τόμος ζ κεφάλαιον ζ ἐ ν τῷ πρώτῳ ἔτει βαλθάσαρ τοῦ βασιλέως χαλδαίων δανιὴλ ἐνύπνιον εἶδε, καὶ ἡ ὅ ρασις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον ἔγραψε· | μέχρι μὲν τούτων τῶν λό γων ὁ μακάριος δανιὴλ ἱστορικώτερον τὴν προ φητείαν συνέγραψε· πρῶτον μὲν γὰρ εὐθὺς ἀρ ξάμενος τὰ συμβεβηκότα αὐτοῖς δορυαλώτοις γεγενημένοις ἐδίδαξε· προστέθηκε δὲ καὶ ὅσης παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων κηδεμονίας ἀπήλαυ σαν· ἔπειτα διηγήσατο ἡλίκας ὁ ναβουχοδο νόσορ τῆς ὠμότητός τε καὶ ἀλαζονίας ἔδωκε δίκας· μετὰ ταῦτα οἴαν ὁ βαλτάσαρ ἔτισε τιμωρίαν τῶν ἱερῶν καταφρονήσας σκευῶν· τούτου δὲ θείᾳ πληγῇ καταλυθέντος, καὶ εἰς μήδας τῆς βασιλεί ας μετατεθείσης, τὰ καθ’ ἑαυτὸν καὶ τὸν δαρεῖον συνέγραψε, διδάξας ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη, οἵας δὲ αὐτὸς ὑπομείνας ἐπι βουλὰς ὑπό τε τῶν στρατηγῶν, καὶ τῶν σατραπῶν, τῆς θείας ἔτυχεν ἀντιλήψεως· ταῦτα οἰονεὶ συγ- γραφικῶς διηγησάμενος, ἄρχεται λοιπὸν διδάσκειν ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχ θη προῤῥήσεις· καὶ πρῶτον μὲν τίθησι τὴν τῶν τεττάρων θηρίων ἀποκάλυψιν, σφόδρα ἐοικυῖαν τῷ τοῦ ναβουχοδονόσορ ἐνυπνίῳ· καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾷ· τέτταρας ἐθεάσα το ὕλας· καὶ οὖτος ἀπὸ θαλάττης μιᾶς τέττα ρα ἀνιόντα θηρία· ἀλλ’ ἵνα μὴ δὶς τὰ αὐτὰ λέγειν ἀναγκασθῶμεν, τῆς κατὰ μέρος ἐρ μηνείας ἀρξώμεθα· σαφέστερον γὰρ ἐκεῖ θεν τοῦτο δειχθήσεται· | ἐν τῷ πρώτῳ ἔτει βαλ τάσαρ βασιλέως χαλδαίων, δανιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ | τουτέστι καθεύδων τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο· ἐπειδεὶ γὰρ μέλλει καὶ ἃ μεθ’ ἡμέραν εἶδε συγγράφειν, εἰκότως ἡμᾶς διδάσκει, τίνα μὲν ὄναρ εἶδε, τίνα δὲ ὕπαρ· | καὶ τὸ ἐνύπνιον φησὶν ἔγραψεν· | οὐ γὰρ ἠνέσχετο κρῦψαι τὰ θεόθεν αὐτῷ δει χθέντα, ἀλλ’ εἰς ὠφέλειαν ἁπάντων συνέ γραψεν· | ἀρχὴ λόγων αὐτοῦ, καὶ ἀποκριθεὶς εἶπε | τουτέστιν ἤρξατο τῆς διηγήσεως οὕτως· | καὶ ἐγὼ δανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτὸς, καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρα νοῦ προσέβαλον εἰς τὴν θάλασαν τὴν μεγά λην, καὶ τέσαρα θηρία ἀνέβαινον μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλήλων | ὁ μὲν οὖν ναβουχοδονόσορ εἰκόνα βλέπει, διδασκόμενος τῶν παρόντων πραγ μάτων τὸ μάταιον, καὶ ὅτι σχήματα μᾶλλον εἰ σὶν, ᾗ φησὶν ὁ θεῖος ἀπόστολος, ἀλλ’ οὐ πράγ ματα· οὐδὲν γὰρ αὐτῶν μόνιμον, οὐδὲ βέ βαιον, ἀλλὰ πάντα διαῤῥεῖ καὶ φθείρεται, καὶ μαραίνεται· ὁ δὲ μακάριος δανιὴλ θά λασσαν βλέπει, τοῦ παρόντος βίου τὰ κύ ματα διδασκόμενος· ἐπειδὴ γὰρ τὴν ξέ νην ἰδεῖν ἠναγκάζετο δορυάλωτος γενόμε νος, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδάσκεται· καὶ ὁ μὲν βασιλεὺς ὡς μέγα φρονῶν ἐπὶ χρυσῷ καὶ ἀργύρῳ καὶ χαλ κῷ καὶ σιδήρῳ, διὰ τούτων λαμβάνει τὰ τῶν βασιλειῶν αἰνίγματα, καὶ τὰς τῶν βασιλέων μανθάνει διαδοχάς, καὶ διδάσκεται μὴ με γάλα φρονεῖν ἐπὶ τῇ βασιλείᾳ ὀξύῤῥοπον ἐ χούση μεταβολήν· ὁ δὲ προφήτης ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν, τέσσαρα θηρία βλέπει, διδασκόμενος ὡς αἱ φο βεραὶ αὖται βασιλείαι, αἱ πάντας ἀνθρώπους ἀνους δεδιττόμεναι, τέλος λήψονται καὶ αὖται, μία δὲ μόνη ἡ ἀτελεύτητος μένει βασιλεία, ἣν τοῖς ἁγίοις ηὐτρέπησεν ὁ τῶν ἁγίων θεός θς · θά λατταν τοίνυν καλεῖ τὸν βίον, ἅτε δὴ μυ ρίας ἔχοντα τρικυμίας, ἀνέμους δὲ ταύτῃ προσβάλλοντας, τὰς τῶν πραγμάτων μετα βολάς· καθάπερ γὰρ νότου μὲν πνέοντος ἐπὶ τὸ ἀρκτῶον μέρος διατρέχει τὰ κύματα, βορέου δὲ κινοῦντος τὴν θάλασσαν, πάλιν τὸ ῥεῖθρον ἐπὶ τὸ νότιον μέρος ὠθεῖται· οὕ τως ἡνίκα μὲν ἀσύριοι κατεῖχον τῆς οἰκου μένης τοὺς οἴακας, πρὸς ἑαυτοὺς ἅπαντας ἦλκον τοὺς ὑπηκόους· μεταβάσης δὲ τῆς βα σιλείας εἰς πέρσας, μετέβη παραυτίκα καὶ τῶν ὑπηκόων πρὸς ἐκείνους ὁ δρόμος· μα κεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων, ἀφέντες ἄπαντες ἐκείνους οἷς ὑπήκουον πρό τερον, τούτοις προσέφερον τὸν συνήθη δα σμόν· ἐπειδὴ δὲ ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος, εἰς τὴν ἐσπέραν συντρέ χουσιν ἄπαντες, μακεδόνων οὐδένα ποι ούμενοι λόγον· τοῖς γὰρ ὑπηκόοις καὶ αὐτοὶ συνηρίθμηνται· εἰκότως τοίνυν τὰς τῶν πρα γμάτων μεταβολὰς ἀνέμοις ἀπείκασεν, οἳ νῦν μὲν ὦδε, νῦν δὲ ἐκεῖσε τῆς θαλάσης ὠθοῦσι τὰ κύματα· τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέμων, ἐπειδὴ καὶ τέσσαρες γεγόνασι βασιλειῶν διαδοχαί· διδάσκει δὲ ἡμᾶς καὶ ὁποῖαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν· | τὸ πρῶτον γὰρ φησὶν ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀε τοῦ· ἐθεώρουν ἔως οὖ ἐξετίλη τὰ πτερὰ αὐ τῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῇ | τὴν ἀσσυρίων βασιλείαν, εἴτ οὖν χαλδαίων, αὐτὴ γὰρ πρώτη τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησε, διὰ τῆς λεαίνης ἠνίξατο· βασιλι κὸν γὰρ τὸ ζῶον· καὶ τὰ πτερὰ ἀετῷ ἐοικέναι φησί· καὶ γὰρ τοῦτο τὸ ζῶον τῶν πτηνῶν ἁπάν των κρατεῖ· ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνης ὁ ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη τεθεᾶσθαι χρυσῆν· ἐρμηνεύων δὲ ὁ θειώτατος δανιὴλ ἔφη· ἡ κεφαλὴ ἡ χρυσὴ σὺ εἶ βασιλεῦ· οὕτω κἀνταῦθα τῶν θηρίων τὸ κράτιστον ἐπὶ τῆς πρώ της τέθηκε βασιλείας, οὐκ ἰσχὺν αὐτῇ πλείονα προσμαρτυρῶν, ἀλλ’ ὡς πρώτην τιμιωτέραν ἀποφαίνων· ἀλλ’ ὅμως εἶδεν ὡς ἐξετίλη αὐ τῆς τὰ πτερὰ, τουτέστι, γυμνὴ τῶν ὑπηκόων ἁπάντων ἐγένετο, καὶ τῆς προτέρας ἐστερήθη δυ νάμεως· καὶ ἐξήρθη φησὶν ἀπὸ τῆς γῆς, ἀντὶ, τοῦ βασιλεύειν ἐπαύσατο· καὶ ἐπὶ ποδῶν φησὶν ἀνθρώπου ἀνου ἐστάθη· ἴση φησὶν τοῖς ὑπηκόοις ἐγένετο· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῇ· μεμάθηκε φη σὶ διὰ τῆς πείρας ἀνθρώπινα ἀνινα φρονεῖν, καὶ μὴ ὑπερ βαίνειν τῇ φαντασίᾳ τῆς διανοίας τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ ἠνίκα τὰ τῆς βασι λείας κατεῖχον πηδάλια, τύφον ἐνόσουν, καὶ ἀλαζονίας ἀμετρίαν· διὸ καὶ ὁ μακάριος ἠ σαΐας φησίν, ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέ γαν τὸν ἄρχοντα τῶν ἀσσυρίων· εἰκότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῇ πείρᾳ μαθόντες, καὶ τῆς εὐημερίας τὸ σφαλερὸν, ἀνθρώπινα ἀνινα φρονοῦσι, καὶ ἑαυτοὺς γινώσκουσι, καὶ καρδίαν ἀνθρωπίνην ἀνίνην ἐκτήσαν το· οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου· ἐπάγει δέ, | καὶ ἰδοὺ θηρίον ἔτερον ὄμοιον ἄρκτῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πτερὰ ἐν τῷ στόματι αὐτῆς, ἀναμέσον τῶν ὀδόν των αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ, ἀνάστα φά γε σάρκας πολλάς· | τὴν περσικὴν ἐνταῦθα βασιλείαν αἰνίττεται· ἄρκῳ δὲ αὐτὴν ἐοικέ ναι φασὶ, διὰ τὸ τῶν τιμωριῶν ὠμὸν καὶ ἀπηνές· βαρβάρων γὰρ ἀπάντων ὠμότεροι περὶ τὰς τιμωρίας οἱ πέρσαι, ἐκδοραῖς χρώμενοι, καὶ τῇ κατὰ μέρος τῶν μορίων ἐκτομῇ μακρὰς τὰς κολάσεις μηχανώμενοι, καὶ πικρὸν κατασκε υάζοντες τοῖς κολαζομένοις τὸν θάνατον· διὰ τοῦτο φησὶ καὶ ἔλεγον αὐτῆ, ἀνάστα φάγε σάρ κας πολλάς· οὐκ ἐπιτρέποντες τοῦτο ποιεῖν, ἀλλὰ προλέγοντες τὰ ἐσόμενα, καὶ τὸ ὠμὸν, καὶ ἀνήμερον προσμαρτυροῦντες· τρία δὲ φησὶ πτερὰ ἐν τῷ στόματι αὐτῆς· τῶν τριῶν γὰρ τῆς οἰκουμένης τμημάτων ἐκράτησε, τοῦ ἑώου, καὶ τοῦ βορείου, καὶ τοῦ νοτίου· κῦρος μὲν γὰρ, ὁ πρῶ τος περσῶν βασιλεύσας, τὸ ἑῶον ἅπαν μέ χρι τοῦ ἐλισπόντου ὑφ’ ἑαυτὸν ἐποιήσατο· καμ βύσης δὲ ὁ τούτου παῖς, καὶ τὴν αἴγυπτον ἐχειρώ σατο, καὶ αἰθίοπας ὑπηκόους ἀπέφηνε· δα ρεῖος δὲ ὁ τοῦ ὑστάσπου, σκυθῶν τῶν νομάδων ἐκράτησεν, οἳ τὸ βόρειον ἔλαχον μέρος τῆς οἰκουμένης οἰκεῖν· ξέρξης δὲ ὁ δαρείου· ἐπεχείρι σε μὲν καὶ τὴν εὐρώπην τοῖς ὑπηκόοις συνάψαι· ναυμαχεία δὲ ἡττηθεὶς ἀθηναίων, αἰσχρῶς ἀνέστρεψε, καὶ τὴν ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθε βλάβην· τούτου χάριν φησὶ τρία πτερὰ ἐν τῷ στόματι αὐτῆς· ἔνια δὲ τῶν ἀντιγράφων πλευρὰ ἔχει· οὐδὲν δὲ διαφέρει· εἴτε γὰρ τοῦτο εἴτε ἐκεῖνο τεθείη, διδάσκει ὡς τὰ τρία τμήματα τῆς οἰκουμένης καρποῦται, καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον· καλῶς δὲ καὶ τὸ ἐν τῷ στόματι αὐτῆς προστέθηκεν, ἵνα δείξῃ τὴν παρὰ πάν των χορηγουμένην εἰσφοράν· καὶ ἐπειδὴ οὐ παν τάπασιν ἡ βασιλεία αὕτη κατελύθη, ἀλλὰ μοῖ ραν τινὰ τῆς προτέρας ἠγεμονίας δι’ ἔμεινεν ἔ χουσα, οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν ἅπερ ἡ πρὸ αὐτῆς πέπονθε τῶν