ὅρασις α . τομος β . Ἐ ν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον. καὶ ἐξέστη τὸ πνεῦμα πνα · αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ:- Ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξά- μενος, ἐπεστράτευσε τῇ ἰουδαία, ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακείμ, καὶ τὸν μὲν ἐκέλευσεν φέρειν δασμὸν τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγεν χώραν. μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφή- της τοῖς χρόνοις οὕτως λέγων: ὁ λόγος ὁ γενόμενος· πρὸς ἱερεμίαν πρὸς πάντα τὸν λαὸν ἰούδα, ἐν τῶ ἔτει· τῶ τετάρτω τοῦ ἱωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰού-· δα, αὐτὸς ἐνιαυτὸς πρῶτος τὸ ναβουχοδονόσορ τὴν κατὰ· τῶν ἰουδαίων στρατείαν ἐποιήσατo· ἐν ἀρχῆ δὲ τοῦ τε- τάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προσφέρων, ἔφη πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνιαυ-· τὸν τῶ ναβουχοδονόσορ. καὶ ὁ μακάριος δὲ δανιὴλ, τὴν. πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν: ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον. ταῦτα δὲ οὐχ ἁπλῶς προστέθει- ·κα, ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν. τού- ·του γὰρ χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασι- λέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν. ἐν ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ ἐνυ- πνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ καὶ ὁ ὕπνος ἀ- ·πέστη ἀπ’ αὐτοῦ καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς ·καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους, τοῦ ·ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ:- ἡ μὲν τοῦ · θεοῦ θυ οἰκονομία τοῖς ἐχέφροσι δήλη γνώριμον γὰρ αὐτῶ τὸν ·οἰκεῖον ποιῆσαι βουλόμενος προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ ·σωτηρίους δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην, ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώριμος ἅπασι τοῖς ·εὐσεβέσι, καὶ ἡ τοῦ βασιλέως παροινία. πῶς γὰρ οὐκ ἄκρας παραπληξίας, τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνή- μην· ἀλλ’ ὅμως κληθέντες φησὶν ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς: ἐνυπνιάσθην ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον ·καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συριστὶ καὶ εἶπαν - ·βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι. σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς ·παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν, καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν, οὔτε γὰρ ἀνθρωπίνης ανινης ἦν διανοίας θείας ἑρμη- ·νεύειν ἀποκαλύψεις δίχα ν τῆς ἄνωθεν ἐνεργείας, συριστὶ .δὲ τὴν οἱ χαλδαῖοι διάλεξιν πεποίηνται τοὺς ἐκ δια- ·φόρων συνειλεγμένους ἐθνῶν. καὶ ἰδίαν μὲν γλῶτταν ἑκά- στων ἐχόντων, κοινῆ δὲ πάντων τῆ σύρων χρωμένων φωνῆ· διδάξαι βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον. ἀλλ’ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα μὴ ἀπαιτεῖν παρὰ ἀν-. θρώπων τὰ πέρατα τῆς φύσεως· ἀπεκρίθη γάρ φησι, καὶ εἶπεν. τοῖς χαλδαίοις. ὁ λόγος ἀπέστη ἀπ ̓ ἑμοῦ· ἐὰν δὲ μὴ γνωρί- σητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται, ἐὰν δὲ τὸ ἐνύ- πνιον καὶ τὴν σύγκρισιν γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς· καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ, πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι. ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑπο- δείκνυσιν, ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι ἢ τῆ ἀπειλῆ τῶν κακῶν, ἢ τῆ ὑποσχέσει τῶν ἀγαθῶν. πλείονα τοῖς χαλ- δαίοις ἐγγενήσεσθαι γνῶσιν. αὐτίκα τοίνυν ἐκεῖνοι πάλιν. πρὸς αὐτὸν ἔφασαν. εἰπὲ τὸ ἐνύπνιον σου τοῖς παισί σου· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν. τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν, καὶ ἑρμηνεῦσαι μὲν εἰ μάθοιμεν τὸ ἐνύπνιον δυνησόμεθα ∴ εὑρεῖν δὲ αὐτὸ σοὶ μὲν γνωρισθὲν, εἶτα λήθη παραδοθὲν· οὐ δυνάμεθα, ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν ἀπεκρίθη δὲ ὁ· βασιλεὺς καὶ εἶπεν: ἐπ’ ἀληθείας ἐγὼ οἶδα ὅτι καιρὸν· ὑμεῖς ἐξαγοράζεσθε καθότι οἴδατε, ὅτι ἀπέστη ἀπ’ ἐμοῦ· τὸ ῥῆμα, ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι, ἕν· ἐστι τὸ δόγμα ὑμῶν καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διε- φθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου· ἕως οὗ ὁ και- ρὸς παρέλθη, τὸ ἐνύπνιόν μου εἴπατέ μοι. καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελεῖτέ μοι. τούτων· δὲ τῶν λόγων· ἡ μὲν ἀπαίτησις αὐθάδης καὶ μανική, ἡ δὲ κατηγορία λίαν ἀληθής. βούλεσθε γάρ φησι μαθεῖν· ·τὸ ἐνύπνιον· ἵνα κοινήν τινα πλασάμενοι ἑρμηνείαν ψευ- ·δῆ, φενακίσητέ με συνήθως. συνεργὸν λάβοντες τοῦ χρό- νου τὸ μῆκος, καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες, τούτων ἀκούσαντες οἱ χαλδαῖοι, ὡς γὰρ ἔοικεν οὗτοι πλεί- ·ονα τῶν ἄλλων εἶχον παρ’ αὐτῶ παρρησίαν ἀποφατικῶς διαλέγονται, καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν, οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ανος ἐπὶ τῆς ξηρᾶς, ·ὅστις δύναται γνωρίσαι τὸ ῥῆμα τῶ βασιλεῖ, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων, ῥῆμα τοιοῦτον οὐκ ἐπ ^ ἐρωτᾷ, ·πάντα μάγον χαλδαῖον, ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς. ἐρωτᾷ ·βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον ·τοῦ βασιλέως· ἀλλ’ ἢ θεοὶ θοι , ὧν οὐκ ἔστιν ἡ κατοίκησις αὐ- ·τῶν μετὰ πάσης σαρκὸς, ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει ἀνθρώπινα ανινα φησὶ παρ’ ἡμῶν ἐπιζήτησον, μὴ τὰ ·περὰ τῆς φύσεως, πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμότ- τει δικαίως τὴν βασιλείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ·ὑπηκόων αἰτεῖν, ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς, ·οὐ γάρ ἐστιν ἀνθρώπων ανων τῶν σάρκα περικειμένων ἡ τοιάδε γνῶ- σις, ἀλλὰ τῆς ἀσωμάτου φύσεως, τῆς ἀκριβῶς ἅπαντα γινω- ·σκούσης. ταῦτα μὲν οὖν, παρὰ τῶν χαλδαίων ἐρρήθη, προω- ·κονόμητο δὲ ἡ τοῦ δανιὴλ ἀνάρρησις, τούτω γὰρ εἰρηκότων ·οὐκ ἔστιν ἀνθρώπων ανων , ἀλλὰ θεῶν τοῦ ταῦτα γινώσκειν ὁ θεσπέ- σιος δανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα. ·ἀκριβῶς δὲ λέγει καὶ σαφῶς ἑρμηνεύει, διδάσκει δὲ τὸν βα- ·σιλέα ὅτι ἡ τοιαύτη γνῶσις οὐκ ἀνθρώπων ανων ἐστὶν τῶν ἐπὶ γῆς ἑρ- πόντων, οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ τὰ πάν- τα πεποιηκότος θεοῦ, ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῶ οἰ- ·κείω χωρίῳ, τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξεται. ἐπὶ δὲ τὰ συνεχῆ τῆς ἱστορίας, τὸν λόγον μετενέγκομεν. τότε φησὶν ὁ βασιλεὺς ἐν θυμῶ καὶ ὀργῇ πολλῆ εἶπεν ἀπολέ- σαι σαι πάντας τοὺς σοφοὺς βαβυλῶν ο α ς, καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτένοντο, καὶ ἐζήτησαν τὸν δανιὴλ, καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν:- τυραννικὸν, ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα, καὶ ἄδικον προφανῶς. καὶ δικαιοσύνης ἔρη- μον, ἀλαζονεία γὰρ καὶ τύφος προσλαβὼν ἐξουσίαν ὄλε- θρον μηχανᾶται τοῖς ὑπηκόοις, ἀλλ’ ὁ θειότατος δανιὴλ. τὴν· ἄδικον ταύτην σφαγὴν θεασάμενος πυνθάνεται τοῦ ἀριὼχ ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρίσθη φόνον λέγων· ἄρχον τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη .- ἐκ προσώπου τοῦ βασιλέως. ἠγνόει γὰρ ὡς ἔοικεν, ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον, τῶν σοφῶν βαβυλῶνος, οὐ- δέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη, ἐν οἷς αὐτοὺς τῆ βασιλι- κῆ τραφέντας τροφῆ μετὰ τὸν τρίτον χρόνον, εἰσαχθῆναι αὐτοὺς προσέταξεν αὐτῶ τῶν βαβυλωνίων ὁ βασιλεύς. εἰ. δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων, ὅτι καὶ εἰσῆλθον καὶ· τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες θαυμαζέτω μηδείς. ἐκεῖνο γὰρ τὸ διήγημα συμπεράναι βουλόμενος,. ἅπαντα σαφῶς ἐδίδαξεν, τὰ τηνικαῦτα συμβάντα, εἶτα μεταβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγημα, τῶν ἐν τῶ μεταξὺ. χρόνω γεγενημένων, ὅτι γὰρ οὐδέπω τῶν παρρησίαν ἐχόν- των ἦν πρὸς τὸν βασιλέα ἡνίκα τοὺς σοφοὺς συνήγαγεν βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοιᾳ μαρτυρεῖ. ταύ- της γὰρ ἀγνοῶν τὴν αἰτίαν, τὸν ἀριὼχ ἠρώτα· καὶ ἐπειδὴ· ἔμαθεν θαρρεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν. ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῶ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν. εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον, οὐκ αὐτὸς φιλοτιμούμενος ἀλλ’ ἡ- μᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος. εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῶ ἀνανία καὶ τῶ ἀζαρία· καὶ τῶ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισεν τὸ ῥῆμα. καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ουνου ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται δανιὴλ ·καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν λοιπῶν σοφῶν βαβυλῶνος:- ἀληθῶς, πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι, συμ- μαχίας. καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις ανινοις εὐσεβείας γεγυ- μνωμένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν ·εἰς ἀπάτην ἀνθρώπων ανων , οἱ δὲ τρόφιμοι τῆς ἀληθείας, οὐδὲν δί- ·χα τῆς ἄνωθεν βοηθείας λέγειν ἢ πράττειν ἀνέχονται. τὰ δὲ σφῶν αὐτῶν πείσματα, τῆς πάντα ἐφορώσης προμη- ·θείας ἐξάπτοντες, ἑστᾶσιν ἀκίνητοι μὴ κλονούμενοι, μὴ δὲ τῆδε κἀκεῖσε περιφερόμενοι, ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων ανινων λο- γισμῶν ἀπηλλαγμένοι, καὶ τούτου μάρτυς ὁ θεσπέσιος δανιὴλ. ὀλίγον μὲν χρόνον αἰτήσας, εἰς τὴν τοῦ ἐνυπνίου ·εὕρεσιν, οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπα- ·νήσας, ἀλλ’ εἰς ἱκετίαν καὶ προσευχὴν, καὶ οὐδὲ αὐτῶ μόνω ·θαρρήσας, ἀλλὰ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος. τότε γάρ φησι τῶ δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς, τὸ μυστήριον ἀπεκαλύφθη καὶ ηὐλόγησε τὸν θεὸν τοῦ οὐρανοῦ ουνου δανιὴλ καὶ εἶπεν, εἴη τὸ ὄνομα κυρίου κυ τοῦ θεοῦ θῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν. καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους καθιστᾶ βασιλεῖς, καὶ μεθιστᾶ διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰ- δόσι σύνεσιν, αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα. .