τόμος ζ · ἐ ν τῷ πρώτω ἔτει βαλτάσαρ βασϊλεὺς χαλδαίων δανϊὴλ ἐνΰπνιον εἶδεν· καὶ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπῒ τῆς κοίτης αὐτοῦ· καὶ τὸ ἐνύπνϊον ἔγραψεν:— μέχρϊ τούτων τῶν λόγων ὁ μακάρϊος δανϊὴλ, ἱστορϊκώτερον τὴν προ φητείαν συνέγραψεν· πρῶτον μὲν γὰρ εὐθὺς ἀρξάμενος τὰ σϋμβεβηκότα αὐτοῖς δορϊαλώτοις γεγενημένοις, ἐδίδαξεν· προστέθεικε δὲ, καὶ ὅσης παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων, κηδεμονΐας ἀπήλαυσαν· ἔπειτα διηγή σατο ἡλΐκας ὁ ναβουχοδονόσορ τῆς ὠμότητός τε καὶ ἀλαζονείας, ἔδωκε δΐκας· μετὰ ταῦτα· οἵαν ὁ βαλτά σαρ ἔτϊσε τϊμωρΐαν, τῶν ἱερῶν καταφρονήσας σκευῶν· τούτου δὲ θεῖα πληγῇ καταλϋθέντος· καὶ εἰς μήδους τῆς βασϊλείας μετατεθείσης, τὰ καθ' ἑαυτὸν καὶ τὸν δα ρεῖον συνέγραψεν· δϊδάξας ὅπως μὲν ἐκεῖνος περῒ αὐτὸν δϊετέθη, οἵας δὲ αὐτὸς ὑπομείνας ἐπϊβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν τῆς θείας ἔτϋχεν ἀντϊλήψεως· ταῦτα οἱονεὶ συγγραφϊκὴν ἱστορΐαν δϊηγη σάμενος, ἄρχεται λοιπὸν διδάσκειν, ἃς δϊὰ τῶν ἀπο καλύψεων ἐδϊδάχθη προρρήσεις· καὶ πρῶτον μὲν τίθησϊ τὴν τῶν τεττάρων θηρΐων ἀποκάλϋψϊν, σφόδρα ἐοικυῖαν τῷ τοῦ ναβουχοδονόσορ ἐν ΰ ϋ πνΐω· καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνϊ μϊᾶ τέτταρας ἐθεάσατο ὕλας· καὶ οὗτος ἀπὸ θαλάσσης μϊᾶς, τέτταρα ἀνϊόντα θηρΐα· ἀλλ’ ἵνα μὴ τὰ αὐτὰ λέγειν ἀναγκασθῶμεν· τῆς κατὰ μέρος ἑρ μηνείας ἀρξώμεθα· σαφέστερον γὰρ ἐκεῖθεν, τοῦτο δϊδα χθησόμεθα· ἐν τῷ πρώτω ἔτει βαλτάσαρ βασϊλέως χαλδαίων δανϊὴλ ἐνΰπνιον εἶδεν· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· τουτέστϊ· καθεύδων τήν δε τὴν ἀποκά λϋψϊν ἐθεάσατο· ἐπειδὴ γὰρ μέλλει καὶ ἃ, μεθ’ ἡμέραν εἶδεν συγγράφειν, εἰκότως δϊδάσκει τίνα μὲν ὄναρ εἶδεν, τΐνα δὲ ὕπαρ· καὶ τὸ ἐνύπνϊον φησῒν ἔγραψεν· οὐ γὰρ ἠ νέσχετο κρύψαι, τὰ θεόθεν αὐτῷ δειχθέντα· ἀλλ’ εἰς ὠφέ λειαν ἁπάντων συνέγραψεν· ἀρχὴ λόγων αὐτοῦ καὶ ἀπο κρϊθεὶς εἶπεν· ἤρξατο φησῒ τῆς διηγήσεως οὕτως· καὶ δανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νϋκτὸς· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ οὐνου προσέβαλλον εἰς τὴν θά λασσαν τὴν μεγάλην· καὶ τέσσαρα θηρΐα μεγάλα ἀνέ βαινον ἐκ τῆς θαλάσσης· δϊαφέροντα ἀλλήλων· ὁ μὲν οὖν ναβουχοδονόσορ εἰκόνα βλέπει, διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον· καὶ ὅτϊ σχήμα τα μᾶλλόν ἐστϊν. ἧ φησ¨ον ὁ θεῖος ἀπόστολος, ἀλλ’ οὐ πράγ ματα, οὐδὲν γὰρ αὐτῶν μόνϊμον οὐδὲ βέβαιον· ἀλλὰ πάντα δϊαρρεῖ καὶ φθείρεται καὶ μαραίνεται· ὁ δὲ μα κάρϊος δανϊὴλ θάλασσαν βλέπει, τοῦ παρόντος βΐου τὰ κΰματα διδασκόμενος· ἐπειδὴ γὰρ τὴν ξένην οἰ κεῖν ἠναγκάζετο δορϊάλωτος γεγονὼς, ἀναγκαίως τοῦ βΐου τὸν κλύδωνα καὶ χειμῶνα διδάσκεται· καὶ ὁ μὲν βασϊλεὺς ὡς μέγα φρονῶν ἐπὶ χρϋσῷ καὶ ἀρ γΰρω καὶ χαλκῷ καὶ σϊδήρω, διὰ τούτων καὶ λαμβά νει τὰ τῶν βασϊλέων αἰνΐγματα· καὶ τὰς τῶν βασϊλέων μανθάνει δϊαδοχὰς· καὶ διδάσκεται μὴ μέγαφρο νεῖν ἐπὶ τῆ βασϊλεία, ὀξΰρροπον ἐχούση μεταβολήν· ὁ δὲ προφήτης ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν τέσσαρα θηρΐα βλέπει· διδασκόμενος· ὡς αἱ φοβε ραὶ αὗται βασϊλείαι, αἱ πάντας δεδϊττόμεναι ἀνθρώπους ἀνους , τέλος λήψονται καὶ αὐταί· μΐα δὲ μόνη ἀτελεύτητος μένει βασϊλεία ἣν τοῖς ἁγΐοις ηὐτρέπϊσεν ὁ τῶν ἁγίων θεός· θάλατταν τοίνϋν καλεῖ τὸν βΐον· ἅτε δὴ μϋ ρΐας ἔχοντα τρϊκϋμΐας· ἀνέμους δὲ ταύτη προσβάλλον τας, τὰς τῶν πραγμάτων μεταβολὰς· καθάπερ γὰρ νό του μὲν πνέοντος, ἐπὶ τὸ ἀρκτῶον μέρος διατρέχει τὰ κΰματα· βορέου δὲ κϊνοῦντος τὴν θάλατταν, ἔμπα λϊν τὸ ῥόθϊον ἐπὶ τὸ νότϊον μέρος ὠθεῖται, οὕτως ἡνΐ κα μὲν ἀσσΰρϊοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπηκόους· μεταβά σης δὲ τῆς βασϊλείας εἰς πέρσας μετέβη παραυτΐκα καὶ τῶν ὑπηκόων πρὸς ἐκείνους ὁ δρόμος· μακεδόνων δὲ πάλϊν τὰ σκῆπτρα λαβόντων, ἀφέντες ἅπαντας ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις προσέφερον τὸν συνή θη δασμὸν· ἐπειδὴ δὲ ῥομαῖοι τὸ κατὰ πάντων ἀνεδή σαντο κράτος, εἰς τὴν ἑσπέραν συντρέχουσϊν ἅπαντες, μακεδόνων οὐδένα ποιούμενοι λόγον τοῖς γὰρ ὑπη κόοις καὶ αὐτοὶ συνηρΐθμηνται· εἰκότως τοίνυν τὰς τῶν πραγμάτων μεταβολὰς· ἀνέμοις ἀπείκασεν· οἳ νῧν μὲν ὧδε, νῦν δὲ ἐκεῖσε τῆς θαλάσσης ὠθοῦσϊ τὰ κΰ ματα· τούτου δὲ χάρϊν τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέμων, ἐπειδὴ καὶ τέσσαρες γεγόνασϊ τῶν βασϊλειῶν δϊαδοχαὶ· διδάσκει δὲ ἡμᾶς, καὶ ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρΐα δϊαφοράν· τὸ πρῶτον γάρ φησϊ ὡσεὶ λέαι να· καὶ πτερὰ αὐτῆς, ὡσεὶ ἀετοῦ· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη· καὶ καρδΐα ἀνθρώπου ἀνου ἐδόθη αὐ τῆ: τὴν ἀσσϋρΐων εἴτ’ οὖν χαλδαίων βασϊλείαν· αὕτη γὰρ πρώτη τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησεν· διὰ δὲ τῆς λεαίνης ἠνΐξατο τὸ βασϊλϊκὸν· βασϊλϊκὸν γὰρ τὸ ζῶον· καὶ τὰ πτερὰ ἐοικέναι φησῒν ἀετοῦ καὶ γὰρ τοῦτο τὸ ζῶον τῶν πτηνῶν ἁπάντων κρατεῖ· ὥσπερ τοίνϋν καὶ τῆς εἰκόνος ἐκείνης ὁ ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη τεθεᾶσθαι χρϋσῆν· ἑρμηνεύων δὲ ὁ θειότατος δανϊὴλ, ἔφη· ἡ κεφαλὴ ἡ χρϋσῆ σῢ εἶ βασϊλεῦ· οὕτως καὶ ἐν ταῦθα τῶν θηρίων τὸ κράτϊστον ἐπὶ τῆς πρώτης τέ θεικεν βασϊλείας· οὐκ ἰσχὺν αὐτῆ πλείονα προσμαρτϋρῶν, ἀλλ’ ὡς πρώτην τϊμιωτέραν ἀποφαίνων· ἀλλ’ ὅμως εἶδεν ὡς ἐξετΐλη αὐτῆς τὰ πτερά· τουτέστϊ γϋμνὴ τῶν ὑπηκόων πάντων ἐγένετο· καὶ τῆς προτέρας ἐστερήθη δϋνάμεως· καὶ ἐξήρθη φησῒν ἀπὸ τῆς γῆς· ἀντὶ τοῦ βασϊλεύειν ἐπαύ σατο· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη· ἴση φησῒ τοῖς ὑπηκόοις ἐγένετο· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆ· μεμάθηκε φησῒ διὰ τῆς πείρας ἀνθρώπινα ἀνινα φρονεῖν· καὶ μὴ ὑπερβαίνειν τῇ φαντασΐα τῆς διανοίας, τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ ἡνΐκα τὰ τῆς βασϊλείας κατεῖχον πηδάλϊα, τύφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρΐαν· διὸ καὶ ὁ μακάρϊος ἡσαΐας φησΐ· καὶ ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσϋρΐων· εἰκότως καὶ τὴν τῶν πραγ μάτων μεταβολὴν τῆ πείρα μαθόντες· καὶ τῆς εὐημερΐας τὸ σφαλερὸν καὶ ἀνθρώπινα ἀνινα φρονοῦσϊ, καὶ ἑαυτοὺς γϊνώ σκουσϊ· καὶ καρδΐαν ἀνθρωπίνην ἀνινην ἐκτήσαντο· οὕτω μὲν οὖν τὰ περῒ τοῦ πρώτου διηγήσα ν το θηρΐου· ἐπ ηγαγε άγει δὲ· καὶ ἰδοὺ θηρίον ἕτερον, ὅμοιον ἄρκω καὶ εἰς μέρος ἓν ἐστά θη· καὶ τρία πτερὰ ἐν τῶ στόματϊ αὐτῆς, ἀναμέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῆ· ἀνάστα φάγε σάρκας πολλὰς· τὴν περσϊκὴν ἐνταῦθα βασϊλείαν αἰνΐττεται· ἄρκω δὲ αὐτὴν ἐοικέναι φησῒ, διὰ τὸ τῶν τϊμωριῶν ὠμὸν καὶ ἀπηνές βαρβάρων γὰρ ἁπάν των ὠμότεροι περῒ τὰς τϊμωρίας οἱ πέρσαι· ἐκδοραῖς χρώμενοι· καὶ τῆ κατὰ μέρος τῶν μορΐων ἐκτομῆ μα κρὰς τὰς κολάσεις μηχανώμενοι· καὶ πϊκρὸν κατα σκευάζοντες τοῖς κολαζομένοις τὸν θάνατον· διὰ τοῦτο φησῒ καὶ ἔλεγον αὐτῆ ἀνάστα φάγε σάρκας πολλὰς· οὐκ ἐπϊτρέποντες τοῦτο ποιεῖν· ἀλλὰ προλέγον τες τὰ ἐσόμενα, καὶ τὸ ὠμὸν καὶ ἀνήμερον προσ μαρτϋροῦντες· τρΐα δὲ φησϊ πτερὰ ἐν τῷ στόματϊ αὐτῆς· τῶν τρϊῶν γὰρ τῆς οἰκουμένης τμημάτων ἐκράτησεν· τοῦ ἑώου καὶ τοῦ βορείου, καὶ τοῦ νοτείου· κῦρος μὲν γὰρ ὁ πρῶτος περσῶν βασϊλεύσας, τὸ ἑῶον ἅπαν μέχρϊ τοῦ ἑλλησπόντου. ὑφ ἑαυτὸν ἐποιήσατο· καμβΰσης δὲ ὁ τούτου παῖς καὶ τὴν αἴγυπτον ἐχειρώσατο· καὶ αἰθΐο πας ὑπηκόους ἀπέφηνεν· δαρεῖος δὲ ὁ ὑστάσπου· σκϋθῶν τῶν νομάδων ἐκράτησεν οἳ τὸ βόρειον μέρος τῆς οἰκουμένης ἔλαχον οἰκεῖν· ξέρξης δὲ ὁ δαρείου, ἐπεχείρησε μὲν καὶ τὴν εὐρώπην τοῖς ὑπηκόοις συνά ψαι· ναυμαχΐα δὲ ἡττηθεὶς ἀθηναίων, αἰσχρῶς ἀνέ στρεψεν· καὶ τὴν ἀπὸ τῆς ἀπληστΐας τϊκτομένην ἔμαθεν βλάβην, τούτου χάρϊν φησῒ· τρΐα πτερὰ ἐν τῷ στόματϊ αὐτῆς· ἔνοια δὲ τῶν ἀντϊγράφων· πλευρὰ ἔχει· οὐδὲν δὲ διαφέρει· εἴτε γὰρ τοῦτο εἴτε ἐκεῖνο τεθείη, διδάσκει ὡς τὰ τρΐα τμήματα τῆς οἰκουμένης καρποῦται, καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον· καλῶς δὲ καὶ τὸ ἐν τῷ στόματϊ αὐτῆς προστέθεικεν· ἵνα δείξη τὴν παρὰ πάντων χορηγουμένην εἰσ φοράν· καὶ ἐπειδὴ οὐ παντάπασϊν ἡ βασϊλεία αὕτη κατελύθη ἀλλὰ μοῖράν τϊνα τῆς προτέρας ἡγεμονίας διέμεινεν ἔχουσα, οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν, ἅ περ ἡ πρὸ αὐτῆς πέπονθεν, τῶν πτερῶν στερηθεῖσα καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου σταθεῖσα, καὶ καρδίαν ἀνθρώπου ἀνου λαβοῦσα· εἶπεν δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος· εἰς ἓν γὰρ μέρος ἐστάθη· τουτέστϊ, κρατήσασα τῶν τρϊῶν τῆς οἰκουμέ νης τμημάτων ἀπεστερήθην μεν τοῦ πλείστου· ἑνὸς δὲ μέ ρους τὴν ἡγεμονΐαν κατέσχεν· κρατοῦσα γὰρ τῆς ἀσίας πάλαι ἁπάσης καὶ τῆς λιβύης, ἀπεστερήθη μὲν τῆς αἰ γύπτου καὶ τῆς αἰθϊοπΐας, οὐκ ἔτϊ δὲ παλαιστινῶν καὶ φοινϊκῶν καὶ σύρων κρατεῖ· ἀφήρηται δὲ καὶ τῆς ἀσΐας τὴν ἡγεμονΐαν καὶ ὁ εὔξεινος δὲ πόντος, ἔξω τῶν σκή πτρων γεγένηται· κρατεῖ δὲ μόνης περσΐδος καὶ μηδείας καὶ σϋρΐας, καὶ τῶν πλησϊοχώρων ὀλΐγων ἐθνῶν· δϊὰ τοῦτο φησῒν· εἰς ἓν μέρος ἐστάθη ταῦτα καὶ περὶ τοῦ δευ τέρου διηγησάμενος θηρΐου· ὀπΐσω φησὶ τούτου ἐθεώ ρουν, καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλϊς καὶ αὐτῆ πτερὰ τέσσαρα πτεινοῦ ὑπερ ἄνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρΐῳ, καὶ ἐξουσΐα ἐδόθη αὐτῷ τὴν μα κεδονϊκὴν βασϊλείαν διὰ τούτων αἰνίττεται· καὶ μάλα προσφόρως παρδάλει τὸν ἀλέξανδρον ἐπείκασεν· διὰ τὸ ταχῢ καὶ ὀξῢ καὶ ποικΐλον τέτταρα δὲ πτερὰ πετηνοῦ ἔφη τὸ θηρΐον ἐσχηκέναι, ἐπειδὴ πτηνοῦ δίκην ὁ ἀλέξανδρος· τὰ τέτταρα τῆς οἰκουμένης διαδραμὼν τμήματα· πάντας ὑφ’ ἑαυτὸν ἐποιήσατο· διὰ δὲ τῶν τεττά ρων κεφαλῶν, τὴν μετὰ τὸν ἀλέξανδρον γενομένην ἠνΐ ξατο τῆς ἡγεμονΐας δϊαίρεσϊν· τέσσαρες γὰρ ἀνθ’ ἑνὸς, κα τέστησαν βασϊλεῖς· καὶ πτολεμαῖος μὲν ὁ λάγου τῶν κατ’ αἴγυπτον ἐνεχειρΐσθη τοὺς οἴακας· σέλευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμονίαν ἰθΰνειν ἐπϊστεύθη· ἀντΐγονος δὲ τῆς ἀσίας ἐκράτησεν, τῆς δὲ μακεδονΐας ὥς τϊνες ἔφασαν ἀντΐπατρος· ὡς δὲ ἕτεροι· φΐλϊππος ὁ καὶ ἀρίδεος, αὐτοῦ ἀλεξάνδρου ἀδελφός· αἱ μὲν οὖν τέσσαρες κεφαλαὶ τὰς μετὰ τὸν ἀλέξανδρον τέτταρας ἡγεμονΐας αἰνΐττον ται· τὰ δὲ τέσσαρα πτερὰ, αὐτὴν τοῦ ἀλεξάνδρου τὴν δϋ ναστείαν τῶν τεττάρων τῆς οἰκουμένης περϊγενομένην τμημάτων· ἐξουσΐαν δὲ ἔφη δεδόσθαι τῷ θηρίω, ἐπειδὴ καὶ ὧν οἱ πρὸ αὐτοῦ μὴ κεκρατήκεισαν· οὗτος ἐδείχθη κρατῶν· ἀλλ’ ὅμως καὶ ἡ πάντων περϊγενομένη βασϊλεία, τέλος ἐδέξατο. ὀπΐσω γὰρ τούτου ἐθεώρουν φησῒν ἐν ὁράματϊ τῆς νϋ κτὸς, καὶ ἰδοὺ θηρΐον τέταρτον φοβερὸν καὶ ἔκθαμβον περϊσσῶς καὶ οἱ ὀδόντες αὐτοῦ σϊδηροῖ καὶ μεγάλοι· ἐσθίον καὶ λεπτύνον· καὶ τὰ ἐπΐλοιπα τοῖς ποσῒν αὑτοῦ συνεπάτει· καὶ αὐτὸν διέφερεν περϊσσῶς παρὰ πάντα τὰ θηρΐα τὰ ἔμπροσθεν αὐτοῦ· τὸ τέταρτον θηρίον τὴν ρωμαϊκὴν βασϊλείαν· ὄνομα δὲ αὐτῷ οὐ τΐθησϊν, ἐπειδὴ ἐκ πλειόνων ἡ ῥωμαίων συγκροτηθεῖσα πόλϊς, τῆς οἰκουμένης ἐκράτησεν· πρῶτον μὲν βασϊλευομένη· εἶτα ὁτὲ μὲν δημοκρατουμένη, ὁτὲ δὲ ἀρϊστοκρατουμένη· ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασϊλείαν· φοβερὸν δὲ λέγει τὸ θηρΐον καὶ ἔκθαμβον περϊσσῶς, ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βασϊλειῶν· δϋνατωτέρα αὕτη ἡ βασϊλεία γεγένηται· καὶ ἐπὶ τῆς εἰκόνος δὲ, τετάρ την ὕλην τὸν σίδηρον τέθεικεν καὶ ἐπήγαγεν· ὥσπερ τοί νυν ὁ σΐδηρος λεπτύνει καὶ ἐκδαμάζει πάντα, οὕτως πάν τα λεπτϋνεῖ καὶ ἐκδαμάσει· καὶ ἐνταῦθα δέ φησϊν, οἱ ὀ δοντες τοῦ θηρΐου σϊδηροῖ· ὡς εἶναι δῆλον, ὅτϊ τὴν αὐτὴν καὶ ἐνταῦθα κακεῖ βασϊλείαν αἰνίττεται· ἤσθϊε φησῒ καὶ ἐλέπτϋνεν· καὶ γὰρ τῷ ὄντϊ μείζους ἐπετέθησαν ὑπὸ ῥω μαίων τοῖς ὑπηκόοις φόροι· καὶ τὰ ἐπΐλοιπα φησῒ τοῖς ποσῒν αὐτοῦ συνεπάτει· πόδας δὲ τῆς βασϊλείας τὴν στρατείαν αἰνΐττεται· ὑφ’ ὧν οὐ σμϊκραὶ ζημΐαι· τοῖς τε τὰς πόλεις οἰκοῦσϊ καὶ τὰς χώρας, ἐπάγονται· καὶ αὐ τὸ διέφερεν περϊσσῶς, παρὰ πάντα τὰ θηρΐα τὰ ἔμπρο σθεν αὐτοῦ· δυνατωτέρα οὖν καὶ περϊφανεστέρα, ἡ ρωμαίων βασϊλεία τῶν πρὸ αὐτῆς βασϊλειῶν ἀπεφάν θη· καὶ κέρατα αὐτῷ φησῒ δέκα σημαίνει ἐνταῦθα, ὅτϊ περῒ τὸ τέλος τῆς βασϊλείας, δέκα κατὰ ταυτὸν ἀνα στήσονται βασϊλεῖς ὧν οἱ μὲν ἔσονται δϋνατοὶ· οἱ δὲ λΐαν ἀσθενεῖς· τοῦτο γὰρ καὶ ἐπὶ τὸ τῆς εἰκόνος ἐνϋπνΐω ἐδΐδα ξεν· καὶ γὰρ ἐκεῖ οἱ δάκτϋλοι τῶν ποδῶν, δέκα· καὶ οὗτοι· μέρος μέντοι εἶχον σϊδήρου, μέρος μὲν τϊ ὁστράκου· ἑρ μηνεύων δὲ ὁ μακάρϊος δανιὴλ, μέρος μέν τϊ ἔφη ἔσται ἰσχϋρόν· μέρος δέ τϊ ἀσθενές· ὡς εἶναι δῆλον, ὅτϊ τὰ αὐτὰ σημαίνει ἀμφότερα τὰ ἐνΰπνια· καὶ κέρατα αὐτῶ δέ κα φησΐ· προσενόουν τοῖς κέρασϊν αὐτοῦ, καὶ ἰδοὺ κέ ρας ἕτερον μϊκρὸν ἀναβαῖνον ἐν μέσω αὐτῶν· καὶ τρΐα ἔμπροσθεν αὐτοῦ ἐξερϊζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἀνου ἐν τῷ κέρα τϊ τούτω· καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους· ἐνταῦθα τὸν ἀντΐχρϊστον αἰνΐττεται· μεταξῢ τῶν δέκα κεράτων ἀναφαινόμενον· λέγει δὲ ὅτϊ καὶ τρΐα κέρατα ἐξερίζωσε τῶν ἔμπροσθεν αὐτοῦ· αἰνΐττεται δὲ ὅτϊ τρεῖς βασϊλεῖς καταλύσει ἀπὸ τῶν δέκα καταταυτὸν βασϊλευόντων· μϊκρὸν δὲ αὐτὸ κέρας καλεῖ, ὡς ἀπὸ μϊκρᾶς φϋλῆς τῆς ἰουδαίων φϋόμενον· θεω ρητὸν δὲ, ὡς ἐπίσημον μετα ταῦτα γϊγνόμενον. διὰ δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, τὴν φρόνησϊν καὶ τὴν πανουρ γΐαν ἠνΐξατο ἧ χρώμενος, ἐξαπατήσει πολλούς· ἀλλὰ καὶ στόμα φησῒ λαλοῦν μεγάλα· τουτέστιν ἀλαζονϊκὰ καὶ ὑπέρογκα· σαφῶς δὲ ἡμᾶς ὁ μακάρϊος παῦλος τοῦτο διδάσκει λέγων· μή τϊς ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον· ὅτϊ ἐὰν μὴ ἔλθη ἡ ἀποστασΐα πρῶτον καὶ ἀπο καλϋφθῇ ὁ ἄνθρωπος ἀνος τῆς ἁμαρτΐας· ὁ υἱὸς τῆς ἀπωλείας· ὁ ἀν τικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν θν ἢ σέβασμα· ὥστε καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ εἰσελθόντα καθῆσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτϊ ἔστι θεός· τοῦτο αἰνϊττόμενος καὶ ὁ μακάρϊος ἔφη δανϊὴλ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγΐων· πάντα γὰρ πραγματεύεται κοινωνοὺς τῆς πονηρΐας πάντας ἀνθρώπους ἀνους λαβεῖν ἐφιέμενος· ἀλλὰ ταῦτα ποιῶν φησῒ οὐκ ἐπῒ πολὺ δϊαρκέσει, ἀλλ’ ὡς τάχϊστα καταλϋ θήσεται· ἐθεώρουν γὰρ φησϊν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθϊσεν· καὶ τὸ ἔνδϋμα αὐτοῦ λευκὸν ὡσεὶ χϊὼν· καὶ ἡ θρῒξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔρϊον καθαρὸν· ὁ θρόνος αὐτοῦ φλὸξ πϋρὸς· οἱ τροχοὶ αὐ τοῦ πῦρ φλέγον· ποταμὸς πϋρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ· χΐλϊαι χϊλϊάδες ἐλειτούργουν αὐτῷ, καὶ μΰρϊαι μϋρϊάδες παρειστήκεισαν αὐτῷ· κρϊτήρϊον ἐκάθϊσεν, καὶ βΐβλοι ἠνεώχθησαν· ἐκεῖνα μὲν φησϊν ἐτόλμα ἅπαντα τὸ κέρας λαλοῦν μεγάλα καὶ ἀλαζο νϊκὰ καὶ ὑπέρογκα καὶ τοῖς ἁγΐοις πολεμοῦν, ἕως ἐκάθϊσε τὸ κρϊτήρϊον, προσήκει δὲ εἰδέναι ὅτϊ ἀσώ ματος ὢν ὁ θεὸς θς · ἁπλοῦς τε καὶ ἀσχημάτϊστος· περϊγρα φὴν οὐδεμΐαν δεχόμενος, ἀλλὰ ἀπερΐγραφον ἔχων τὴν φύσϊν, σχηματΐζει πολλάκϊς πρὸς τὸ χρήσϊμον ὡς ἐθέλει τὰς ὀπτασίας· καὶ ἔστϊν ἰδεῖν ἑτέρως μὲν αὐ τὸν ἐπϊφαινόμενον τῷ ἀβραὰμ, ἑτέρως δὲ τῷ μωϋσεῖ, καὶ ἄλλως τῷ ἡσαΐα· καὶ τῷ ἰεζεκϊὴλ δὲ ὡσαύτως, ἑτέραν ὄψϊν ἀπέδειξεν· ὅταν τοίνυν τὴν τῶν ἀποκαλΰ ψεων ἴδης διαφορὰν, μὴ πολΰμορφον ὑπολάβης τὸ θεῖον, ἄκουσον δὲ αὐτοῦ λέγοντος διὰ ὠσηὲ τοῦ προφήτου· ἐγὼ ὁράσεις ἐπλήθϋνα· καὶ ἐν χερσῒ προφητῶν ὡμοιώθην· ὡμοιώθην εἶπεν οὐκ ὤφθην, ὡς γὰρ βούλεται σχηματΐζει τὰς ὄψεις· ὥσπερ ἀμέλει καὶ ὁ μακάρϊος ἰεζεκϊὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πϋρὸς συγκείμενον τὸν ὀφθέντα· διηγησάμενος τὴν ἀποκάλϋψϊν· ἐπήγαγεν· τοῦτο ὁμοίωμα δόξης κυρίου κυ · καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν κύριον κν , οὔτε αὐτὴν τοῦ κυρίου κυ τὴν δόξαν, ἀλλὰ τὸ ὁμοίωμα δόξης κυρίου κυ · καὶ ἐνταῦθα ὁ μακάρϊος δανϊὴλ· διὰ μὲν τοῦ πα λαιοῦ τῶν ἡμερῶν, δϊδάσκεται τὸ αἰώνϊον· οὕτω γὰρ καί τϊνες τῶν ἑρμηνευτῶν νενοηκότες ἀντῒ τοῦ πα λαιοῦ τῶν ἡμερῶν, ὁ παλαιῶν τὰς ἡμέρας τεθείκασϊν· ὁρᾶ δὲ καὶ τῆς τρϊχὸς τὴν καθαρότητα καὶ τῶν ἐνδϋ μάτων τὴν λαμπρότητα, τὸ ἄμωμον πανταχόθεν καὶ ἅγϊον, οὐ μόνον τῆς θείας φύσεως, ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμένων διδασκόμενος· τουτέστϊ· δικαιο σΰνης· προνοίας· κρΐσεως· ἐπειδὴ γὰρ εἶδεν τὸ κέρας· ἀλαζονϊκοῖς μὲν λόγοις χρώμενον· τοῖς τε τοῦ θεοῦ θυ θε ράπουσϊ μϋρΐας καττύον ἐπϊβουλὰς, διδάσκεται δϊὰ τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος, ὡς οὐ πα ρορῶντος τοῦ θεοῦ θυ ταῦτα τολμᾶται, ἀλλὰ διὰ τὴν ἄρρητον αὐτοῦ συγχωροῦντος οἰκονομΐαν· καὶ ἵνα μή τϊς πάλϊν ὑπολάβη· βούλεσθαι μὲν τὸν θεὸν θν ἅτε δὴ ἀγαθὸν ὄντα τοῖς ἁγΐοις ἐπαμΰνειν· μὴ δύνασθαι δὲ, ὁρᾶ καὶ τὸν θρόνον ἐκ φλογὸς κατεσκευασμένον, καὶ τοὺς τροχοὺς ὡς αὕτως πυρὸς ἔχοντας φύσϊν, καὶ ποταμὸν πϋρὸς τὸν θρόνον ἕλκοντα· καὶ χϊλΐας μὲν χϊλϊάδας λειτουρ γούσας· μϋρΐας δὲ μϋρϊάδας παρεστώσας· καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ θεοῦ θυ · δι’ ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον· διὰ δὲ τῆς παλαιότητος, τὸ αἰώνιόν τε καὶ σοφὸν καὶ ἥμερον· τούτοις, ἐπάγει· κρϊτήρϊον ἐκάθϊσεν, καὶ βίβλοι ἠνεώχθησαν· ἀντῒ τοῦ κρΐσεως λοιπὸν ἐδοκΐμασεν εἶναι καιρὸν· καὶ ἀνέπτϋξε τῶν ἑκάστω πεπραγμένων τὴν μνήμην· βΐ βλους γὰρ τὰς μνήμας καλεῖ· εἰ δέ τϊς καὶ τὴν τοῦ κυρίου κυ ὑπόσχεσϊν ἡγεῖται ταῦτα αἰνΐττεσθαι, ἣν τοῖς ἀποστό λοις ἔδωκεν· τεθήσονται λέγων δώδεκα θρόνοι· καὶ καθεσθέντες κρϊνεῖτε τὰς δώδεκα φϋλὰς τοῦ ἰσραὴλ ἰηλ , οὐ δὲν ἀπεικός ὑπολαμβάνει ἀψευδὴς γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελΐα· ἐθεώρουν φησὶν ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων ὧν τὸ κέρας ἐλάλει· θεωρῶν ἤμην, ἕως ἀ νηρέθη τὸ θηρΐον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδό θη εἰς καῦσϊν πϋρὸς· διὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανΐαν· τοῦ κρϊτηρΐου φησῒ γενομένου· κατελΰθη καὶ ἡ τετάρτη βασϊλεία, καὶ τὸ σῶμα τοῦ θηρΐου ἐδόθη εἰς καῦσϊν πϋρός· προσήκει δὲ ἐπισημήνασθαι· ὅτϊ οὐχ ἁπλῶς εἶπεν ἐδόθη τὸ θηρΐον εἰς καῦσϊν πϋρὸς, ἀλλὰ τὸ σῶμα αὐτοῦ· ἐπειδὴ γὰρ διὰ τοῦ θηρΐου πᾶσαν τὴν βασϊλείαν αἰνίττεται· ἐν δὲ τῇ βασϊλεία οἱ μέν εἰσϊν εὐσεβείας τρόφϊμοι, οἱ δὲ κακίας ἐργάται· καὶ τοὺς μὲν πνευματι πνι κοὺς, τοὺς δὲ σαρκϊκοὺς προσαγορεύειν εἰώθαμεν τῇ θεία γραφῇ πειθόμενοι, εἰκότως οὐκ εἶπεν