τόμος· δ . Ν αβουχοδονόσορ ὁ βασϊλεὺς πᾶσϊ τοῖς λαοῖς· φϋλαῖς γλώσσαις· τοῖς οἰκοῦσϊν ἐν πάση τῇ γῆ· εἰρήνη ὐμῗν πληθυνθείη: προὔργου νομΐζω πρότερον τὴν ὑπόθε σϊν τῆσδε τῆς ἐπϊστολῆς καὶ τὴν αἰτίαν διεξελθεῖν· εἶθ’ οὕτως τὴν ἑρμηνείαν ποιήσασθαι· ὁ ναβουχοδονόσορ τῆς ἀσΐας ἁπάσης κεκρατηκὼς· καὶ τὴν αἴγϋπτον δὲ ὑφ’ ἑαυτὸν ποιησάμενος· καὶ αἰθΐοπας τοὺς πρὸς αἴγυπτον χειρωσάμενος, ὠμῶς μὲν λΐαν καὶ ἀπηνῶς, ἐχρήσατο τοῖς ὑπηκόοις· εἰς τοσαύτην δὲ ἤλασεν ἀλα ζονείαν, ὡς νομίζειν οὐ μόνον τῶν καλουμένων θεῶν· ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄντως θεοῦ θυ , μείζων εἶναι καὶ δϋνα τώτερος· τοῦτου δὲ αὐτοῦ τὸν ἀπληστότατον τῦφον, οὐ μόνον ὁ θειότατος διδάσκει δανϊὴλ· ἀλλὰ καὶ ὁ θε σπέσϊος ἡσαΐας ὁ προφήτης μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων θεὸς θς διὰ τοῦ προφήτου φθεγγόμενος οὑτωσΐ· οὐαὶ ἀσσϋρίοις· ἡ ῥάβδος τοῦ θϋμοῦ μου καὶ ὀργής μου ἐστῒν ἐν ταῖς χερσῒν αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνο μον ἀποστελῶ· καὶ ἐν τῷ ἐμῷ λαῷ σϋντάξω ποιῆσαι σκΰλα καὶ προνομήν· καὶ καταπατεῖν τὰς πόλεις· καὶ θεῖναι αὐτὰς εἰς κονϊορτόν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστϊ· θρήνων μέν εἰσϊν ἄξϊοι ἀσσύρϊοι· μϋρΐῳν ὄντες ἐργάται κακῶν· ἀλλ’ ὅμως τούτοις δϊακόνοις· εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν χρήσομαι τϊμωρΐας· καὶ οἷόν τϊνα ῥάβδον Fehler in der Nummerierung: 322 gibt es nicht. κολαστϊκὴν τούτοις παρανομοῦσϊν ἐπάξω οὐ τοῖς ἄλλοις· δὲ μόνον ἀνθρώποις ἀνοις · ἀλλὰ καὶ τῷ προσαγορευομένω μου λαῷ· ἐπάξω δὲ διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν καὶ παρανομΐαν· καὶ τάς τε πόλεις αὐτῶν δϊὰ τούτων καθε λῷ καὶ τὰ ἐν ταῖς πόλεσϊ, σκύλα τούτων γενέσθαι παρα σκευάσω· ἐγὼ μὲν οὖν οἷόν τϊνϊ δημΐω τῷ ἀσσϋρΐω χρώ μενος, δΐκας δι’ αὐτοῦ τοὺς παρανομοῦντας εἰσπράττομαι· αὐτὸς δέ φησϊν οὐχ οὕτως ἐνεθϋμήθη· καὶ τῇ ψϋχῇ· οὐχ οὕτως λελόγϊσται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλΐγα· καὶ ἐὰν εἴπωσϊν αὐτῷ σῢ μόνος εἶ ἄρχων· καὶ ἐρεῖ· ὅτϊ οὐκ ἔλαβον τὴν χώραν· τὴν ἐπάνω βαβϋλῶνος καὶ χαλάνης οὗ πΰργος ὠκο δομήθη· καὶ ἔλαβον ἀραβΐαν καὶ δαμασκὸν καὶ σα μάρειαν· ὅν τρόπον ταύτας ἔλαβον· καὶ πάσας τὰς χώρας· λήψομαι· δια τούτων μὲν οὖν τὴν ἀλαζονείαν αὐτοῦ δήλην πεποίηκεν· εἶτα προαγορεύει τὰ καταληψόμενα τὴν ἱερουσαλὴμ ἱλημ κακά· ὑποδείκνϋσϊ δὲ καὶ τὰς τῆς τϊμωρΐας αἰτΐας· ὀλολύξατε γὰρ φησϊ γλϋπτὰ ἐν ἱερουσαλὴμ ἱλημ καὶ σαμαρεία· ὃν τρόπον γὰρ ἐποίησα ἐν σαμαρεία καὶ τοῖς χειροποιή τοις αὐτῆς· οὕτως ποιήσω καὶ ἐν ἱερουσαλὴμ ἱλημ καὶ τοῖς εἰδώλοις. αὐτῆς· μεμαθήκαμεν δὲ ὅτϊ τῆς ἱερουσαλὴμ ἱλημ σεναχηρεὶμ ὁ τῶν ἀσσϋρίων οὐ περιεγένετο βασϊλεὺς· ὁ δὲ ναβουχοδο νόσορ εἰς βαβϋλῶνα τὰ βασΐλεια μεταθεὶς· καὶ βασϊλϊ κὴν ἐκείνην ἀποφήνας πόλιν· μετὰ τὴν τῆς νϊνευὴ κα τάλϋσϊν, ἐπεστράτευσεν τῆ ἰουδαία· καὶ ἀνάστατον τὴν ἱερουσαλὴμ ἱλημ πεποιηκὼς. τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀ νεῖλεν· τοὺς δὲ λοιποὺς ἐξανδραποδΐσας· αἰχμαλώτους ἀπήγαγεν· ὡς εἶναι δῆλον κἀντεῦθεν· ὡς μΐαν οἶδεν ἡ θεία γραφὴ· τὴν ἀσσϋρΐων καὶ βαβϋλωνίων βασϊλείαν· καὶ ἐκ τῶν ἐπαγομένων δὲ τοῦτο ῥάδϊον καταμαθεῖν· ἔσται γάρ φησϊν ὅταν συντελέση κύριος κς πάντα ποιῶν ἐν τῷ ὄρει σϊὼν καὶ ἐν ἱερουσαλὴμ ἱλημ · ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέ γαν τὸν ἄρχοντα τῶν ἀσσϋρΐων· καὶ ἐπὶ τὸ ὕψος τῆς δό ξης τῶν ὀφθαλμῶν αὐτοῦ· ἐτϊμωρήσατο δὲ τὴν ἱερουσαλὴμ ἱλημ ὁ θεὸς θς · οὐ διὰ τοῦ σεναχηρεὶμ ὃς τῶν ἀσσϋρίων ἐβασΐ λευσεν· ἀλλὰ δϊὰ τοῦ ναβουχοδονόσορ· ὁ μὲν γὰρ οὐ μόνον οὐκ ἐπόρθησε τὴν πόλϊν, ἀλλὰ καὶ ἅπασαν ἀπολωλεκὼς τὴν στρατείαν· ἀπέδρα μόνος· καὶ οἴκοι τὴν σφαγὴν παρὰ τῶν υἱῶν ἐδέξατο· ὁ δὲ ναβουχοδο νόσορ καὶ τὴν πόλϊν καθεῖλεν· καὶ ἐνέπρησε τὸν θεῖον ν ε α ὼν· καὶ τὸν λαὸν ἀπήγαγε δορϊάλωτον· δϊ δάσκει τοίνϋν ἡμᾶς ἡ θεία γραφὴ· ὅτϊ μετὰ τὸ σϋντε λέσαι κύριον κν ποιοῦντα πάντα ἐν τῷ ὄρει σϊὼν καὶ ἐν ἱερουσαλὴμ ἱλημ ἃ ἠπείλησε λέγων· ὀλολΰξατε γλϋπτὰ ἐν ἱερουσαλὴμ ἱλημ · ὃν τρόπον γὰρ ἐποίησα σαμαρεία, καὶ τοῖς εἰδώλοις αὐτῆς· οὕτως ποιήσω καὶ τῆ ἱερουσαλὴμ ἱλημ καὶ τοῖς χειροποιήτοις αὐτῆς· ἐπάξει φησὶ κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσϋρίων· καὶ οὐ λέγει τῶν βαβϋλωνίων, ἀλλὰ τῶν ἀσσϋρΐων· μΐα γὰρ τούτων κακείνων ἡ βασϊλεία· νοῦν δὲ μέγαν καλεῖ. δϊὰ τὸ ὑψηλὸν καὶ ἀλαζονϊκὸν τῶν βουλευμάτων· διὸ καὶ εἰκότως ἐπάγει· καὶ ἐπῒ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἔφη τῆς δόξης αὐτοῦ· ἀλλὰ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· τουτέστϊν ὃς ἄνθρωπος ἀνος ὢν, ὑψηλότατός τε καὶ μέγιστος εἶναι φαντάζεται· εἶπεν γὰρ τῆ ἰσχΰϊ μου ποιήσω· καὶ τῆ σοφία τῆς συνε σεώς μου ἀφελῶ ὅρϊα ἐθνῶν· καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας· καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρΐ μου ὡς νοσσϊὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῷ· καὶ οὐκ ἔσται ὡς δϊαφεύξηται ἢ ἀντείπη μοι· οὕτω γϋμνώσας τῶν λογϊσμῶν τοῦ ἀσσϋρΐου τὸν τύφον, ἐλέγχει τῶν ἐν θϋμημάτων τὸ μάταιον· καὶ διδάσκει, ὡς οὐδὲν ἂν τῶν ὑπ’ αὐτοῦ γεγονότων ἐγένετο· μὴ τοῦ θεοῦ θυ σϋγχωρή σαντος καὶ βουληθέντος δΐκας τῆς ἀσεβείας εἰσπράξα σθαι, τοὺς ταῦτα ὑπ’ αὐτοῦ πεπονθότας· οὗ χάριν εἰκό τως ἐπάγει· μὴ δοξασθήσεται ἀξΐνη, ἄνευ τοῦ κόπτον τος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρΐων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τϊς ἄρη ῥάβδον ἢ ξΰλον· καθάπερ γάρ φησϊν ἀδύνατον αὐτομάτως ἀξίνην· ἢ πρΐονα ἢ ῥάβδον κϊνηθῆναι· τηνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ· ἡνΐκα ἄν τϊς τῇ χειρῒ χρησάμενος· κϊνῆσαι ταῦτα θελήσειεν οὕτω καὶ σῢ τῆς ἐμῆς παραχωρησά σης σοι προμηθείας πεποίηκας ἃ πεποίηκας. διὰ τὴν τῶν πεπονθότων παρανομΐαν· μὴ τοίνϋν νόμϊζε σοφΐα· τε οἰκεία καὶ δυνάμει ταῦτα κατορθωκέναι, εἰ δὲ οὐ βούλει σωφρόνως τοῦτο μαθεῖν· καὶ τὴν ἀλαζονϊκὴν ὀφρῢν καταλῦσαι, τῆ πείρα μαθήση ὅτϊ ταῦτα οὕτως· ἔχει· ἀποστελεῖ γὰρ κύριος κς σαβαὼθ, εἰς τὴν σὴν τϊμὴν ἀτϊμίαν καὶ εἰς τὴν σὴν δόξαν, πῧρ καιόμενον καυθήσεται· καὶ ἐν ἑτέρω δὲ χωρΐω, πάλϊν τοιαῦτά φησὶν ὁ θεὸς θς πρὸς τὸν προφήτην· καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασϊλέα βαβϋλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρα ἐκείνη πῶς ἀνα πέπαυται ὁ ἀπαιτῶν· καὶ ἀναπέπαυται ὁ ἐπϊσπου δαστής· σϋνέτρϊψεν ὁ θεὸς θς τὸν ζϋγὸν τῶν ἁμαρτωλῶν τὸν ζϋγὸν τῶν ἀρχόντων, πατάξας ἔθνος θϋμῷ πληγὴ ἀνϊά τω· εἶτα δεικνὺς τὴν τῆς οἰκουμένης εὐφροσύνην· πᾶσα ἡ γῆ φησῒ μετ’ εὐφροσύνης καὶ τὰ ξΰλα τοῦ λϊβάνου εὐφρανθήσεται ἐπῒ σοὶ· καὶ ἡ κέδρος τοῦ λϊβάνου· ἀφ’ οὗ σῢ κεκοίμϊσαι οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς· τροπϊκῶς δὲ ταῦτα λέγει καὶ κέδρους τοῦ λϊβάνου προσαγορεύει ἢ τὸν ἰσραὴλ ἰηλ ἐπίσημόν τε ὄντα καὶ ἔνδοξον· ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασϊ καὶ βασϊλεύειν πεπϊστευμένους· καὶ μετὰ βραχέα κωμωδῶν αὐτοῦ τὸν τῦφον· καὶ τὴν τῆς ἀλα ζονείας δϊδάσκων κατάλϋσϊν· πῶς ἐξέπεσεν φησῒν ἐκ τοῦ οὐρανοῦ οὐνου ὁ ἐωσφόρος ὁ πρωῒ ἀνατέλλων· συνετρΐβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη σῢ δὲ εἶπας ἐν τῇ διανοία σου εἰς τὸν οὐρανὸν οὐνον ἀναβήσομαι· καὶ ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου· καθϊῶ ἐν ὄρει ὑψηλῶ· ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βορρὰν· ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν ἔσομαι ὅμοιος τῷ ὑψΐστῳ· εἶτα δείκνϋσϊ τῆς ἀνθρωπίνης ἀνινης εὐημερίας τὸ ἐπΐκηρον· σῢ δέ φησϊν ὁ ταῦτα λογΐσασθαι τετολμηκὼς· εἰς ἅδην καταβήση καὶ εἰς τὰ θεμέλϊα τῆς γῆς οἱ εἰδότεις σε θαυμάσουσϊν ἐπῒ σοὶ καὶ ἐροῦσϊν· οὗτος ὁ ἄνθρωπος ἀνος ὁ παροξύνων τὴν γῆν· ὁ σείων βασϊλεῖς· ὁ θεὶς τὴν γῆν ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτῆς καθεῖλεν καὶ τοὺς ἐν ἐπαγωγῆ, οὐκ ἠλέησεν; πάντες οἱ βασϊλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τϊμῇ· ἄνθρωπος ἀνος ἐν τῷ οἴκω αὐτοῦ, σῢ δε φησϊ ῥιφήση ἐν τοῖς ὄρε σϊν ὡς νεκρὸς ἐβδελϋγμένος· μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίρα καταβαινόντων εἰς ἅδην· καὶ ἵνα μὴ πάσας τὰς περῒ αὐτοῦ προφητείας παραγὼν ἀποκναίσω τῷ μήκει· τούς τε νῦν ἀκούοντας καὶ τοὺς ὕστερον τούτων ἐντευξομένους εἰς ἐκεῖνα παραπέμ ψας τοῦ γνῶναι τὸν τύφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον· τοῦτον τοίνυν ὁ τῶν ὅλων θεὸς θς · εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας· πολλὰ πολλάκϊς αὐτῷ σωτήριας σριας προσενήνοχε φάρμακα· καὶ πρῶτον μὲν ἐν τῷ δευτέρω τῆς βασϊ λείας ἔτει· ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν· εἶτα τῇ λήθη τοῦ ἐνϋπνΐου, εἰς χρείαν τοῦ προφήτου κατέστησεν· ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς τῶν βασϊλέων διαδοχὰς ἔδειξεν ἀκρϊβῶς τῆς ἀνθρωπίνης ἀνινης εὐημερΐας ὑποδεικνὺς. τὸ βραχῢ καὶ ἐπΐκηρον· καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέξατο καὶ τὸ ἄμετρον σέβας τῷ δανϊὴλ προσενήνο χεν· ὡς θεῷ θῳ γὰρ λϊβανωτὸν αὐτῷ καὶ σπονδὰς προσε νεχθῆναι προσέταξεν· ἀλλὰ πάλιν οὐ πολλοῦ δϊελ θόντος χρόνου τὴν εἰκόνα ἐκείνην ἔστησεν· καὶ ἅπαντας τοὺς ὑπηκόους προσκϋνεῖν αὐτὴν κατηνάγκασεν· καὶ τοὺς τὴν εὐσέβειαν προτετϊμηκότας, τῇ ἀπλήστως τραφείση πϋρὰ δέδωκεν· ἀλλὰ πάλϊν ὁ ἀγαθὸς δεσπότης μα κροθϋμΐα χρησάμενος· δίκας μὲν αὐτὸν τῆς τε ἀλα ζονείας καὶ τῆς θηριωδΐας οὐκ ἐπράξατο· τὴν δὲ θείαν αὐτοῦ δύναμϊν ὑποδείκνϋσϊ, τοὺς εὔνους θεράποντας· τῆς φλογὸς ἐκείνης ἐλευθερώσας· πάλϊν δὲ ὀλΐγην ἐκεῖ θεν ὠφέλειαν δεξάμενος, ὑμνεῖ μὲν τὸν τῶν ὅλων θεὸν θν · ἀπειλεῖ δὲ τὴν ἐσχάτην τϊμωρΐαν τοῖς βλάσφημόν τϊ κατ’ αὐτοῦ φθεγγομένοις, ἀλλ’ εὐθϋς καὶ παραυτΐκα καὶ ἐν ἑ αὐτῶ τῷ ἐνϊαυτῷ λήθη παντελεῖ τὴν μεγΐστην· ταύτην παραδοὺς θαυματουργΐαν ἐπϊστρατεύει τοῖς ἱεροσολΰμοις· καὶ καθαιρεῖ μὲν τῆς πόλεως τὰ τείχη, πϋρπολεῖ δὲ τὸν ἅγϊον τοῦ θεοῦ θυ νεὼν· κατατολμᾶ δὲ τῶν τούτου ἀδύτων· καὶ ἅπαντα σϋλήσας τὰ ἀναθήματα· εἰς τὴν βαβϋλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν· ὅτϊ δὲ κατὰ τοῦτον ἐπεστράτευσε τὸν καιρὸν, καὶ ὁ μα κάρϊος ἡμᾶς δϊδάσκει ἱερεμΐας οὕτω λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμΐαν παρὰ κυριοῦ κυ ἐν τῷ ἐνιαυτῷ· τῶ δεκάτω σεδεκΐου τοῦ βασϊλέως ἰούδα· οὗτος ἐνϊαυ τὸς ὄγδοος και δέκατος τοῦ ναβουχοδονόσορ τοῦ βασϊ λεώς βαβϋλῶνος ἐχαράκωσεν τὴν ἱερουσαλήμ ἱλημ , καὶ τῆς εἰκόνος δὲ τὸ δϊήγημα συγγράφων ὁ μακάρϊος δανιὴλ· τοῦτον τέ θεικε τὸν χρόνον· ἔτους ὀκτωκαιδεκάτου ναβουχοδονό σορ ὁ βασϊλεὺς ἐποίησεν εἰκόνα χρϋσην· ὡς εἶναι δῆ λον ὅτϊ καὶ ἐν ἀρχῆ τοῦ ἔτους ἀπήτησεν τὴν τῆς εἰκόνος προσκΰνησϊν· εἶτα τὴν στρατείαν προπέμψας, ἠκολού θησε καὶ αὐτὸς· καὶ περϊεγένετο τῆς ἱερουσαλὴμ ἰλημ ἑνδεκάτω μὲν ἔτει τῆς βασϊλείας σεδεκΐου· ἐννεακαιδεκάτω δὲ, τῆς ἑαυτοῦ βασϊλείας ἐπειδὴ τοίνϋν οὐδὲ μΐαν οὐδα μόθεν ὁ δείλαιος ἐδέξατο ὠφέλειαν, ἀγανακτήσας ὁ τῶν ὅλων θεὸς θς , δεδΐττεται πρῶτον μὲν αὐτὸν δι’ ἐνϋπνΐου· εἶτα διὰ τοῦ δανιὴλ τὰ δϊὰ τοῦ ἐνϋπνΐου σημαινόμε να δῆλα ποιεῖ· καὶ οὐδὲ οὕτως εὐθὺς ἐπάγει τὴν τϊμωρΐαν· ἀλλὰ προσφέρει μὲν αὐτῷ σϋμβουλὴν καὶ παραίνεσϊν διὰ τοῦ δανϊὴλ· ἐνϊαυτὸν δὲ ὅλον μακροθϋμεῖ τὴν με τάνοιαν ἀναμένων ὡς δὲ οὐδεμΐαν ἰατρείαν ἐκ τῆς μακροθϋμΐας ἠθέλησεν δρέψασθαι· ἃ ἐπείλησεν ἐ πϊφέρει κακά· τϊμωρεῖται δὲ αὐτὸν οὐχ ἁπλῶς· ἀλλὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον· τὸν τὰ ὑπερ φύσϊν ὀνειρο πολήσαντα. φρενοβλαβεία παίει καὶ παραπληξΐα· εἶτα θηριώδη γενόμενον ἐξωσθῆναι παρασκευάζει, καὶ τὰς ἐρήμους οἰκεῖν ἐπϊχρόνον μακρὸν· ἔπειτα αἴσθησϊν αὐτὸν παρασκευάζει λαβεῖν, τῶν κατεχόντων δεινῶν οὔτε γὰρ οἷόν τε ἦν αὐτὸν ὠφέλειαν δρέψασθαι ἀναισθήτως καὶ ἀναλγήτως διακείμενον· οὕτως ἀνα νεύσας ἐκεῖνος, ἐπϊγϊνώσκει μὲν τὰς ὀξυρρόπους τοῦ βΐου μεταβολὰς, θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν ἀβελτηρΐαν· ὁμολογεῖ δὲ τὴν τοῦ θεοῦ θυ βασϊλείαν ἀδιάδο χον εἶναι, εἰς ἅπαντας δϊαμένουσαν τοὺς αἰῶνας· ταῦτα τῆ πείρα δϊδαχθεὶς, πάλϊν διὰ τὴν ἄρρητον τοῦ θεοῦ θυ φιλανθρωπίαν φι λανιαν · εἰς τὴν οἰκείαν ἐπανελήλϋθεν βασϊλείαν· ἀδϊκεῖν δὲ νομΐσας ἅπαντας τοὺς ἀνθρώπους ἀνους · εἰ κρύψειε τὴν τοῦ θεοῦ θυ προμή θειαν· δι’ ἐπϊστολῆς ἅπασϊ τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις. ἐξηγεῖται τήν τε προτέραν εὐημερΐαν καὶ τὴν σϋμβασαν. δυσκληρΐαν· εἶτα τὴν μεταμέλειαν, δι’ ἧς τὸν δεσπότην ἐξ ε ϊ λεώσατο· ἡ μὲν οὖν τῆς ἐπϊστολῆς ὑπόθεσϊς, αὕτη· δια πλειόνων δὲ αὐτὴν ἐποιησάμην καὶ τὸν τούτου τύφον ταῖς γραφϊκαῖς μαρτϋρΐαις δεῖξαι βουληθεὶς· καὶ τοῦ θεοῦ θυ τῶν ὅλων τὴν περῒ πάντας κϊδεμονίαν δήλην ποιῆσαι θελήσας· φέρε τοίνϋν τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα· ναβουχο δονόσορ ὁ βασϊλεὺς· πᾶσϊ τοῖς λαοῖς φϋλαῖς γλώσσαις· τοῖς οἰκοῦσϊν ἐν πάση τῆ γῆ· εἰρήνη ὑμῗν πληθυνθείη· προσή κει τούτοις ἐφαρμόσαι τοῖς λόγοις. τὴν προφητϊκὴν φω νήν ἐκείνην· ἀγαθόν ὅτϊ ἐταπείνωσάς με, ὅπως ἂν μά θω τὰ δϊκαιώματά σου· τῆ πείρα γὰρ καὶ οὗτος δϊδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη δϊδάσκαλος· καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσϊν ἀνθρώποις ἀνοις προτΐθησι καὶ οὐ μόνον τοῖς ὑπηκόοις· ἀλλὰ καὶ τοῖς ἔξω τοῖς βασϊλείας ὑπάρχουσϊ· καλῶς δὲ σφόδρα καὶ ἁρμοδΐως· τὴν προ σηγορΐαν ἐποιήσατο· εἰρήνη ὑμῗν πληθϋνθείη· τουτέ στϊν ἀπείρατοι γένοισθ αι ε ὧν ἐπειράθην κακῶν· εἰρή νης ἀπολαύοντες διατελεῖτε· εἶτα ἐπάγει τὰ· σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεὸς θς ὁ ὕψϊστος, ἤρεσεν ἐναντΐον ἐμοῦ ἀναγγεῖλαι ὑμῗν τῶν θείων φησῒ θαυμά των αὐτόπτης γενόμενος· νενόμϊκα δίκαιον· κοινωνοὺς ὑμᾶς ἅπαντας τῆς τού θεοῦ θυ θεωρΐας λαβεὶν· οὐκ ἦν γὰρ τὰ τϋχόντα, ἀλλὰ μεγάλα καὶ ἰσχϋρὰ· καὶ ὡς μεγάλα καὶ ἰσχϋρά ἡ βασϊλεία αὐτοῦ· βασϊλεία αἰώνϊος· καὶ ἡ ἐξουσία αὐτοῦ, εἰς γενεὰν καὶ γενεάν· τὰ μὲν γὰρ ἀνθρώπινα ἀνινα ὁποῖα ἂν εἰή, τέλος ἔχει· καὶ τέλος ταχΰ· μόνη δὲ διαρκὴς· καὶ ἀσάλευτος, ἡ τοῦ θεοῦ θυ βασϊλεία· οὕτω προδϊδάξας τὴν τῶν πραγμάτων αἰτΐαν· ἄρχεται τῆς κατ’ αὐτὸν διηγήσεως· ἐγὼ ναβουχοδονόσορ εὐθυνῶν ἤμην ἐν τῷ οἴκω μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου, καὶ πίων ἐν τῷ λαῶ μου· τέθεικε δὲ τὴν ἑαυτοῦ προσηγορΐαν οὐχ ἁπλῶς, ἀλλ’ ἵνα τὸ ὄνομα μαρτϋρήση τοῖς λόγοις· ἐπειδὴ γὰρ σφόδρα ἐπΐ σημος ἦν ἅτε δὴ πάντων τῶν κατὰ τὴν ἀσΐαν καὶ τὴν αἴγϋπτον καὶ τὴν αἰθϊοπΐαν τὴν ἡγεμονίαν λαβὼν προτέ θεικεν αὐτοῦ τὴν προσηγορΐαν τῶν λεγομένων ἔφη δὲ· ὅτϊ ἐν ἄκρα ὢν εὐκληρΐα· καὶ μυρίοις ἀγαθοῖς περϊρεόμενος διετέλουν· ἐν τούτοις δὲ ὢν ἐνύπνϊον φησῒν εἶδον καὶ ἐφοβέρϊσέν με· καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσϊν· καὶ ἐ ταράχθην ἐπὶ τῆς κοίτης μου. καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με· ἐν τοσαύτη δὲ ὑπάρχων εὐημερΐα, ὄναρ εἶδον λυπηρόν· καὶ ἐξεδειματώθην μὲν σφόδρα τῆ θεω ρΐα τοῦ ἐνυπνΐου, ἐταρασσόμην δὲ πλέον, τὰ διὰ τούτου σημαινόμενα κατϊδεῖν οὐ δυνάμενος· οὗ χάρϊν· τοὺς ταῦτα δυναμένους ἑρμηνεύει συνεκάλεσα· καὶ εἰς ἐπορεύοντο οἱ ἐπαοιδοί· μάγοι· γαζαρηνοί· χαλδαῖοι· καὶ τὸ ἐνΰπνϊον ἐγὼ εἶπον ἐνώπϊον αὐτῶν· καὶ τὴν σύγκρϊσϊν αὐτοῦ οὐκ ἐγνώρϊσάν μοι, ἕως οὗ ἕτερος εἰσῆλθεν ἐνώπϊόν μου δανιὴλ οὗτος ὄνομα βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου, ὃς πνεῦμα πνα ἅγϊον ἔχει ἐν αὐτῷ οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν, ἀλλὰ πα ράλληλα τέθεικεν· ἵνα τῆ παρεξετάσει δήλην ἅπασϊ ποιή ση τὴν τοῦ προφήτου σοφίαν· διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν βαβϋλῶνος, ἵνα δείξη τοὺς μὲν ὅλως οὐδὲν ἐ πϊσταμένους. τὸν δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς φωτϊζόμενον· καλεῖ δὲ αὐτὸν οὐκ ἀπὸ μόνης τῆς προσηγορΐας ἣν αὐτὸς ἐπϊτέ θεικεν, ἀλλὰ τὸ ἑβραῖον προστΐθησϊν ὄνομα· δανϊὴλ γὰρ φησϊν οὗ, τὸ ὄνομα βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου· οὕτω γὰρ φησϊν αὐτὸν ἐξ ἀρχῆς ἐθαύμασα, ὡς τοῦ πάλαι 4πάλϊν διὰ τὴν ἄρρητον τοῦ θεοῦ θυ φιλανθρωπίαν φϊλανιαν · εἰς τὴν οἰκείαν ἐπανελήλϋθεν βασϊλείαν· ἀδικεῖν δὲ νομΐσας ἅ παντας τοὺς ἀνθρώπους ἀνους · εἰ κρύψειε τὴν τοῦ θεοῦ θυ προμήθει αν· διεπϊστολῆς ἁπᾶσϊ τοῖς κατὰ τὴν οἰκουμένην ὑπη κόοις ἐξηγεῖται· τήν τε προτέραν εὐημερΐαν καὶ τὴν συμβάσαν δυσκληρΐαν· εἶτα τὴν μεταμέλειαν, δι’ ἧς τὸν δεσπότην ἐξϊλεώσατο· ἡ μὲν οὖν· ὑπ’ ἐμοῦ προσκϋ νουμένου θεοῦ θυ ἐπϊθεῖναι αὐτῷ τὴν προσηγορΐαν· καὶ τὴν αἰτΐαν δεικνὺς· ὃς πνεῦμα πνα θεοῦ θυ ἅγϊον ἔχει ἐν ἑαυτῷ· καὶ τοῦτο δὲ ἐκ τῆς τοῦ προφήτου διδασκαλΐας μεμαθήκεν· πόθεν γὰρ ἂν ἑτέρωθεν ἐγνώκει τοῦ παναγΐου πνεύματος πνς τὴν προσηγορίαν, τοῖς κϊβδήλοις εἰδώλοις προστετηκώς· καὶ τὸ ἐνύπνϊον φησῒν ἐνώπϊον αὐτοῦ εἶπον· εἶπον δὲ, οὕτως ἀρξάμενος· βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν· ἔγνων, ὅτϊ πνεῦμα πνα ἅγιον ἐν σοί· καὶ πᾶν μϋστήρϊον οὐκ ἀδυνατεῖ σοι· ἄκουσον τὴν ὅρασϊν τοῦ ἐνυπνΐου οὗ εἶδον, καὶ τὴν σύγκρϊσϊν αὐτοῦ εἰπόν μοι· καὶ τὰς ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κοίτης μου· τοὺς πολλοὺς τῶν ἀνθρώπων ἀνων αἱ εὐημερΐαι, πολλάκϊς ἐπϊλανθάνε σθαι τῶν εὐεργετησάντων παρασκευάζουσϊν· αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τῶν εὖ πεποιηκότων τὴν μνήμην καὶ ὑγϊ αίνων μέν τϊς τὸ σῶμα, τῆς τοῦ ἱεροῦ τέχνης οὐ λαμβάνει· τὴν μνήμην· ἀρρωστΐα δὲ περιπεσὼν, ἀναμϊμνήσκεται ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν, καὶ διὰ τοῦ δεῖνος τοῦ ἰατροῦ τῆς ὑγϊείας ἀπήλαυσεν· οὕτω καὶ ὁ ναβουχοδονόσορ· ἡνΐκα μὲν τοὺς ἁγΐους ἐκείνους τῆ πϋρᾶ παρεδίδου, τῆς τοῦ δανιὴλ εὐεργεσΐας οὐκ ἐμνημόνευσεν· ἐπειδὴ δὲ πάλϊν εἶδεν ἐνύπνϊον καὶ θόρϋβον εἶχεν ἐν τῆ ψϋχῆ, τῆς τοῦ δανιὴλ ἀνεμνήσθη σοφΐας καὶ τῆς τοῦ προτέρου ἐνϋ πνίου, ἀναμνήσεώς τε καὶ ἑρμηνείας· διὸ καὶ πνεῦμα πνα θεοῦ θυ ἔχειν αὐτὸν λέγει· καὶ πᾶν μϋστήρϊον ἑρμηνεύειν αὐτὸν, ἱκανὸν εἶναι· καὶ παρακαλεῖ, καὶ τοῦτο τὸ ἐνΰπνϊον ἄδηλον ὂν. δῆλον αὐτό καταστῆσαι· εἶτα λέγει τὸ ἐνΰπνϊον· ἐθεώρουν φησὶ δένδρον ἐν μέσω τῆς γῆς· καὶ τὸ ὕψος αὐτοῦ ἔφθανεν ἕως τοῦ οὐρανοῦ οὐνου καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς διὰ δὲ τοῦ δένδρου, αὐτὸν ἔφη σημαίνεσθαι ὁ μακάρϊος δανιὴλ· τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ ὀυνου · οὐ τὴν φύσϊν τοῦ δένδρου σημαίνων, ἀλλὰ καὶ τοὺς λογϊσμοὺς καὶ τὰς φαντασΐας· διὸ καὶ ἡσαΐας ἔλεγεν· ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν βασϊλέα τῶν ἀσσϋρΐων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· νοῦν δὲ αὐτὸν μέγαν προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα καὶ ὀνειροπολήσαντα· ἃ μετὰ βραχέα διηγήσατο· σῢ γὰρ εἶπας, ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ ὑψΐστω· δια τοῦτο ὁρᾶ τὸ ὕψος τοῦ δέν δρου, ἐφθακὸς ἕως τοῦ οὐρανοῦ ὀυνου · ἐπειδὴ δὲ καὶ ὡς ἔπος εἰπεῖν πάσης τῆς οἰκουμένης ἐκράτησεν ὁρᾶ τοῦ δέν δρου τὸ κΰτος· τουτ’ ἔστϊ τὸν ὄγκον τὸ εὗρος ἐκταθὲν μέ χρϊς αὐτῶν τῶν περάτων τῆς γῆς· τὰ φΰλλα αὐτοῦ φησῒν ὡραῖα· καὶ ὁ καρπὸς αὐτοῦ πολῢς· καλεῖ δὲ φΰλλα μὲν τὴν ὁρωμένην εὐπρέπειαν· τὴν ἐν ἐσθῆτϊ καὶ θρόνω καὶ βασϊλείοις· ἀσπϊδηφόροις τὲ καὶ δορϋφόροις καὶ πεζαιτέροις· καρπὸν δὲ, τὸν πανταχόθεν προσφερόμενον φόρον· δϊὸ πολὺν τὸν καρπὸν, ἀλλ’ οὐ καλὸν ἔφη· οὐ γὰρ εἶχε τὸ δΐκαιον καὶ τροφὴ πάντων ἐν αὐτῷ οἵ τε γὰρ γεωργοῦντες διὰ τῆς αὐτοῦ κηδεμονΐας εἰρήνης ἀπο λαύοντες· τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομίζοντο οἵ τε στρα τευόμενοι, παρ’ αὐτοῦ τὰ σϊτηρέσϊα κομϊζόμενοι, τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν· ὑποκάτω αὐτοῦ φησῒ κατε σκήνουν τὰ θηρΐα τὰ ἄγρϊα· καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατώκει τὰ πετηνὰ τοῦ οὐρανοῦ ὀυνου · καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ· οἵ τε γὰρ θηρϊώδη βΐον ζῶντες βάρβα ροι· οἵ τε λογϊκώτεροι καὶ ἡμερώτεροι καὶ πτηνοὶ τὴν δϊά νοιαν, ὑπὸ τὴν τούτου ἐξουσΐαν βιοτεύοντες διετέλουν· ἐθεώρουν τοίνυν φησῒν ἐν ὁράματϊ τῆς νϋκτὸς ἐπὶ τῆς — κοίτης μου, καὶ ἰδοὺ εἲρ, καὶ ἅγϊος ἀπ’ οὐρανοῦ ὀυνου κατέβη· εἲρ δὲ καλεῖ, τὸν ἐγρηγορότα δὲ τοῦτο γὰρ ἑρμηνεύεται τῆ ἑλλάδϊ φωνῆ· ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον· ἵνα τούτου σημάνη τὸ ἀσώματον· ὁ γὰρ σῶμα περϊκείμενος, ὕπνω δου λεύει· ὁ δὲ ὕπνου κρείττων, σώματος ἐλεύθερος· εἶδον τοί νυν φησῒν ἄγγελον ἀσώματον ἔχοντα φύσϊν· ὃς ἐπ’ οὐρανοῦ ὀυνου κατέβη, καὶ ἐφώνησεν ἐν ἰσχΰϊ· ἐκ κόψατε τὸ δένδρον καὶ ἐκτείλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτϊνάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπΐσατε τὸν καρπὸν αὐτοῦ· καὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ’ οὐρανοῦ ὀυνου καταβεβηκότα· ἵνα μάθη, ὡς αὐτὸς ὁ τῶν ὅλων δεσπότης, τὴν κατ’ αὐτοῦ ἀπό φασϊν ἐποιήσατο· διδάσκετε δὲ καὶ τΐς ὁ δεδωκὼς αὐτῷ τὴν βασϊλείαν καὶ ἀποτϊθέμενος τὴν βασϊλείαν· ὁρᾶ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλάδους χωρϊ ζομένους· τουτέστϊ τοὺς ὑπάρχους καὶ στρατηγοὺς καὶ σατράπας καὶ τοὺς ἄλλην τϊνὰ παρ’ αὐτοῦ ἡγεμονΐαν πεπϊστευμένους· τὰ δὲ φύλλα τινασσόμενα. ἣν περϊεβέ βλητο δόξαν, δίκην φΰλλων ἐκρέουσάν τε καὶ μαραινο μένην· τὸν δὲ καρπὸν διασκορπϊζόμενον· τοῦ γὰρ βασϊλέως ἐκείνῃ περϊπεσόντος τῆ σϋμφορᾶ οἱ τὸν δασμὸν ἀπετοῦντες, εἰς ἑαυτοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον· σαλευ θήτω φησὶ τὰ θηρΐα ὑποκάτωθεν αὐτοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ· οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠνα γκασμένοι, ἀφορμὴν εὑρόντες τὴν τοῦ βασϊλέως με ταβολὴν, τοῦ ὑπακούειν ἀπέστησαν· πλὴν τὴν φϋὴν τῶν ῥϊζῶν αὐτοῦ, ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ φησῒ σϊδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόη τῇ ἔξω καὶ ἐν τῆ δρόσω τοῦ οὐρανοῦ αὐλησθήσεται· ὡς γὰρ φρενοβλαβεία καὶ πα ραπληξΐα καὶ φρενήτϊδϊ νόσω περϊπεσὼν· καὶ μεμη νὼς καὶ κορϋβαντϊῶν καὶ κατὰ πάντων λϋττῶν ἀνα γκαίως δεσμὰ περϊέκειτο· ἀλλ’ ὅμως οὐδὲ ταῦτα ἦν ἱκανὰ, ἔνδον αὐτὸν κατέχειν· ἀλλὰ δραπετεύων ἐν ἐρή μοις διέτρϊβεν· ὑπαίθρϊος ταλαιπωρῶν· καὶ κτηνῶν δίκην τὴν πόαν σϊτούμενος· τοῦτο γὰρ σημαίνει εἰρηκώς· καὶ μετὰ τῶν θηρΐων ἡ μερῒς αὐτοῦ ἐν τῶ χόρτω τῆς γῆς· ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀνων ἀ λ λοιωθήσεται· καὶ καρ δία θηρΐου δοθήσεται αὐτῷ· καὶ ἑπτὰ καιροὶ ἀλλαγή σονται ἐπ’ αὐτόν· καὶ τοῦτο δὲ· τὴν τοῦ θεοῦ θυ μακροθϋμΐαν δηλοῖ· χρόνω γὰρ βραχεῖ τὴν τϊμωρΐαν περϊοΐζει, ἀναμένων τὴν ἀπὸ τῆς παιδείας τεχθησομένην μεταμέλειαν· εἶτα δείκνϋσϊν, ὡς ἀναντιρρήτως ἔσται τὰ εἰρημένα, δϊὰ σϋγκρΐματος φησῒν εἲρ, ὁ λόγος καὶ ῥῆμα ἅγϊον τὸ ἐπερώτημα· ἀψευδὴς φησῒν ὁ λόγος ἄγγελος γὰρ ἅγϊος ὁ εἰρηκώς· ἐγρηγορώς ἀσώματος· εἴρηται δὲ ταῦτα φησῒ καὶ γὰρ ἐστϊν ὀυ μάτην ἀλλ’ ἵνα γνῶσϊν οἱ ζῶντες, ὅτϊ κϋ ρϊεύει ὁ ὕψϊστος τῆς βασϊλείας τῶν ἀνθρώπων ἀνων · καὶ ᾧ ἂν δόξη δώσει αὐτήν· καὶ ἐξουθένημα ἀνθρώπων ἀνων ἀναστήσει ἐπ’αὐτήν· ταῦτα φησῒν ὁ ἄγγελος ἔφη· ὅτϊ τούτου χάρϊν τὰ κατὰ τὸ δένδρον γενήσεται· ἵνα δϊὰ τούτου μάθωσϊν ἅπαντες ἕνα εἶναι δεσπότην καὶ βασϊλέα, τοὺς ἐπῒ γῆς καθϊ στῶντα βασϊλέας· καὶ ἐγχειρΐζοντα ὧ ἂν θέλη τὴν βασϊλείαν· δεικνὺς γὰρ τὴν ἑαυτοῦ ἐξουσΐαν· καὶ τὸν εὐτελέστατον ἔστϊν ὅτε· καὶ οὐδὲν εἶναι νομϊζόμενον ἀπο φαίνει βασϊλέα καὶ τοὺς ἐν τοῖς μεγΐστοις ὄντας ἀξϊώ μασϊν ὑπακούειν αὐτῷ παρασκευάζει· οὕτω πληρώσας τὸ τοῦ ἐνϋπνΐου δϊήγημα, φησὶ πρὸς τὸν δανϊήλ· τοῦτο τὸ ἐνΰπνιον εἶδον ἐγὼ ναβουχοδονόσορ ὁ βασϊλεύς, καὶ σῢ βαλτάσαρ τὸ σύγκρϊμα εἰπὲ κατέναντϊ ἀντῒ τοῦ ἀληθῶς καὶ ἀκρϊβῶς· ὅτϊ πάντες οἱ σοφοὶ τῆς βασϊλείας μου οὐ δύνανται τὸ σΰγκρϊμα αὐτοῦ δηλῶσαί μοι σὺ δὲ δύνασαι· καὶ τὴν αἰτΐαν δεικνὺς· ὅτϊ φησὶ πνεῦμα πνα θεοῦ θυ ἅγϊον ἐν σοί· οἱ μὲν γὰρ ἀνθρωπΐνης ἀνινης κέχρηνται λογϊσμοῖς· σῢ δὲ· παρὰ θεοῦ θυ μανθάνεις τὰ κεκρϋμμένα· τότε δανϊὴλ οὗ τὸ ὄνομα βαλτάσαρ, ἀπηνεώθη ὡσεὶ ὥραν μΐαν καὶ οἱ δϊαλογϊσμοὶ αὐτοῦ, συνετάρασσον αὐτόν· ἔδει γὰρ δειχθῆναι τὴν ἀνθρωπίνην ἀνινην ἀσθένειαν, καὶ τότε ἀναφα νῆναι τὴν ἐμπνέουσαν χάρϊν· ἀπεκρΐθη τοίνυν ὁ βασϊ λεὺς καὶ εἶπεν βαλτάσαρ τὸ ἐνύπνϊον καὶ ἡ σΰγκρισϊς αὐτοῦ, μὴ κατασπευσάτω σε εἶδεν γὰρ αὐτὸν θορϋβού μενον καὶ ἀναγκαίως ψυχαγωγεῖ· μαθεῖν ἐφιέμενος, ὅπερ ἀγνοεῖ· λέγει τοίνυν αὐτῷ· μὴ σφόδρα ἐπείγου ἀλλὰ κατὰ σχολὴν τὰ μηνϋόμενα διὰ τοῦ ἐνϋπνΐου εὑρὼν, ταῦτά μοι δῆλα κατάστησον, ἀπεκρΐθη ὀῦν ὁ βαλ τάσαρ καὶ λέγει· κύριέ μου βασϊλεῦ τὸ ἐνΰπνϊον τοῦτο τοῖς μϊσοῦσί σε· καὶ ἡ σὐγκρϊσϊς αὐτοῦ· τοῖς ἐχθροῖς σου· σφόδρα σοφῶς καὶ συνετῶς ἀπεύχεται μὲν αὐτῶ τὰ λϋπηρὰ τοῦ προοιμΐου ἀρξάμενος· σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν· τὸ δένδρον φησὶ τὸ μεγαλϋνθὲν καὶ τὸ ἰσχϋκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν οὐνον · καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσϊν ἐν αὐτῷ ὑποκάτω αὐτοῦ κατώκει τὰ θηρΐα τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ ὀυνου · σῢ εἶ βασϊ λεῦ· ἄξϊον δὲ θαυμάσαι τοῦ δανϊὴλ τὴν σοφίαν οὐ γὰρ ἁπλῶς εἶπεν τὸ δένδρον τὸ μέγαν· ἀλλὰ τὸ μεγα λυνθὲν καὶ τὸ ἰσχϋκός τουτέστϊν οὐκ ἄνωθεν ἦσθα μέγας· ἀλλὰ κατὰ μέρο γεγένησαι μέγας· καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες· ἀλλὰ κατὰ βραχῢ ταύτην προσέλαβες διὸ πάλϊν ἐπάγει· ὅτϊ ἐμεγαλύνθης καὶ ἴσχϋσας καὶ ἡ με γαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν οὐνον · καὶ ἡ κϋρεία σου εἰς τὰ πέρατα τῆς γῆς· καὶ ταῦτα δὲ σφόδρα ἁρμοδΐως