πτερῶν στερηθεῖσα, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου σταθεῖσα, καὶ καρδίαν ἀνθρώπου ἀνου λαβοῦσα· εἶπε δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος· εἰς ἓν δὲ φησὶ μέρος ἐστάθη· τουτέστι κρατήσα σα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων, ἀπε στερήθη μὲν τοῦ πλείστου, ἑνὸς δὲ μέρους τὴν ἠ γεμονίαν κατέσχε· κρατοῦσα γὰρ τῆς ἀσίας πᾶλαι ἀπάσης, καὶ τῆς λιβύης, ἀπεστερήθη μὲν τῆς αἰγύπτου, καὶ τῆς αἰθιοπίας· οὐκ ἔτι δὲ παλαιστινῶν, καὶ φοινίκων, καὶ σύρων κρατεῖ· ἀφήρηται δὲ καὶ τῆς ἀσίας τὴν ἠγεμονίαν, καὶ ὁ εὔξεινος δὲ πόντος ἔξω τῶν σκήπτων γεγένηται· κρατεῖ δὲ μόνης περσίδος, καὶ μηδίας, καὶ ἀσσυρίας, καὶ τῶν πλησιοχώρων ὀλίγων ἐθνῶν· διὰ τοῦτό φησὶν, ὅτι εἰς ἓν μέρος ἐστάθη· ταῦτα καὶ περὶ τοῦ δευτέρου διηγησάμενος θηρίου | ὀπίσω φησὶ τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον ἔτε ρον ὡσεὶ πάρδαλις, καὶ τῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπερ ἄνω αὐτῆς, καὶ αρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἡ ἐξουσία ἐδόθη αὐτῇ· | τ α κεδονικὴν βασιλείαν διὰ τούτων αἰνίτ καὶ μάλα προσφόρως παρδάλει τὸν ἀλέξανδρον ἀπείκασε, διὰ τὸ βραχὺ καὶ ὀξὺ, καὶ ποικίλον· τέτταρα δὲ πτερὰ πετεινοῦ ἔφη τὸ θηρίον ἐσχηκέναι, ἐπειδὴ πτηνοῦ δίκην ὁ ἀλέξαν δρος τὰ τέσσαρα τῆς οἰκουμένης διαδραμὼν τμήματα, πάντας ὑφ’ ἑαυτὸν ἐποιήσατο· διὰ δὲ τῶν τεσσάρων κεφαλῶν, τὴν μετὰ ἀλέ ξανδρον ἠνίξατο γενομένην τῆς ἠγεμονίας δι αίρεσιν· τέσσαρες γὰρ ἀνθ’ ἑνὸς κατέστησαν βασιλεῖς· καὶ πτολεμαῖος μὲν ὁ λάγου τῶν κατ’ αἴγυπτον ἐνεχειρίσθη τοὺς οἴακας σέλευ κος δὲ τῶν πρὸς ἔω τὴν ἠγεμονίαν ἰθύνειν ἐ πιστεύθη· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτησε· τῆς δὲ μακεδονίας ὡς μὲν τινὲς φασὶν ἀντί πατρος, ὡς δὲ ἔτεροι, φίλιππος ὁ καὶ ἀριδαῖος, αὐτοῦ ἀλεξάνδρου ἀδελφός· αἱ μὲν οὖν τέσσα ρες κεφαλαὶ, τὰς μετὰ τὸν ἀλέξανδρον τέσσα ρας ἠγεμονίας αἰνίττονται, τὰ δὲ τέσσαρα πτερὰ αὐτὴν τοῦ ἀλεξάνδρου τὴν δυναστείαν τῶν τεττάρων τῆς οἰκο νης περιγενομένην τμη μάτων· ἐξου φη δεδόσθαι τῷ θηρίῳ, ἐ καὶ ὦν οἱ πρὸ αὐτοῦ μὴ ἐκεκρατήκεσαν, ἐδείχθη κρατῶν· ἀλλ’ ὅμως καὶ ἡ πάντων περιγενομένη βασιλεία τέλος ἐδέξατο· | ὀπί σω γὰρ φησὶ τούτου ἐθεώρουν ἐν ὀράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερόν, καὶ ἔκ θαμβον περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροί, καὶ μεγάλοι, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῦν ἤσθι ον, καὶ ἐλέπτυνον, καὶ τὰ ἐπίλοιπα τοῖς πο σὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ δι ἔφερε περι σῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· | τὸ τέταρτον θηρίον τὴν ῥωμαϊκὴν καλεῖ βασιλείαν· ὄνομα δὲ αὐτῷ οὐ τίθη σιν, ἐπειδὴ ἐκ πλειόνων ἐθνῶν ἡ ῥωμαί ων συγκροτηθεῖσα πόλις τῆς οἰκουμένης ἐκράτησε· πρῶτον μὲν βασιλευομένη· εἶτα ὅτὲ μὲν δημοκρατουμένη, ὅτὲ δὲ ἀριστοκρα τουμένη· ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν· φοβερὸν δὲ λέγει τὸ θηρίον, καὶ ἔκθαμβον περισῶς, ἐπειδὴ τῶν ἄλλων βασιλειῶν ἀπασῶν δυνατωτέρα αὕτη ἡ βασιλεία γεγένηται· καὶ ἐπὶ τῆς εἰκό νος δὲ, τετάρτην ὕλην τὸν σίδηρον τέθεικε, καὶ ἐπήγαγεν· ὥσπερ τοίνυν ὁ σίδηρος λεπτή νει καὶ ἐκδαμάζει πάντα, οὕτω πάντα λε πτηνεῖ καὶ ἐκδαμάσει· καὶ ἐνταῦθα δὲ φησὶν, οἱ ὀδόντες τοῦ θηρίου σιδηροί· ὡς εἶναι δῆ λον ὅτι τὴν αὐτὴν κἀνταῦθα βασιλείαν αἰ νίττεται· ἤσθιε φησὶ καὶ ἐλέπτυνε· καὶ τῷ ὄντι μείζους ἐπετέθησαν ὑπὸ ῥωμαίων τοῖς ὑπη κόοις οἱ φόροι· καὶ τὰ ἐπίλοιπα φησὶν τοῖς ποσὶν αὐτοῦ συνεπάτει· πόδας δὲ τῆς βα σιλείας τὴν στρατείαν αἰνίττεται, ὑφ’ ὧν οὐ σμικραὶ ζημίαι τοῖς τε τὰς πόλεις οἰκοῦσι καὶ τὰς χώρας ἐπάγονται· καὶ αὐτὸ δι’ ἔφερε περισῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμ προσθεν αὐτοῦ· δυνατωτέρα γὰρ καὶ περιφα νεστέρα ἡ ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη· | καὶ κέρατα αὐτῷ φησὶ δέκα· | σημαίνει ἐνταῦθα, ὅτι πε ρὶ τὸ τέλος τῆς βασιλείας δέκα κατὰ ταυτὸν ἀναστήσονται βασιλεῖς, ὦν οἱ μὲν ἔσονται δυ νατοὶ, οἱ δὲ λίαν ἀσθενεῖς· τοῦτο γὰρ καὶ ἐν τῷ τῆς εἰκόνος ἐνυπνίῷ ἐδίδαξε· καὶ γὰρ ἐκεῖ οἱ δάκτυλοι τῶν ποδῶν δέκα· καὶ οὖτοὶ μέρος