γινώσκων τὰ ἐν τῶ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν:- διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι, καὶ πλέ- κει τὸν ὕμνον οὐχ ἁπλῶς ἀλλὰ τῆς πλοκῆς ὕλην ποιού- μενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν· προσήκει γάρ φησι τὸν ἀίδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεόν, σοφίας ὄντα καὶ συνέσεως πηγὴν. ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρυτανεύ- οντα καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς, ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρωπίνης ανινης εὐημερίας ἀβέβαιον, δεικ.νύντα δὲ ἅπα- σιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν χειροτονῶν γὰρ βασιλέας, πά- λιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως καὶ διδοὺς ἐξουσίαν ἀφαιρεῖ- ται ταύτην ὅτ ̓ ἂν ἐθέλη καὶ σοφίας δὲ καὶ φρονήσεως, αὐτός ἐστι χορηγός δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐτὸν βουλομένοις. ἀποκαλύπτει δὲ οἷς θέλη τὰ μη- δαμῶς φαινόμενα. ἀλλ’ οἷόν τινὶ βυθῶ κρυπτόμενα, τῶ μηδέ- πω γενέσθαι, καὶ φῶς ὑπάρχων νοερόν, φῶς τε οἰκῶν ἀπρό- σιτον, ἀκριβῶς ἅπαντα γινώσκει· τὰ ἐν τῶ σκότει γινόμενα. διό σοι ὁ θεὸς θς τῶν πατέρων πρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι. σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι, καὶ νῦν ἐγνώρισάς μοι, ἃ· ἠξιώσαμεν παρὰ σοῦ, ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι, τοῦ γνωρίσαι τῶ βασιλεῖ πρὸς ταῦτα:- τοιαῦται τῶν. εὐσεβῶν αἱ ψυχαὶ, καὶ ἐν ταῖς χρείαις τὸν θεὸν ἐπιστάμε- ναι χορηγὸν, καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν, οὐκ ἀνεχόμεναι λήθη παραδοθῆ- ναι τῶν δωρεῶν τὴν μνήμην, ἀλλ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐ- εργέτην θεὸν θν . ἄξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς, καὶ τὸ μέτριον φρόνημα. καὶ γὰρ τὴν αἴτησιν ποιούμενος, κοινωνοὺς ἔλαβεν τοὺς ὁμοτρόπους τῆς προσ- ευχῆς, καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβεν πάλιν αὐ- τῶν ἐμνημόνευσεν, οὐ γὰρ εἶπεν ἐγνώρισάς μοι ἃ ἠξίω- σά σε, ἀλλὰ ἠξιώσαμεν παρὰ σοῦ, οὕτω τὸν θεῖον συμπε- ράνας ὕμνον. εὐθύς φησιν. ἦλθεν δανιὴλ πρὸς ἀριὼχ ὃν. κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶ- νος, καὶ εἶπεν αὐτῶ. τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπολέ- σης εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρι- σιν τοῦ ὁράματος ἀναγγελῶ τῶ βασιλεῖ· πρέπων καὶ .οὗτος τῶ προφήτη ὁ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν .φίλων ἀπαλλαγῆναι τῆς ἀδίκου σφαγῆς, ἀλλὰ καὶ τοῖς χαλ- δαίοις πραγματεύεται σωτηρίαν σριαν . ἐλπίζων διὰ τοῦδε τοῦ θαύ- ματος, καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν, καὶ τῶ τῶν ·ὅλων προσάξειν θεῶ. τότε ἀριὼχ τούτων ἀκούσας τῶν λό γων σπουδῆ τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασι- ·λέως καὶ εἶπεν αὐτῶ. εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς ·αἰχμαλωσίας τῆς ἰουδαίας ὅστις τὸ σύγκριμα τῶ βασιλεῖ ἀναγγελεῖ. πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέγονε, ὅτι οὐδέ- πω τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει· ·οὐ γὰρ ἂν εἴπερ ἐγινώσκετο, ἀορίστως εἶπεν ἀριὼχ, εὕρη- κα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστις τὸ σύγκριμα τῶ βασιλεῖ ἀναγγελεῖ· ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος, εἶπεν τῶ δανιὴλ οὗ τὸ ὄνομα βα- .τάσαρ. εἰ δύνασαί μοι ἀπαγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐπισημήνασθαι, δεῖ καὶ τοῦτο, ὅτι βαλ- τάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει, ἀλλ’ ὅτε τῶ βασιλεῖ δια- λέγεται· τῶ ταύτην αὐτῶ τὴν προσηγορίαν ἐπιτεθεικό- .τι· ἐρωτηθεὶς δὲ ὅμως εἰ δύναται καὶ τὸ ἐνύπνιον καὶ τὴν ἑρμηνείαν ἀναγγεῖλαι τῶ βασιλεῖ, ἀπεκρίνατο λέ γων. τὸ μυστήριον ὃ ^ ὁ βασιλεὺς ἐπερωτᾶ, οὐκ ἔστι σοφῶν ·μάγων ἐπαοιδῶν, γαζαρηνῶν, δυναμένων ἀπαγγεῖλαι τῶ ·βασιλεῖ· ἀλλ’ ἔστι θεὸς ὁ ἐν οὐρανῶ ουνω ἀποκαλύπτων μυστήρια. θαυμαστῶς τῆς διδασκαλίας ἤρξατο, ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρόνων ἐκεῖνον χορὸν· καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν τὸν θεὸν θν εἶναι ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύ ψεως διδάσκαλον, προστέθεικε δὲ ἐν οὐρανῶ οωνω . τοὺς κάτω ·γενομένους καὶ προσκυνουμένους ἐκβάλλων θεούς· καὶ τῶ μὲν ἑνικῶ ὀνόματι, τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄν- των θεῶν, τῆ δὲ ἐν οὐρανῶ οωνω διαγωγῆ, τοὺς κάτω φαινομέ- νους νους δείκνυσιν οὐ θεοὺς, ἀλλ’ ἀπάτην ἀφορμὴν ἔχουσαν τῶν ἀνθρώπων ανων τὴν τέχνην, οὗτος φησὶν, ὁ θεὸς θς ἐγνώρισεν τῶ βασιλεῖ ναβουχοδονόσορ, ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτου τῶν. ἡμερῶν, οὕτω προοιμιασάμενος πάλιν ἐπισπᾶται τῆ εὐλο- γία εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν. βασιλεῦ γάρ φησιν, εἰς τοὺς αἰῶνας ζῆθι. ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύ- πνιον λέγειν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, καὶ προλέγειν αὐτῶ τὴν τῆς βασιλείας κατάλυσιν, προοιμιαζόμενος φη- σίν, ὅτι ἐμοὶ εὐχὴ· ζῆν σε διηνεκῶς. μὴ τοίνυν ἐμοὶ ἐπι- γράψης τὸ ὑπὸ τοῦ ἐνυπνίου δηλούμενον, εἶτά φησὶν. τὸ ἐνύπνιόν σου καὶ ἡ ὅρασις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης. σου. τουτέστιν ἂ νύκτωρ ἐθεάσω βασιλεῦ ταῦτά ἐστιν, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν, τί δεῖ γενέ- σθαι μετὰ ταῦτα. ἐλογίζου φησὶ κατακείμενος ἐπὶ τῆς κλί- νης. εἴτε εἰς ἀεὶ ζήσεις, εἴτε τῶ νόμω τῶν ἀνθρώπων ανων ὑπὸ τὸν θά-. νατον γενήση. ἐπεθύμεις δὲ μαθεῖν, καὶ τὰ μηδέπω γεγε- νημένα, καὶ ὁ ἀποκαλύπτων μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι, πανταχοῦ δὲ τὸν ἕνα κηρύττει θεὸν θν τῆς πολυθεί- ας ἐκβάλλων τὴν πλάνην, εἶτα καὶ τοῦ οἰκείου φρονή- ματος τὴν μετριότητα δείκνυσιν. ἐμοὶ γάρ φησιν οὐκ ἐν σο- φία τῆ οὔση ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον ἀπεκαλύφθη, ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῶ βασιλεῖ γνωρίσαι, καὶ ἵνα γνῶς τοὺς διαλογισμοὺς τῆς καρδίας σου· ταύτης γάρ φησι τῆς ἀποκαλύψεως ἔτυχον οὐκ ἐπειδὴ πάν- των εἰμὶ τῶν ἀνθρώπων ανων σοφώτερος, ἀλλ’ ἵνα σὺ μάθης, ἃ μαθεῖν ἐπεθύμησας. ἐμοὶ δὲ διακόνω ταύτης ἐχρήσατο τῆς γνώ- σεως ὡς οἰκείω θεράποντι. ἄρχεται τοίνυν τῆς ἐξηγήσεως; καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον. σὺ βασιλεῦ ἐθεώρεις. καὶ ἰδοὺ, εἰκὼν μία μεγάλη, ἡ εἰκὼν ἐκείνη μεγάλη καὶ ἡ πρόσωψις αὐτῆς ὑπερφερὴς, ἑστῶσα πρὸ προσώπου σου καὶ ἡ ὅρασις αὐτῆς φοβερά. εἰκὼν, ἧς ἡ κεφαλὴ χρυ- σίον καθαροῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροί, ἡ κοιλία καὶ οἱ μυροὶ χαλκοὶ, καὶ αἱ κνῆ- ·μαι σιδηραί, οἱ πόδες, μέρος μέντοι σιδηροῦν, μέρος δέ τι, ·ὀστράκου:- τέσσαρας μὲν ὕλας, διὰ τῶν προειρημένων ἐσήμανεν, τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν σίδη- ρον. τὸ γὰρ ὄστρακον οὐ καθ ̓ ἑαυτὸ εἶπεν, ἀλλὰ τῶ σιδήρω συμμεμιγμένον, δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τε καὶ καθολικωτάτας βασιλείας αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν ἀλλήλας διαδεξάμεναι, ὅτι μὲν γὰρ καὶ ἄλλα, βα- σιλεῖαι συνέστησαν, καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι, ·δῆλόν ἐστιν, οὐ μὴν πάντων ἢ τῶν πλειόνων ἐστὶν αὐτὰς κρα- ·τούσας ἰδεῖν, ἀλλ’ ἑνὸς ἢ δύο μόνον ἐθνῶν· λέγει τοίνυν ·πρώτην ἁπάντων γεγενῆσθαι τὴν ἀσσυρίων ἡγεμονίαν ̄·ἥτις ἐστὶν ἡ βαβυλωνίων, ἀσσύριοι γὰρ, καὶ οὗτοι κἀκεῖ- νοι, ἀλλὰ ποτὲ μὲν ἐν τῆ νίνω τῆ παρ’ ἑβραίοις νινευὶ κα- ·λουμένη τὰ βασίλεια ἐσχήκασι. ποτὲ δὲ ἐν τῆ βαβυλῶνι, ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κἀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον φη- σὶν, ἡ κεφαλὴ ἡ χρυσὴ, σὺ εἶ βασιλεῦ, καὶ ὁ μακάριος δὲ ἱερεμίας ὁ προφήτης φησὶ, ποτήριον χρυσοῦν βαβυ- ·λὼν ἐν χειρὶ κυρίου κυ , μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἔπιον ἔθνη, διατοῦτο ἐσαλεύθησαν καὶ ἄφνω ἔπε- σεν βαβυλὼν, καὶ συνετρίβη, εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην τῶν ἀσσυρίων ἡ βασιλεία ταύτης πρεσβυτέρα, ποίαν ἄν τις ·αὐτὴν ὕλην καλέσειεν, μαρτυρεῖ δὲ καὶ ὁ θεσπέσιος μωυσὴς, ταῦθ’ οὕτως ἔχειν. ἐν γὰρ τῆ κοσμογενεία περὶ τοῦ νεβρὼθ ·εἰρηκὼς ὅτι γήγας ἦν κυνηγὸς ἔναντι κυρίου κυ , ἐπήγαγεν καὶ ·ἐγένετο ἐν ἀρχῆ τῆς βασιλείας αὐτοῦ βαβυλὼν ὁρὲχ καὶ χαλάνη, καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς βαβυλωνίους, ἀσσυ- ρίους προσαγορεύουσι· καὶ μέχρι δὲ τοῦ παρόντος ὡς φα- σιν, ἀσσυρίαν αὐτὴν ὀνομάζουσι πέρσαι. οὐκοῦν ἡ μὲν πρώτη ὕλη, ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν ἀσσυρίων καὶ βα- βυλωνίων σημαίνει βασιλείαν, κεφαλὴν δὲ αὐτὴν ὀνο- μάζει ὡς πρώτην γεγενημένην. ἡ δευτέρα δὲ, ἥτις ἐστὶν ὁ ἄργυρος, περσῶν ἐστι καὶ μήδων. κῦρος γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρόθεν μὲν ἐκ μήδων, πατρόθεν δὲ ἐκ περ- σῶν, κατέλυσε μὲν τῶν ἀσσυρίων, ἡτ ̓ οἶν βαβυλωνίων. τὴν βασιλείαν, μετατέθεικε δὲ τὴν βασιλείαν εἰς πέρσας. στῆθος δὲ αὐτὸν προσηγόρευσεν καὶ βραχίονας, ἵνα δεί- ξη τὴν πρὸς τὰ δύο ἔθνη συγγένειαν, διὰ μὲν γὰρ τῆς δεξιᾶς, τὸ πατρῶον πρωον αὐτοῦ σημαίνει γένος. τὸ μητρῶον δὲ διὰ τῆς εὐωνύμου ὧν τὴν συνάφειαν, τὸ στῆθος πεπίστευται, τὴν καρδίαν ἔχον, τῶν λογισμῶν τὸ ταμιεῖον, λογισμῶ δὲ, καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια, τὸν δὲ χαλκὸν προσηγό- ρευσε τὴν μακεδονικὴν βασιλείαν. μετὰ τὴν περσικὴν ἀναφανεῖσαν, καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν. τὴν. κοιλίαν δὲ αὐτῆ καὶ τοὺς μηροὺς ἀπένειμεν. τήν τε μοναρχί- αν τοῦ ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων, καὶ διὰ τῶν μηρῶν, τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γενομένην τῆς βα- σιλείας διαίρεσιν· σίδηρον δὲ, τὴν ῥωμαικὴν προση- γόρευσε βασιλείαν, αὕτη δὲ τὴν μακεδονικὴν διεδέξα- το, ἀπένειμεν δὲ αὐτῆ τὰς κνήμας, ἅτε δὴ περὶ τὸ τέ- λος οὔσας τοῦ παντὸς σώματος, καὶ φέρειν ἅπαν δυνα- μένας τὸ σῶμα, τὰς δὲ τῶν ποδῶν βάσεις σιδηρὰς μὲν. καὶ αὐτὰς. ὀστράκω δὲ ἀναμεμιγμένας, διὰ δὲ τούτου οὐχ ἑτέραν αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν ἀσθενε- στέραν ἑαυτῆς ἐσομένην, καὶ τῆ τοῦ ὀστράκου ἀσθενεία συμμεμιγμένην, τὴν δὲ τῶν ὑλῶν διαφορὰν τέθεικεν,. οὐ τῆς τιμῆς, ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον. τοῦ μὲν γὰρ χρυσοῦ, ὁ ἄργυρος στεγανώτερος, τοῦ δὲ ἀργύρου, ·στεγανώτερος ὁ χαλκὸς, ὁ δὲ σίδηρος καὶ αὐτὸς τοῦ χαλκοῦ. πολλῶ τῶ μέτρω στερεμνιώτερος. ἡ διαφορὰ τοίνυν, οὐκ ἐν τῆ τιμῆ, ἀλλ’ ἐν τῆ ἰσχύι τε καὶ δυνάμει. ἀναγκαῖον δὲ ζητῆσαι τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην, οὐδὲν γὰρ ἁπλῶς οὐδὲ μάτην ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἀποκαλύπτεται ἡ εἰκὼν, σχήματα, ἀλλ’ οὐ πράγ- ·ματα ἔχει· τοιοῦτος δὲ καὶ ὁ παρὼν βίος, οὐδὲν ἔχων διαρ- κὲς οὐδὲ μόνιμον, διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ παραινῶν λέ- γει, μὴ συσχηματίζεσθε τῶ αἰῶνι τούτω, καὶ ὁ μακάριος δαβὶδ δαδ τῆς ἀνθρωπίνης ανινης εὐημερίας διελέγχων τὸ μάταιον φησὶ, πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ανος ζῶν μέντοι γε ἐν εἰκό- νι διαπορεύεται ἄνθρωπος ανος · θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συ- νάξει αὐτά. ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος, ὀξυρρόπους ἔχει τὰς μεταβολὰς. θνητὰ γενητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα καὶ πρόσ- ·καιρα. καὶ ἡ εἰκὼν δὲ τῶν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει, μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων καὶ ἀρχόν- των καὶ ὑπηκόων, πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐ- διάλυτον ἔχει, εἰκότως ὁ τῶν ὅλων θεὸς θς τὸν ἀλαζόνα ἐκεῖ- ·νον παιδεῦσαι βουλόμενος βασιλέα τῆς ἀνθρωπίνης ανινης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀνθρώπινα ανινα τὴν μετα- βολὴν. εἰκόνα μὲν αὐτῶ ὄναρ προτίθησι. τὰ δὲ ταύτης ·μόρια, μερίζει ταῖς ὕλαις. τὰς συχνὰς καὶ ἐπαλλήλους τῶν ·βασιλέων διδάσκων διαδοχὰς, καὶ πείθων ἅπαντας ὡς αὐ- τὸς μόνος, διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε- λεύτητον καὶ ἁπαξαπλῶς, αἰώνιον τὴν βασιλείαν. τούτοις ἐπάγει ὁ μακάριος δανιὴλ, τὰ λοιπὰ τοῦ ἐνυπνίου διδά- σκων, ἐθεώρεις ἕως ὁ τοῦ ἀπεσχίσθη λίθος ἀπὸ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς τοὺς σιδηροὺς καὶ ὀστρακίνους. καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέ-. λος. τότε ἐλεπτύνθησαν εἰς ἅπαξ ὁ σίδηρος. τὸ ὄστρακον. ὁ χαλκὸς ὁ ἄργυρος, ὁ χρυσὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς. καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος πνς , καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς καὶ ὁ λίθος ὁ πατά- ξας τὴν εἰκόνα, ἐγένετο εἰς ὄρος μέγα. καὶ ἐπλήρωσε· πᾶσαν τὴν γῆν ∴ τοῦτο μέν ἐστι τοῦ ἐνυπνίου τὸ τέλος. προσή-. κει δὲ, κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας· ζητήσωμεν τοί- νυν πρότερον, τίς ὁ λίθος προσαγορευόμενος καὶ βραχὺς μὲν. πρότερον φαινόμενος ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰ- κουμένην ἐκάλυψεν, οὐκοῦν ἀκούσωμεν αὐτοῦ τοῦ θεοῦ διὰ ἡσαίου τοῦ προφήτου λέγοντος; ἰδοὺ τίθημ ί ι ἐν σιὼν λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐ- τῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῶ οὐ μὴ καταισχυνθήσεται.· ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος καὶ βοῶντος λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐ- γενήθη εἰς κεφαλὴν γωνίας. ταύτην τὴν μαρτυρίαν, καὶ αὐ- τὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἰουδαίοις προ- σήνεγκεν· οὐκ ἀνέγνωτε λέγων λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πα- ρὰ κυρίου κυ ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. καὶ ὁ μακάριος δὲ πέτρος ἐν ἰουδαίοις δημηγορῶν, καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον παραγαγὼν. ἑρμηνεύει τὴν προ- φητείαν οὕτω λέγων: οὗτος ἔστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ ̓· ὑμῶν τῶν οἰκοδομούντων, ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας. καὶ ὁ μακάριος δὲ παῦλος φησὶν, ἐποικοδομηθέντες ἐπὶ τῶ θεμελίω τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογω- νιαίου αὐτοῦ ἰησοῦ ιυ χριστοῦ χυ . καὶ ἀλλαχοῦ δὲ φησί, θεμέλιον δὲ ἄλλον. οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἰησοῦς ις χριστός χς . καὶ πάλιν, ἔπινον φησὶν ἐκ πνευματικῆς πνικης ἀκολουθούσης πέτρας, ἡ ·δὲ πέτρα ἦν ὁ χριστός χς · οὐκοῦν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς ·διδασκόμεθα, τὸν κύριον κν ἡμῶν προσηγορεῦσθαι λίθον, οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν γεννηθεὶς ἐκ παρθένου γα- μικῆς κοινωνίας χωρίς. οἶδεν δὲ πολλάκις καὶ τὴν παρὰ ·φύσιν γέννησιν, λατομίαν προσαγορεύειν γραφή· ἰουδαίοις ·γὰρ ἡσαίας τῆς παρὰ φύσιν γενομένης τῶ ἀβραὰμ παιδο- ·γονίας ἀναμιμνήσκων ἐμβλέψατε λέγει εἰς τὴν στερεὰν πέ- τραν ἐξ ἧς ἐλατομήθητε. οὐκοῦν ὄρος μὲν ἡ δαβιτικὴ φυλὴ, ·λίθος δὲ ὁ χριστὸς χς , κατὰ τὸ ἀνθρώπινον ανινον , οὐ κατὰ τὸν τῆς φύσεως νό- ·μον τμηθεὶς· οὗτος δὲ πάλιν μικρὸς φαινόμενος, δι’ ἣν περι- ·έκειτο φύσιν ἀθρόον ἐδείχθη ὄρος μέγιστον. πᾶσαν πληρώ- ·σας τὴν οἰκουμένην. ἐπληρώθη γὰρ πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον κν . ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, οὗτος πατάξει ·τὴν εἰκόνα, ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους τουτέστι καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν. φροῦδον τε ·καὶ ἀφανῆ ποιήσει·, οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται τὴν ·βασιλείαν, ἀλλὰ τὴν οἰκείαν γυμνώσει, καὶ πᾶσι ταύτην ὑπο- δείξει. ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν, καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην κονιορτοῦ δίκην ἐξ ἅλωνος μὲν τικτομένου, ὑπὸ δὲ πνεύματος πνς σκεδαννυμένου, oὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῶ βασιλεῖ, ἐπήγαγεν: τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγ- κρισιν αὐτοῦ ἐροῦμεν, ἔμπροσθεν τοῦ βασιλέως οὐ κολακεύ- ων δὲ τοῦτο τέθεικεν, ἀλλὰ τῆ συνήθει προσηγορία χρησά- μενος, κατὰ γὰρ πάντων τῶν ἐθναρχούντων βασιλέων ὀνο- μαζομένων, εἶχε τὸ κράτος. σύ φησι βασιλεῦ βασιλέων ὧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπω, oὐ γὰρ ἀπὸ ἰσχύος φησὶν ἀνθρωπίνης ανινης πάντων περιγεγένησαι, ἀλλὰ τοῦ θεοῦ τοῦ τὴν ἐ- πουράνιον ἔχοντος βασιλείαν ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν ὥστε τῶν ἐν παντὶ τόπων ἀνθρώπων ανων ἡγεμονεύειν τὲ καὶ βασιλεύειν, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων ανων . θηριά τε. ἀγροῦ καὶ πετηνὰ οὐρανοῦ οὐνοῦ , δέδωκεν ἐν τῆ χειρί σου. καὶ κατέστηκέν σε κύριον κν πάντων· καὶ θηρία μὲν καλεῖ τοὺς θη- ριωδέστερον ζῶντας βαρβάρους, πετηνὰ δὲ τοὺς συνέσει κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώπων ανων ὑπερτέρους, καὶ πτη- νοὺς τὴν διάνοιαν. τούτων φησὶν ἁπάντων ἀπέφηνέν σε βασιλέα. σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσὴ, τουτέστιν ἡ βασιλεία. οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει, ἀλλὰ περὶ. αὐτῆς τῆς βασιλείας. μετὰ τὴν τελευτὴν γὰρ αὐτοῦ, εὐιλὰδ μαρωδὰχ ἐβασίλευσε τῶν βαβυλωνίων, καὶ μετ’ ἐκεῖ-. νον, βαλτάσαρ, εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη, ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσὴ, πῶς νοήσωμεν τὸ ὀπίσω σου ἀ- ναστήσεται βασιλεία ἑτέρα ἥττων σου, οὔτε γὰρ τὴν τῶν υἱῶν. αὐτοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν περσικὴν. οὐκοῦν κεφαλὴ χρυσὴ οὐκ αὐτὸς ὁ ναβουχοδονόσορ, ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυ- ρίων ἤτ ̓ οὖν βαβυλωνίων βασιλεία. καὶ ὀπίσω σου ἀνα- στήσεται βασιλεία ἑτέρα ἥττων σου ἡ περσικὴ. ἥττονα δὲ αὐτὴν καλεῖ, οὐχ ὡς ἀσθενεστέραν, ἀλλ’ ὡς δευτέραν· καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς, τὴν μακεδονικὴν λέγει, ἐκυρίευσε δὲ πάσης τῆς γῆς. ἀλέξανδρος ὁ φιλίππου ἐν δώδεκα ἔτεσι πάντας. ὑποτάξας ἀνθρώπους ἀνούς . καὶ βασιλεία τετάρτη ἥτις ἔσται ἰσχυρὰ. ὡς ὁ σίδηρος, ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτυνεῖ πάντα καὶ δαμάσει, τὴν ῥωμαικὴν λέγει βασιλείαν, ἰσχυροτάτην μὲν γενομένην, καὶ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἐθνῶν περιγενομένην, δασμὸν δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην. τὸ γὰρ λεπτυνεῖ, ἐπὶ τούτου τέθεικεν. τὸ δὲ δαμάζειν ἐπὶ τῆς ὑπακοῆς ^ τε καὶ εὐταξίας,. καὶ τῆς ἐννόμου πολιτείας. καὶ ὅτι εἶδεν τοὺς πόδας καὶ· τοὺς δακτύλους μέρος μέντοι σιδήρου, μέρος δέ τι ὀστρά- κου κου· βασιλεία ἄλλη διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀνα- μεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω, ἄλλην οὐ κατὰ τὸ γένος εἶπεν, ἀλλὰ κατὰ τὴν ποιότητα τῆς δυνάμεως. εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν ἄλλην, εἶπεν ἂν αὐτὴν πέμπτην, ὥσ- περ εἴρηκε τρίτην καὶ τετάρτην. ἐπειδὴ δὲ ἀσθενέστερα οἶ- δε τῆς σιδηρᾶς βασιλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν, καὶ μάλα εἰκότως, σφόδρα γὰρ αὐτὴν ἰσχυροτά- την ἔδειξεν ἄνω. τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα, ἀλλ’ ὅμως οὐ- δὲ τὰ τελευταῖα αὐτῆς, ἀσθενῆ παντελῶς γενήσεσθαι λέγει· ἀπὸ γὰρ τῆς ῥίζης φησὶ τοῦ σιδήρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω. καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκου. τοῦτο δὲ, οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας προσδεῖται· αὐτὸς γὰρ ὁ προφήτης ἑρμηνεύων φησὶ μέρος τί τῆς βασι- λείας ἔσται ἰσχυρὸν, καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον τούτοις ἐπάγει καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ανων . τοῦτο δὲ μάλιστα δείκνυσιν ὠς οὐχ ἑτέρω αὕτη ἡ βασιλεία ̣·παρὰ τὸν σίδηρον ἀλλ ̓ αὐτὴ, ἀσθενέστερον διακειμένη, καὶ μέρος ·μέν τι αὐτῆς ἰσχυρὸν, μέρος δέ τι ἀσθενές· συγγενείας δὲ ὅμως θεσμὸς συνάψει, τὴν ἀσθενῆ μοῖραν τῆ ἰσχυρᾶ. τὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ανων τοῦτο δηλοῖ. ἐπιμιξία φη- σὶ τις ἔσται καὶ ἐπιγαμεία τούτων κἀκείνων, ἀλλ’ ὅμως ἡ δι- χόνοια, τὰ τῆς συγγενείας δίκαια διαφθερεῖ, οὐκ ἔσονται γάρ φησι προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδη- ·ρος οὐκ ἀναμίγνυται τῶ ὀστράκω. ἡμεῖς μὲν οὖν οὕτω τοῦ θεσπε- ·σίου δανιὴλ τὴν ἑρμηνείαν νενοήκαμεν. προσήκει δὲ καὶ ἐνί- ·ων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων, τὰς δόξας εἰς μέσον πα- ραγαγεῖν, οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθήσεται. τινὲς τοίνυν τῶν συγγραφέων τὴν τετάρτην βασιλείαν, τουτέστιν τὸν σίδηρον, ἀλέξανδρον ἔφασαν εἶναι τὸν μακεδόνα, τοὺς δὲ πόδας καὶ τοὺς δακτύλους τῶν ποδῶν ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους, τοὺς μετ’ αὐτὸν βασιλεύσαντας μακεδόνας πτολεμαίους καὶ σελεύκους καὶ ἀντιόχους καὶ δημητρίους. τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρικῶς κρατήσαντας, καὶ ἐπιγαμ ε ίαν δὲ ποιησαμένους· καὶ τὴν. ἀλλήλων ἀσπασαμένους συγγένειαν, ἔδει δὲ αὐτοὺς συνι- δεῖν, πρῶτον μὲν, ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν, αὐτὸν ἔ- φη εἶναι τὸν ναβουχοδονόσορ. τουτέστι τὴν τῶν βαβυ- λωνίων εἴτ ̓ οὖν ἀσσυρίων βασιλείαν, διεδέξατο δὲ αὐ- τὴν ἡ περσῶν καὶ μήδων βασιλεία. κατὰ ταυτὸν γὰρ ὁ κῦ- ρος ἐξ ἑκατέρου ἔθνους ἦν ὁρμώμενος