τὸ θη ρΐον δοθῆναι εἰς καῦσϊν πϋρὸς· ἀλλὰ τοῦ θηρΐου τὸ σῶμα· τουτέστϊ τοὺς παχϋτέρους καὶ σαρκϊκοὺς, καὶ πνευματι πνι κὸν πεφρονϊκότας οὐδέν· καὶ τῶν λοιπῶν δὲ θηρΐων μετεστάθη ἡ ἀρχὴ, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς· ἕως καιροῦ καὶ καιροῦ· τῶν γὰρ ἄλλων φησῒ θη ρΐων, ἤδη ἐπέπαυτο ἡ ἀρχὴ, εἰ καὶ πολλῶν ἐτῶν περΐο δον τῷ κρατεῖ κατηναλωσάν φανερῶς γὰρ ἑκάστω εἰς τὸ βασϊλεύειν ὡρΐσθη καιρός· τούτων δέ φησϊν οὕτω γενο μένων καὶ τῶν μὲν ἄλλων βασϊλειῶν ἤδη πρότερον παυ σαμένων· τῶν δὲ τῆς τετάρτης βασϊλείας τϊμωρΐας ἀξίων τῷ πϋρῒ παραδοθέντων, ἐθεώρουν φησῒν ἐν ὁράμα τϊ τῆς νϋκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνου ὡς υἱὸς ἀνθρώπου ἀνου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ ἐνώπϊον αὐτοῦ προσηνέ χθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασϊ λεία· καὶ πάντες οἱ λαοὶ φϋλαὶ γλῶσσαι· αὐτῷ δουλεύ σουσϊ· καὶ ἡ ἐξουσΐα αὐτοῦ ἐξουσία αἰώνϊος ἥτϊς οὐ παρελεύσεται καὶ ἡ βασϊλεία αὐτοῦ οὐ διαφθαρήσεται· ἀληθῶς εἰς καιρὸν εἴποι τϊς ἂν πρὸς ἰουδαίους, ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν ὄψϊς πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας, πρὸς πάντας· τΐ γὰρ τούτων σαφέ στερον τῶν λόγων· εὐαγγελϊκῶς γὰρ τῷ ὄντϊ μᾶλλον δὲ ἀποστολϊκῶς ἢ προφητϊκῶς καὶ αἰνϊγματωδῶς, ταῦτα ὁ προφήτης ἐκήρϋξεν· ὅπερ γὰρ καὶ ὁ κύριος κς ἐν τοῖς εὐαγ γελΐοις λέγει ὅτϊ ὄψεσθαι τὸν ὐἱὸν τοῦ ἀνθρώπου ἀνου ἐρχόμενον ἐπῒ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνου μετὰ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ μακάρϊος δὲ παῦλος· ὅτϊ ὁ κύριος κς ἐν κελεύσματϊ ἐν φωνῆ ἀρχαγγέλου καὶ ἐν σάλπϊγγϊ θεοῦ θυ καταβήσεται ἀπ’ οὐρανοῦ οὐνου καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι· καὶ ει ἡ μεῖς οἱ ζῶντες οἱ περϊλειπόμενοι ἁρπαγησόμεθα ἐν νε φέλαις εἰς ἀπάντησϊν τοῦ κυρίου κυ εἰς ἀέρα· καὶ οὕτως πάντο τε σὺν κυρίῳ κῳ ἐσόμεθα, τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μα κάρϊος δανϊὴλ, τὴν δευτέραν τοῦ σωτῆρος σρς ἐπϊφάνειαν προθε σπΐζων· υἱὸν μὲν ἀνθρώπου ἀνου σαφῶς ἀποκαλῶν, δι’ ἣν ἔλα βεν φύσϊν· ἐρχόμενον δὲ ἐπῒ τῶν νεφελῶν κατὰ τὴν οἰκείαν ὑπόσχεσϊν· ἵνα δείξη τὴν ἐξουσΐαν· λαμβάνον τα δὲ τὴν τϊμὴν καὶ τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν, ὡς ἄνθρωπον ἀνον · τοῦτο γὰρ καὶ ἐν τῷ δευτέρω ψαλμῷ ἐκ προσώπου αὐτοῦ τοῦ κυρίου κυ , ὁ μακάρϊος λέγει δαβίδ δαδ · κύριος κς εἶπεν πρός με υἱός μου εἶ σῢ, ἐγὼ σή μερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔ θνη τὴν κληρονομΐαν σου· καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· τοῦτο δὲ καὶ ὁ μακάριος λέγει δανϊήλ· πάντες γὰρ φησϊ λαοὶ φϋλαὶ γλῶσσαι, αὐτῷ δουλεύσου σϊν, καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασϊλείας. ἡ ἐξουσΐα αὐτοῦ φησῒν ἐξουσΐα αἰώνϊος· καὶ ἡ βασϊλεία αὐτοῦ οὐ δϊαφθαρήσεται· οὕτω συγγράψας τὴν ἀποκάλϋψϊν, ἐπήγαγεν· ἔφρϊξε τὸ πνεῦμα μου ἐγὼ δανϊὴλ ἐν τῆ ἕ ξει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου· συνετάρασσόν με· ἥ τε γὰρ ὄψϊς φησῒ φρϊκώδης ἦν, καὶ ἡ ἄγνοια τῶν αἰνϊγμάτων ἐκύκα μου τὴν διάνοιαν· καὶ θορΰβων ἐ πλήρου· προσῆλθον τοίνϋν ἐνῒ τῶν ἑστηκότων· καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων ἑστηκό τας δὲ λέγει, τὰς χϊλΐας χϊλϊάδας, καὶ μϋρΐας μυρϊά δας δϊὸ οὐκ ἀρϊθμὸν εἶπεν ῥητὸν, ἀλλὰ τοῦ ἀρϊθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος, τῶντε λειτουργούντων, καὶ τῶν παρεστηκότων· οἱ μὲν γὰρ τϊμιώτεροι οὐκ εστήκεσαν μόνον, ἀλλὰ καὶ λειτουργεῖν ἐκελεύοντο· οἱ δὲ λοιποὶ τῇ μετὰ δέους στάσει, τὴν δουλείαν ἐμήνϋον· καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων ἀνινων δικαστηρΐων· οἱ μὲν τῶν ὑπηκόων ἑστᾶσϊ, φοβερώτερον δεικνύντες τὸ δικαστήρϊον· οἱ δὲ ἐξ ἴασΐ τε καὶ εἰς ἴασϊν τῷ δικαστῆ τὰς ἀποκρΐσεις κομΐζοντες, οὕτως ἐν τῷ φοβερωτάτω δικαστηρΐῳ εἶδεν ὁ δανϊὴλ τὰς μὲν μϋρϊάδας παρεστώσας· τὰς δὲ χϊλϊάδας λειτουργεῖν πεπϊστευμένας· προσελθὼν τοίνυν φησὶ καὶ ἐρώμενος τΐς ἡ τῆς ἀποκαλύψεως ἑρμηνεία, ἔμαθον παρά τϊνος τῶν ἑστώτων τὴν ἀλήθειαν· ἔφη γάρ μοι· ταῦτα τὰ θηρΐα τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασϊλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς· αἳ ἀρθήσονται, καὶ παραλήψονται τὴν βασϊλείαν ἅγϊοι ὑψΐστου· καὶ καθέξουσϊν αὐτὴν ἕως αἰῶνος· καὶ ἕως αἰῶνος τῶν αἰώνων· προσέχειν ἀκρϊβῶς δεῖ ὅτϊ καὶ ἐνταῦθα τέσσαρας εἶπεν βασϊλείας, καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας καὶ μὴ νομΐζειν τὸ ὄστρακον