μέν εἶχον σιδήρου, μέρος δέ τι ὀστράκου· ἐρμηνεύων δὲ ὁ μακάριος ἔφη δανιήλ, ὡς τῆς βασιλείας μέρος μέν τι ἔσται ἰσχυρόν, μέρος δέ τι ἀσθενές· ὡς εἶναι δῆλον ὅτι τὰ αὐτὰ σημαίνει· ἀμφότε ρα τὰ ἐνύπνια· καὶ κέρατα αὐτῷ φησὶ δέκα· | προσενόουν φησὶ τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἔτερον μικρὸν θεωρητὸν ἀνέβαινεν ἐν μέσῳ αὐτῶν, καὶ τρία ἔμπροσθεν αὐτοῦ ἐξε ριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφ θαλμοὶ ὡς ὀφθαλμοὶ ἀνθρώπου ἀνου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους· | ἐνταῦθα τὸν ἀντίχριστον αἰνίττεται, μεταξὺ τῶν δέκα κεράτων ἀναφαινόμενον· λέγει δὲ ὅτι καὶ τρία κέρατα ἐξεριζώθη τῶν ἔμπροσθεν αὐτοῦ· αἰ νίττεται δὲ ὅτι τρεῖς βασιλεῖς καταλύσει ἀ πὸ τῶν δέκα κατὰ ταυτὸ βασιλευόντων· μι κρὸν δὲ αὐτὸ κέρας καλεῖ, ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν ἰουδαίων φυόμενον· θεωρητὸν δὲ, ὡς ἐπίσημον μετὰ ταῦτα γινόμενον· διὰ δὲ τῶν ὀφθαλμῶν τὴν φρόνησιν καὶ τὴν πανουργίαν ἠνί ξατο, ᾖ χρώμενος ἐξ ἀπατήσει πολλούς· ἀλλὰ καὶ στόμα φησὶ λαλοῦν μεγάλα, τουτέστιν ἀλα ζονικὰ καὶ ὑπέρογκα· σαφῶς δὲ ἡμᾶς ὁ μα κάριος παῦλος τοῦτο διδάσκει λέγων, μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθη ἡ ἀποστασία πρῶτον, καὶ ἀπο καλυφθῆ ὁ ἄνθρωπος τῆς ἀμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραι ρόμενος ὑπὲρ πάντα λεγόμενον θεὸν θν , ἢ σέβα σμα, ὥστε καὶ εἰς τὸν ναὸν τοῦ θεοὺ θυ εἰσελθόντα καθῆσαι, ἀποδει κνύ οντα ἑαυτὸν ὅτι ἐστὶ θεός θς · τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη δανιήλ, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐ ποίει πόλεμον μετὰ τῶν ἁγίων· πάντα γὰρ φη σὶ πραγματεύεται, κοινωνοὺς τῆς πονηρίας, καὶ τῆς τιμωρίας ἄπαντας ἀνθρώπους ἀνους λαβεῖν ἐφιέ μενος· ἀλλὰ ταῦτα ποιῶν φησὶν οὐκ ἐπὶ πο λὺ διαρκέσει, ἀλλ’ ὡς τάχυστα κ τ αλυθή σεται· | ἐθεώρουν γὰρ φησὶν ἔως ὅτου θρό νοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθη σε, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκὸν, καὶ ἡθρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθα ρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τρο χοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πύρινος ἦλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύ ριαι μυριάδες παρειστήκησαν αὐτῷ· κρι τήριον ἐκάθισε, καὶ βίβλοι ἠνεώχθησαν· | ἐκεῖνα μὲν φησὶν ἄπαντα ἐτόλμα τὸ κέ ρας τὸ λαλοῦν τὰ μεγάλα, καὶ ἀλαζονικὰ, καὶ ὑπέρογκα, καὶ τοῖς ἁγίοις πολεμοῦν, ἕως ἐκάθησε τὸ κριτήριον· προσήκει δὲ εἰδέναι, ὅτι ἀσώματος ὢν ὁ θεὸς θς , ἀπλοῦς τε καὶ ἀσχημὰτιστος, περιγραφὴν οὐδεμίαν δεχό μενος, ἀλλ’ ἀπερίγραφον ἔχων τὴν φύσιν, σχη ματίζει πολλάκις πρὸς τὸ χρήσιμον, ὡς ἐ θέλει, τὰς ὀπτασίας· καὶ ἔστι ἰδεῖν ἐτέρως μὲν ἐπιφαινόμενον τῷ ἀβραὰμ, ἐτέρως δὲ τῷ μωϋσῇ, καὶ ἄλλως τῷ ἡσαΐα, καὶ τῷ ἰεζεκιὴλ δὲ ὡσαύτως ἐτέραν ὄψιν ὑπέδειξεν· ὅταν τοί νυν τὴν τῶν ἀποκαλύψεων ἴδης διαφορὰν μὴ πολύμορφον ὑπολάβης τὸ θεῖον, ἄκου σον δὲ αὐτοῦ λέγοντος διὰ ὠσιὲ τοῦ προφή του· ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶν προφητῶν ὠμοιώθην· ὡμοιώθην εἶπεν, οὐκ ὤφθην· ὡς γὰρ βούλεται σχηματίζει τὰς ὄψεις· ὥσπερ ἀμέλει καὶ ὁ μακάριος ἱεζεκιὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πυρὸς συγκείμε νον τὸν ὀφθέντα, διηγησάμενος τὴν ἀποκά λυψιν ἐπήγαγε· τοῦτο ὁμοίωμα δόξης κυρίου κυ · καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν κύριον κν , οὔτε αὐτὴν τὴν τοῦ κυρίου κυ δόξαν, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης κυρίου κυ · καὶ ἐνταῦθα τοίνυν ὁ μακάριος δανιὴλ, διὰ μὲν τοῦ παλαιοῦ τῶν ἠμερῶν δι δάσκεται τὸ αἰώνιον· οὕτω γὰρ καὶ τινὲς τῶν ἐρ μηνευτῶν νενοηκότες, ἀντὶ τοῦ παλαιοῦ τῶν ἠμερῶν, ὁ παλαιῶν τὰς ἠμέρας τεθήκασιν· ὅρα δὲ καὶ τῆς τριχὸς τὴν καθαρότητα, καὶ τῶν ἐνδυμάτων τὴν λαμπρότητα, τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον, οὐ μόνον τῆς θείας φύ σεως, ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμένων δι δασκόμενος, τουτέστι δικαιοσύνης, προ νοίας, κηδεμονίας, κρίσεως· ἐπειδὴ γὰρ εἶδε τὸ κέρας ἀλαζονικοῖς μὲν χρώμενον λό γοις, τοῖς τε τοῦ θεοῦ θυ θεράπουσι