καὶ τούτων κἀκεί- νων κρατῶν, τῶν βαβυλωνίων γὰρ καταλύσας τὴν βασιλείαν. ἐκράτυνε τῶν περσῶν, τὴν δὲ περσῶν δευτέραν οὖσαν· ἀλέξανδρος ὁ μακεδὼν καταλύει καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ, κυριεῦσαι πάσης τῆς γῆς, ταύτην τὴν βασιλεί-. αν, τρίτην ὠνόμασεν, οὐδεμία ν δὲ αὐτὴν ἑτέρα. ἀλλ’ ἡ τῶν. ῥωμαίων διεδέξατο. ἔδει τοίνυν πρῶτον αὐτοὺς ἐκ τοῦ ἀριθ- μοῦ καὶ τῶν παραδηλωθέντων πραγμάτων συνιέναι καὶ μαθεῖν, ὡς τρίτη ἐστὶν ἡ μακεδόνων βασιλεία, τουτέστιν ὁ χαλκός. τε-. τάρτη δὲ ἡ ῥωμαίων, τουτέστιν ὁ σίδηρος. εἰ δὲ καὶ ὅλως σαφέ-. στερα αὐτοῖς ἔδοξεν εἶναι ἐκεῖνα, ἀπὸ γ ̓ οὖν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόρρησιν, εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος ἐπή- γαγεν, καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων. τουτέστι τῶν τοῦ ὀστράκου καὶ τοῦ σιδήρου τὴν ἐπιμιξίαν ἐχόντων· καὶ τὴν μὲν ἀλλήλων συγγένειαν ἀσπασαμένων, ὁμόνοιαν· δὲ, μὴ δὲ ἐκ τῆς συγγενείας ἐσχηκότων. ἀναστήσει ὁ θεὸς θς τοῦ οὐρανοῦ ουνου βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρή- σεται· καὶ ἡ βασιλεία αὐτοῦ, λαῶ ἑτέρω οὐχ ὑπολειφθήσεται ·λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ αναστήσε- ται εἰς τοὺς αἰῶνας, ὂν τρόπον εἶδες ὅτι ἐτμήθη ἀπὸ ὄ- ρους λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνεν τὸν ὄστρακον καὶ τὸν σίδηρον τὸν χαλκὸν τὸν ἄργυρον τὸν χρυσόν:- ταῦτα δὲ ἄν- τικρυς δείκνυσι τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος, τῆς δὲ τῶν οὐρανῶν ουνων βασιλείας τὸ ἀτελεύτητον, τῆς γὰρ σιδηρᾶς βα- σιλείας ἀσθενέστερον διατεθείσης καὶ τοῦ ὀστράκου τὴν ἐ- πιμιξίαν λαβούσης. φανήσεται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ ·χειρῶν, καὶ λεπτυνεῖ τὸν ὄστρακον τὸν σίδηρον τὸν χαλκὸν τὸν ἄργυρον, τὸν χρυσὸν, καὶ φροῦδα ποιήσει παντελῶς, καὶ ἀδιάδο- χον καὶ αἰώνιον, καὶ ἀπέραντον βασιλείαν, τοῖς ἀξίοις παρέξει, εἰς γὰρ τοὺς αἰῶνας φησὶν, οὐ διαφθαρήσεται καὶ λαῶ ἑτέρῳ οὐχ ὑπολειφθήσεται, καὶ λεπτυνεῖ καὶ δαμάσει πάσας τὰς βασιλείας καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας. εἰ δέ τις ζυγομαχεῖ ·καὶ ταῦτα ἔχειν οὕτως οὐ βούλεται δειξάτω τί τῶν ἀνθρώπων ανων αἰώνιον ποία δὲ τῶν ἀνθρώπων ανων βασιλεία. τέλος οὐ λήψεται εὔηθες γὰρ καὶ λίαν ἀνόητον, συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος βα- σιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύτητον ἔ- σεσθαι εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ διατούτων τῶν λόγων τὴν δο- θησομένην ὑπὸ τοῦ θεοῦ θυ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι. οὐκ ἄρα τὴν μακεδονικὴν βασιλείαν ὠνόμασε σίδηρον, οὐδὲ γὰρ ἐκείνης κρατούσης ὁ παρὼν βίος ἐδέξατο τέλος ἀλλ’ ἡ ῥωμαικὴ τὴν μα- ·κεδονικὴν καταλύσασα. κατέχει τῆς οἰκουμένης τοὺς οἴακας. εἰ δὲ φασὶ τὴν προτέραν τοῦ κυρίου κύ παρουσίαν διὰ τούτων τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν καταλυθεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμο- νίαν. εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν· πᾶν γὰρ τοὐ- ·ναντίον ἐστὶν ἰδεῖν, κρατυνθεῖσαν αὐτὴν, ἀλλ’ οὐ καταλυθεῖσαν, ἅ- μα τῆ τοῦ σωτῆρος σρς γεννήσει:- αὐγούστου γὰρ βασιλεύοντος, ὁ δεσπο- τικὸς γεγένηται τόκος, ὂς δεύτερος μὲν ἐβασίλευσεν, πάντας δὲ δὲ ὡς ἔπος εἰπεῖν ἀνθρώπους ανους ὑπηκόους ἐποιήσατο, ἀπεγρά- ψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν εὐαγγελίων φω- νὴν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν ὑπ’ ἐκείνου δὲ ἡ ῥω- μαίων κρατυνθεῖσα βασιλεία, μέχρι καὶ νῦν διήρκεσεν· οὐκ οῦν ἡ προτέρα γέννησις τοῦ κυρίου κυ τὴν ῥωμαίων ἡγεμονίαν, οὐ κατέλυσεν, λείπεται τοίνυν αὐτοῦ δευτέραν ἐννοεῖν ἐ-. πιφάνειαν, ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψας. οὗτος ἐν τῆ δευτέρα παρουσία πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς. πόδας τοὺς ὀστρακίνους. τουτέστιν· ἐν αὐτῶ τῶ τέλει τῆς σιδη- ρᾶς φανήσεται βασιλέας. ἀσθενοῦς ἤδη γεγενημένης. καὶ. πάσας μὲν καταλύσει τὰς ἡγεμονίας. καὶ λήθη τινὶ παραδώσει· τὴν δὲ αἰωνίαν αὐτοῦ βασιλείαν, τοῖς ἀξίοις αὐτοῦ παρέξει: ταῦθ’ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ. ἀναγκαίως ἐπήγαγεν. ὁ θεὸς θς ὁ μέγας ἐγνώρισεν τῶ βασιλεῖ, ἃ δεῖ γενέσθαι, μετὰ ταῦτα, καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ, ἄξιον δὲ θαυμάσαι τὴν τοῦ θεοῦ τῶν ὅλων περὶ πάντας ἀνθρώπους ανους κηδεμονίαν, οὐδὲ γὰρ τοὺς δυσσεβεία συζῶντας τῆς οἰκείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους ἁπάσης ἐπιμελείας ἀξιοῖ. ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θηριώδη καὶ δυσσεβῆ, οὐ καταλέλοιπεν ἀτημέλητον, ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀπο- καλύψεων, τῆς εὐκληρίας τοῦ παρόντος βίου δείκνυσιν αὐ- τῶ τὸ ἐπίκηρον, καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύρροπον καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης ανινης εὐημερίας, ἀλλὰ δίκην ἀν- θῶν ἐαρινῶν μαραίνεται καὶ σβέννυται ἱκανὰ δὲ ταῦτα ἦν. τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρὺν καταλύσαι, καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα, καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασιλείας τὸ τέλος. πρῶτον μὲν οὖν, διατούτων αὐτοῦ. ποιεῖται τὴν ἐπιμέλειαν, ἔπειτα, τῆ λήθη τοῦ ἐνυπνίου ἐ- λέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν· δείκνυ- σιν δὲ, τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν, καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας, τὴν θείαν αὐτοῦ δύναμιν παραδη- λοῖ, καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦν- τας, μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύ- νησιν, τοὺς ἁγίους αὐτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει. καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει· τότε γάρ φησιν ὁ βασι- λεὺς ναβουχοδονόσορ ἐπὶ πρόσωπον ἔπεσεν, καὶ τῶ δανιὴλ προσεκύνησεν, καὶ μαναὰ καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτῶ. ἐνθυμήθητι, ἡλίκον ἐστὶν. ἐκεῖνον τὸν ἀλαζόνα τὸν μεμηνότα. τὸν καὶ θεὸν θν ἑαυτὸν εἶναι νομίσαντα, δι’ ἑτέρου γὰρ προφήτου ὁ θεὸς φησὶν πρὸς αὐτόν. σὺ δὲ εἶ ἄνθρωπος ανος καὶ οὐ θεὸς θς . τὸν πάν- τας ἀνθρώπους ἀνους ὑπηκόους ποιησάμενον τὸν αἰχμάλωτον προσκυ- νεῖν, τὸν ἰουδαῖον, τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα, καὶ τὸν τούτου ἡγεῖσθαι διὰ τούτου ^ προσκυνεῖν θεὸν θν · τούτου γὰρ χάριν φησὶν ·εἶπεν μαναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῶ, τουτέστι λιβανω- τὸν καὶ θυμίαμα προσενεχθῆναι αὐτῶ ἐνετείλατο, αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρηγγύησεν ὁ γὰρ προσκυνήσας, πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει. εἴπερ ἱερατεύειν εἰώθει. ἐπειδὴ δὲ ·τοῦτο πάντως οὐχ ἁρμόττον ἦν, αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν, ·ἃ μὴ δὲ προσῆκον ἦν, τοῖς δὲ ποιεῖν εἰωθό η σι, τοῦτο ποιῆσαι παρακελεύεται, καὶ ἵνα μὴ δόξη μάτην ἄνθρωπον ἄνον προσκυνεῖν, λέγει τῶ δανιήλ. ἐπ ̓ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστι θεὸς θς θεῶν, ·καὶ κύριος κς τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυ- ·νήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο, τοσαύτην ἐκ τῆς τοῦ ἐνυπνίου λήθης ὠφέλειαν αὐτῶ, τῶν ὅλων ὁ πρύτανις προσε- νήνοχεν, πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν. ἔπειτα μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προσκυνουμένων θεῶν τὴν ἀσθέ- νειαν, πρὸς τούτοις, ἐδιδάχθη τοῦ ὄντως θεοῦ θυ τὴν ἐνέργειαν, oὗ χάριν βοᾶ: ἀπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν οὗτός ἐστι θεὸς θς θεῶν, καὶ κύριος κς κύριος κς τῶν βασιλέων, καὶ ἀποκαλύπτων μυστήρια, θεὸν δὲ θεῶν προσαγορεύει, οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς, ἡ μὲν γὰρ θεία γραφὴ, τοὺς ἱερωσύνης ἠξιωμένους ὀνομάζει θεούς· θε- οὺς γάρ φησιν οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐ- ρεῖς κακῶς, οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν. οὐδέ- πω γὰρ ἠδυνήθη τὸ παντελῶς ἀσθενὲς αὐτῶν συνιδεῖν, μεμά θηκεν δ ̓ ὅμως τὸ διάφορον διὸ καὶ θεὸν θν τῶν θεῶν, τὸν τῶν ὅλων. προσαγορεύει θεὸν θν , καὶ κύριον κν τῶν βασιλέων, ταῦθ’ οὕτως ὁμολογήσας ἐμεγάλυνεν τὸν δανιὴλ, καὶ δόματα πολλὰ καὶ μεγάλα ἔδω- κεν αὐτῶ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυ- λῶνος, καὶ ἄρχοντα σατραπῶν καὶ ἐπὶ πάντας τοὺς σοφοὺς βα- βυλῶνος. καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις τὴν ὠφέλειαν, τοῦ ἄρχοντος ἡ εὐσέ- βεια, τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης καὶ συντομώτερον ὁ μακάριος δαβὶδ δαδ τὰ κατ’ αὐτὸν διηγούμενος, καὶ τὴν θείαν πρόνοιαν ἀνυμνῶν φησὶν, ἀπέστειλεν ἔμπροσθεν αὐ- τῶν ἄνθρωπον ανον , εἰς δοῦλον ἐπράθη ἰωσήφ. εἶτα τὰ συμβεβηκότα· αὐτῶ δυσχερῆ καταλέξας καὶ τῆς εἱρκτῆς καὶ τῶν δεσμῶν μνη-. ∵ μονεύσας, ἐπήγαγεν, ἀπέστειλεν βασιλεὺς. καὶ ἔλυσεν αὐτὸν κύριον κν ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐ τὸν κατέστηκεν αὐτὸν τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτίσεως αὑτοῦ τοῦ παι- δεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. οὕτω καὶ ἐνταῦθα πεποίηκεν τῶν ὅλων ὁ πρύ-, τανις· ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν σοφῶν βαβυλῶνος τὸν τρισμακάριον δανιὴλ καταστήσας, ἀρχέτυπον αὐτὸν εὐσεβείας καὶ τῆς ἄλλης προὔθηκεν ἀρετῆς, ἀλλ’ ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης, ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς, κοινωνοὺς ἔλαβε τῆς τιμῆς, ἠτήσατο. γάρ φησι παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔρ- γα τῆς χώρας βαβυλῶνος, τὸν δὲ σεδρὰχ μισὰχ, καὶ ἀβδεναγώ, καὶ. δανιὴλ ἐν τῆ αὐλῆ τοῦ βασιλέως. συμβαίνει καὶ ταῦτα τῆ τοῦ. ἀποστόλου διδασκαλία, νῦν γάρ φησι μένει πίστις, ἐλπὶς, ἀγάπη. ταῦτα τὰ τρία, μείζων δὲ πάντων ἡ ἀγάπη, καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης ἠγάπησεν μὲν τὸν θεὸν θν ἐξ ὅλης καρδίας καὶ ἐξ ·ὅλης ψυχῆς, καὶ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως, ἀγαπήσας δὲ θερμῶς, ἐπίστευσεν εἰλικρινῶς. εἰλικρινῶς δὲ πιστεύ- σας, ἤλπισε τῆς παρ’ αὐτοῦ τεύξεσθαι βοηθείας τυχὼν δὲ ὧν ἤλπισεν, ἔδειξεν τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ κοινωνοὺς .τοὺς ὁμοφύλους ὧν ἔλαβεν ἐποιήσατο, ὅσα δὲ ἐγράφη, εἰς τὴν ·ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς ·καὶ τῆς παρακλήσεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν, ἐν χριστῶ χω ἰησοῦ ιυ μεθ’ οὗ τῶ πατρὶ πρι ἡ δόξα σὺν τῶ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας ἀμήν:-