ἑτέραν βασϊλείαν εἶναι, πα ρὰ τὸν σΐδηρον· καὶ γὰρ ἐκεῖ τὸ τέλος τῆς βασϊλείας τῆς σϊδηρᾶς ἀσθενέστερον ἔφη· καὶ ἐνταῦθα ὡσαὕτως τρία κέρατα ἐκρϊζωθῆναι ἀπὸ τῶν δέκα, ὡς ἀσθενέστερον δηλον ὅτϊ δϊακείμενα· αὗται τοίνυν φησῒν αἱ βασϊλεῖαι, δϊαλϋθήσονται· καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασϊλεία, τοῖς τοῦ θεοῦ θυ ἁγίοις δοθήσεται· ἐκείνην τοίνυν φησὶ ποθῶν, μηδὲν ἡγοῦ τοῦ παρόντος αἰῶνος τὰς βασϊλείας, οὐκ εἰς μακρὰν δεξομένας τὸ τέλος· εἶτα φησῒν ἐζήτουν ἀκρϊ βῶς περὶ τοῦ θηρΐου τοῦ τετάρτου, ὅτϊ ἦν διαφέρον παρα πᾶν θηρίον· καὶ φοβερὸν περϊσσῶς· οἱ ὀδόντες αὐτοῦ σϊδηροῖ· καὶ οἱ ὄνϋχες αὐτοῦ χαλκοί ἤσθιεν καὶ ἐλέπτϋνεν, καὶ τὰ ἐπίλοιπα τοῖς ποσῒν αὑτοῦ κατεπάτει ἐπϊσημήνα σθαι δεῖ· ὅτϊ τοὺς μὲν ὀδόντας σϊδηροῦς λέγει, τοὺς δὲ ὄνϋχας χαλκοῦς· ἡ μὲν γὰρ ῥωμαίων βασϊλεία, τὸν παρὰ πάντων δέ χεται φόρον, διὸ τοὺς ὀδόντας φησὶ σιδηρούς· ἐπειδὴ δὲ καὶ ἐκ τῆς μακεδονϊκῆς βασϊλείας πολλοὶ τελοῦσσϊν εἰς τὴν ὁπλητϊκὴν στρατείαν, ὅπερ δέ εἰσι θηρΐω ὄνϋχες· τοῦτο βασϊλεῖ στρατϊῶται, εἰκότως ἔφη τοὺς ὄνϋχας χαλκοῦς· ἐπειδὴ καὶ τὴν τρίτην βασϊλείαν, χαλκὴν προσηγόρευσεν· ἐπϋνθανόμην δέ φησϊ καὶ περῒ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῆ κεφαλῆ αὐτοῦ· καὶ τοῦ τετάρτου τοῦ ἀναβάντος καὶ ἐκτϊνάξαντος τῶν προτέρων τρΐα· καὶ τὸ κέρας ἐκεῖνο ᾧ οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων μείζων τῶν λοιπῶν· οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἄνω μὲν μϊκρὸν ἔφη τὸ κέρας· ἐνταῦθα δὲ τὴν ὅρασϊν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει δὲ προσέχειν τοῖς λεγομένοις ἀκρϊβῶς· ὅτε μὲν γὰρ φϋόμενον εἶδεν τὸ κέρας, μϊκρὸν αὐτὸ προ σηγόρευσεν, ὡς καὶ ἀπὸ μϊκροῦ ἔθνους ὁρμώμενον τοῦ ἰουδαίων, καὶ ἀφανῆ τέως τὴν βασϊλείαν ἔχον· μετὰ δὲ τὸ ἐκρϊζῶσαι τρΐα κέρατα τῶν πρὸ αὐτοῦ, εἰκότως τὴν ὅρασϊν αὐτοῦ μείζονα τῶν λοιπῶν ἀποκαλεῖ· ἐπϊφέρει τοίνϋν ἔτϊ πϋνθανόμενος τΐ δήποτε τὸ κέρας ἐκεῖνο· ἐ ποίει πόλεμον μετὰ τῶν ἁγΐων· καὶ ἴσχϋσεν πρὸς αὐτούς· ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν καὶ τὸ κρίμα ἀντὶ τοῦ ἐταπείνωσει αὐτοὺς ἔδωκεν ἁγΐοις ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασϊλείαν κατέσχον οἱ ἅγϊοι· ἱκετεύω φησὶ μαθεῖν, τΐνα τὸ κέρας ἐκεῖνο αἰνΐττεται· τύφω μὲν χρώμενον· ἀλαζο νϊκοὺς δὲ λόγους προσφέρον ταπεινοῦν δὲ τὴν τῶν ἁγΐων σϋμμορΐαν, ἕως ἂν ὁ παλαιὸς τῶν ἡμερῶν· τῇ μὲν δικαία χρήσηται ψήφω· ἀποδῷ δὲ τὴν βασϊλείαν τοῖς ἁγΐοις, καὶ τὸ ἐκείνου καταλύσει κράτος· καὶ εἶπέν μοι φησῒν οὕτως· τὸ θηρΐον τὸ τέταρτον· βασϊλεία τετάρτη ἔσται ἐν τῇ γῆ, ἥτϊς ὑπερέξει πάσας τὰς βασϊλείας, καὶ κατα φάγεται πᾶσαν τὴν γῆν· καὶ σϋμπατήσει αὐτὴν καὶ κατακόψει αὐτήν· ταῦτα δὲ οἱ μὲν πάλαι· δι’ αἰνϊγμάτων ἐμάνθανον· ἡμεῖς δὲ τῆ πείρα μεμαθήκαμεν· ὁρῶμεν γὰρ τὴν ἔκβασϊν· τῶν εἰσφορῶν τὴν εἴσπραξϊν· τὴν κρατοῦ σαν τῶν πλειόνων πενΐαν καὶ τὰ ἄλλα ἃ καθεκάστην ἡμέραν ὁρῶμεν γϊνόμενα· καὶ τὰ δέκα αὐτοῦ κέρατα φησῒ δέκα βασϊλεῖς ἀναστήσονται· ἐπϊσημήνασθαι δὲ χρὴ, ὅτϊ οὐκ εἶπεν αὐτοὺς ἀναστήσεσθαι ἕνα καθ’ ἕνα ἀλλήλους διαδεχομένους, ἀλλὰ κατὰ ταυτὸν ἀναστήσε σθαι· καὶ ὅτϊ ταῦτα οὕτως ἔχει τὰ ἐπαγόμενα μαρτϋρεῖ· καὶ ὀπίσω γὰρ αὐτῶν, ἀναστήσεται βασϊλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν αὐτοῦ, καὶ τρεῖς βασϊλεῖς ταπεινώσει· εἰ δὲ μὴ καταταυτὸν ἐβασΐλευον, ἀλλὰ καθ’ ἕνα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος, πῶς τρεῖς κατὰ ταυτὸν τῶν πρὸ αὐτοῦ ταπεινώσει· οὐκοῦν εὔδηλον, ὡς τοὺς δέκα πρὸς τῷ τέλει κατὰ ταυτὸν ἀναστήσεσθαι προ λέγει ἔσχατον δὲ τὸν ἀντίχρϊστον ἀνϊστάμενον καὶ τῆς βασϊ λείας ἀντϊλαμβανόμενον, πολεμήσειν μὲν αὐτοῖς φησῒ, τρεῖς δὲ ἐξ αὐτῶν καταλύσειν· μὴ ἀρκούμενος δὲ τῆ κατὰ τῶν ἀνθρώπων ἀνων νΐκη· καὶ λόγους φησὶ πρὸς τὸν ὕψϊστον λαλήσει· καὶ τοὺς ἁγΐους ὑψΐστου παλαιώσει· ἢ ὡς ἔνϊα τῶν ἀντϊ γράφων ἔχει, ταπεινώσει· καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι και ροὺς καὶ νόμον· τοσαύτη γὰρ φησῒ λΰττη χρήσεται καὶ μα νΐα, ὡς ἀλαζονϊκοὺς μὲν καὶ βλασφήμους λόγους ἀ κοντίσαι, κατὰ τοῦ ὑψΐστου θεοῦ θυ · πᾶν δὲ τϊμωρΐας εἶδος τῆς εὐνοϊκῶς αὐτῷ δουλεύουσϊ καὶ ἁγιωσύνης μετέχουσϊν, ἐπαγαγεῖν· ὑποτοπήσει δὲ, ὡς καὶ παντάπασϊ καταλΰσει τὴν κρατοῦσαν εὐσέβειαν· καὶ τὴν ἀρΐστην αὐτῆς πολϊ τείαν ἀμείψεται· τοῦτο γὰρ ἠνίξατο εἰρηκώς, ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τουτέστϊν τὴν κατ’ ἐκεῖ νον τὸν καιρὸν κατέχουσαν πολιτείαν· εἶτα ἐπάγει· καὶ δοθήσεται ἐν χειρῒ αὐτοῦ· τουτέστϊ σϋγχωρήσει ἡ τοῦ θεοῦ θυ προ μήθεια, καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρΐας τὸν χρό νον, οὐ γὰρ εἰς τέλος ἐπϊλησθήσεται ὁ πτωχὸς, καὶ ἡ ὑπο μονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος, εἰρηκώς δο θήσεται ἐν χειρὶ αὐτοῦ, ἐπήγαγεν ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμϊσυ κεροῦ· τοῦτο δὲ σαφέστερον ἐν τῷ τέλει τῆς προ φητείας ἡμᾶς ἐδίδαξεν ἀπὸ καιροῦ γάρ φησϊ παραλλά ξεως τοῦ ἐνδελεχϊσμοῦ· καὶ δοθήσεται βδέλϋγμα ἐρημώ σεως, ἡμέραι χίλϊαι διακόσϊαι ἐνενήκοντα· καιρὸν οὖν καὶ καιροὺς· καὶ ἥμϊσϋ καιροῦ, τρΐα ἥμϊσϋ ἔτη λέγει, ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει· ἀλλὰ τὸ κρϊ τήρϊον φησῒν ἐκάθϊσεν· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσϊν· τοῦ ἀφανΐσαι καὶ ἀπολέσαι ἕως τέλους· τοῦτο δὲ, καὶ ὁ μα κάρϊος ἡμᾶς σαφῶς ἐδίδαξεν παῦλος· εἰρηκὼς γὰρ ἐκεῖ να ἃ προειρήκαμεν· προσέθηκε καὶ ταῦτα· μόνον ὁ κατέ χων ἄρτϊ ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλϋφθήσεται ὁ ἄνομος· ὃν ὁ κύριος κς ἰησοῦς ἰς ἀναλώσει τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ. καὶ καταργήσει τῆ ἐπϊφανεία τῆς παρουσΐας αὐτοῦ· οὗ ἐστϊν ἡπαρουσΐα κατενέργειαν τοῦ σατανᾶ, ἐν πάση δυνάμει καὶ σημείοις καὶ τέρασϊ ψεύδους, καὶ ἐν πάση ἀπάτη τῆς ἀδικΐας, ἐν τοῖς ἀπολλϋμένοις· ὃ δὲ λέγει, τοιοῦτόν ἐστϊ· δεῖ τὸ κατέχον ἄρτϊ· ἐκ μέσου γενέσθαι· σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη, καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη, καὶ τότε ἀποκαλϋφθήσεται ὁ ἄνομος· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελΐοις ἔφη· κηρϋχθήσεται γὰρ τὸ εὐαγγέλϊον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύρϊον αὐ τοῖς· καὶ τότε ἥξει τὸ τέλος· ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακά ρϊος παῦλος, διδάσκει θεσσαλονϊκέας· καὶ δι’ ἐκείνων ἅπαντας τῆς εὐσεβείας τοῦς ἐραστάς· ὅτϊ μὴ νομίσητε νῦν φανήσεσθαι, τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρότε ρον σβεσθῆναι τὴν κατέχουσαν τῶν εἰδώλων πλάνην· καὶ κρατυνθῆναι τῶν εὐαγγελΐων τὸ κήρϋγμα, εἶτα οὕτως ἀποκαλϋφθῆναι τὸν ἄνομον· εἶτα ὑποδείκνϋσϊν αὐτοῦ καὶ τὸν ὄλεθρον· ὃν ὁ κύριος κς ἰησοῦς ἰς ἀναλώσει τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ. καὶ καταργήσει τῆ ἐπϊφανεία τῆς παρουσίας αὐτοῦ· εἶτα δείκνϋσϊ καὶ τίνα τρόπον ἐπϊφαίνεται οὗ ἐσται φησῒν ἡ παρουσία, κατ’ ἐνέργειαν τοῦ σατανᾶ· μϊμήσεται γὰρ ὁ διάβολος· τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν τὴν ἐνανθρώπησϊν· καὶ καθάπερ ὁ κύριος κς δι’ ἀνθρωπίας φύσεως ἐπϊφανεὶς τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν σριαν , οὕτως ὁ διάβολος ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονηρΐας λαβὼν, δι’ αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐπϊδείξεται· ψευδέσϊ σημείοις καὶ τέ ρασϊ καὶ φαντασΐα θαυμάτων τοὺς ῥαθύμους τῶν ἀνθρώπων ἀνων ἐξαπατῶν· καὶ διδάσκων τί δήποτε ταῦτα συγχωρεῖ γενέ σθαι ὁ τῶν ὅλων θεὸς θς ἐπήγαγεν. ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ εδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ δϊα τοῦτο πέμψει αὐτοῖς ὁ θεὸς θς ἐνέργειαν πλάνης, εἰς τὸ πϊ στεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κρϊθῶσϊ πάντες οἱ μὴ πϊ στεύοντες τῆ ἀληθεία, ἀλλ’ εὐδοκήσαντες τῆ ἀδϊκία· ταυτὸ δὲ τοῦτο, καὶ ὁ κύριος κς πρὸς ἰουδαίους ἔφη· ἐγὼ ἦλθον ἐν τῷ ὀνόματϊ τοῦ πατρός πρς μου· καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματϊ τῷ ϊδίω, κἀκεῖνον λήψεσθε· ταῦτα δϊδάσκων ὁ ἄγγελος τῷ δανϊὴλ ἔφη· ὅτϊ λόγους πρὸς τὸν ὕψϊστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψΐστου παλαιώ σει· καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρῒ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμϊσϋ καιροῦ· καὶ τὸ κρϊτήρϊον ἐκάθϊσεν, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσϊ, τοῦ ἀφανΐσαι καὶ ἀπολέσαι ἕως τέλους· ὁρᾶτε πῶς τὰ αἰνϊγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἡρμηνευμένα, σαφῶς ὁ μακάρϊος ἐδίδαξεν παῦλος; καὶ ὁ κύριος κς δὲ τὰς κατὰ τῶν ἁγΐων ἐπαναστάσεις προση μαίνων ἔλεγεν· ἔσται θλΐψϊς μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῧν· οὐδὲ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώ θη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι· εἶτα σϋμβουλεύσας τοῖς ἁγίοις αὐ τοῦ μαθηταῖς· καὶ δι’ ἐκείνων πᾶσϊν ἀνθρώποις ἀνοις μὴ ἐξαπατᾶ σθαι τοῖς λέγουσϊν ὧδε ἢ ἐκεῖ τὸν χριστὸν χν · οὐκ ἔτϊ γὰρ κρΰ βδην καὶ ὁ ἄθρα ἴσως λαθρα · ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φα νήσεται, ἐπήγαγεν· τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου ἐρ χόμενον ἐπῒ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνου , μετὰ δυνάμεως καὶ δόξης πολλῆς· καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλ πϊγγος μεγάλης· καὶ ἐπϊσυνάξουσϊ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων τῶν οὐρανῶν οὐνων · ἕως ἄκρων αὐτῶν· ταῦτα καὶ τῷ δανϊὴλ προλέγων ὁ ἄγγελος, ἐπήγαγεν· καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασϊλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνου , ἐδόθη ἁγίοις ὑψΐστου καὶ ἡ βασϊλεία αὐτοῦ βασϊλεία αἰώνϊος· καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσου σϊν καὶ ὑπακούσονται· ἕως ὧδε τὸ πέρας τοῦ λόγου· τουτέστϊ πάντων τῶν κατὰ τὸν βΐον πραγμάτων· τοῦτο τὸ τέλος· τὸ παύσασθαι μὲν τῆς γῆς ἁπάσας τὰς βασϊλείας, δοθῆναι δὲ τοῖς τοῦ ὑψΐστου ἁγΐοις, τὴν αἰώνιον βασϊ λείαν· βασϊλεύοντας δὲ ὑπακούειν αὐτῷ καὶ δουλεύειν εὐνοϊκῶς, αἰώνϊος γὰρ αὐτοῦ ἡ βασϊλεία καὶ τέλος οὐ δε χομένη· τούτων ἀκούσας φησῒν ἐγὼ δανιὴλ, δέους ἐ νεπλήσθην πολλοῦ· ὡς μήτε τοὺς λογϊσμοὺς ἡσϋχάζειν ἐν ἐμοὶ· ἀλλὰ κϋκᾶσθαι διηνεκῶς, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσϊν ἐντεῦθεν δέξασθαι ἀλλ’ ὅμως οὐκ ἔκπϋστα πεποίηκα τὰ ὑποδειχθέντά μοι μϋστήρϊα, ἀλ λ’ ἐν τῆ καρδΐα τηρῶν αὐτὰ δϊετέλουν· ὁ μὲν οὖν μακά ση ρϊος δανϊὴλ, ταῦτα ἡμᾶς ἐδίδαξεν· ἐγὼ δὲ τὴν ἰου δαίων κατηγορΐαν ἐπὶ τοῦ παρόντος ἀφεὶς θαυμάζω κομϊδῆ τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς, μακε δονϊκὴν βασϊλείαν, τὸ τέταρτον θηρΐον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς συνϊδεῖν πρῶτον μὲν ὅτι τὸ τρΐτον θη ρΐον τέσσαρας ἔχει κεφαλὰς· ὃ σαφῶς ἐδήλου τὴν γεγενη μένην μετὰ τὴν ἀλεξάνδρου τελευτὴν τῆς βασϊλείας εἰς τέσσαρα μέρη διαίρεσϊν· ἔπειτα δὲ προσέχειν ἔδει· ὡς καὶ τὸ τέταρτον θηρΐον, δέκα κατὰ ταυτὸ κέρατα ἔσχεν· ὡς τὸ μϊκρὸν κέρας τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρες δὲ ἀλλ’ οὐ δέκα βασϊλεῖς, τὴν ἀλεξάνδρου βα σϊλείαν διεδέξαντο, καὶ ἵνα τὰ ἄλλα καταλϊπὼν ἐπὶ τὸ τέλος ἔλθω, ἔδει καὶ τοῦτο συνϊδεῖν· ὅτϊ μετὰ τὴν τοῦ θηρΐου ἀναίρεσϊν, τοῖς ἁγΐοις τοῦ ὑψΐστου τὴν βασϊλείαν ἔφη δεδόσθαι· διὸ καὶ τὸ κριτήρϊον ἐκάθησεν· οἱ δὲ ἅγιοι τοῦ ὑψΐστου οὐ μετὰ ἀντΐοχον τὸν ἐπϊφανῆ τὴν βασϊλείαν ἐδέξαντο· εἰ δὲ καὶ ἰσχύν τϊνα ἔλαβον οἱ μακάρϊοι μακ καβαῖοι, ἀλλ’ οὐκ ἐπὶ πλεῖστον· ὁ μὲν γὰρ ἰούδας, τρΐα ἐστρατήγησεν ἔτη· ὁ δὲ ἰωνάθαν, 10ιθ10· ὁ δὲ σΐμων, η · καὶ οἱ ἄλλοι δὲ ἵνα μὴ καθέκαστον διεξϊὼν μῆκος ἐργάσωμαι τῷ λόγω, ὀλΐγον τϊνὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτω ἐσβέννϋντο, ἢ περϊστάσεσϊ τισῒ, ζῶντες τῆς ἡγεμονίας ἐ στέρηντο· ἄλλως τε· οὐδὲ πάντες οὗτοι ἅγιοι· ἔνιοι δὲ, καὶ πονηροὶ ἐν αὐτοῖς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας αὐτοὺς ἁγίους εἶναι· τούτους ἡρώδης καταλύσας· ἁπάσης βασϊλεὺς ἀνεδείχθη τῆς ἰουδαίας· πῶς τοίνϋν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον, ὅτϊ μετὰ τὴν τοῦ κέρατος ἐκείνου κατάλϋσϊν· ἡ βασϊλεία καὶ ἡ ἐξουσΐα καὶ ἡ με γαλωσύνη τῶν βασϊλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνου , ἐδόθη ἁγΐοις ὑψΐστου· καὶ ἡ βασϊλεία αὐτοῦ· βασϊλεία αἰώνϊος· τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς μακκαβαίοις· οὔτε γὰρ βασϊλείαν ἐπϊστεύθησαν, ἀλλὰ στρατηγοῦντες ἐνΐ κων· καὶ ταχῢ τέλος ἐδέξαντο· λείπεται τοίνυν τὴν ῥωμαϊκὴν βασϊλείαν νοεῖν τὸ δ θηρΐον· ἐν γὰρ τῷ ταύτης τέλει· οἱ μὲν δέκα βασϊλεῖς, καταταυτὸν ἀναστήσονται ὁ δὲ πάσης πο νηρΐας δημιουργὸς καὶ δϊδάσκαλος, ἔσχατος ἀναφα νήσεται· ἐκεῖνα ποιῶν τε καὶ πάσχων, ἃ ἐδϊδάχθημεν· μετὰ δὲ τὴν ἐκείνου κατάλϋσϊν, ἡ τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἀναφανήσεται παρουσΐα, καὶ τὸ πάντων ἀνθρώπων ἀνων γενήσεται κριτήρϊον· καὶ ἀνοιγήσονται μὲν αἱ βίβλοι· τῶν ἑκάστω βεβιωμένων αἱ μνῆμαι· παραδοθήσεται δὲ πϋρῒ, τοῦ θη ρΐου τὸ σῶμα· τουτέστϊν· οἱ τῆς μὲν ψϋχῆς ἀφελόμενοι τὸ κράτος, τῷ δὲ σώματϊ τὴν ἐξουσΐαν προσνείμαντες· καὶ σαρκϊκῷ φρονήματϊ χρησάμενοι διὰ βΐου· ἀποδώσει δὲ ὁ δίκαιος κριτὴς τοῖς ἁγΐοις τὴν βασϊλείαν, βοῶν δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός πρς μου, κληρονομήσατε τὴν ἡτοιμασ μένην ὑμῖν βασϊλείαν πρὸ καταβολῆς κόσμου· ἧς γένοι το πάντας ἡμᾶς ἐπιτϋχεῖν· χάρϊτϊ καὶ φϊλανθρωπία φϊλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ μεθ’ οὗ τῷ πατρὶ πρι ἡ δόξα σῢν τῷ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:—