μυρίας καττύ ον ἐπιβουλὰς, διδάσκεται διὰ τῆς πανταχό θεν ἀστραπτούσης καθαρότητος, ὡς οὐ πα ρορῶντος τοῦ θεοῦ θυ ταῦτα τολμᾶται, ἀλλὰ διὰ τὴν ἄῤῥητον συγχωροῦντος οἰκονομίαν· καὶ ἵνα μή τις πάλιν ὑπολάβη βούλεσθαι μὲν τὸν θεὸν θν , ἅτε δὴ ἀγαθὸν ὄντα τοῖς ἁγίοις ἐ παμύνειν, μὴ δύνασθαι δὲ, ὁρᾶ καὶ τὸν θρό νον ἐκ φλογὸς κατεσκευασμένον, καὶ τοὺς τρο χοὺς ὡσαύτως πυρὸς ἔχωντας φύσιν, καὶ πο ταμὸν πυρὸς τὸν θρόνον ἔλκοντα, καὶ χιλί ας μὲν χιλιάδας λειτουργούσας, μυρίας δὲ μυριάδας παρεστώσας· καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ θεοῦ θυ , δι’ ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον, διὰ δὲ τῆς παλαιότητος τὸ αἰώνιόν τε καὶ σοφόν, καὶ ἤμε ρον· τούτοις ἐπάγει, κριτήριον ἐκάθησε, καὶ βίβλοι ἠνεώχθησαν, ἀντὶ τοῦ, κρίσεως λοιπὸν ἐδοκίμασεν εἶναι καιρὸν, καὶ ἀνέ πτυξε τῶν ἑκάστῳ πεπραγμένων τὴν μνή μην· βίβλους γὰρ τὰς μνήμας καλεῖ· εἰ δέ τις καὶ τὴν τοῦ κυρίου κυ ὑπόσχεσιν ἠγεῖται ταῦτα αἰ νίττεσθαι, ἣν τοῖς ἀποστόλοις ἔδωκεν, τε θήσονται λέγων δέκα καὶ δύο θρόνοι, καὶ κα θεσθέντες κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ ἰσραὴλ ἰὴλ , οὐδὲν ἀπεικὸς· ἀψευδὴς γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελία· | ἐθεώρουν φησὶ τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὦν τὸ κέρας ἐκεῖνο ἐλάλει, θεωρῶν ἤμην ἔως ἀνη ρέθη τὸ θηρίον, καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐ τοῦ ἐδώθη εἰς κατάκαυσιν πυρός· | διὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανίαν, τοῦ κριτηρίου φησὶ γενομένου, κατελύθη καὶ ἡ τετάρτη φησὶ βασι λεία, καὶ τὸ σῶμα τοῦ θηρίου ἐδόθη εἰς κατὰ καυσιν πυρός· προσήκει δὲ ἐπισημήνα σθαι, ὅτι οὐχ ἀπλῶς ἐδώθη τὸ θηρίον εἰς καῦσιν πυρός, ἀλλὰ τὸ σῶμα αὐτοῦ εἶπεν· ἐπειδὴ γὰρ διὰ τοῦ θηρίου πᾶσαν τὴν βασιλεί αν αἰνίττεται, ἐν δὲ τῇ βασιλείᾳ οἱ μὲν εἰσὶν εὐσεβείας τρόφιμοι, οἱ δὲ κακίας ἐργάται, καὶ τοὺς μὲν πνευματι πνι κοὺς, τοὺς δὲ σαρκικοὺς προσα γορεύειν εἰώθαμεν, τῇ θείᾳ γραφῇ πειθό μενοι, εἰκότως οὐκ εἶπε τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρός, ἀλλὰ τοῦ θηρίου τὸ σῶμα· τουτέστι, τοὺς παχυτέρους καὶ σαρκικοὺς, καὶ πνευματι πνι κὸν πεφρονικότας οὐδέν· | καὶ τῶν λοιπῶν δὲ θηρίων μετεστάθη ἡ ἀρχὴ, καὶ μακαριότης ζωῆς ἐδόθη ἔως καιροῦ καὶ καιροῦ· | τῶν γάρ φησὶν ἄλλων θηρίων ἤδη ἐπέπαυτο ἡ ἀρ χὴ, εἰ καὶ πολλῶν ἐτῶν περίοδον ἐν τῷ κρατεῖν κα ταναλυσάντων· φανερὸς γὰρ ἑκάστῳ εἰς τὸ βασιλεύειν ὁρίσθη καιρός· τούτων δὲ φησὶν οὕτω γινομένων, καὶ τῶν μὲν ἄλλων βασιλειῶν ἤδη πρότερον παυσαμένων, τῶν δὲ τῆς τετάρτης βασιλείας τιμωρίας ἀξίων τῷ πυρὶ παραδοθέντων | ἐθεώρουν φησὶν ἐν ὁρά ματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἀνου ἐρχόμενος ἦν, καὶ ἔως τοῦ παλαιοῦ τῶν ἠμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ, καὶ αὐ τῷ ἐδώθη ἡ τιμὴ, καὶ ἡ ἀρχὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ φυλαὶ, γλῶσσαι αὐτῷ δου λεύσουσιν· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰ ώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· | ἀληθὼς εἰς και ρὸν εἴποι τις ἂν πρὸς ἰουδαίους, ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν· ὅψις πόρνης ἐγέ νετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· τί γὰρ τούτων σαφέστερον τῶν λόγων; εὐαγγελι κῶς γὰρ τῷ ὄντι μᾶλλον καὶ ἀποστολικῶς, ἢ προφητικῶς καὶ αἰνιγματωδῶς ὁ προφήτης ἐκήρυξεν· ὅπερ γὰρ ὁ κύριος κς ἐν τοῖς εὐαγγελίοις λέγει, ὄψεσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ ἀγγέ λων αὐτοῦ, καὶ ὁ μακάριος παῦλος, ὅτι ὁ κύριος κς ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ θυ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς οἱ ζῶντες οἱ παραλειπόμενοι ἀρπαγησόμε θα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου κυ εἰς ἀέ ρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ κῳ ἐσόμεθα· τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μακάριος δανιὴλ τὴν δευτέραν τοῦ σωτῆρος σρς ἐπιφάνειαν προθεσπίζων, υἱὸν μὲν ἀνθρώπου ἀνου σαφῶς ἀπο καλὼν, δι’ ἣν ἀνέλαβε φύσιν· ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν κατὰ τὴν οἰκείαν