τὲ καὶ προσφόρως, οὐρανῷ καὶ γῇ προσήρμοσε· τὴν μὲν γὰρ κϋρείαν εἶπεν ἐφθακέναι εἰς τὰ πέρατα τῆς γῆς· τουτέστϊ τὴν ἐξουσΐαν· εἰς δὲ τὸν οὐρανὸν οὐνον · οὐκ ἔτϊ τὴν κϋ ρείαν, ἀλλὰ τὴν μεγαλωσύνην τουτέστϊ τὴν τοῦ λογϊσμοῦ φαντασΐαν· καὶ ὅτϊ εἶδεν ὁ βασϊλεὺς εἲρ καὶ ἅγϊον κα ταβαίνοντα ἐκ τοῦ οὐρανοῦ· καὶ εἶπεν· ἐκτίλατε τὸ δένδρον καὶ δϊαφθείρετε αὐτὸ πλὴν τὴν φϋὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῆ γῆ ἐάσατε· καὶ ἐν δεσμῷ σϊδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόη τῆ ἔξω· καὶ ἐν τῆ δρόσω τοῦ οὐρανοῦ οὐνου αὐλισθήσεται· καὶ μετὰ θηρΐων ἀγρΐων ἡ μερῒς αὐτοῦ· ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσϊν ἐπ’ αὐτῷ· καὶ τοῦτο ἡ σΰγκρϊσϊς αὐτοῦ βασϊλεῦ· καὶ ἀξϊόπϊστον ποιῶν τὸν λόγον, ἀ ναγκαίως ἐπήγαγεν· καὶ σύγκρϊμα ὑψΐστου ἐστῒν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν κν μου τὸν βασϊλέα· ἐντεῦθεν ἔστὶν ἀ κρϊβῶς καταμαθεῖν, τῆς ἀποστολϊκῆς δϊδασκαλΐας τὸ χρήσϊμον· πᾶσα γάρ φησϊ ψϋχὴ, ἐξουσΐαις ὑπερεχού σαις ὑποτασσέσθω· καὶ γὰρ ὁ μακάρϊος δανϊὴλ, κΰρϊον τὸν δϋσσεβῆ βασϊλέα καλεῖ· καὶ τῷ νόμῳ τῆς ἐξουσΐας πειθόμενος, ταῖς πρεπούσαις προσηγορΐαις κέχρηται· καὶ λϋπηρὰν οὖσαν τοῦ ἐνυπνΐου τὴν ἀλήθειαν ὑποδεί κνϋσϊν· ἐκδϊώξουσϊ γάρ σε φησῒν ἀπὸ τῶν ἀνθρώπων ἀνων · καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικΐα σου· καὶ χόρτον ὡς βοῦν ψωμϊοῦσΐν σε καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ οὐνου τὸ σῶμά σου βαφήσεται· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπῒ σοί· ἑπτὰ δὲ καιροὺς· οἱ μὲν ἔφασαν ἑπτὰ ἔτη· οἱ δὲ τρΐα ἥμϊσϋ· οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία γραφὴ τὸν ἐνϊαυτὸν δϊαιρεῖ· ἀλ λ’ εἰς δΰο τὰς γενϊκωτάτας· χειμῶνα, καὶ θέρος· ἑπτὰ οὖν τοιαῦτα τμήματα· τρΐα ἥμϊσϋ ἔτη πληροῖ· τοσοῦτον δέ φησϊν ἐν τῇ σϋμφορᾶ δϊατελέσεις χρόνον· ἕως οὗ γνῶς ὅτϊ κϋ ρϊεύσει ὁ ὕψϊστος τῆς βασϊλείας τῶν ἀνθρώπων ἀνων · καὶ ᾦ ἐὰν δόξη δόση αὐτήν· ἐπειδὴ γὰρ ὀνειροπολεῖς εἶναι θεὸς θς , μᾶλλον δὲ καὶ κρείττων θεοῦ θυ , ἀφαιρεῖταί σου ὁ θεὸς θς καὶ τὸν ἀνθρώπινον ἀνινον λογϊσμὸν· καὶ θηρΐωσε ἐοικέναι ποιήσει· ἵνα τῆ πείρα μάθης· τί μὲν ἄνθρωπος ἀνος τί δὲ θεὸς θς · καὶ τί μὲν ἀνθρωπίνη ἀνινη εὐημηρΐα· τΐ δὲ θεία βασϊλεία· καὶ ὅτϊ ταύτης τϋχεῖν ἀδύνατον μὴ βουλομένου θεοῦ θυ · καὶ ὅτϊ εἶπεν φησῒν, ἐάσατε τὴν φυὴν τῶν ῥϊζῶν τοῦ δένδρου ἡ βασϊλεία σου σοὶ μενεῖ, ἀφ’ ἧς ἂν γνῶς τὴν βασϊλείαν τῶν οὐράνων οὐνων · ἀποστερηθεὶς γὰρ τῆς βασϊλείας κἀκεῖνα ὑπομείνας ἅπαντα ἐπϊγνώση τῆς βασϊλείας τὸν χορηγόν· εἶτα γνοὺς, ἀπολήψη πάλϊν τὴν προτέραν ἐξουσΐαν· ἵνα καὶ τῇ ἀφαιρέσει καὶ τῆ ἀποδό σει· μάθεις ἀκρϊβῶς τΐς ὁ τῶν ὅλων κϋβερνήτης· τΐς ὁ σοφῶς ἅπαντα ἰθΰνων καὶ πρυτανεύων· οὕτως εἰρηκὼς τὰ ἐσό μενα παραίνεσιν εἰσφέρει, καὶ σϋμβουλὴν ἀρίστην, καὶ φάρμακον προσφέρει· σϋμβαῖνον τῷ τραύμα τϊ· δϊὰ τοῦτο γάρ φησϊ βασϊλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι τὰς ἁμαρτΐας σου ἐν ἐλεημοσύναις λΰτρωσαι· καὶ τὰς ἀδϊ κΐας σου ἐν οἰκτϊρμοῖς πενήτων· δηλοῖ δὲ δϊὰ τούτων τὴν ἄπληστον ὠμότητα, ἧ κατὰ τῶν ὑπηκόων ἐχρήσατο· εἰ βούλει φησῒ φϊλανθρωπίας φϊλανιας ἀπολαῦσαι· ἐπίδειξαι ταύτην εἰς τοὺς τὴν αὐτὴν σοι φύσϊν λαχόντας· οὕτω γὰρ πείσεις τὸν δϊκαστὴν σβέσαι τὴν ἀπειλὴν· καὶ καταλϊπεῖν ἀτέλε στον· ἴσως γάρ φησϊν ἔσται μακροθϋμΐα τοῖς παραπτώμα σΐ σου· ὁ μὲν οὖν προφήτης ταύτην εἰσηγήσατο τὴν γνώ μην· οὐ δὲ μεί ν ας ἀτεράμων καὶ ἀκαμπὴς, ἐδέξατο τῆς παρανομΐας τὰ ἐπίχειρα· καὶ ἅπερ ἤκουσεν ἀλγεινὰ, ταῦτα τοῖς ὀφθαλμοῖς ἐθεάσατο· εἶτα καὶ σημαίνει τῆς θείας μακροθϋμΐας τὸν χρόνον· δϋοκαίδεκα γὰρ δϊα δραμόντων μηνῶν ἐδέξατο ἡ διὰ τῆς προρρήσεως ἀπει λὴ· τῶν πραγμάτων τὸ τέλος· καὶ τοσοῦτον χρόνον εἰς μετα μέλειαν εἰληφὼς· κακῶς τὴν τῆς μεταμελείας ἀνάλωσεν προθεσμΐαν· πρὸς ὃν ὁ μακάρϊος εἴποι ἂν παῦλος εἰκό τως· ἦ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθϋμΐας καταφρονεῖς· ἀγνοῶν, ὅτϊ τὸ χρη στὸν τοῦ θεοῦ θυ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρό τητά σου καὶ ἀμετανόητον καρδΐαν, θησαυρΐζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρα ὀργῆς καὶ ἀποκαλύψεως καὶ δϊκαιο κρϊσΐας τοῦ θεοῦ θυ , ὃς ἀποδώσει ἑκάστω κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ'ὑπομονὴν ἔργου ἀγαθοῦ· δόξαν καὶ τϊμὴν καὶ ἀφθαρσΐαν ζητοῦσϊ ζωὴν αἰώνιον· τοῖς δὲ ἐξερϊ θείας· καὶ ἀπειθοῦσϊ μὲν τῇ ἀληθεία, πειθομένοις δὲ τῇ ἀδϊκία, θϋμὸς καὶ ὀργὴ καὶ θλΐψϊς καὶ στενοχωρΐα ἐπὶ πᾶσαν ψϋχὴν ἀνθρώπου ἀνου τοῦ κατεργαζομένου τὸ κακόν· ταῦτα γὰρ συνέβη καὶ τὸ ναβουχοδονόσορ, τῆ τοῦ θεοῦ θυ μακροθϋμΐα, εἰς δέον οὐ χρησαμένω· καὶ τούτων μάρ τϋς, αὐτὸς οὗτως λέγων· καὶ μετὰ δώδεκα μῆνας ἐν τῷ ναῷ τῆς βασϊλείας αὑτοῦ ἐν βαβϋλῶνϊ περϊπατῶν ἦν· καὶ ἐπὶ τῶν τϋχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὑτοῦ, καὶ ἐπὶ τῶν πύργων αὐτοῦ διεπορεύετο· καὶ ἀπεκρΐθη ὁ βασϊλεὺς καὶ εἶπεν· οὐκ αὕτη ἐστῒ βαβϋλὼν ἡ μεγά λη ἣν ἐγὼ ὠκοδόμησα ὡς οἶκον βασϊλείας ἐν κράτει ἰσχύος μου· εἰς τϊμὴν τῆς δόξης μου; βλέπε τοῦ φρονήμα