τόμος τρίτος Ἔ τους ὀκτωκαιδεκάτου ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίη- σεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς, πήχεων ἑξήκοντα, καὶ εὗρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίω δεη- ρᾶ ἐν χώρα βαβυλῶνος: ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάν- θρωπος δεσπότης, ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς, βούλεται πάντας ἀνθρώπους ανους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐ- ·τὸν καὶ οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται · σωτηρίας σριας , οἱ δὲ ἀναλγησίαν νοσοῦντες καὶ τῶ ἀνηκέστῶ πάθει τῆς ἀλαζονίας δουλεύοντες οὐδὲ μίαν ἐκ τῶν θείων φαρμάκων τὴν ὠφέλειαν καρποῦνται, ἀλλ’ ἐοίκασί τισιν ἀρρώστοις ἀποστρεφο- ·μένοις μὲν τὴν παρὰ τῆς ἰατρικῆς τέχνης προσφερομένην αὐ- ·τοῖς θεραπείαν, ἀκρασία δὲ πολλῆ καὶ ἀταξία χρωμένοις, καὶ τὴν ἐπικειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον, τοιοῦτος ἦν, οὗ- τος ὁ ἀλαζὼν βασιλεὺς, ὃς τοῦ θεοῦ θυ τῶν ὅλων ἀμέτρω φιλανθρωπίᾳ φιλανια ·χρησαμένου, καὶ μετὰ τὰς μυρίας δυσσεβείας καὶ παρανομίας θεραπ θεραπείαν αὐτῶ προσενηνοχότος, καὶ ὑποδείξαντος τῆς παρούσης εὐη-. μερίας, τὸ ἐπίκηρόν τε καὶ μάταιον. καὶ τῆς ἀρετῆς τὸ ὑψηλόν τε καὶ περίβλεπτον. ἣ καὶ δοριαλώτους· καὶ τὸυς τῆς δουλείας. τὸν ζυγὸν φέρειν ἠναγκασμένους ἀποφαίνει λαμπροὺς, εὐθὺς. μὲν ἐθαύμασε τὴν τοῦ προφήτου σοφίαν, καὶ τὸν τούτου θεὸν τῶν ὅλων εἶναι θεὸν θν ὡμολόγησεν, ὀλίγου δὲ χρόνου διελθόν- – τος, εἰς ἑαυτὸν ἐπανῆλθεν, ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον. ∵ ἥ φασιν ἡ θεία γραφὴ, καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν. τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἑξήκοντα, τὸ δὲ εὗρος πήχεις ἓξ, καὶ ταύτην ἐν ἰσοπέδω στήσας χωρίω ὥστε ὁμοίως παρὰ. πάντων ὁρᾶσθαι, παρὰ πάντων αὐτὴν κελεύει προσκυνεῖσθαι. τῶν ὑπηκόων, οὐχ ἁπλῶς δὲ οὗτος τῆς ἀλαζονείας ὁ τρό- πος, ἀλλ’ ἀντίθεος ἄντικρυς καὶ θεομισής. ἐπειδὴ γὰρ ὁ θεὸς θς ὄναρ αὐτῶ μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιη- μένην, καὶ διὰ τούτων αὐτῶ τὰς τῶν τεττάρων βασιλειῶν δια- δοχὰς παρεδήλωσεν, ἀντιστρατεύει μὲν τῶ θεῶ τὸν οἰκεῖ-. ον τύφον· κατασκευάζει δὲ καὶ αὐτὸς εἰκόνα, μέγεθος αὐτῆ. δεδωκὼς ὅσον ἡ ἀνθρώπων ανων παρασχεῖν ἠδύνατο τέχνη, οὐκ ἔτι. δὲ αὐτὴν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ. ἀλλ’ ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ κατασκευάζει· οἰόμενος ὁ δεί- λαιος αὐτῶ ψευδεῖς ἀποδείξειν τοῦ θεοῦ θυ τὰς προρρήσεις. καὶ ἐπει- δὴ ὁ μακάριος δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων αὐτὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴν χρυσὴν. τουτέστ τὴν τῶν βαβυλωνίων εἴτ ̓. οὖν ἀσσυρίων βασιλείαν, τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων, αἳ τὴν κεφαλὴν διεδέξαντο, αὐτὸς πᾶσαν ἐκ χρυσίου. τὴν εἰκόνα κατασκευάζει. οὕτως ἡγούμενος ὀ μάταιος ἀτελεύ. τητον ἔχειν τὴν βασιλείαν. στήσας δέ φησι τὴν εἰκόνα, συνή-. γαγεν πάντας τοὺς σατράπας, ὑπάτους τε καὶ στρατηγοὺς καὶ τοπάρ-. χας, ἡγουμένους τε καὶ τυράννους, καὶ τοὺς ὑπεξουσιῶν καὶ πάν-. τας τοὺς ἄρχοντας τῶν χώρων ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκό-. νος ἧς ἔστησεν ναβουχοδονόσορ ὁ βασιλεὺς, καὶ τούτων δὲ ἕ- .καστον, τὴν ἄκραν ὑπερηφάνειαν παραδηλοῖ, οὐ γὰρ ἁπλῶς .τοὺς τυχόντας τῶν ὑπηκόων εἰς τὴν τῆς εἰκόνος ἐκάλε- .σεν ἑορτὴν, ἀλλὰ τούς τε τοπάρχας οἳ τῶν οἰκείων ἐθνῶν .ἐβασίλευον καὶ τοὺς ὑποκειμένους τούτοις σατράπας, καὶ τοὺς στρατηγοὺς τοὺς τῶν σατραπῶν τὴν ἡγεμονίαν πεπι- στευμένους, καὶ εἴτι ἕτερον εἶδος ἀρχῆς παρ’ ἐκείνοις νενό- μιστο, καὶ εὐθὺς μὲν ἡ κλῆσις, ἁπλῆ τις ἐνομίζετο, ὕστερον ·δὲ τὸ διὰ τῆς κλήσεως τυρευόμενον ἐφωράθη. ἐπειδὴ γὰρ συνῆλθον ἅπαντες ὁ κήρυξ φησὶν ἐβόα ἐν ἴσχυι, τουτέ- στι μεγίστη χρώμενος τῆ φωνῆ. ὑμῖν λέγεται ἔθνη λαοὶ φυλαὶ γλῶσσαι, ἧ ἂν ὥρα ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγ- γος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, .καὶ συμφωνίας καὶ παντὸς γένους μουσικοῦ, πίπτοντες .προσκυνεῖτε τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησεν ναβουχοδονό- .σορ ὁ βασιλεὺς, καὶ ὃς ἐὰν μὴ πεσὼν προσκυνήση αὐτῆ τῆ ὥρα ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιο- μένην:- οὕτως ἥρπασεν ὁ δείλαιος ὡς ἐνόμισε τὴν θείαν τιμὴν, καὶ οὐκ ἀπέχρησεν αὐτῶ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῆ εἰκόνι προσφέρεσθαι τὴν προσκύνη- σιν ταύτην ἐνομοθέτησεν, καὶ καταπλήττει μὲν ἅπαντας, τῆ τε ὕλη καὶ τῆ τέχνη καὶ τῶ μεγέθει τῆς εἰκόνος, κατακηλεῖ δὲ καὶ καταθέλγει, τῆ παντοδαπῆ τῶν μουσικῶν ὀργάνων ἠχῆ. τοὺς δὲ μήτε τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους, μήτε ὑπὸ τῆς τῶν ὀργάνων ὠδῆς τε καὶ ἡδονῆς καταθελγομένους τῆ .ἀπειλῆ τοῦ καμίνου δεδίττεται, καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάν- των, οὐ διήμαρτεν τοῦ σκοποῦ, ἑώρα γὰρ ἅπαντας τὸ κελευό μενον ποιοῦντας καὶ φόβω καὶ ἡδονῆ δουλεύειν εἰθισμένους μόνοι δὲ οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι οἱ τὴν πατρῶαν πρωαν εὐ- ∵ γένειαν ἀκήρατον καὶ ἐν δουλεία φυλάξαντες, ἀνανίας· καὶ ἀζαρίας καὶ μισαὴλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν, οὐκ ἔλαθον δὲ τοὺς δυσσεβεία συζῶντας χαλδαίους, οἳ κοινωνοὺς ἅπαντας ἔχειν τῆς ἀσεβείας ἐβούλοντο αὐτίκα. τοίνυν προσίασι μὲν τῶ βασιλεῖ, ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου διαρρήδην διαγορεύοντος ἅπασι τοῖς ὑπη- κόοις προσκυνεῖν τὴν εἰκόνα, καὶ τοῖς τοῦτο ποιεῖν παραι- τουμένοις ἀπειλοῦντος τὴν κάμινον. εἰσάγγέλλουσι δὲ τοὺς ἱεροὺς ἐκείνους ἄνδρας, λέγοντες ὅτι εἰσὶν ἄνδρες ἰουδαῖοι. οὓς κατέστησας ἐπὶ τὰ ἔργα, τῆς χώρας βαβυλῶνος, σεδρὰχ,. μισὰχ, ἀβδεναγώ. οἱ ἄνδρες οὗτοι οὐχ ὑπήκουσαν τῶ δόγ-. ματί σου βασιλεῦ καὶ τόν τε οἰκεῖον φθόνον διὰ τούτων πα- ραδηλοῦσι, τοῦ τε βασιλέως ἐξάπτουσι τὴν ὀργὴν αἰνιττόμενοι διατούτων καὶ μόνον οὐχὶ λέγοντες· ὅρα τίνας ἡμῶν προε-· τίμηας, τίσι τῶν βαβυλωνίων τὴν ἡγεμονίαν ἐπίστευσας, οἵ. οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἐβουλήθησαν, καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι, ἀλλὰ τῆς τιμῆς τὸ μέγεθος ἀτιμίας ἀφορμὴν ἐποιήσαντο ἀντικρὺς τοῖς σοῖς ἀντι- λέγοντες νόμοις, καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα καὶ- οὐκ ἐντεῦθεν μόνον ἐστὶν θεωρῆσαι τὸ τυραννικόν τε καὶ ἀγνῶ-. μον, ἀλλὰ καὶ ἑτέρωθεν καταμαθεῖν δυνατὸν, ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον, οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσι, καὶ τὴν προσήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυνουμένοις θεοῖς οὐ προσφέρουσι, καὶ τῆς εἰκόνος δὲ τὴν προσκύνησιν ἣς ἅ- παντες οἱ ἀρχόμενοι προσενηνόχασιν, ἠρνήθησαν προφανῶς. τούτων ἀκούσας ὁ φρενοβλαβὴς ἐκεῖνος βασιλεὺς, καὶ ἐπιλα- θόμενος τῶν ὑπ’ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων ἐπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστι θεὸς θς τῶν θεῶν καὶ κύριος κς τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον, πυνθάνεται δὲ εἰ τῶ ὄντι κοινωνεῖν αὐ- τῶ τῆς τῶν θεῶν οὐκ ἐθέλουσι θεραπείας, καὶ τῆς εἰκόνος φεύ- γουσι τὴν προσκύνησιν. εἶτα παραινεῖ καὶ συμβουλεύει τούτοις τοῦτο ποιεῖν, τῆ τοῦ πυρὸς ἀπειλῆ δεδιττόμενος, ἐὰν γάρ φησι μὴ προσκυνήσητε αὐτῆ τῆ ὥρα, ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην, ἔπειτα τὴν ἄρ- ρητον ἐκείνων καὶ θηριώδη βλασφημίαν τολμᾶ. καὶ τίς ἐστι θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου, οὕτω ταχέως ὃν ὡμολόγησεν ἐκβλασφήμησεν, καὶ ὃν θεὸν θν θεῶν ἀπεκάλεσεν ·ἀνθρώπων ἀσθενέστερον ὑπέλαβεν εἶναι, ὃν δὲ κύριον κν βασιλέων προσηγόρευσε, νικᾶν ὁ δείλαιος ἐνεανιεύσατο, προγονικὰ .δὲ αὐτοῦ τὰ τοιαῦτα τολμήματα. καὶ γὰρ ὁ σεναχηρεὶμ ἐκεῖ- νος, στρατεία μεγίστη κατὰ τῆς ἱερουσαλὴμ χρησάμενος, ἐπι- στέλλων τῶ ἐζεκία, τοιαῦτα ἐφθέγξατο. μή σε ἀπατάτω ὁ θεός θς σου ἐφ’ ὧ σὺ πέποιθας ἐπ’ αὐτῶ, ὅτι ῥύσεται τὴν ἱερουσαλὴμ ιλημ ἐκ ·χειρός μου, μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν, ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; ποῦ ὁ θεὸς αἰμὰθ, καὶ ποῦ ὁ θεὸς θς ἀρφὰθ, καὶ ποῦ ὁ θεὸς θς τῆς πόλεως σεπφαρεὶμ· μὴ ἠδυ- ·νήθησαν σαμάρειαν ῥύσασθαι ἐκ χειρός μου, ὅτι ῥύσεται κύριος κς ·τὸν ἱερουσαλὴμ ιλημ ἐκ χειρός μου, ἀλλ’ εὐθὺς καὶ παραχρῆμα ἔλαβεν ·τὰς βλασφημίας τὰ ἐπίχειρα, καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες ὑφ’ ἑνὸς ἀνηρέθησαν ἀγγέλου, αὐτὸς δὲ φυγὼν καὶ τὴν ἐνεγκοῦσαν καταλαβὼν σφαγέας οὓς ἐγέννη- σεν ἔσχηκεν, ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ·ἐκίνησεν δέχεται τὴν σφαγὴν παρὰ ἀνδρῶν ὧν ἐγέννη- ·σεν, ἀλλ’ οὐδὲ τοῦτο τὸ παράδειγμα, τοῦ ναβουχοδονόσορ ἐχαλίνωσε τὴν γλῶτταν, οὔτε τὸ ἐνύπνιον ἐκεῖνο τὰς τῶν βασιλέων ὑποδεῖξαν διαδοχὰς ἐδίδαξε σωφρονεῖν, ἀλλ’ ἔμει- ·νε κατὰ τοῦ πεποιηκότος λυττῶν, ἀντιστρατεύει δὲ αὐτῶ ὁ θεὸς θς ·οὐκ ἄγγελον ὥσπερ ἐπὶ τοῦ σεναχηρεὶμ ἐκείνου πεποίηκεν, ·ἀλλὰ τρία παιδάρια αἰχμάλωτα δοριάλωτα, τὴν ξένην οἰ- κεῖν ἠναγκασμένα, τὸν τῆς δουλείας ἕλκοντα ζυγόν, νέαν ἄγοντα τὴν ἡλικίαν, ἐν αὐτῶ ὄντα τῶ ἔαρι τοῦ χρόνου, οὗτοι γὰρ γὰρ παραυτίκα τῆς λίττης ἐκείνης καὶ μανικῆς βλασφημίας ἀκούσαντες θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο, καὶ ἀπε- κρίθησαν, καὶ εἶπαν τῶ βασιλεῖ, οὐ χρείαν ἔχομεν ἡμεῖς. περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. περιττή φησιν ἡ πεῦσις, ἡ παρὰ σοῦ ἡμῖν προσφερομένη, ἃ γὰρ ἐφρο-· νοῦμεν, ταὺτα καὶ νῦν φρονοῦμεν, καὶ οὐδεμίαν μεταβο-· λὴν, ἐκ τῶν σῶν ἀπειλῶν δεξόμεθα, ἔστι γὰρ ὁ θεὸς θς ἡμῶν ἐν· οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ· τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χει- ρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς. τίς οὐκ ἂν εἰκότως ἐκ- πλαγείη, τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν, τὴν σο- φίαν, τὴν εὐσέβειαν, τὴν περὶ τοὺς νόμους δικαιοσύνην, τὴν περὶ πάντα σωφροσύνην, τὸ μὲν γὰρ μὴ καταπλαγῆ- ναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον μετὰ πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων ανων ἀντιτεταγμένον, καὶ τὴν μεγίστην ἐκείνην πειρὰν, οὐ λόγοις μόνον ἀπειλουμένην, ἀλλὰ καὶ ὁρωμένην, τὴν ἀδάμαντος στερροτέραν αὐτοῖς ἀνδρείαν μαρτυρεῖ. τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμῆσαι ζωῆς. ποίας δι- καιοσύνης ὑπερβολὴν καταλείπει, τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λό- γοις, μήτε δειλία πάλιν καταισχύναι τὸ γένος, τὴν δὲ φρό- νησιν καὶ σοφίαν ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις ἀντιτεθεῖσα εὐσέβεια· ὁ μὲν γὰρ ἔλεγεν τίς ἐστι θεὸς θς ὃς ἐξελεῖ- ται ὑμᾶς ἐκ τῶν χειρῶν μου. οἱ δὲ ἐβόων, ἔστιν ὁ θεὸς θς ἡμῶν· ἡμεῖς ἐν οὐρανοῖς ὧ ^ λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν. σου βασιλεῦ ῥύσεται ἡμᾶς. μὴ γὰρ δὴ νομίσης τὸν ἡμέ-. τερον θεὸν θν , τοῖς σοῖς ἐοικέναι θεοῖς, ἐκείνων γὰρ εἰκότως κα- ταφρονεῖς ἐξ ὕλης καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ. δὲ ἡμέτερος θεὸς οὐρανοῦ ουνου καὶ γῆς καὶ τῶν ἁπάντων δημι-. ουργὸς, δύναμιν ἔχων ἣν δείκνυσι τὰ ὁρώμενα, τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις, οὐ ῥάδιον κατιδεῖν, τοῦτον- πρεσβεύοντες, τὴν παρ’ αὐτοῦ βοήθειαν ἀναμένομεν. ἱκανὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν, καὶ τῆς καμίνου τοῦ πυρὸς, ἣν συγκατεσκεύασας. τὰ δὲ μετὰ ταῦτα ῥηθέντα, οὐδὲ μίαν ἀνδρείας καὶ φιλοθείας ὑπερβολὴν καταλείπει. εἰρηκότες γάρ ὅτι ἐστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ουνοις , ᾧ ἡμεῖς λα- τρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύ- σεται ἡμᾶς, εὐθὺς ἐπήγαγον, καὶ ἐὰν μὴ γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου λατρεύομεν, καὶ τῆ εἰκόνι τῆ χρυ- σῆ ἧ ἔστησας οὐ προσκυνοῦμεν: οὐ γὰρ ἐπὶ μισθῶ τῶ ἡμετέρῶ δεσπότη δουλεύομεν, ἀλλὰ φίλτρω καὶ πόθω νιττόμενοι, πάντων ὁμοῦ τὴν τοῦ θεοῦ θυ ἡμῶν προαιρούμε- θα θεραπείαν, οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰτοῦμεν, ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν καὶ προμηθείαν στέργομεν καὶ τὸ συνοῖσον μᾶλλον οὐκ εἰδό- τες, τῶ κυβερνίτη παραχωροῦμεν ἰθύνειν ὡς ἂν ἐθέλη. ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἠπειλημένων ἰσχύει κα- - κῶν. σαφῶς ἐπιστάμεθα. εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, - ἀγνοοῦμεν σοφῶ δὲ ὄντι, παραχωροῦμεν πρυτανεύοντι. καὶ - δεχόμεθα τὴν ψῆφον. ταύτην ἡμῖν συμφέρειν πιστεύον- ·τες. εἴτ ̓ οὖν ῥύεται εἴτε καὶ μὴ καὶ τῆς εἰκόνος σου καὶ τῶν θεῶν σου φεύγομεν τὴν προσκύνησιν, πρὸς τοιαύ- τας σοι ψυχὰς ἡ παράταξις ὃν ἂν θέλης τρόπον ἀνταγω- νίζου, οὔτε καταθέλξεις τιμῶν, οὔτε καταπλήξεις ἀπειλῶν. πάντων γὰρ ὁ θεὸς θς ἡμῶν ἐρασμιώτατός τε καὶ φοβερώτατος. τί τούτων ὑψηλότερον τῶν ῥημάτων τούτοις, τὴν ἀποστολι- κὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν· τὸ γὰρ τί προ- σευξώμεθα καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν, ἀλλ’ ὁ θηριώδης ἐκεῖνος καὶ μανικώτατος καὶ μανικώτατος τύραννος ἔμπλεως θυμοῦ γενόμενος ὡς καὶ δηλῶσαι τῷ προσώπῳ τὴν τῆς ψυχῆς ταραχὴν, ἐπὶ πλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρηγγύη- σεν, πεδηθῆναι δὲ τοὺς ἁγίους τρεῖς ἄνδρας παρεκελεύ- σατο, καὶ ὥστε μὴ δὲ μίαν γενέσθαι τῆς τιμωρίας ἀναβο- λὴν τῆς ἐσθῆτος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων σὺν αὐτοῖς τούτοις τῆ πυρᾶ παραδοθῆναι προσέταξεν, τουτέστι σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημίσι· σαράβαρα δέ ἐστι περσικῶν περιβολαίων εἴδη. τιάραι δὲ. τῶν κεφαλῶν τὰ καλύμματα. περικνημίδας δὲ τὰς κα- λουμένας ἀναξυρίδας λέγει, ἢ τὰς σκυτίνας τὰς ἔξωθεν. οὕτω πεδηθέντες οἱ ἅγιοι ἄνδρες παρεδόθησαν τῆ πυρᾶ.· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας, οὕτως αὐτοὺς κα- τακαυθῆναι προσέταξεν. ἡ δὲ θεία χάρις, ἕτερον ἐντεῦ- θεν ὠκονόμει μυστήριον, τὰ μὲν γὰρ ἐπιβληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ, συνήθως ἡ τοῦ πυρὸς διέλυσεn φύσις. εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια, ἀκήρατα διεφύλα- ξεν, καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους ἑστῶτας ἐκτὸς, ἡ φλὸξ. κατηνάλωσεν, αὐτοῖς δὲ τοῖς ἁγίοις. προσπελάζειν οὐκ ἴσχυ- σεν, ἀλλὰ τοῖς ἔνδον τὰ νῶτα παραχωροῦσα κατὰ τῶν οἰκεί- ων ἐχώρει προσκυνητῶν, ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ δεσπότου θεραπόντων εἰσπραττομένη, τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον. ὅτι τῶν ἀνθράκων οἷόν τινων ἐπιβαίνοντος ῥόδων περιεπά- - τουν φησὶν ἐν μέσω τῆς φλογός, ὑμνοῦντες τὸν θεὸν θν καὶ εὐλο- ∵ γοῦντες τὸν κύριον κν . καὶ ταῦτα δὲ, ἔμφασιν τῆς ἄκρας αὐτῶν ἔχει φιλοσοφίας, οὔτε γὰρ ἤτουν φησὶ τῶν δεινῶν ἀπαλλαγὴν, ἀλ- λ’ ὕμνουν τὸν οὕτως τὰ κατ’ αὐτοὺς πρυτανεύσαντα· καὶ τῆς κα- λῆς ταύτης αὐτοὺς ὁμολογίας ἀξιώσαντα· ἔστ δὲ ἰδεῖν, ἐοικό- τα τοῖς νέοις τὰ παλαιά. καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι πέτρος καὶ ἰωάννης ιω . ὑπὸ τῆς τῶν φαρισαίων αἰκισθέντες συμμω- ρίας ἐξῆλθον χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόμα- τος τοῦ θεοῦ θυ ἀτιμασθῆναι, καὶ ὁ θειότατος δὲ παῦλος σὺν τῷ σίλα μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθείσας δεσμωτήριον οἰκοῦντες καὶ δοκάκη προσδεδεμένοι κατὰ τὸ μεσονύκτίον φησι προσευ- χόμενοι ὕμνουν τὸν θεὸν θν , οὕτω καὶ οἱ μακάριοι παῖδες οὗτοι, ἐν καμίνω χορεύοντες, τὸν θεῖον ὕμνον διετέλουν ὑφαίνοντες. καὶ πρῶτος μὲν ἀζαρίας στόμα κοινὸν γενόμενος καὶ ὑπὸ τῶν τῆς φλογὸς κυμάτων περικλυζόμενος, ἀνοίξας φησὶ τὸ στόμα αὐτοῦ ἐν μέσω τοῦ πυρὸς εἶπεν: εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν, καὶ αἰνετὸν, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. τίς ἂν πρὸς ἀξίαν τοῦ προοιμίου τὴν σοφίαν θαυ- μάσειεν, οὐδὲ γὰρ ἐν εὐημερία ὢν καὶ εὐκληρία, οὐδὲ κα- τὰ ῥοῦν τοῦ βίου φερομένου· ἀλλ’ ἐν καμίνω τοσαύτη τὸν τῶν ὅλων ὕμνει θεὸν θν , καὶ ἐκάλει αὐτὸν τῶν πατέρων πρων θεόν θν , καὶ τὴν τοῦ φρονήματος δεικνὺς μετριότητα καὶ τῶν πατέρων πρων ἀνακηρύττων τὴν ἀρετὴν ὑμνοῦμεν γάρ σε φησὶν ὦ δέσποτα ἡμεῖς οἱ πατέ- ρας ἔχοντες ἐκείνους, ὧν ἠθέλησας κληθῆναι θεός θς , σὺ γὰρ εἶπας τῶ θεράποντί σου μωσεῖ· ἐγὼ θεὸς θς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ. τοῦτό σου τὸ ὄνομα αἰνετόν ἐστι καὶ δεδοξασμένον οὐκ ἐν καιρῶ τινι καὶ χρόνω ῥητῶ, ἀλλ’ εἰς πάντας τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν. ὑμνοῦμεν δέ σε φη- σι, τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως, ὀρθῆ γὰρ καὶ δι- καία ψήφω χρησάμενος ἐξανδραποδισθῆναι ἡμᾶς, καὶ πόρ- ρω τῶν οἰκείων γενέσθαι προσέταξας. καὶ πάντα φησὶ τὰ ἔρ- γα σου ἀληθινὰ, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς καὶ κρίματα ἀληθείας ἐποίησας, κατὰ πάντα ἃ ἐπή- γαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ἡμῶν ἱερουσαλήμ ἱλήμ . ὅτι ἐν ἀληθεία καὶ κρίσει, ἐπήγαγες ταῦτα πάν- τα ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. τὴν αὐτὴν μὲν διάνοιας ἅπαντα ἔχει τὰ εἰρημένα, διαφόρως δὲ αὐτὰ εἴρηκεν τὴν δικαίαν τοῦ θεοῦ κρίσιν ὑμνῶν, καὶ χώραν οὐδεμίαν τῆ ἀχαριστία διδούς, διὰ τοῦτο καὶ τῆς ἱερουσαλὴμ ιλημ μνημονεύσας καὶ ἁγίαν αὐτὴν ὀνομάσας, καὶ τῶν πατέρων πρων ἐκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορευσας. εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπή- γαγεν ( ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ) ταῦτα πάντα φησὶν ἐπή- γαγες ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν ὅτι ἡμάρτομεν καὶ ἠνο- μήσαμεν ἀποστῆναι ἀπὸ σοῦ. οὐ γὰρ μάτην φησὶ καὶ ἣν ἐφιέ- ρωσας παραδέδωκας πόλιν τοῖς πολεμίοις· καὶ ἡμᾶς εἴασας δοριαλώτους γενέσθαι, ἀλλ’ ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀπο-. στῆναι ἀπὸ σοῦ, πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ, ἀντὶ τοῦ· ποιητοῦ καὶ δημιουργοῦ, τοῦ ἀγαθοῦ δεσπότου καὶ τροφέως καὶ· φύλακος τοῦ τῆς αἰγυπτίων δουλείας ἀπαλλάξαντος, τοῦ θά- λατταν τεμόντος, τοῦ δι’ ἀβύσσου ποδηγήσαντος τοῦ πέτραν ξηρὰν ὠδῖσι πληγῶν κατακλύσαντος τοῦ τ’ ἄλλα πάντα τὰ· ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος. ἡμάρτομεν τοίνυν ἀπο- στῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσιν, οὐ γὰρ τόδε ἢ τό- δε παρέβημεν, ἀλλὰ πάντα σου τὰ προστάγματα καὶ τῶν ἐν- τολῶν σου οὐκ ἠκούσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ· οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν ἡμῖν γένηται, καὶ ἐνταῦθα πάλιν, τὴν τῆς σοφίας ἔδειξαν ὑ-· περβολήν ἡ γὰρ τῶν νόμων φησὶ καὶ τῶν ἐντολῶν φυλα- κὴ, σοὶ μὲν τῶ νομοθέτη παρεῖχεν οὐδέν, ἡμῖν δὲ, ἀγαθῶν ἀφθονίαν προεξένει· τούτου τοίνυν χάριν καὶ τοὺς νό- μους ἐτεθείκεις ἐκείνους ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας. ἐπειδὴ τοίνυν φησὶ παρέβημεν, πάντα ὅσα ἡμῖν ἐπήγα- γες, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῆ κρίσει ἐποί- ησας, ἀξία γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία εἶτα ταύτην δει- κνὺς ἐπάγει. καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἀνόμων ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκω καὶ πονηροτάτω παρὰ πᾶσαν τὴν γῆν. ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ ἐθεραπεύσα- μεν βασιλέα ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος, εἰκό- τως ἡμᾶς ὠμοτάτω καὶ ἀπηνεστάτω καὶ οὐδαμῶς εἰδότι τὸ δίκαιον δουλεύειν παρέδωκας βασιλεῖ. ἔχοντα καὶ τοὺς ὑπη- κόους, τῆ βασιλικῆ πονηρία συμβαίνοντας, ἀλλ’ ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς πάσης ἐστερήμεθα παρρησίας καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα. τοῦ- το γὰρ σημαίνει λέγων· καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξε τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. ἐμφράττει φησὶν ἡμῶν τὸ στόμα τῆς παρανομίας τὸ πλῆθος, ἀλλ’ ὅμως ἐπονείδιστοι καὶ καταγέλαστοι καὶ λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι, ἡμεῖς οἱ δοῦλοι σου προσαγορευόμενοι ἱκετεύομέν σε διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα, δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν, καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προμηθείας ἀπαλλο- τριώσης, μὴ παραδῶς γάρ φησιν ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνο- · μά σου, καὶ μὴ διασκεδάσης τὴν διαθήκην σου, καὶ μὴ ἀπο- ·στήσης τὸ ἔλεός σου ἀφ’ ἡμῶν. τολμῶμεν φησὶ ταῦτα λέ- γειν πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχοντες, πρῶτον μὲν, αὐτὸ τῆς σῆς δεσποτείας τὸ ὄνομα. ἔπειτα, τὸν ἀμέτρη- τον ἔλεον ὧ κεχρημένος ἰθύνεις τὰ σύμπαντα πρὸς τούτοις, τὰς πρὸς τοὺς πατέρας πρας ἡμῶν συνθήκας ὑπέσχου γὰρ ἐκείνοις περίβλε- πτόν τε καὶ ἔνδοξον τὲ ἐκείνων γένος ποιήσειν. εἶτα καὶ τῶν ὀνομάτων τῶν πατέρων πρων μέμνηται τῆ μνήμη τῶν δικαίων τὸν ἀ- γαθὸν δεσπότην εἰς ἔλεον ἐκκαλούμενος. διὰ ἀβραὰμ φησὶ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ ἰσαὰκ τὸν δοῦλόν σου καὶ ἰσραὴλ ιηλ τὸν ἅγιόν σου οἷς ἐλάλησας πρὸς αὐτοὺς λέ- γων πληθύναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ ουνου καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. ταῦτά φη- σιν ἐκείνοις ὑπέσχου δέσποτα· οὓς ἠγάπησάς τε καὶ ἀοι- δίμους ἐποίησας· ὥστε τῆ ψάμμω. μὲν κατὰ τὸν ἀριθμὸν, παραβάλλεσθαι τὸ γένος· τοῖς δὲ ἄστροις, παραπλησίως. εἶναι λαμπρόν τε καὶ ὑψηλὸν καὶ περιφανὲς· εἶτα ἐκ παραλλήλου ταῖς ἐπαγγελίαις τὰ πράγματα τιθείς: ὅτι δέσποτα φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμὲν ταπεινοὶ ἐν πάση τῇ γῆ· καὶ ἵνα μὴ ψεῦδος κατηγορήση τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγεν· λέγων διὰ τὰς ἁμαρτίας ἡμῶν· οὐ γὰρ σὺ δέσποτα τὰς ὑποσχέσεις ἐψεύσω, ἀλλ’ ἡμεῖς τὰς συνθή- κας παρέβημεν· καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν καὶ ἀριθμοῦ κρείττους· διὰ τὰς ἁμαρτίας ἡμῶν ὠλιγώ- θημεν· τοῦτο γὰρ ἡνίξατο εἰρηκὼς καὶ ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη· τουτέστιν· ἐγενόμεθα μὲν ἀριθμοῦ κρείτ- τους κατὰ τὴν ὑπόσχεσιν· παραβάντες δέ σου τὰς ἐντο- λὰς, ὀλίγοι ἀντὶ πολλῶν ἐγενόμεθα, εἶτα ὑποδείκνυ- σι τῷ θεῷ θω τὴν κατέχουσαν συμφοράν· οὐχ ὡς ἀγνοοῦντα διδάσκων· ἀλλὰ τῇ διηγήσει τῶν συμφορῶν, εἰς φιλανθρωπίαν φι- λανιαν ἐκκαλούμενος· καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτω ἄρχων καὶ προφήτης καὶ ἡγούμενος· ἀπεστερή- μεθα γάρ φησι, βασιλέας· προφητείας· ἱερωσύνης· τῶν θείων σου δωρεῶν καὶ μεγάλων, δι’ ὧν κυβερνώμενοι. διετελοῦμεν· οὐδὲ ὁλοκαύτωσις φησὶν οὐδὲ θυσία, οὐδὲ προσφορὰ· οὐδὲ θυμίαμα· καὶ δεικνὺς τὴν αἰτίαν δι’ ἣν ἀδύνατον θῦσαι· ἀκολούθως ἐπήγαγεν· οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος. ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λειτουργίαν· ἑνὶ περιέγραψεν τόπων· καὶ παρανομία σαφὴς, τὸ ἐν ἑτέρω τόπω προσενεγκεῖν- σοι θυσίαν· τούτων ἀκούειν, οὐκ ἐθέλουσιν οἱ ἰου- δαῖοι· ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες· καὶ τὰ ὦτα βύσαντες, πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν· οἱ δὲ ἅγιοι παῖδες οὗτοι τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι· ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπόσασθαι ἐνώπιον αὐτοῦ καὶ εὑρεῖν ἔλεος· καὶ ἐπειδὴ τούτου φησὶ τυχεῖν ἀδύ νατον· πόρρω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρή- καμεν τρόπον τινὰ θεραπείας ὦ δέσποτα· ἐν ψυχῆ γὰρ συντετριμμένη καὶ πνεύματι πνι ταπεινόσεως προσδεχθείημεν· – - προσφέροντές σοι τὴν ἱκετείαν ταύτην παρακαλοῦμεν· ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων· καὶ ὡς ἐν μυ- ριάσιν ἀρνῶν πιόνων· οὕτως γενέσθαι ἡ θυσία ἡμῶν ἐνώ- πιόν σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι οὐκ – ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί· ἐπειδὴ γάρ φησιν ὁ σὸς νόμος ἐν παντί σοι τόπω προσφέρειν τὰς νενομισ- μένας θυσίας οὐ συγχωρεῖ· ἀντὶ κριῶν καὶ ταύρων· καὶ ἀρνῶν ἀριθμὸν νικώντων συντετριμμένην σοι καὶ τετα- πεινωμένην καρδίαν προσφέρομεν· καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα, πάσης θυσίας ἡδίω· ἐπειδὴ εἴωθας τοὺς πεποιθότας ἐπὶ σοὶ, πάσης αἰσχύνης ἐλευθεροῦν. ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ, ἀλλ’ ὑπὸ τοῦ προφήτου δεδιδαγμένος δαβίδ δαδ · ὃς ἐν τῷ πεντηκοστῷ λέγει ψαλμᾠ· ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα, οὐκ εὐδοκήσεις· θυσία τῷ θεῶ θω , πνεῦμα πνα συντετριμμένον· καρδίαν συντετριμ- μένην καὶ τεταπεινωμένην· ὁ θεὸς θς οὐκ ἐξουδενώσει· καὶ – πάλιν ἐκ προσώπου τοῦ θεοῦ θυ · μὴ φάγωμεν κρέα- ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεᾠ θω θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστω τὰς εὐχάς σου, καὶ ἐπι- κάλεσαί με ἐν ἡμέρα θλήψεώς σου· καὶ ἐξελοῦμαί- - σε καὶ δοξάσεις με· καὶ μετὰ βραχέα· θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδὸς, ἧν δείξω αὐτῷ τὸ σωτήριόν σριον τοῡ θεοῦ θυ · ταῦτα δεδιδαγμένος ὁ θεῖος οὗτος ἀνὴρ τὴν συντε- τριμμένην καρδίαν ἀντὶ πάσης δεχθῆναι θυσίας ἰκέ- τευεν· εἶτα ἐπάγει· καὶ νῦν ἐξακολουθοῦμέν ἐν ὅλη καρδία· καὶ φοβούμεθά σε· καὶ ζητοῦμεν τὸ πρόσω- πόν σου μὴ καταισχύνης ἡμᾶς· τὸ γὰρ πλῆθος τῶν συμφορῶν· ἑτέρους ἡμᾶς ἀνθ’ ἑτέρων εἰργάσατο καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν ἐν ὅλη σε καρ- δία καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασεν· πρόσωπον δὲ θεοῦ θυ ἐνταῦθα, τὴν εὐημερίαν ἐκάλεσεν· καὶ τὴν τῆς ἐλευθερίας ἀπόδοσιν· καὶ τὴν τῆς κηδεμονίας ἀπό- ληψιν· ἧς ἀπολαύοντας, δυνατὸν ἦν ὁρᾶν καὶ τὸν θεῖον ναὸν· καὶ τὰς ἐπιτελουμένας αὐτόθι λατρείας· δι’ ὧν ἀ- σώματον ὄντα τὸν θεὸν θν καὶ ἀόρατον, ὁρᾶν ἐφαντάζον- το· ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μεταβολὴν, μὴ καταισχύνης ἡμᾶς. ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου· καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυ - θαυμάσιά σου· καὶ δὸς δόξαν τῷ ὀνόματί σου ὕψιστε: διὰ ταῦτά φησι πάντα, ἡμᾶς οἴκτου καὶ φιλανθρωπίας φιλανιας ἀ ξίωσον· ἐλεεῖν τε γὰρ πέφυκας, καὶ μακροθυμία κεχρῆσθαι πρὸς ἅπαντας· σύνδρομόν τε ἔχεις, τῇ βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ διηνεκῶς ὑπὸ σοῦ γινόμενα θαύματα τὰ γὰρ εἰς ἡμᾶς γινό- μενα, καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει· οὐχ ὑφ’ ἡμῶν μόνον· ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέ- ραν σωτηρίαν σριαν ὁρώντων· δὸς δόξαν τοίνυν τὸ ὀνόματί σου ὕψιστε· καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά· καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας· καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶ κύριος κς ὁ θεὸς θς μόνος, καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην. ταύτης γὰρ εἰς ἡμᾶς γενομένης τῆς φιλανθρωπίας φιλανιας , καταλυ- θήσεται μὲν τῶν ἐναντίων τὸ θράσος· σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα, καὶ τὸ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συν- τριβήσεται· καὶ γνώσονται σὲ μόνον εἶναι κύριον κν τε καὶ θεόν θν , ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμένης· καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεοὺς, τῶν μὲν οἰκείων θεῶν· γνώσονται τὴν ἀσθένειαν· τὴν δὲ σὴν· προσκυνήσουσι δύ- ναμιν· οἱ μὲν οὖν ἔνδον ἐν τῆ καμίνω χορεύοντες· οὕτω τὸν θεὸν θν ὑμνοῦντες καὶ ἱκετεύοντες διετέλουν· οἱ δὲ τοῦ βασιλέως ὑπηρέται καὶ τῶν ἁγίων κατήγοροι, οὐκ ἔλη- γον ὕλην τῇ φλογὶ χορηγοῦντες· πίσσαν καὶ κληματί- δας· καὶ στίππυον καὶ νάφθαν· εἶδος δὲ τοῦτό ἐστιν ἐν ἐ- κείνη τῇ χώρα γινόμενον, ἐξάψαι τὴν φλόγα δυ- νάμενον· τοσαύτη δὲ ἦν ἡ χορηγουμένη τῇ πυρᾶ τροφὴ, ὡς ἐπ’ ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυθῆναι· καὶ τῶν χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζοντας· καὶ οἱ μὲν ἔξωθεν ἐξῆπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάν- νυ τὴν φλόγα· καὶ τὸ μὲν τῆς καμίνου, τῶν ἀνθράκων ἐγύμνου· καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν· καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην ὠ- δίνειν τὸ πῦρ παρεσκεύαζεν· καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν· ἐποίησε γάρ φησι τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα πνα δρόσου διασυρίζον· καὶ οὐχ ἥψα- το αὐτῶν τὸ καθόλου τὸ πῦρ· οὐδὲ ἐλύπησεν, οὐδὲ παρη- ·νόχλησεν αὐτούς· ἀλλὰ μηδεὶς εἰς ταῦτα ἀφορῶν, σμι- κρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας· τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων· ἔστι θεὸς θς ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν, ὅς δύναται ἐξελέσθαι ἡμᾶς ἐκ τῆς κα- μίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν- σου βασιλεῦ· ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησας οὐ προσκυνοῦμεν· ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖνοι τῆς φλογὸς ἐκείνης κατεφρό- νησαν· οὐ τοῦτο τὸ τέλος ὁρῶντες· ἀλλὰ θάνατον προσ- δεχόμενοι· ὁ δὲ ἀγωνοθέτης, ἐβράβευσεν ὡς ἠθέ- λησεν· καὶ τούς τε ἀλιτηρίους ἐκείνους κατήσχυνεν· καὶ τούτους ἀοιδίμους ἀπέφηνεν· ταύτης τοίνυν τῆς σωτηρίας σριας ἀπολαύσαντες· οἱ μακάριοι καὶ τρισμακάριοι παῖδες· καὶ πολλάκις τοῦτο· οὐκ ἔτι ^ τὸν θεὸν θν ὑμνεῖν ἑνὶ παρεχώρησαν· ἀλλ’ ὡς ἐξ ἑνός φησι στόματος, ὕμνουν καὶ ἐδόξαζον τὸν θεὸν θν ἐν τῇ καμίνω· τὴν ἀρίστην αὑτῶν συμφωνίαν καὶ θαυμαστὴν ὑμνωδίαν, τῇ παρὰ τὴν εἰκόνα συμφωνία καὶ τοῖς μουσικοῖς ἀντιτά- ξαντες ὀργάνοις· καὶ δεικνύντες ὅσω τὸ μὴ προσκυ- νῆσαι τὴν εἰκόνα, τοῦ προσκυνῆσαι λυσιτελέστερον· ἄρχονται δὲ οὕτως τοῦ ὕμνου· εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης- σου τὸ ἅγιον· καὶ ὑπερασπιστὸν καὶ ὑπερυψούμενον· εἰς τοὺς αἰῶνας· ἔρωτος ἐστι θερμοτάτου καὶ ἀπλη- στοτάτου, τὰ ῥήματα. τούτω γὰρ τετρωμένοι, ζητοῦσιν ὀνόματα, τοῦ ὑμνουμένου τὴν ἀξίαν παραδηλῶσαι δυνάμενα· καὶ μὴ εὑρίσκοντες, ταῖς ὑπερθετικαῖς αὐτὰ προθέσεσιν ἐξυφαίνουσιν ὑπερυψούμενον ὀ- νομάζοντες· καὶ ὑπεραινετὸν· καὶ οὐκ αὐτὸν μόνον ἀλ- λὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ πανταχοῦ κύριον κν καὶ θεὸν θν τῶν πατέρων πρων ἀποκαλοῦσι· σφᾶς αὐτοὺς, ἀνα- ξίους εἶναι ταύτης τῆς προσηγορίας ὁμολογοῦντες· εὐλογημένος εἶ ἐν τῷ ναᾠ τῆς ἁγίας δόξης σου, καὶ ὑπε- ∵ ραινετὸς καὶ ὑπερυψούμενος· ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην· καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται· ἀντὶ τοῦ εἰς ἐκεῖνον ·ἀποβλέποντες τὸν ναὸν ἔνθα σου ἡ δόξα ἐπιφαίνεσθαι ·εἴωθεν, τοῦτόν σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυριάκις ἐμπέπρησται· τῆς σῆς ἁγιωσύνης μετέχει. ·καὶ ἵνα μή τις ὑπολάβη περιγράφειν αὐτοὺς τῷ τόπω τὸν ἀσώματόν τε καὶ ἀπεριόριστον θεόν θν , ἀναγκαίως ·ἐπάγουσιν: εὐλογητὸς εἶ ἐπὶ θρόνου δόξης τῆς ·βασιλείας σου· καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος - εἰς τοὺς αἰῶνας· εἶτα δεικνύντες τίνα θρόνον καλοῦσιν, ·εὐθὺς ἐπιφέρουσιν· εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους· καθήμενος ἐπὶ χερουβὶμ· καὶ ὑπερυμνητὸς καὶ - ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ ἐπειδὴ ὁ νεὼς ἐκεῖνος εἶχεν τῶν χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων· ὡς ἂν μὴ δὲ μία τοῖς ἀκούουσιν ἐντεῦθεν ·γένηται βλάβη· καὶ περιγέραφθαι νομίσωσι τὸν θεόν θν , ·θεραπεύουσι τὸν ἀκροατὴν λέγοντες· εὐλογημενος εἶ ·ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ουνου · καὶ ὑπερυμνητὸς καὶ ὑπε- - ρυψούμενος εἰς τοὺς αἰῶνας: πανταχοῦ γάρ φησιν εἶ· καὶ τὰ σύμπαντα πληροῖς· καὶ πᾶσαν περιέχεις τὴν κτίσιν· οὕτως ὑμνήσαντες, καλοῦσιν ἅπασαν τὴν γε- νητὴν φύσιν εἰς κοινωνίαν τῆς ὑμνωδίας οὐ μόνον τὴν λογικὴν· ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον: εὐ- ·λογεῖτε γάρ φησι πάντα τὰ ἔργα κυρίου κυ τὸν κύριον κν · καὶ οὐκ ἀνέχονται τῆς κοινῆς κλήσεως μόνης, ἀλλὰ καὶ ἰδία ἕκαστον συγκαλοῦσιν· καὶ οὐ μόνον τὰ ὁρώμενα, ἀλλὰ καὶ τὴν ἀόρατον φύσιν: εὐλογεῖτε γάρ φησιν ἄγγελοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· καὶ ἵνα μὴ καθ’ ἑκάστην ἑρμηνεύων εἰς μῆκος ἄπειρον ἐκτείνω τὸν λόγον· καλοῦσιν εἰς τὴν χορίαν καὶ οὐρανὸν ουνὸν , καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ουνων · καὶ τὰς δυνάμεις, τὰς τὸν θεῖον θρόνον περιπολούσας· καλοῦσι καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ τὰ κατ’ οὐρανὸν ουνον , ἀλλὰ καὶ τὰ ἐν τῷ ἀέρι γινόμενα· ὄμβρον καὶ δρόσον καὶ πνεύματα πνατα . εἶτα τὰς ἐναντίας ποιότητας· ψύ- χος καὶ καῦμα· εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν, πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ, φύσεως ὄνομα· τὸ δὲ καῦμα οὐκέτι οὐσία, ἀλλὰ πυρὸς ἐνέργεια· καλοῦσι δὲ καὶ δρόσον καὶ νιφετὸν· καὶ πάγον· καὶ ψύχος· καὶ πάχνας καὶ χίονας· τὰ συγγενῆ καὶ ὁμόφυλα· εἶτα νύκτας καὶ ἡμέρας, καὶ τὰ τούτων ποιητικὰ, φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα· τὰ δὲ πράγματα· ἐκάλεσε γάρ φη- σιν ὁ θεὸς θς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα, εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶν καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμά ἐστι συμβεβηκὸς, καὶ τῆς νυκτὸς ποιητικόν· καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσεν, ἀνα- γκαίως δείκνυσι καὶ τὰς τούτων πηγάς· εὐλογεῖτε γὰρ ἔλεγον ἀστραπαὶ καὶ νεφέλαι· αἱ μὲν τίκτουσαι, αἱ δὲ τὰς ὠδίνας προμηνύουσαι· ἀστραπὰς γάρ φησιν ὁ προφήτης εἰς ὑετὸν ἐποίησεν· οὕτω μνημονεύσαντες τῶν κατ’ οὐρανὸν ουνον καὶ ἀέρα, καὶ ἑκάστω ὑμνεῖν παρα κελευσάμενοι ἐπὶ τὴν κοινὴν μητέρα μρα τὴν γῆν μεταφέ- ρουσι τοῦ ὕμνου τὴν παρακέλευσιν καὶ φασὶν· εὐλο- – γείτω ἡ γῆ τὸν κύριον κν · ὑμνεῖτε καὶ ὑπερυψούτε· εἶτα κατὰ – διαίρεσιν· εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν κύριον κν · ἐπειτα τὰς ταύτης ὠδίνας· εὐλογεῖτε πάντα τὰ φυόμενα – ἐν τῆ γῆ τὸν κύριον κν · εἶτα τὴν ἀρδείαν ἧς δέονται· εὐλογεῖτε – αἱ πηγαὶ τὸν κύριον κν · καὶ ἐπειδὴ τῆς κάτω μοῖρας καὶ ἡ θά- λασσα καὶ οἱ ποταμοὶ, ἀναγκαίως καὶ τὴν τούτων ἐ- ποιήσαντο μνήμην· μνημονεύουσι δὲ καὶ τῶν τῆς θαλάτ- της τροφίμων· εὐλογεῖτε γάρ φησι κήτη, καὶ πάντα τὰ κινού- μενα ἐν τοῖς ὕδασι τὸν κύριον κν : μετὰ ταῦτα τὰ πετηνὰ καλοῦσι καὶ τὰ κτήνη· καὶ τὰ θηρία θηρία καὶ τὰ κτήνη· · καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων ανων τὴν φύσιν τῆς κοσμογενείας τὴν τάξιν φυλάξαντες· καὶ γὰρ ὁ μακάριος μωσῆς. πρῶτα μὲν φῦναι τῷ θείω λόγω τὰ δένδρα συνέγραψεν· εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη· ἐπὶ τούτοις καὶ συν τούτοις, τῶν ἀεροπόρων ὀρ- νίθων τὴν φύσιν· μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη. τελευταῖον δὲ τῶν ἀνθρώπων ανων τὴν φύσιν εἰς ὑμνωδίαν κα- λέσαντες· πάλιν καταδιαίρεσιν ὑμνεῖν παρεγγυῶσι τὸν ποιητήν· καὶ πρώτους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς ἰσραὴλ ιηλ τοῦτο ποιεῖν παρακελεύονται· καὶ τούτους δὲ πολλαχῶς διαιροῦσι καὶ τάττουσι πρώτους εἰς ἱερεῖς ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους· εἶτα ἵνα μὴ νομισθῶσι μόνοις τοῖς ἱερεῦσι περι- γράφειν· τὴν ὑμνωδείαν, ἐπάγουσιν. εὐλογεῖτε δοῦλοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε:- μόνονουχὶ λέγοντες. ὅτι δυνατὸν εὐνοικῶς δουλεύειν τῷ δεσπότη, καὶ τοὺς ἱερωσύνης γεγυμνωμένους· προκηρύττουσι: καὶ τὴν ἀνάστασιν: ευλογεῖτε γάρ φησι πνεύματα πνα καὶ ψυχαὶ δι- – καίων τὸν κύριον κν · τουτέστιν αἱ πνευματι καὶ τῶν δικαίων ψυχαὶ, αἱ τῶν ἀνθρωπίνων αννων παθῶν ὑπέρτεραι γενενημεναι· αἱ τοῦ πνεύματος πνς τὴν χάριν ὑποδεξάμεναι· ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κεκτημένους: εὐλογεῖτε φασὶν ὅσιοι καὶ ταπεινοὶ τῆ καρδία τὸν κύριον κν · δυνατὸν γάρ φησι τοὺς ἀδικίας ἀπηλλαγμένους· καὶ ταπεινῶ φρονή- ματι κεχρημένους· καὶ ἀρέσκειν θεῷ θω , καὶ τὸν ἁρ- μόττοντα ὕμνον προσφέρειν· ταῦτα δὲ οὐκ ἀδολε- σχία χρώμενοι· κατέλεξαν ἅπαντα, ἀλλὰ πρῶτον μὲν, τὸ περὶ τὸν δεσπότην πυρσεύοντες φίλτρον· καὶ σφᾶς αὐτοὺς ἀναμιμνήσκοντες. τῶν ἀρρήτων εὐερ- γεσιῶν. καὶ τῆς τῶν ἀνθρώπων ανων ἕνεκεν ἐξ ἀρχῆς γεγενημένης δη- μιουργίας· διὰ γὰρ τούτων μηνύουσι τῶν λόγων· ὅτι ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν· ὅτι δι’ ἀγγέλων ἡμᾶς εὐεργετοῖς· ὅτι οὐρανὸν ουνον ἡμῶν χάριν ἐδημιούργησας ἡλίω δὲ τὴν ἡμέραν φωτίζεις· καὶ τῇ σελήνη τῆς νυ- κτὸς κεραννύεις τὸ ἀφεγγὲς· καὶ τοῦ χρόνου ἡμᾶς τὰ μέτρα διδάσκεις· ὑμνοῦμέν σε ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν οὐρανὸν ουνον παρεσκεύασας, καὶ ἄνθεσιν ἀμαράντοις ἑστιᾶς ἡμῶν τὰς ὄψεις· καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέτρα γινώσκειν· καὶ τίς ἄν σε προσαξίαν ὑμνήσειεν. ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς, καὶ τῶν τροπῶν τὰς ἀναλλαγάς· καῦμα προσφόρως ἐν θέρει γινόμενον. εἶτα πνευμάτων πνων αὔρας ἀναψυχούσας· ψύχος ἐν χειμῶνι καὶ ὑετὸν ἐπιφερόμενον, καὶ ἕκαστον ῥυθμῷ καὶ τάξει προβαίνον· ἀστραπὰς τὸν ὑετὸν μηνυούσας, νεφέλας, τὸν ὑετὸν ὠδινούσας· ὄρη καὶ πεδία, ληί- οις κομῶντα καὶ ἄλσεσιν· πηγὰς ἀναβλυζούσας, καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας· ποταμοὺς ἄπαυ- στα τρέχοντας, καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομένους· θάλατταν ἐν μέσω κειμένην, φιλίας καὶ ὁμονοίας αἰτίαν· καὶ χωρίον κοινὸν· τούτων κἀκείνων δεχόμενον τὰ συμβόλαια· καὶ ἵνα μὴ καθέκαστον λέγω· πρῶ- τον μὲν τούτων ἁπάντων ἐμνημόνευσαν οἱ μακάριοι, τὴν οἰκείαν ἐπιδεικνοῦντες εὐγνωμοσύνην· καὶ θερ- μότερον ἐπιτελέσαι τῇ μνήμη τῶν εὐεργεσιῶν τὸν ὕμνον βουλόμενοι· ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν ὑπακούοντας παιδεῦσαι βουλόμενοι ὅτι τὰ ὑπ’ αὐτῶν προσκυνούμενα στοιχεῖα· τοῦ θεοῦ θυ τῶν ὅλων ποιήματα· καὶ διὰ τοῦτο καὶ πυρὸς καὶ ὑδάτων· ἡλίου τέ καὶ σελήνης οὐρανοῦ ουνου τε καὶ γῆς, ἐναργῶς μνημο- νεύουσι, πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους παύσασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα. τὸν δὲ τούτων δεσπό- την ἐπιγνῶναι καὶ πρέπουσαν αὐτῷ θεραπείαν προ- σενεγκεῖν· εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας, καὶ αὑτῶν δὲ καὶ τοῦ βασιλέως αὑτῶν τὴν αἰσχύνην· τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων τὴν σωτηρίαν σριαν τὲ καὶ παρρησίαν δέξα- σθαι διὰ τῆς ὑμνωδίας τὴν τῆς εὐσεβείας διδασκα- λίαν· οὕτως ὑμνήσαντες τελευταῖον ἐπάγουσιν: εὐ- λογεῖτε ἀνανία· ἀζαρία· μισαὴλ τὸν κύριον κν ὑμνεῖ καὶ ὑπερυψοῦτε: οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦντο τῆς κτίσεως καὶ πάντων ἀνθρώπων ανων εὐτελεστάτους τοιοῦτος ἦν ὁ μακάριος παῦλος λέγων· ἐμοὶ τῷ ἐλαχιστοτέρω πάν- των ἁγίων ἐδόθη ἡ χάρις αὕτη· καὶ ἀλλαχοῦ χριστὸς χς φησὶν ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ τῶν μὲν ἁμαρτωλῶν· πρῶτον ἑαυτὸν ὀνομάζει· τῶν δὲ ἁγίων, ἔσχατον ἀποκαλεῖ· οὕτω καὶ οἱ μακάριοι οὗτοι ἐσχάτους ἑαυτοὺς παρα- κελεύονται ὑμνεῖν τὸν κύριον κν · καὶ ὑπερυψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας· εἶτα διηγοῦνται τὸ θαῦμα· ὅτι ἐρρύ- σατο ἡμᾶς ἐξ ἅδου· καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θα- – νάτου· ἀνθρωπίναις ανιναις γὰρ ἀπηγορεύθημεν ψήφοις· καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός. καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς· ἐξομολογεῖσθε τοίνυν τῷ κυρίῷ κω ὅτι χριστὸς χς , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. τί γὰρ χρηστότερον· ἢ τί δὲ ἀγαθώτερον τοῦ τοσούτῳ ἐν τοῖς καθ’ ἡμᾶς χρησαμένου ἐλέω· καὶ τοσαύτην ἀρετὴν ἐπιδειξάμενοι· ἐλέω φασὶ τῆς σωτηρίας σριας τετυχηκέναι· εἶτα ἐπειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ιηλ ἐμνημόνευσαν ἄνω. καλοῦσι καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας καὶ τὸν θεὸν θν θεραπεύειν ἐσπουδακότας· εὐλογεῖτε πάν- τες οἱ σεβόμενοι τὸν κύριον κν · κύριον κν τῶν θεῶν ὑμνεῖτε καὶ ἐ.- ξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα καὶ εἰς πάντας αἰῶνας. τὸ ἔλεος αὐτοῦ· καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· καὶ τὸ ἄπειρον αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦν.- τες καὶ ἡττώμενοι, πολλάκις τὸ τῶν αἰώνων ἀναστρέ- φουσιν ὄνομα· τοιοῦτος τῶν ἁγίων τούτων ὁ ὕμνος· οὗτος καὶ τὸν θηριώδη καὶ ἀπηνῆ βασιλέα ἐκπλή- ξας ὀμοῦ καὶ καταπλήξας, τῶν μὲν βασιλικῶν ἐξα-. νέστησε θρόνων· δραμεῖν δὲ παρ’ αὐτοὺς παρεσκεύα- σεν· καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῇ καμίνω. χορεύοντας, καὶ λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδη- μένους· καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λε- λυμένους καὶ περιπατοῦντας ἐν μέσω τοῦ πυρός· καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις – τοῦ τετάρτου, ὁμοία υἱᾠ θεοῦ θυ · ὦ τῆς ἀρρήτου μα- κροθυμίας· εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύτη καὶ τύφω χρησάμενον· καὶ τὸ θεῖον σέβας ἁρπάσαι- φιλονεικήσαντα· καὶ τοὺς θείους θεράποντας ὠμῶς. καὶ θηριωδῶς κολάσαι πειραθέντα πρὸς τὴν εὐσέ- βειαν ὁδηγεῖ, καὶ τὴν οἰκείαν αὐτοῦ θαυματουρ·- γίαν ὑποδείκνυσι· καὶ τὸν ἀποσταλέντα εἰς ἐπι- κουρίαν τῶν ἁγίων ἄγγελον δῆλον αὐτῷ ποιεῖ·. καὶ ἐκπλήττει μὲν αὐτὸν πρῶτον τῷ ἀριθμῷ· ἀντὶ τριῶν· τέσσαρας ὑποδείξας· ἔπειτα τῇ λύσει τῶν δεσμῶν λελυμένους γὰρ ἀντιδεδεμένων ἑώρα· ἔπειτα τῇ σωτηρία σρια · διαφθορὰ γάρ φησιν οὐκ ἐν αὐτοῖς· ὅθεν ἐκ πλαγεὶς καὶ καταλύσας τὸν τύφον προσέρχεται καὶ φησί· σεδράχ· μισάχ· ἀβδεναγώ· οἱ δοῦλοι τοῦ θεοῦ θυ ·τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον σε- ·δρὰχ μισὰχ· ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός. με- μάθηκεν ὁ μάταιος, ὁ λέγων· τίς ἐστι θεὸς θς ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου· ὅτι ἔστι θεὸς θς ἄρρητον ἔχων τὴν ·δύναμιν· τῷ πυρὶ κελεύων ἐναντίαν ἐπιδείξαι τοῖς ἁγίοις ποιότητα· ὅν γὰρ θεὸν θν ἐκεῖνος οὐκ ἐνόμιζεν, ἔγνω ὅτι ἔστι θεὸς θς καὶ ὕψιστος θεὸς θς · ἐξελθόντων δὲ τῶν ἁγίων θαυμάζουσι μὲν ἅπαντες σατράπαι καὶ το- πάρχαι καὶ στρατηγοί· θεωροῦντες ἀκήρατον διατη- ·ρηθὲν τῶν ἁγίων τὸ σῶμα καὶ τὰς τρίχας αὐτὰς οὐδὲ μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθῆτα καὶ τὰ ὑποδήματα ἀκέραια μείναντα· ὡς καὶ αὐτῆς ἀπηλ- λάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς· εἶτα ὑμνεῖ ταῦτα θεασάμενος ναβουχοδονόσορ καὶ λέγει· εὐλογητὸς κύριος κς ὁ θεὸς θς τοῦ σεδρὰχ μισὰχ ἀβδεναγὼ· ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ἐρρύσατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθησαν ἐπ’ αὐτῷ· καὶ τὸ ῥῆμα τοῦ βασιλέως, ἠλλοίωσαν· καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι μὴ δὲ προσκυνήσωσι παντὶ θεῷ θω ἑτέ- ρω, ἀλλ ̓ ἢ τῷ θεῷ θω αὐτῶν· ἀεὶ τῆ πείρα παραλαμβάνων ὁ μάταιος τοῦ θεοῦ θω τὴν δύναμιν, λήθη τὰ θαύματα παραδίδωσι· τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε δανιήλ· ἀναστὰς γὰρ προσεκύνησεν αὐτῷ· καὶ μα- ναὰ καὶ εὐωδίαν προσενεχθῆναι αὐτῷ παρηγγύησεν· καὶ νῦν δὲ ὡς αὔτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν· ὑμνεῖ τὸν θεὸν θν καὶ θαυμάζει τοὺς ἄνδρας· ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως καὶ προετίμησάν φησὶν εὐσεβῆ θάνατον παρανόμου ζωῆς· καὶ νῦν φησὶν ἰδοὺ ἐκτίθημι δόγμα· ὅπως πᾶς λαὸς φυλὴ· γλῶσσα ἢ ἐὰν εἴπη βλασφημίαν κατὰ τοῦ θεοῦ θυ σεδρὰχ· μισὰχ ἀβδεναγὼ· εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι· αὐτῶν διαρπαγήσονται. καθότι οὐκ ἔστι θεὸς θς ἕτερος – ὃς δυνήσεται ῥύσασθαι οὕτως· καὶ τῷ ὄντι τῆ πείρα· τοῦτο μεμάθηκε· πολλῶν γὰρ καλουμένων θεῶν· καὶ τεμένη καταλύσας· καὶ τὰ τίμια συλήσας· βω-· μούς τε ἀνασπάσας· καὶ τοὺς ἱερωμένους αὐτοῖς· κατασφάξας· οὐδὲ μιᾶς θείας εὐεργείας ἐδέξατο. πεῖραν· κατὰ δὲ τῶν τῷ θεῷ θω ἀνακειμένων τῆ λύττη χρησάμενος. εἶδεν τοῦ θεοῦ θυ καὶ τὴν ἄπειρον δύναμιν· καὶ τὴν μακροθυμίαν τὴν ἄρρητον· τοὺς μὲν γὰρ οἰ- κείους θεράποντας ἀκραιφνεῖς διεφύλαξεν· αὐτὸν. δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο· ἐπιμεί- ναντα δὲ τῆ δυσσεβεία μετα βραχὺ μετρίως ἐκόλασεν· εἶτα μετανοία χρησάμενον· φιλανθρωπίας φιλανιας ἠξίωσεν. τότε δὲ ὅμως κατηύθυνε φησὶν ὁ βασιλεὺς τὸν σεδρὰχ μι-· σὰχ ἀβδεναγὼ, ἐν τῇ χώρα βαβυλῶνος· καὶ ηὔξησεν· αὐτοὺς, καὶ ἠξίωσεν ἡγεῖσθαι πάντων τῶν ἰουδαίων· τῶν ἐν τῆ βασιλεία αὐτοῦ· τοσαύτην ὁ δεσπότης τῶν θε- ραπεύειν αὐτὸν ἐσπουδακότων ποιεῖται προμήθειαν. καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες ὅτι οὐκ ἔστιν αἰσχύ-· νη τοῖς πεποιθόσιν ἐπὶ σοί· καὶ ἡμεῖς τοίνυν ταύτην κτησώμεθα τὴν ἐλπίδα· πάσης ὁμοῦ προτιμῶντες τῆς κτίσεως, τὸν τῆς κτίσεως καὶ ποιητήν· καὶ κυβερ-· νήτην· καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες· ὠφελείας παράδειγμα· εὐσεβείας ἀρχέτυπον· ποδηγοὶ πρὸς θεόν θν , καὶ τὰ ὑπὸ θεοῦ θυ τοῖς ἀξίοις χορηγούμενα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπία φιλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ ῷ ἠ δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων ὀμήν·-