυλωνίων ὁ βασιλεύς. ἔπειτα πολιορκήσας· καὶ τῷ λιμῷ κατ’ αὐτῶν συμμάχω χρησάμενος· καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπά- γει δοριαλώτους, πυρὶ τήν πόλιν καὶ τὸ ἱερὸν πα- ραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεός θς · ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν. οὔ- τε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία, οἷόν τινας παι- δονόμους ἐδεδώκει τόν τε οὐρίαν τὸν σαμαίου. καὶ ἱε- ρεμίαν τὸν τοῦ χελκίου, ἄνδρας, ἱερωσύνη καὶ προ- φητείᾳ λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμα λωσίαν δοριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα· τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν, καὶ ἐζεκιὴλ· καὶ ἀνανίαν, καὶ ἀζαρίαν· καὶ μισαήλ· ἵνα ἔχοντες· τῆς νομικῆς ἀκριβείας διδασκάλους· μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λάβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα, τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτι τοὺς εὐ- νοϊκῶς αὐτῶ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν δια- πάντων προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφε- λείας, αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι· καὶ δου- λείαν χαλεπὴν ὑπομεῖναι. καὶ πολλοῖς κινδύνοις πε ριπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς δούλους μου τοὺς προ- φήτας ἐν ῥήματι στόματός μου. οὕτω τὴν τῆς οἰκου- μένης πραγματευόμενος σωτηρίαν σριαν τοὺς ἁγίους συνε- χώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν· τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν. καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς. τὴν βαβυλῶνα καταλαβεῖν· ὃς, νέος ὢν ἔτι. καὶ ὥρα λάμπων· σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς· καὶ παι- δόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποὺς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ- λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι παρρησίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον ὠφελείας κἀκείνω πρόξε- νος γεγένηται· οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκα- λίας, εἰς τοὺς ὑπηκόους παρέπεμψεν· νόμον τεθεικὼς τὸν διαρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · πότε μὲν, οὖν εἰς τὴν βαβυλῶνα· ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης. καὶ τίνος ἕνεκεν· καὶ ὅσων ἀγαθῶν γεγένη ται πρόξενος· οὐ τοῖς ὁμοφύλοις μόνον· ἀλλὰ καὶ τοῖς βαρβάροις· συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέ- στερον εἰσόμεθα. τὴν θείαν τοίνυν ̈ χάριν καλέσαντες συνερ- γὸν, τῆς σαφηνείας ἀρξώμεθα:—