ὑπόσχε σιν, ἵνα δείξῃ τὴν ἐξουσίαν· λαμβάνοντα δὲ τὴν τιμὴν, καὶ τὴν ἀρχὴν, καὶ τὴν βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἠμερῶν, ὡς ἄνθρω πον· τοῦτο γὰρ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ ἐκ πρωσόπου αὐτοῦ τοῦ κυρίου κυ ὁ μακάριος λέγει δαβίδ, κύριος κς εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε αἴτησαι παρ’ ἐμοῦ, καὶ δόσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· τοῦτο δὲ καὶ ὁ μακάριος λέγει δανιήλ· πάντες γὰρ φησὶ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσι· καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας, ἡ ἐ ξουσία αὐτοῦ φησὶν ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ δια φθαρήσεται· οὕτως οὖν γράψας τὴν ἀπο κάλυψιν ἐπήγαγεν | ἔφριξε τὸ πνεῦμά πνα μου, ἐγὼ δανιὴλ ἐν τῇ ἔξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασόν με· | ἤ τε γὰρ ὄψις φησὶ φρικώδης ἦν, καὶ ἡ ἄγνοια τῶν αἰνιγ μάτων ἐκύκα μου τὴν διάνοιαν, καὶ θορύβων ἐπλήρου· προσῆλθον τοίνυν τινὶ τῶν ἐστηκό των, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων | ἐστηκότας δὲ λέγει τὰς χιλί ας χιλιάδας, καὶ μυρίας μυριάδας, δι’ ὦν οὐκ ἀριθμὸν εἶπε ῥητὸν, ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος τῶν τε λειτουργούν των, καὶ τῶν παρεστηκότων· οἱ μὲν γὰρ τιμιώ τεροι οὐκ εἰστήκησαν μόνον, ἀλλὰ καὶ λειτουρ γεῖν ἐκελεύοντο, οἱ δὲ λοιποὶ τῇ μετὰ δέους στάσει τὴν δουλείαν ἐμήνυον· καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων ἀνίνων δικαστηρίων, οἱ μὲν τῶν ὑπηκόων ἰστᾶσι φοβερώτερον δεικνύντες τὸ δικαστήριον, οἱ δὲ ἐξιᾶσι τε καὶ εἰσιᾶσι τῷ δικαστῇ τὰς ἀποκρίσεις κομίζοντες· οὕτως ἐν τῷ φοβερωτάτῳ δικαστηρίῳ εἶδεν ὁ δανι ὴλ τὰς μὲν μυριάδας παρεστώσας, τὰς δὲ χιλιάδας λειτουργεῖν ἐμπεπιστευμένας· | προσελθὼν τοίνυν φησί, καὶ ἐρόμενος τίς τῆς ἀποκαλύψεως ἡ ἐρμηνεία, ἔμαθον πα ρά τινος τῶν ἐστώτων τὴν ἀλήθειαν· ἔφη γάρ μοι, ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται· καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου, καὶ καθέξουσιν αὐ τὴν ἔως αἰῶνος, καὶ ἔως αἰῶνος τῶν αἰώνων | προσέχειν ἀκριβῶς δεῖ, ὅτι κἀνταῦθα τέ σσαρας εἶπε βασιλείας, καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας· καὶ μὴ νομίζειν τὸ ὄστρακον ἐτέραν εἶναι παρὰ τὸν σίδηρον βασιλείαν· καὶ γὰρ ἐκεῖ τὸ τέλος τῆς σιδηρᾶς βασιλείας ἀσθε νέστερον ἔφη, καὶ ἐνταῦθα ὡσαύτως τρία κέρατα ἔφη ἐκριζωθῆναι ἀπὸ τῶν δέκα, ὡς ἀσθενέστερον δηλονότι διακείμενα· αὗται τοίνυν αἱ βασιλείαι διαλυθήσον ται, καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασιλεία τοῖς τοῦ ὑψίστου ἁγίοις δοθήσεται· ἐκείνην τοί νυν φησὶ ποθῶν, μηδὲν ἠγοῦ τοῦ παρόντος αἰῶνος τὰς βασιλείας οὐκ εἰς μακρὸν δεξομέ νας τὸ τέλος· | εἶτα φησὶν ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διάφορον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐ τοῦ χαλκοὶ· ἤσθιεν, καὶ ἐλέπτηνε, καὶ τὰ λοι πὰ τοῖς ποσὶν αὐτοῦ κατεπάτει· | ἐπισημή νασθαι δεῖ, ὅτι τοὺς μὲν ὀδόντας σιδηροὺς λέγει, τοὺς δὲ ὄνυχας χαλκοὺς· ἡ μὲν γὰρ ῥωμαίων βασιλεία τὸν παρὰ πάντων δέ χεται φόρον, διὸ τοὺς ὀδόντας ἔφη σιδηροὺς· ἐπειδὴ δὲ καὶ ἐκ τῆς μακεδονικῆς βασιλείας πολλοὶ εἰς τὴν ὀπλιτικὴν τελοῦσι στρατείαν, ὅπερ δὲ εἰσὶ θηρίῳ ὄνυχες, τοῦτο βασιλεῖ στρατιῶται, εἰκότως ἔφη τοὺς ὄνυχας χαλκοῦς, ἐπειδὴ δὲ καὶ τὴν τρίτην βασιλείαν χαλκὴν προ σηγόρευσεν | ἐπυνθανόμην γὰρ φησὶ καὶ πε ρὶ τῶν κεράτων αὐτῶν τῶν δέκα τῶν ἐν τῇ κε φαλῇ αὐτοῦ, καὶ τοῦ τετάρτου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, καὶ τὸ κέ ρας ἐκεῖνο ᾦ ὀφθαλμοὶ αὐτοῦ, καὶ στόμα λα λοῦν μεγάλα, καὶ ἡ ὄρασις αὐτοῦ μείζων τῶν λοιπῶν | οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἄνω μὲν σμι κρὸν ἔφη τὸ κέρας, ἐνταῦθα δὲ τὴν ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει δὲ προσέχειν τοῖς λεγομένοις ἀκριβῶς, ὅτε μὲν γὰρ φυόμενον εἶδε τὸ κέρας, μικρὸν αὐτὸ προσηγόρευσεν, ὡς καὶ ἀπὸ σμικροῦ ἔθνους ὀρμώμενον τοῦ ἰουδαίων, καὶ ἀφανῆ τέως τὴν βασιλείαν ἔχον· μετὰ δὲ τὸ ἐκριζῶσαι τρία κέρατα τῶν πρὸ αὐτοῦ, εἰκότως τὴν ὄρασιν αὐ τοῦ μείζον τῶν λοιπῶν ἀποκαλεῖ· ἐπιφέρει τοίνυν ἔτι πυνθανόμενος | τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτούς; | ἀντὶ τοῦ ἐταπείνωσεν αὐτούς· | ἔως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἠμερῶν, καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι | ἰκέτευσα φη σὶ μαθεῖν, τίνα τὸ κέρας ἐκεῖνο αἰνίττεται, τύφῳ μὲν χρώμενον, ἀλαζονικοὺς δὲ λόγους προσφέρον, ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν, ἔως ἂν ὁ παλαιὸς τῶν ἠμε ρῶν τῇ μὲν δικαίᾳ χρήσηται ψήφῳ, ἀπο δῶ δὲ καὶ τοῖς ἁγίοις τὴν βασιλείαν, καὶ τὸ ἐκεί νου καταλύση κράτος· | καὶ εἶπε μοι φησὶν, οὕτως τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρ τη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πᾶσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν, καὶ κατακόψει αὐτήν· | ταῦτα μ δὲ οἱ μὲν πᾶλαι δι’ αἰνιγμάτων ἐμάνθανον, ἡμεῖς δὲ τῇ πείρᾳ μεμα θήκαμεν· ὁρῶμεν γὰρ τῆς προῤῥήσεως τὴν ἔκβασιν, τῶν εἰσφορῶν τὴν εἴσπραξιν, τὴν κρατοῦσαν τῶν πλειόνων πενίαν, καὶ τὰ ἄλλα καθ’ ἑκάστην ἠμέραν γινόμενα ὀρῶ μεν· καὶ τὰ δέκα κέρατα αὐτοῦ φησὶ, δέκα βασιλεῖς ἀναστήσονται | ἐπισημήνασθαι δὲ χρὴ, ὅτι οὐκ εἶπεν αὐτοὺς ἀναστήσεσθαι ἕνα καθ’ ἕνα ἀλλήλους διαδεχομένους, ἀλλὰ κατὰ ταυτὸν ἀναστήσεσθαι· καὶ ὅτι κἀνταῦθ’ οὕ- τως ἔχει, τὰ ἐπαγόμενα μαρτυρεῖ | καὶ ὀπί σω γὰρ αὐτῶν φησὶν ἀναστήσεται βασιλεὺς ἔτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει· | εἰ δὲ μὴ κατὰ ταυτὸν ἐβασίλευον, ἀλλὰ κα θ’ ἕνα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμε νος· πῶς οὖτος τρεῖς κατὰ ταυτὸν ταπεινώσει τῶν πρὸ αὐτοῦ, οὐκοῦν εὔδηλον ὡς τοὺς δέκα πρὸς τῷ τέλει κατὰ ταυτὸν ἀναστήσεσθαι προλέγει ἔσχατον δὲ τὸν ἀντίχριστον ἀνιστάμενον, καὶ τῆς βασιλείας ἀντιλαμβανόμενον· πολε μήσειν μὲν αὐτοῖς φησίν, τρεῖς δὲ ἐξ αὐτῶν κα ταλύσειν· μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων ἀνων νίκῃ | καὶ λόγους φησὶ πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει, καὶ ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, ταπεινώσει καὶ ὑπονοήσει ἀλλοιῶσαι καιροὺς καὶ νόμον· | τοιαύτη γὰρ φησὶ λύσσῃ χρήσεται καὶ μα νία, ὡς ἀλαζονικοὺς μὲν καὶ βλασφήμους λό γους ἀκοντίσαι κατὰ τοῦ ὑψίστου θεοῦ θυ , πᾶν δὲ εἶδος τιμωρίας τοῖς εὐνοϊκῶς αὐτῷ δουλεύου σι, καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγαγεῖν· ὑποτοπήσει δὲ ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν, καὶ τὴν ἀρίστην αὐ τῆς πολιτείαν ἀμείψει· τοῦτο γὰρ ἠνοίξατο εἰρηκώς, ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τουτέστι, τὴν κατ’ ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πολιτείαν· εἶτα ἐπάγει· | καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ· | τουτέστι συγχω ρήσει ἡ τοῦ θεοῦ θυ προμύθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρίας τὸν χρόνον· οὐ γὰρ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπωλεῖται εἰς τέλος τὸν αἰῶνα· εἰρηκὼς δοθήσεται ἐν χειρὶ αὐτοῦ, ἐπήγαγεν | ἔως καιροῦ, καὶ καιρῶν, καὶ ἤμισυ καιροῦ | τοῦτο δὲ σαφέστερον ἐν τῷ τέλει τῆς προφητείας ἡμᾶς ἐδίδαξεν· ἀπὸ καιροῦ γὰρ φησὶ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἠμέραι ͵α̅σ̅ϟ̅· καιρὸν οὖν καὶ καιροὺς καὶ ἤμισυ καιροῦ· τρία ἤμισυ ἔτη λέγει, ἃ τὸ κέ ρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει· | ἀλλὰ τὸ κριτήριον φησὶν ἐκάθισε, καὶ τὴν ἀρ χὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανῖσαι καὶ τοῦ ἀπωλέσαι ἔως τέλους | τοῦτο δὲ καὶ ὁ μακά ριος σαφῶς ἡμᾶς ἐδίδαξε παῦλος· εἰρη κὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν, προσέ θηκε καὶ ταῦτα· μόνον ὁ κατέχων ἄρτι ἔως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθή σεται ὁ ἄνομος, ὃν ὁ κύριος κς ἰησοῦς ἰς ἀναλώσει τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὖ ἐστὶν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυ νάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις· ὃ δὲ λέγει, τοιοῦτόν ἐστί· δεῖ τὸ κατέχον ἄρτι ἐκ μέ σου γενέσθαι· σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη, καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη, καὶ τό τε ἀποκαλυφθήσεται ὁ ἄνομος· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· κηρυχθήσε ται γάρ τὸ εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος· ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος παῦλος δι δάσκει θεσσαλονικέας, καὶ δι’ ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστὰς, ὅτι μὴ νομίσητε νῦν φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρότερον σβεσθῆναι τὴν κατέχουσαν τῶν εἰδώ λων πλάνην, καὶ κρατυνθῆναι τῶν εὐαγγελίων τὸ κήρυγμα, εἶθ’ οὕτως ἀποκαλυφθῆναι τὸν ἄ νομον· εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον· ὃν ὁ κύριος κς φησίν, ἰησοῦς ἰς ἀναλώσει τῷ πνεύματι πνι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανίᾳ τῆς παρουσίας αὐ τοῦ· ἔπειτα δείκνυσι καὶ τίνα τρόπον ἐπιφαίνεται· οὗ ἐστί, φησίν, ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ· μιμήσεται γὰρ ὁ διάβολος τῆν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ καθά περ ὁ κύριος δι’ ανθρωπείας φύσεως ἐπιφανείς, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτω καὶ ὁ διάβολος, ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονη ρίας λαβών, δι’ αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐ πιδείξεται, ψευδέσι σημείοις, καὶ τέρασι, καὶ φαν τασίᾳ θαυμάτων, τοὺς ῥαθύμους τῶν ἀνθρώπων ἀνων ἐ ξαπατῶν· καὶ διδάσκων τί δήποτε ταῦτα συγ χωρεῖ γενέσθαι ὁ τῶν ὅλων θεός, ἐπήγαγεν· ἀνθ’ ὦν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, καὶ διὰ τοῦτο πέμψει αὐ τοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύ σαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδι κίᾳ· ταυτὸ δὲ τοῦτο καὶ ὁ κύριος πρὸς ἰουδαίους ἔφη· ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με, ἔρχεται ἄλλος ἐν τῷ ὀνόμα τι τῷ ἰδίῳ, κᾀκεῖνον λήψεσθαι· ταῦτα διδά σκων ὁ ἄγγελος τῷ δανιὴλ ἔφη, ὅτι λόγους πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαι ώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νό μον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἤμισυ καιροῦ· καὶ τὸ κριτήριον ἐ κάθησε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφα νίσαι καὶ τοῦ ἀπωλέσαι ἕως τέλους· ὁρᾶτε πῶς τὰ αἰ νιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἐρμηνευμένα, σαφῶς ὁ μακάριος ἐδίδαξε παῦλος; καὶ ὁ κύριος δὲ τὰς κατὰ τῶν ἁγίων ἐπαναστάσεις πρὸ σημαίνων ἔλεγεν· ἔσται θλίψις μεγάλη, οἶα οὐ γέγονεν ἀπ’ ἀρχῆς ≪ κόσμου ἕως τοῦ νῦν, οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐ≪ κολοβόθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη ≪ πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβοθήσον≪ ται αἱ ἡμέραι ἐκεῖναι· εἶτα συμβουλεύσας τοῖς ≪ ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ δι’ ἐκείνων πᾶσιν ἀν≪ θρώποις, μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὦδε εἶ ≪ ναι ἢ ἐκεῖ τὸν χριστόν, οὐκ ἔτι γὰρ κρύβδην καὶ λά≪ θρα, ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ≪ ἐπήγαγε, τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχό≪ μενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως ≪ καὶ δόξης πολλῆς, καὶ ἀποστελλεῖ τοὺς ἀγγέλους αὐτοῦ με≪ τὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκ ≪ τοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων τῶν ≪ οὐρανῶν, ἕως ἄκρου αὐτῶν· ταῦτα καὶ τῷ δανιὴλ ≪ πρὸ λέγων ὁ ἄγγελος ἐπήγαγεν οἷς ἤδη εἶπεν· | καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν, καὶ ὑπακούσον ται· ἕως ὦδε τὸ πέρας τοῦ λόγου | τουτέστι, πάντων τῶν τοῦ βίου πραγμάτων τοῦτο τὸ τέλος, τὸ παύσα σθαι μὲν ἁπάσας τῆς γῆς τὰς βασιλείας, δοθῆ ναι δὲ τοῖς τοῦ ὑψίστου ἁγίοις τὴν αἰώνιον βασιλεί αν· βασιλεύοντας δὲ ὑπακούειν αὐτῷ, καὶ δου λεύειν εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βασιλεία, καὶ τὸ τέλος οὐ δεχομένη· τούτων ἀκούσας, φησὶν, ἐγὼ δανιήλ, δέους ἐνεπλήσθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς ἠσυχάζειν ἐν ἐμοὶ, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέξασθαι· ἀλλ’ ὅμως οὐκ ἔκπτυστα πεποίηκα τὰ ὑποδειχθέντα μυ στήρια, ἀλλ’ ἐν τῇ καρδίᾳ τηρῶν αὐτὰ διετέλουν· ὁ μὲν οὖν μακάριος δανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν· :—