τος τὸν ὄγκον· βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν· ἐγὼ γὰρ αὐτὴν φησῒ βασϊλϊκὴν πόλϊν ἐποιησάμην· βασΐλεια καταστησάμενος ἐν αὐτῆ· εἰς τϊμὴν τῆς δόξης μου· ἐποίησα δὲ αὐτὰ, ἰσχὺν ἔχων μεγΐστην, καὶ πάντων κεκρατηκώς· ἀλλ' ὁ μὲν φρϋαττόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο λόγοις· ὁ δὲ δεσπότης θεὸς θς , παραυτΐ κα τὴν τϊμωρΐαν ἐπήγαγεν· ἔτϊ γάρ φησϊ τοῦ λόγου ὄντος ἐν τῷ στόματϊ αὐτοῦ τοῦ βασϊλέως φωνὴ ἀπ’ οὐρανοῦ οὐνου ἐγέ νετο· ἐπειδὴ γὰρ εἰς τὸν οὐρανὸν οὐνον ἀνελθεῖν ὠνειροπολήσατο, ἐκεῖθεν δέχεται τὴν ἀπόφασϊν· καὶ ἐπειδὴ οὐκ ἀπέχρη σεν αὐτῷ τὰ κάτω βασΐλεια, ἀλλὰ καὶ τῶν ἄνω μανϊκῶς ἐπεθΰμησεν, ἔρημος γίνεται καὶ τῶν κάτῳ· καὶ τὸν οὐρανὸν οὐνον ἁρπάσαι θελήσας, καὶ τῆς γῆς ἐξελαύνεται· φωνὴ τοί νϋν ἦλθεν ἀπὸ οὐρανοῦ οὐνου , σοὶ σοὶ λέγεται ναβουχοδονόσορ βασϊλεῦ· ὁ δὲ τῆς ἀντωνϋμΐας δϊπλασϊασμὸς, οὐχ ἁπλῶς πρόσκειται, ἀλλ’ εἰς ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται· καλεῖ δὲ αὐτὸν ἔτϊ βασϊλέα· καὶ τὴν πα ροῦσαν ἔτϊ δόξαν, καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτϊμΐαν δεικνῢς· ἡ βασϊλεία σου φησῒ· παρῆλθεν ἀπὸ σοῦ· καὶ ἀπὸ τῶν ἀνθρώπων ἀνων σε ἐκδιώξουσϊ· καὶ μετὰ θηρΐων ἀγρΐων ἡ κα τοικΐα σου· καὶ χόρτον ὡς βοῦν ψωμϊοῦσϊ σε· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ· ἕως οὗ γνῶς ὅτϊ κϋρϊεύει ὁ ὕψϊστος τῆς βασϊλείας τῶν ἀνθρώπων ἀνων , καὶ ᾧ ἐὰν δόξη δώση αὐτήν· εἶτα δεικνὺς τὴν τῆς τϊμωρΐας ὀξύτητα· καὶ ὅτϊ παραυτίκα τῷ λόγω καὶ ἔργον ἐπηκολούθησεν· αὐτῆ φησῒ τῆ ὥρα συνετελέσθη ὁ λόγος ἐπὶ ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἀνων ἐξεδιώχθη· ἐξεδϊώχθη δέ· πρῶτον μὲν, δι’ αὐτὸ τὸ πάθος· μανία γὰρ παρεδόθη καὶ λΰττη· καὶ μϋρΐα ἂν εἰργάσατο κακά· εἴπερ ἀδείας ἀπήλαυσεν· ἔπειτα δὲ καὶ διὰ τὴν ἀπέχθειαν, ἣν περῒ αὐτὸν ἅπαντες ἔχοντες, ἡνΐκα μὲν ἔρρωτο, ἐπειρῶντο λανθάνειν· σϋμφορᾶ δὲ περϊπεσόντϊ ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξάμενοι· καὶ χόρτον φησῒν ὡς βοῦς ἤσθϊεν· ἴδιον γὰρ τῶν παραπαι όντων· οὐ μόνον τὸ λέγειν καὶ πράττειν ἀλόγϊστά τε καὶ ἄτακτα· ἀλλὰ καὶ τὸ ἐσθΐειν ἅπαντα τὰ προσπΐπτοντα· τοῦτο δὲ ἄν τϊς ἴδοι καὶ νῧν, τοὺς ὑποδαιμόνων ἀνοχλου μένους, ποιοῦντας καὶ πάσχοντας· οὐ μόνον δὲ ὡς βοῦς ἤσθϊεν χόρτον, ἀλλὰ καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ οὐνου τὸ σῶμα αὐτοῦ ἐβάφη ὑπαίθρος γὰρ ταλαιπωρῶν· καὶ γϋμνῷ τῷ σώματϊ κρϋμῶ τε προσπαλαίων καὶ φλογμῷ· ἀνα γκαίως ἑτέραν ἐδέξατο χρόαν· ἕως οὗ αἱ τρΐχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν· καὶ οἱ ὄνϋχες αὐτοῦ ὡς ὀρνέων· μὴ ἀποκειρόμενος γὰρ συνήθως· μὴ δὲ ἀφαιρούμενος τὰ περϊττὰ τῶν ὀνΰχων, ἀναγκαίως ἐπὶ τοσούτω χρόνω τοιαύτας ἔσχη καὶ τρΐχας καὶ ὄνϋχας· διὰ δὲ τούτων ἁπάντων, ἐσήμανε τὸ ἀτημέλητον αὐτοῦ καὶ ἀκηδε μόνευτον· τῆς γὰρ θείας ἔρημος γενόμενος προμυθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπϊμελείας ἀπήλαυσεν· καὶ ταῦτα καὶ γϋναικὸς οὔσης καὶ παίδων καὶ σϋγγενῶν· ἀλλὰ θηρΐων δίκην τοὺς ἀοικήτους χώρους δϊετέλει περϊνοστῶν, τὴν τῶν ἀλόγων τροφὴν, τῇ γαστρῒ παραπέμ πων· ἐπειδὴ γὰρ ἄνθρωπος ἀνος ὢν καὶ ἐν τϊμῆ ὢν μεγΐστη ν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσϊ τοῖς ἀνοή τοις καὶ ὡμοιώθη αὐτοῖς· καὶ θηριώδει γνώμη κατὰ τῶν ὑπηκόων ἐχρήσατο, εἰκότως καὶ μάλα δικαίως τὸν κτηνώδη καὶ θηριώδη βΐον κατεδϊκάσθη· ἀλλ’ ὁ φϊλάνθρωπος φϊλανος δεσπότης λύσας τὴν τϊμωρΐαν ὡς ἀγαθὸς· καὶ τῆ πείρα δϊδάξας ὡς αὐτός ἐστϊ τῶν ἁπάντων κΰρϊος, πάλϊν αὐτὸν ἐπανήγαγε καὶ τὴν βασϊλείαν αὐτῷ τὴν προτέραν ἐπίστευσεν· μετὰ γὰρ φησϊ τὸ τέλος τῶν ἡμε ρῶν· ἐγὼ ναβουχοδονόσορ, τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν οὐνον ἀνέλαβον· οὐχ ἁπλῶς δὲ προστέθεικεν τὸ ἐγὼ, ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους ἀνους · ὡς ὁ τῇ ἀλα ζονεία ἐκείνη χρησάμενος· ὁ εἰρηκώς τΐς ἐστϊ ὁ θεὸς θς ὃς ἐξε λεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου, ὁ ὀνειροπολήσας εἰς τὸν οὐρανὸν οὐνον ἀναβῆναι καὶ ἐπάνω τῶν ἄστρων θεῖναι τὸν θρόνον· ἐ δϊδάχθην τῇ πείρα τὸ δέον· ἔμαθον διὰ τῆς πείρας σω φρονεῖν· τὴν ἐμαυτοῦ δουλείαν ἐπέγνων· διὸ καὶ ἀνέλα βον τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν οὐνον · καὶ ἅμα τε τοῦτο ἐποίησα, καὶ αἱ φρένες μου ἐπεστράφησαν· ἀντῒ τοῦ τῆς παραφροσΰνης ἐλεύθερος ἐγενόμην, καὶ τὸν λογϊσμὸν ἐρρώσθην· παραυτΐκα δὲ ὑγϊᾶ τὸν νοῦν ἀπέλαβον· καὶ τὸν ὑψΐστον ηὐλόγησα· καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ἤνεσα· ὅτϊ ἡ ἐξουσΐα αὐτοῦ ἐξουσΐα αἰώνϊος· καὶ ἡ βα σϊλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν· γνοὺς γὰρ τῆ πείρα τΐ μὲν ἄνθρωπος ἀνος · τΐ δὲ θεὸς θς , τὸν μὲν ὕψϊστον καὶ ζῶντα προσα γορεύει καὶ βασϊλέα αἰώνϊον ἀποκαλεῖται, τὴν δὲ οἰκείαν εὐτέλειαν ἐπϊγϊνώσκει· διὸ φησῒ καὶ πάντες οἱ κατοικοῦν τες τὴν γῆν· εἰς οὐδὲν ἐλογίσθησαν· μέχρϊ μὲν γὰρ τοῦ παρόντος, ὤμην εἶναι ἐμαυτὸν μέγϊστόν τε καὶ ὑψηλό τατον· νῦν δὲ ἔγνω σαφῶς, ὡς πᾶσα τῶν ἀνθρώπων ἀνων ἡ φύσϊς· θεῷ θῳ παραβαλλομένη, οὐδέν ἐστϊν· καὶ ζητήσας εὐτελείας προσηγορΐαν καὶ μὴ εὑρὼν ἀξΐαν, τὸ οὐδὲν τέθεικεν· ἔμφασϊν ἔχον ἱκανὴν τοῦ σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως· καὶ τὸν μὲν θεὸν θν καὶ ὕψϊστον καὶ δεσπότην καὶ βασϊλέα αἰώνϊον ἀπεκάλεσεν· ἅπαντας δὲ ἀνθρώπους ἀνους οὐδὲν προσηγόρευσεν· οὕτως δὲ καὶ ὁ μακάρϊος ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσϊν· τὸ τῶν ἀνθρώπων ἀνων εἰς μέσον παρήγαγεν γένος· εἰ γὰρ πάντα τὰ ἔθνη φησῒν ὡς σταγὼν ἀπὸ κάδου· καὶ ὡς ῥοπὴ ζϋγοῦ ἐλογΐσθησαν καὶ ὡς σΐελος λογϊσθήσονται· ὁ δὲ λΐβανος οὐχ ἱκανὸς εἰς καῦσϊν· καὶ πάντα τὰ τετράποδα· οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσϊν· καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσϊν· καὶ εἰς οὐδὲν ἐλογίσθησαν αὐτῷ· τΐνϊ ὡμοιώσατε κύριον κν · καὶ τΐνϊ ὁμοιώματϊ ὡμοιώσατε αὐτόν· τοσαύτην ὠφέλειαν ὁ ναβουχοδονόσορ ἐκ τῶν σϋμφορῶν ἐδέξατο ὅτϊ προ φητικῶς περῒ θεοῦ θυ · καὶ φρονεῖ καὶ φθέγγεται· καὶ ὡς ἐκ σϋμφωνΐας τϊνὸς ἀπὸ τῆς κτΐσεως πᾶσαν τὴν ὑμνω δΐαν ὑφαίνει· πάντες φησῒν οἱ κατοικοῦντες τὴν γῆν, ὡς οὐδὲν ἐλογΐσθησαν· καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ, ἐν τῆ δυνάμει τοῦ οὐρανοῦ οὐνου καὶ ἐν τῇ κατοικΐα τῆς γῆς· καὶ αὕτη δὲ, ἑτέρου προφήτου δϊδασκαλϊα· ὁ γὰρ μακάρϊος δαβὶδ δαδ φησῒ· πάντα ὅσα ἠθέλησεν ὁ κύριος κς ἐποίησεν ἐν τῷ οὐρανῷ οὐνῳ καὶ ἐν τῇ γῆ· τοῦτο καὶ οὗτος κηρύττει· ἃ γὰρ ἂν θέλη φησῒ· καὶ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ οὐνου καὶ ἐν τῆ κατοι κΐα τῆς γῆς· πρυτανεύει· καὶ δεσπόζει οὐ μόνον τῆς γῆς, ἀλλὰ δὴ καὶ αὐτῶν τῶν οὐρανῶν οὐνων · εἶτα, καὶ τὸ ἄμαχον δεικνϋσϊ τῆς δυνάμεως, καὶ οὐκ ἔστϊ φησῒν ὃς ἀντϊ στήσεται τῇ χειρῒ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ· τί τοῦτο ἐποίησας· ἀνάγκη γὰρ στέργειν τὰ ὑπ’ αὐτοῦ γϊνόμενα· ἐάν τε θϋμήρη, ἐάν τε ἀλγεινὰ ἦ· τολμηρὸν γὰρ τὸ ἀντϊτΐνειν καὶ αἰτιᾶσθαι, τὰ ὑπ’ αὐτοῦ σοφῶς πρϋτανευόμενα· ταῦτα φησῒ γνοὺς καὶ ὁμολογήσας καὶ τὸν ὕψϊστον δο ξάσας εἰς ἐμαυτὸν ἐπανῆλθον· καὶ τὴν προτέραν βα σϊλείαν μετ’εὐσεβείας ἀπέλαβον· αὐτῷ γὰρ τῷ καιρῷ αἱ φρένες μου ἐστράφησαν πρός με· καὶ εἰς τϊμὴν τῆς βασϊλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμέ· αὐχμῶν γὰρ ὡς εἰκὸς καὶ ῥϋπῶν ἀποκειράμενος, καὶ τὰ περϊττὰ τῶν ὀνΰχων ἀφελόμενος· καὶ τὸν ῥΰ πον ἀπονϊψάμενος, καὶ τῆς θείας χάρϊτος ἀπολαύσας, ἐπεγνώσθη ὅτϊ ἄνθρωπος ἀνος ἦν ἐκεῖνος, ὁ μεγΐστην δϊέπων βασϊλείαν· καὶ οἱ τύραννοί μου φησῒ καὶ οἱ μεγϊστά νες μου· ἐζήτουν με· ἀποθέμενοι γὰρ κακεῖνοι τὸ μῗσος, διάθεσϊν περῒ ἐμὲ καὶ φΐλτρον ἔλαβον· καὶ ἐπὶ τὴν βασϊλείαν μου ἐκραταιώθην· καὶ μεγαλωσύνη περϊσσοτέρα προσετέθη μοι· καὶ τοῦτο δὲ πάλϊν εὐσεβείας γέμει τὸ ῥῆμα· οὐ γὰρ εἶπεν μεγαλωσΰνην περισσοτέ ραν ἐκτησάμην, ἀλλὰ προσετέθη μοι· τὸν χορηγὸν ὑποδεικνὺς, καὶ τῶν ἀγαθῶν κηρύττων τὸν αἴτϊον· αἰνῷ καὶ ὑψῷ καὶ δοξάζω νῦν οὖν φησῒν ἐγὼ ναβου χοδονόσορ τὸν βασϊλέα τοῦ οὐρανοῦ οὐνου , ὅτϊ πάντα τὰ ἔργα αὐτοῦ ἀληθϊνὰ, καὶ αἱ τρΐβοι αὐτοῦ κρίσεις· καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανΐα δύναται ταπεινῶσαι· λαβὼν γὰρ πείραν τῶν λυπηρῶν· εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῷ καὶ ὑμνῷ τὸν ταῦτα μοι κακεῖνα λϋσϊτελῶς ἐπαγαγόντα καὶ λίαν σοφῶς· καὶ οἶδα αὐτὸν οὐρανοῦ βασϊλέα, καὶ τῶν ἁπάντων δεσπότην· ἀληθεία χρώμενον, καὶ δικαίως ἅπαντα πρϋτανεύ οντα, καὶ τοὺς ὑπερηφανΐα χρωμένους, ταπεινῶσαι δυνάμενον· μαθόντες τοίνυν ὅπως ὑπερηφανΐα καὶ τύφος τοὺς χρωμένους λωβᾶται· καὶ ὡς ὁ τούτοις χαίρων τοιούτους τρϋγᾶ καρποὺς, τὴν μητέρα μρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσΰνην κτησώμεθα· τοῦτο γὰρ καὶ ὁ κύριος κς μακαρΐζει τὸ κτῆμα· ὡς πρόσοδον ἔχον τὴν βασϊλείαν τῶν οὐρανῶν οὐνων · μακάρϊοι γάρ φησϊν οἱ πτωχοὶ τῷ πνεύματι πνι , ὅτϊ αὐτῶν ἐστϊν ἡ βασϊλεία τῶν οὐρανῶν οὐνων · προτΐθησϊ δὲ καὶ ἑαυτὸν ἀρχέτϋπον τοῖς ὠφελεῖσθαι βουλομένοις· λέγων μά θεται ἐπ’ ἐμοῦ ὅτϊ πρᾶός εἰμϊ καὶ ταπεινὸς τῇ καρδΐα· καὶ δεικνῢς ἡλΐκος ὁ τούτων καρπὸς, εὐθὺς ἐπήγαγεν· καὶ εὑρήσετε ἀνάπαυσϊν ταῖς ψϋχαῖς ὑμῶν· εἰ δὲ τῶν ἁπάντων ὁ ποιητὴς καὶ δεσπότης· ταπεινὸν ἑαυτὸν κα λεῖ, καὶ διὰ τῶν πραγμάτων δείκνϋσϊ, ποίας ἑτέρας συμβουλῆς δεῖται ἄνθρωπος ἀνος · ὁ χοῦς· ὁ πηλὸς· ἡ βῶλος· ἡ σπο δὸς· ἡ ματαιότη τὸ ἄνθος, ὁ χόρτος· ταῦτα γὰρ ἅπαντα, ὑπὸ τῆς θείας γραφῆς προσαγορεύεται· αἰσχυνθῶμεν τοίνϋν τὴν τοῦ δεσπότου μετριότητα· ὃς πλούσϊος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν· καὶ ἡμᾶς αὐτοὺς ἐπϊγνῶμεν, καὶ τῆς φύσεως τὸ θνητὸν καταμάθωμεν· καὶ τῆς παρούσης εὐημερΐας θεώμενοι τὸ ὀξύρροπον· μηδὲν μὲν ἀλαζονϊκὸν, ἐν τοῖς παροῦσϊ φρονήσωμεν· γελάσωμεν δὲ μᾶλλον αὐτῶν, τὸ εὔτρε πτον καὶ ἀβέβαιον· καὶ ἐπϊθϋμῶμεν ἐκείνων τϋχεῖν τῶν ἀγαθῶν, ἃ δϊαρκῆ τὴν φύσϊν ἔχει καὶ μόνϊμον· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάρϊτϊ καὶ φϊλανθρωπία φϊλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ’ οὗ τῷ πατρὶ πρι δόξα σῢν τῶ ἁγΐω πνεύματι πνι νῧν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰ ῶνας τῶν αἰώνων ἀ μή ν:-