ε ἰ πᾶσι ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα, καὶ τοῦ μὲν γράμ- ματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύειν, καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰ κότως ἐνομίσθη παρέλκον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἐρμηνείαν, πάντων εὐπετῶς πα ρ’ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δὲ μίαν μὲν ἄπαντες φύσιν ἐλάχομεν, οὐκ ἴσην δὲ ἄπαντες γνῶσιν ἐλάβομεν· ἑκάστῳ γὰρ δίδοται, φησίν, ἡ φα νέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον· καὶ ἄλλῳ μέν δίδοται διὰ τοῦ πνεύματος πνς λόγος σοφίας, ἄλλῳ δὲ λό γος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα , ἑτέρῳ δὲ πί στις ἐν τῷ αὐτῷ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαί ρεσιν ἄπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμμα τα ἔγγραφον παραδόην διδασκαλίαν· παιδό θεν μὲν αὐτοῖς ἐντραφείς, παρα πολλῶν δὲ συγ- γραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισά μενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτὰ φησὶ τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὖ χάριν καὶ ὁ μέγας διδά σκαλος δαβίδ, προσέχετε λαός μου φησὶ τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξωμαι προβλήματα ἀπ’ ἀρχῆς· εἶ τα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν, ὄσα ἠ κούσαμεν φησὶ καὶ ἔγνωμεν, αὐτὰ καὶ οἱ πατέρες πρας ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέ κνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γὰρ φησὶν ἔθετο ἐν ἰσραήλ ἰηλ , ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, τοῦ γνωρῖσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῶ γενεὰ ἐτέρα, υἱοὶ τεχθησόμενοι, καὶ ἀναστήσον ται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς, ἐπάγει, ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθονται τῶν ἔργων τοῦ θεοῦ θυ , καὶ τὰς ἐντολὰς αὐ τοῦ ἐκζητήσωσι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις τε καὶ ἐσομένοις ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιή σασθαι· οὐ μόνον δὲ ἡμας ὁ θεῖος διεγείρει νό μος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων συνήθων, θερ μῶς ἡμᾶς λιπαρήσαντες, θαῤῥῆσαι τὸν ἀγῶ να τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτά του δανιὴλ τὴν προφητείαν, ὡς ἕνι μάλιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἵσως δὲ οὐδὲ τοῖς γνώσεως ἠξιωμένοις ἄχρηστος οὖτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὦν νενομή κασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὐρίσκοντες βεβαιώσουσι τῇ κοινωνίᾳ τὸ ὑπὸ σφῶν αὐτῶν θη ρευθέν· φιλεῖ γὰρ πάντως ἡ τῶν πλειόνων συγκα τάθεσις κρατήνειν τὰ νοηθέντα· τούτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἐρμηνεύειν πειρώ μεθα, οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γέ νοιτο· ἄπαντας γὰρ ἶσμεν τοῦ θείου πνεύματος πνς ὄρ γανα· ἀλλὰ πρῶτον μὲν, ὅτι τούτου τὴν ἐρμηνεί αν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν, καὶ προσήκον ἠγούμεθα ἦ ἢ ν ἠτήθημεν χάριν, ταύτην δοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοι ά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῷ παρόντι καταλιπεῖν, τὰς δὲ τούτου προῤῥήσεις γυμνοῦν, καὶ δῆλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναι σχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφη τῶν τούτον ἀποσχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προ φητικῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτῶν ἀναιδὲς μέν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἀπάντων πολλῶ σαφέστε ρον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προ εθέσπισε παρουσίαν, οὐ μόνον ἃ ποιήσει προ αγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς, καὶ τὴν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθει κὼς ἀριθμὸν, καὶ ἄπαντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρά, εἰκότως, ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀλη θείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς λέγειν, ὡς οὐκ ἔστι προφήτης ὁ ταῦτα καὶ μυρία ἔτερα χρη σμολογήσας, ἀποχρῆν ἠγούμενοι τὴν οἰκεί αν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυ μαστὸν δὲ οὐδέν, εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαν τες, τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράπον τας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησὶν, εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώ ξουσι· καὶ πάλιν, εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἀπεκάλεσαν, πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναί δειαν αὐτῶν ἀπε διε λέγξωμεν, πυθώμεθα αὐ τῶν οὕτω, τί προφήτου ἴδιον εἶναι φατέ; ἀλλὰ γὰρ ἂν ἴσως ἂν εἴποιεν, τὸ τὰ μέλλοντα προει δέναιτε καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦ τα, καὶ προμεμάθηκε, καὶ προείρηκεν ὁ μακά ριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον τέως ἐπισχῶμεν, τὰς δὲ ἄλλας αὐτοῦ προφη τείας εἰς μέσον ἀγάγωμεν· εὐρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλεί ας, πολλὰ δὲ περὶ τῆς περσῶν, καὶ μακεδόνων, πολλὰ δὲ καὶ περὶ τῆς τῶν ῥωμαίων προαγορεύ σαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βα σιλεύς, ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλή ψονται βασιλείαν, ἔπειτα ὅτι τούτους καταλύσας ὁ μακεδὼν, τελευτήσει μὲν αὐτὸς ὡς τάχυστα, τέτταρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴς βα σιλείας· καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας τίς, μυ ρία ὄσα ἐργάσεται τοῖς ἰουδαῖοις δεινά, καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας τῆς ἐκείνου θηριό τητος ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ῥωμαίων ἰσχήν, καὶ ὅτι πᾶσας κα ταγωνισάμενοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομίοῦνται δασμόν· τί δεῖ λέγειν ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγόρευσε βα σιλέως, καὶ ὅσα ἀλλήλοις ἐργάσονται δεινὰ, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγα μίας καὶ συγγενείας, εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προει ρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῆν κα ταλιπόντα, πῶς οὐ δυσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; εἰ γὰρ ταῦτα προφη τείας ἀλλότρια, τίνα προφητείας τὰ ἴδια; εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγων τὸ τάδε λέγει κύριος κς , καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀπο στεροῦσι συμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦ τον ἀβραὰμ ὁ πατρι πρι άρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ ; περὶ τοῦ γὰρ ἀβραὰμ ἐλέχθη φησί, καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῷ ἀνδρὶ ὅτι προφήτης ἐστί, καὶ προ σεύξεται περὶ σοῦ, καὶ σωθήση σὺ καὶ πᾶς ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ περί τε αὐτοῦ καὶ τοῦ υἱέως, καὶ τοῦ ἐγκόνου φησίν, ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς, λέγων, μὴ ἄπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφῆταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ, ὁ παιδό θεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφή τας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δ’ ὀ νειράτων, ἢ διὰ μεθ’ ἡμερινῶν τινῶν ἀποκαλύ ψεων προγνώσεις, ἐννοίας καὶ προῤῥήσεις ἐδέ ξατο· πολεμεῖτε τοίνυν καὶ ἐκείνοις ἀναφανδὸν, καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προ φανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροι νίαν, φεύγετε καὶ τὴν καθ’ αὐτοῦ συκοφαντίαν· προφήτης γάρ, καὶ προφήτης ἐπιθυμία καὶ πό θῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἰδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα δι δαχθείς, οὐχ ἃ μόνοις ἰουδαῖοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προδιδάξας· σκο πήσατε τοίνυν, εἰ μὴ λίαν ἄδικον, ἀβδιοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προ αγορεύσαντα, καὶ ἰωνὰν δὲ, καὶ ναοὺμ περὶ μιᾶς πό λεως προθεσπίσαντας τῆς νινευὶ τοῖς προφήταις ἐγκαταλέγειν, τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα, χαλ δαϊκῆς, περσικῆς, μακεδονικῆς, ρωμαϊκῆς, καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφιτικῆς προσηγορίας ἀποστερεῖν, καὶ τῆς πνευματικῆς πνι κῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδο νόσορ αἰδεσθῆναι τὸν δυσεβῆ, τὸν θηριώδη, τὸν βάρβαρον, τὸν τῶν θείων ἀμείητον, βοῶντα πε ρὶ τοῦ δανιὴλ, καὶ λέγοντα, ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐστὶν ἐν αὐτῷ· καὶ γὰρ τῷ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν, καὶ τὸ ἐνύπνιον εἰπεῖν, ὃ ἔτερος θεασάμε νος ἀπελίσθη, καὶ τούτου δηλῶσαι τὴν ἐρμη νείαν ἀκριβῶς τε καὶ ἀληθώς· ὑμᾶς δὲ οὐδὲ τοῦ το πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μα νίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προφήτου πολεμεῖτε δεσπότῃ. ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὐμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεία συγγρά ματα, βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προῤ ῥήσεως τέλος· ἀλλὰ γὰρ νῦν ὁρόντες τὰ πράγμα τα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων ῥαδί ως λαμβάνομεν τὴν τῶν πραγμάτων κατάλη ψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τού των δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑμε τέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα. ἡ δὲ κατὰ μέρος ἐρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν, καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρόντως ποιησάμενοι, τὴν τῆς προφητεί ας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν, εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἐρμηνείας ἀψώμεθα· μετὰ τὸν ἰωσίαν, εὐσεβὴς δὲ οὖτος γεγένη ται βασιλεύς, ἐβασίλευσε τῆς ἰουδαίας ἰωά χαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἠμέ ρας· διώνυμος δὲ οὖτος ἦν· ἐν μὲν γὰρ ταῖς βα σιλείαις, καὶ τοῖς παραλειπομένοις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος ἰερεμίας αὐτὸν ὁ προφήτης σελεὶμ προσαγορεύει· τούτον δο ρυάλωτον ὁ τῆς αἰγύπτου βασιλεὺς φαραὼ νε χαὼ λαβὼν, αἰχμάλωτον εἰς τὴν αἴγυπτον ἀπή γαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασιλέα ἐλι ακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἰωακεὶμ αὐτὸν προ σηγόρευσεν· ἐβασίλευσε δὲ οὖτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδονό σορ ὁ τῆς βαβυλωνίας βασιλεύς, ἔλαβε μὲν οὐκ ὀ λίγους δορυαλώτους τῶν ἐπ’ εὐγενείᾳ λαμπρυνομέ νων, ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῷ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυ λῶνα· εἶτα τούτον τὸν ὀρισθέντα φόρον ἐκτίσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱε ροσολύμοις, καὶ τὴν πόλιν ἐλὼν, καὶ τούτον ἀνελὼν, καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, ἰω ακεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα, ἐλιακεὶμ δὲ πάλιν μετ’ ὀνομασθέντα· καὶ τούτον δὲ ὁ μακάριος προφήτης ἰερεμίας ἰεχονί αν ὀνομάζει· ζῶ γὰρ φησί λέγει κύριος κς , ἐὰν γε νόμενος γένηται ἰεχονίας, υἱὸς ἰωακεὶμ βα σιλέως ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χει ρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ πα ραδόσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου, ὦν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖ ρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἠμέραις τὴν βασιλείαν πρυτανεύ σαντος, τότε πάλιν ὁ ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεύς στρατίαν ἀποστείλας, καὶ στρατηγὸν, τούτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλῶνα, τῷ δὲ σεδεκίᾳ θείῳ πρὸς πα τρὸς αὐτοῦ ὄντι τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα τὸν ἐγκείμενον οὐ δεδοκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἰεροσολύ μοις τῶν βαβυλωνίων ὁ βασιλεύς, ἔπειτα πολι ορκήσας, καὶ τῷ λιμῷ κατ’ αὐτῶν συμμάχῳ χρη σάμενος, καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος, ἀναιρεῖ δὲ τοὺς πλείστους, τοὺς δὲ λοιποὺς ἐξανδραποδή σας ἀπάγει δορυαλώτους, πυρὶ τήν πόλιν καὶ τὸ ἱερὸν παραδούς. ἀλλ’ ὁ τῶν ὅλων θεός, ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχω ρήσας παρανομίαν, οὔτε κολάζων αὐτοὺς παντελῶς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ οἶον τινὰς παιδο νόμους ἐδεδώκει, τόν τε οὐρίαν τὸν σαμαίου, καὶ ἰερεμίαν τὸν τοῦ χελκίου, ἄνδρας ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώ την αἰχμαλωσίαν δωριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα, τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν, ἰεζεκιὴλ, καὶ ἀνανίαν, καὶ ἀζα ρίαν, καὶ μισαήλ, ἵν’ ἔχοντες τῆς νομικῆς πο λιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξoνται λώβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐ τοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα. τοσαύτην ὁ τῶν ὅλων θεὸς τῶν ἀμαρτωλῶν ποιῆται προμύθειαν, ὅτι τοὺς εὐνοϊκῶς αὐτῷ δουλεύωντας, καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελεί ας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι, καὶ πολλοῖς κιν δύνοις περιπεσεῖν, καὶ διὰ κυμάτων καὶ κλύδωνος ὀδεῦσαι τὸν βίον· οὕτω γὰρ καὶ διὰ ὠσιὲ τοῦ προφήτου φησίν, ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν , τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα πα θεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαί ων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μα κάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς τὴν βα βυλῶνα καταλαβεῖν· ὃς ὡς νέος ὢν, καὶ τῇ ὤρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρα κίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σο φίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥησίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λό γον, ὠφελείας κᾳκείνῳ γεγένηται πρόξενος. οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκό οις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτε δι δασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε. νόμον τεθηκὼς τὸν διαῤῥήδην παρεγγυόντα ἄπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσ βευόμενον προσκυνεῖν θεόν· ὅτι μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέσιος οὖτος ἀπήχθη προφήτης, καὶ τίνος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν. τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἐρμηνείας ἀκριβέστερον θησόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν σαφηνείας ἀρξώμεθα.