τομος Α. Ἐ ν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἦλ- θεν ναβουχοδονόσορ ὁ βασιλεὺς βαβυλῶνος εἰς ἰερουσαλὴμ ἱλημ · καὶ ἐπολιόρκει αὐτήν:- ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάν των· καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσεν. καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν. ἵνα ἔχωμεν εἰδέναι σαφῶς, τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν. ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ· ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ· πατὴρ πηρ δὲ ἐγένετο τοῦ ἰωάχαμ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο, τὸ τῶν βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυ- σι χαρακτῆρα. οὕτως γὰρ καὶ τοὺς ἄλλους προφήτας ποι- οῦντάς ἐστιν εὑρεῖν· ὅρασις γάρ φησιν ἣν εἶδεν ἡσαίας· υἱὸς ἀμ μ ὼς. ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς ἰουδαίας. καί ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα· ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ. καὶ ἰεζεκιὴλ δὲ, καὶ τῶν ἄλλων προφητῶν ἕκα- στος, ὡς τὰ πολλὰ τούτω τῶ προοιμίω κέχρηνται τῆς προφητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο, τὴν ἰουδαίων ἐ λέγξαι παρανομίαν. καὶ δεῖξαι προφήτην, τὸν τῶ ὄντι προφήτην. καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ, βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ θυ · καὶ τοῦτο δὲ τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντὸς ἦν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος, καὶ ἔγνω σαφῶς· καὶ τοὺς ἄλλους διδάσκει. ὅτι τοῦ Θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος. διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέβειαν καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο. καὶ λίαν δὲ ἀναγκαίως τέθεικεν τό ἔδωκε κύριος κς ἐν χειρὶ· αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα. ἵνα μή τις ὑπολά- βη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον, τῆς τῷ Θεῷ θῷ ἀνακειμένης περιγενέσεσθαι πόλεως· μά- θωσι δὲ πάντες ἀκριβῶς, ὅτι τοῦ Θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοῖς πολεμίοις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαίου τοῦ προφήτου σαφὲς ποιῶν, αὐτὸς ὁ τῶν ὅλων Θεὸς θς , οὕ- τω φησί, μὴ δοξασθήσεται ἀξίνη; ἄνευ τοῦ κόπτοντος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων. ἄνευ τοῦ ἔλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων. ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας. κεχρήμενος ὀργάνοις, τοῖς εἰς τοῦτο ἐπι τηδείοις· καὶ ἤνεγκεν αὐτά φησιν εἰς γῆν σενναὰρ, εἰς οἶκον τοῦ Θεοῦ θυ αὐτοῦ. καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· καὶ ἴσως ἄν τις εἴποι· τί δή- ποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων τὰ ἅγια σκεύη τὰ τῷ Θεῷ θῷ ἀ- νακείμενα, παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα, οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦν- τες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ Θεοῦ θυ · μώ- ρια γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματι πνι κὸς, ἀνακρίνει μὲν πάντα. κατὰ τὸν θεῖον ἀπόστολον, καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται. φωτιζό- μενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μανθάνει. ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενόν ἐστιν καταμαθεῖν; τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενος· πολλὴ γὰρ ἐντεῦθεν οὐκ ἰουδαίοις μόνοις· ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις. ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι, τὸ τῆς θείας φύσεως ἀνενδεὲς· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων Θεὸς θς , τὰ παρὰ ἀνθρώπων ἀνων προσφερόμενα δέχεται· ἀλλ’ ἐ- κείνους εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θεραπείας. τε καὶ ἀντιδόσεως ἀφορμήν. πῶς γὰρ ἂν ἑτέρως ἠδυνή- θημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην Θεὸν θν . εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ· παρὰ τῶν προσφερόντων ἐδέχετο. πεῖσαι τοίνυν βουλό- μενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ τῆ ἐκείνων ἀσθενεία συγκατιὼν. τὰς παρ’αὐτῶν προσ- φερομένας θυσίας ἐδέχετο εἰκότως ἀποστραφεὶς αὐτοὺς. καὶ αἰχμαλωσία παραδοὺς καὶ τὰ ὑπ’ αὐτῶν προσε- νεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παρα- δοὺς τιμωρία. τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδά- σκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βα- βυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν· κατ’ οὐδὲν δια- φέρουσιν. ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι. οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι. οὔ- τε προφητῶν ποδηγῶν ἀπολαύσαντες. ἀγνοία κατείχον- το. οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γε- νόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων Θεοῦ θυ , τὰ δὲ ἄψυ- χα εἴδωλα θεραπεύοντες διετέλουν. παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη, μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι κατουδὲν τῶν βαρβάρων διαφέρετε ὁμοίως γὰρ αὐτὰ καὶ ἡμεῖς ταῖς παρανομίαις μολύνετε. καὶ ἶσον ἐστίν· ὑμᾶς τε ταῦτα ἔχειν· καὶ βαβυλωνίους. ἀσέβεια γὰρ, καὶ ὑμῶν κακείνων κρατεῖ· τοὺς μὲν οὖν ἰου- δαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παδεῦσαι· καὶ ὠφέλειαν αὐτοῖς, οὐ σμικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι· ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θε- οῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν, ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παρ’αυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην. ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ Θεοῦ θυ ἡ δύναμις τῶν σκευῶν ἐκείνων· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προέ- δωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν. τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν. ἐπειδὴ γὰρ ὀ- φνὶ καὶ φινεὲς οἱ ἡλὶ τοῦ ἱερέως παῖδες παράνομοι λίαν ὄντες καὶ βδελυροί· ταύτην λαβόντες εἰς ἐπικου- ρίαν τῶν ὁμοφύλων ἐξῆλθον· ἐλέγχει μὲν αὐτῶν τὴν ἀ- σέβειαν ὁ Θεὸς θς , οὐ δὲ μιᾶς ἀξιώσας προνοίας, ἀξία δὲ σφαγῆ παραδοὺς τὴν κιβωτὸν παραδίδωσι τοῖς ἀλλο- φύλοις. πάλιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδάσκων ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ. ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατε- σκεύασεν. περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία. ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον. καὶ ἀσεβεία συζῆν προαιρου- μένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ Θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβω- τὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων Θεὸν θν . τεκμηρίω χρώμε- νοι. τῆ τῶν οἰκείων εἰδώλων κατασκευῆ. καὶ πολλὴν ἐν- τεῦθεν ἐπισπάσωνται βλάβην. ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων Θεὸν θν , καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνα- τεθεικότες θεοῖς· παρασκευάζει μὲν τὸν δαγὼν τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον. πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι. καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖ- ξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἥτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δου- λείαν. καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἕως οὗ τὴν κι- βωτὸν ἀπέδωσαν· καὶ ἀναθήματα, δηλοῦντα τὴν τιμω- ρίαν ἀνέθεσαν. διπλῆ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται. οὐ γὰρ μόνον ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ Θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσ φανὲζ τῶ ἀρχιευνούχω αὐτοῦ. εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φ π ορθομμὶν νεανίσκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος· καὶ καλοὺς τῆ ὄψει. καὶ συνιέν τας ἐν πάση σοφία. καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν. καὶ διανοουμένους φρόνησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς. τοῦ ἑστάναι ἐν τῶ οἴκω τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐ τοὺς γράμματα καὶ γλώσσαν Χαλδαίων: ὁ μὲν οὖν τῶν ὅλων Θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα. ἵνα διὰ τούτων. καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς. ἄνθρωποι ἄνοι δὲ σωμάτων ὥραν καὶ μέγε- θος καὶ ῥώμην ἐπιζητοῦσι καὶ σοφίαν. οὐ τὴν τὰ θεῖα γινώ- σκουσαν· ἀλλὰ τὴν εὐγλωττία κεκομψευμένην. ἔστι τοί- νυν καὶ ἐντεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπι ἀνι νων τὸ μέσον. δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μό- νον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν· ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πλη- ροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαίου πρόρρησις· ἣν ἐζεκία προεῖπεν τῷ βασιλεῖ· ἄκουσον γάρ φησι λόγον κυρίου κυ σαβα- ὼθ ὃν ἐλάλησε πρός με. ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήψον- ται πάντα τὰ ἐν τῷ οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν. εἶπεν ὁ Θεός θς . ὅτι καὶ ἀ πὸ τῶν τέκνων σου ὧν ἐγέννησας, λήψονται καὶ ποιήσου- σι σπάδοντας ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακά- ριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα· εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰηλ · καὶ ἀπὸ τοῦ σπέρ- ματος τῆς βασιλείας· καὶ ἀπὸ τῶν φ π ορθομμεὶν νεανίσκους· φ π ορθομμεὶν δὲ τοὺς παρθένους ἐκάλεσε τῆ ἑβραίδι φω- νῆ· ὁ δὲ σύμμαχος τὸ φ π ορθ ο μμεὶν. ἐπιλέκτους ἑρμηνεύει. καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθημέ- ραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ, καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία καὶ με- τὰ ταῦτα στῆναι αὐτοὺς ἐνόπιον τοῦ βασιλέως. καὶ ἐγέ- νοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δανιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ· ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν. ὅτι οὐχ ὡς δορια- λώτοις εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοὺς ἀπολαύειν τραπέζης ἐκέ- λευσεν. μετὰ βραχέα, τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει. οὐ φιλοτιμία χρώμενος, ἀλλ’ ὠφε- λείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρο- νήματος· εἰρηκὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρ- ματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει διαπρέποντας. καὶ τεθει- κὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα. τῆς ἰούδα φυ- λῆς ἁπλῶς ἐμνημόνευσεν· καὶ τὴν τῆς βασιλείας συγγέ- νειαν ἔκρυψεν· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀ- νόματα. τὸ δανιὴλ, βαλτάσαρ. καὶ τῶ ἀνανία σεδρὰχ, καὶ τῶ ἀζαρία, μισάχ· καὶ τῷ μισαὴλ, ἀβδεναγώ. καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον. ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσιν. ἵνα καὶ τῆ τῆς προσηγορίας ἐναλλαγῆ τὴν δουλείαν γνω- ρίζωσι. τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησεν. καὶ τὰς ἑβραικὰς ἀφελὼν προσηγορίας· χαλδαικὰς ἐπέθηκεν, ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίσκους ὁ βασιλεὺς παρηγγύησεν. καὶ ἔθετο δα- νιὴλ ἐν τῆ καρδία αὐτοῦ. τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τρα- πέζη τοῦ βασιλέως· καὶ ἐν τῶ οἴνω τοῦ πότου αὐτοῦ. καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἀλισγηθῆ· οἱ γὰρ φιλόθεοι. οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων Θεὸν θν , ἀλλ’ ἔνθα ἂν ἀφίκωνται. τὴν αὐτὴν αὐτῶ θεραπείαν πρ οσ - φέρουσι. καὶ ἐν κακοπραγίας ὄντες ὡσαύτως τὸν οἰ- κεῖον προσκυνοῦσι Θεὸν θν καὶ δημιουργόν· ἐνταῦθα δὲ, πολλήν ἐστιν εὑρεῖν θαύματος ὑπερβολήν. παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι. καὶ τὴν τοπικὴν τοῦ Θεοῦ θυ λατρείαν μεμαθηκότες. εἶτα τὴν ξένην οἰκοῦντες· καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν. ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσιν· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλή- σεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνον- τας, τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας σριας · καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες. τὸν ἀρ- χιευνοῦχον ἱκετεύουσι, παραχωρῆσαι σφίσιν αὐτοῖς τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλαβεῖν. καὶ ἔδωκεν ὁ Θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνόπιον τοῦ ἀρχιευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κη- δεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπι- κουρίας ἀπήλαυσαν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγε- νημένον ἐστὶν εὑρεῖν· ἧν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ. καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτῷ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυν καὶ ἐντεῦθεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀ- τημέλητoν πώποτε καταλέλοιπεν ὁ Θεός θς . διὸ δὴ, καὶ ἕτε- ρος προφήτης βοᾶ. ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσεν τῷ κυρίω κῳ καὶ κατησχύνθη. καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν κν μου τὸν βασιλέα, τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑ- μῶν καὶ τὴν πόσιν ὑμῶν. μήποτε ἴδη τὰ πρόσωπα (ὑμῶν καὶ τὴν πόσιν ὑμῶν. μήποτε ἴδη τὰ πρόσωπα) ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν. καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βα- σιλεῖ. οὐκ ἄλογον τοῦ ἀρχιευνούχου τὸ δέος. ἄνθρωπος ἀνος γὰρ ἦν· πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος. ἀνθρωπίνως ἀνινως δὲ σκοπῶν τὰ ἀνθρώπινα. καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας, τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα τὰ σώματα, διὸ δέδοικεν. μὴ τῶν μὲν πολυτελῶς τρε- φομένων. τούτων δὲ ἀσκητικῶς βιωτευόντων. διαφορά τις ἐν τοῖς προσώποις φανείη· καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη· παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδεν δειμαίνοντα ὁ μακάριος δανιὴλ, μετα- φέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα αὐτοῦ τὲ καὶ ἀνανίου, καὶ ἀζα- ρίου καὶ μισαὴλ, καί φησί· πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώμεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν. καὶ αἱ ἰδέαι τῶν παδαρίων τῶν αἰσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως. καὶ καθὼς ἐὰν ἴδης, ποίησον μετὰ τῶν παίδων σου. οὐδὲν τῆς εἰς Θεὸν θν πί- στεως ἰσχυρότερον. καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι μαθεῖν οὐχ ἥκιστα δὲ, καὶ ἐκ τῶν τοῦ θεσπεσίου δα- νιὴλ ῥημάτων. τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι. ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται. καὶ ὅτι μὴ ἐσθίων, τῶν ἐσθι- όντων καὶ τρυφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλι- δῆς, εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποίαν εὐσεβείας ὑπερ βολὴν καταλίπη· κα- λῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασεν· πείρασον γάρ φησι τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα, καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὕ- ρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύ- της τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσεν αὐτοῦ φησίν εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐπείρασεν. αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέ- λος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν, ὑπὲρ τὰ παδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· ἔτυχε γὰρ ὧν ἠθέ- λησεν ὁ θεῖος οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑ- πέδειξεν ἀληθεῖς, τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισ- μένω. τῆς γὰρ θείας χάριτος ἀπολαύοντες, ὤφθησαν ἀμεί- νω πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελασὰρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρμα- τα, καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν καὶ νηστεία χρώμενον, σωματι- κὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρμα- τα. ἐπειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καί φησι· τοῖς παιδαρίοις τοῖς τέσσαρσιν· ἔδωκεν αὐτοῖς ὁ Θεὸς θς σύνεσιν καὶ φρόνησιν, ἐν πάση γραμμα- τικῆ καὶ σοφία οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνε- τοὺς αὐτοὺς ἀπέφηνεν, ἀλλ’ ἐκ θείας χάριτος, καὶ συνέ- σεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες· κρείττους ἁπάντων ἀνεδείχθησαν· καὶ δανιὴλ φησὶ συνῆ- κεν ἐν πάση ὁράσει καὶ ἐνυπνίοις· παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα. οὐκ ὄναρ μόνον ἀλλὰ καὶ ὕπαρ. καὶ ἑρμηνεύειν τε ἠδύνατο, τὰ τοῖς ἄλλοις ἀποκαλυπτό- μενα. τὸ γὰρ συνῆκεν, τοῦτο παραδηλοῖ. διδασκόμε- CΗ θα δὲ καὶ ἐντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων Θεὸς θς , ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθείαν ζη- τεῖ, κἂν εὕρη ταύτην ἐν νέω. πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσήφ ἐστιν αὐτὸν εὑρεῖν. πεποιηκότα. καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου. παιδίω γὰρ ὄντι κομιδῆ νέω, καὶ ἐπεφάνη· καὶ τὰς κατὰ τοῦ πρεσ- βύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν. εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος. ἀπόδειξιν δὲ, τῆς ἀπανθούσης τῷ μειρακίω χάριτος, καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦ- χος ἐνώπιον τοῦ ναβουχοδονόσορ. καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν, ὅμοιοι δανιὴλ καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς, εὗ- ρεν αὐτοὺς δεκαπλασίονας, ὑπὲρ πάντας τοὺς ἐπαοι- δοὺς καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασιλεία αὐτοῦ. ἀλλ’ ὁ μὲν ἀμελασὰρ ἤδει τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθεν πάντως τῆς θείας χάριτος τὴν ἰσχύν. ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθεν τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀ- μελασὰρ ἀναλισκομένης, ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὕτως ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐ- θνῶν ἐκλεγέντων, ἀμείνους εὑρὼν· κάλλει μὲν καὶ μεγέθει σώματος, σοφία δὲ καὶ συνέσει ψυχῆς, ῥυθμῶ τε λόγων καὶ πάση λογικῆ ἐπιστήμη. τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο. ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν, τὴν πεῖραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑποκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑ- πάρχοντας. καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς, ἐπήγαγεν, καὶ ἐγένετο δανιὴλ ἕως ἑνὸς ἔτους κύρου τοῦ βασιλέως, οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν· ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον. δῆλον ποιῆσαι θελήσας τούτου χά- ριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν, καὶ τὸ τέλος προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη· μάθομεν ἅπαντα τῆς προφητείας τὸν χρόνον. πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν, ἐθεάσατο κύρον, καὶ ἐν τῶ παρόντι βίω παραψυχῆς ἀπήλαυσεν, τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών, ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσ- έταξεν, καὶ τὸν θεῖον ἀναιγεῖραι νεὼν, παρ’ αὐτοῦ τοῦ μα- καρίου δανιὴλ τὴν ἡσαίου τοῦ προφήτου πρόρρησιν διδαχθείς, ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων: ἱερουσαλὴμ ἱλημ οἰκοδομηθήση καὶ ταῖς πόλεσιν τῆς ἰουδαίας κατοικισθή- σεσθε ὁ λέγων κύρω φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσεις. τάδε λέγει κύριος κς τῶ χριστῶ μου κύρω οὗ ἐκράτη- σα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὑτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται, ἐγὼ προπορεύσομαι πρὸ προσώπου σου καὶ ὄρη ὁμαλιῶ, πύλας χαλκὰς συντρίψω, καὶ μοχλοὺς σιδηροὺς συνθλάσω, θησαυροὺς σκοτεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοῖς βουλομένοις τῶν ἰουδαίων, τὴν εἰς τὴν ἐνεγ- κοῦσαν ἐπάνοδον ἐχαρίσατο. καὶ ἡ βίβλος δὲ τῶν παρα- λειπομένων, τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησι πρώτου κύρου τοῦ βασιλέως περσῶν, μετὰ τὸ πληρωθῆ- ναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν καὶ παρήγγειλεν κῦρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ ἐν λόγοις γρα- φῆς λέγων. τάδε λέγει κῦρος ὁ βασιλεὺς περσῶν πάσαις ταῖς βασιλείας τῆς γῆς, ἔδωκέ μοι κύριος κυ ὁ Θεὸς θς τοῦ τοῦ οὐρανοῦ οὐνου , καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ. οἶκον ἐν ἱερουσαλὴμ ἱλημ τῇ ἐν τῇ ἰουδαία, τίς ἐν ὑμῖν ἐκ παν- τὸς τοῦ λαοῦ αὐτοῦ. κύριος κς ὁ Θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω, τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐντέθεικε τοῖς οἰκείοις συγγράμμασι· τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγα- θὸν δεσπότην ὑμνήσωμεν τὸν πατασσοντα καὶ ἰώμενον μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρία καὶ φιλανθρωπία φιλανία χρώμε- νον, αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν :-