Κεφαλαιον ^ α. ἐ ν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασι- λέως ἰούδα, ἦλθε ναβουχοδονόσορ βασιλεὺς βαβυλῶνος βαβυλῶνος εἰς ἰ ἱ ερουσαλὴμ καὶ ἐπολιόρκει αὐ τήν· | ἀναγκαίως πρὸ τῶν ἄλλων ἀπάντων, καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχομεν εἰδέναι σαφῶς τ ὴ ὸ ν τῆς πρώτης αἰχμαλωσίας καιρόν. ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακεὶμ, ὅς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ, πατὴρ δὲ ἐγέ νετο τοῦ ἰωάχαζ, ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὀ νομάζετο, ἡ πρώτη ἄλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο τῶν τὸ τε βασιλέων με μνῆσθαι, καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑπο δείκνυσι χαρακτῆρα, οὕτω γὰρ καὶ τοὺς ἄλλους προ φῆτας ποιοῦντάς ἐστὶν εὐρεῖν· ὄρασις γὰρ φη σὶν ἣν εἶδεν ἠσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀ ζίου, καὶ ἰωάθαμ, καὶ ἄχαζ, καὶ ἐζεκίου, οἳ ἐβασί λευσαν τῆς ἰουδαίας· καί ἐγενήθη λόγος κυρίου κυ πρὸς ἰερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμώς βασιλέως ἰούδα, ἔτους τρις καὶ δεκάτου ἐν τῇ βα σιλείᾳ αὐτοῦ· καὶ ἐζεκιὴλ δὲ, καὶ τῶν ἄλλων προ- φητῶν ἕκαστος, ὡς τὰ πολλὰ τούτῳ τῷ προοιμίῳ τῆς προφητείας κέχρηται· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τ ῶ ὴ ν ἰουδαίων ἐλέγξαι παρανομίαν, καὶ διδάξαι προφήτην, τὸν τῷ ὄντι προφήτην· β καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ · | καὶ τοῦτο δὲ τὴν πνευματικὴν πνικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι. οὖτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχω ρήσαντος, διὰ τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως πα ρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἐάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαί ως ἔθηκα τό, ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωα κεὶμ βασιλέα ἰούδα, ἵνα μή τις ὑπολάβῃ οἰ κείᾳ δυνάμει τὸν ναβουχοδονόσορ χρησάμε νον τῆς τῷ θεῷ θῷ ἀνακειμένης περιγενέσθαι πόλεως· μάθωσιν ἄπαντες καὶ ἀκριβῶς, ὅτι τοῦ θεοῦ θυ προδεδοκότος, καὶ τὴν πᾶλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολε μίους ἐγένετο· τοῦτο καὶ διὰ ἠσαΐου τοῦ προφή του σαφὲς ποιῶν, αὐτὸς ὁ τῶν ὅλων θεὸς θς οὕτω φησί, μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον τος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἔλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐ τὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας, κεχρή ται (10r) ται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδίοις· | καὶ ἤνεγ κεν αὐτὰ φησὶν εἰς γῆν σεναὰρ, εἰς οἶκον θεοῦ θυ αὐτοῦ, καὶ τὰ σκεῦη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυ ροῦ τοῦ θεοῦ θυ αὐτοῦ· | καὶ ἴσως ἄν τις εἴποι, τί δήπο τε τῶν ἀνθρώπων ἀνων ἠμαρτηκότων, τὰ ἅγια σκεῦη τὰ τῷ θεῷ θῷ ἀνακείμενα, παρεδόθη δυσεβέσιν ἀνθρώποις ἀνοις ; φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκο πὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ , μωρία γὰρ αὐτῷ ἐστί· ὁ δὲ πνευματικὸς πνικὸς ἀνακρίνει πάντα, κατὰ τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμυθείας οἰκονομεῖται, φω τιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μαν θάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενον ἐστὶ καταμαθεῖν τὸν πνευματικῶς πνικῶς νοεῖν προαιρούμενον. πολλὴν γὰρ ἐντεῦθεν, οὐχὶ ἰουδαῖοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγέ νηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰου δαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος ὁ τῶν ὅλων θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται, ἀλλ’ ἐκείνοις εὐγνω μοσύνην διδάσκων, καὶ διδοὺς θεραπείαν τε καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἐτέ ρως ἠδυνήθημεν, ὑπὲρ ὦν εὐεργετήθημεν, ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεὸν θν , εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόν των ἐδέχετο; πεῖσαι τοίνυν βουλόμενος ἰουδαῖ ους, ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ πρὸς τὴν ἐκείνων ἀσθένειαν συγκατιὼν, τὰς πα ρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο, εἰκό τως ἀποστραφεὶς αὐτοὺς, καὶ αἰχμαλωσίᾳ πα ραδοὺς, καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεῦη, δι’ ὦν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παρα δοὺς τιμωρία, τί δήποτε τῶν ἀψύχων ἐφείδετο; διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων, τῶν βαρβάρων τῶν δυσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι, οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὄσων θαυμάτων αὐτόπται γενόμενοι, κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ , τὰ δὲ ἄψυχα εἴδωλα θε ραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεῦη, μονονουχὶ λέγων δι’ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι κατουδὲν τῶν βαρ βάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ἡμεῖς ταῖς παρανομίαις μολύνετε, καὶ ἶσον ἐστὶν ὑ μᾶς τε ταῦτα ἔχειν, καὶ βαβυλωνίοις· ἀσέβεια γὰρ καὶ ὑμῶν κᾀκείνων κρατεῖ· τοὺς μὲν οὖν ἰου δαίους ἰκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι, ἠνίκα μὲν ἐτίμησαν, ὡς ἐνό μησαν, τὰ σκεῦη, ἀνθρωπείας μὲν αὐτὰ χρή σεως ἔξω πεποιηκότες, τοῖς ὑπ’ αὐτῶν δὲ προσκυ νουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράσθησαν· ἐπειδὰν δὲ βαλτά σαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἐστιόμενος, ἐκολάσθη μὲν παραυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἄπαντας διὰ τῆς τιμωρίας πόση ἐκείνων τῶν σκευῶν ἡ δύναμις, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑ- αυτοῦ, ἀλλ’ ἐκὼν αὐτὰ προύδωκε διὰ τὴν πολ- λὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν, ἐπειδὴ γὰρ ὡ φνὶ καὶ φινεὲς, οἱ ἠλὶ τοῦ ἱερέως παῖδες παρά νομοι καὶ βδελυροὶ, ταύτην λαβόντες εἰς ἐπικου ρίαν τῶν ὀμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐ τῶν τὴν ἀσέβειαν ὁ θεὸς θς , οὐδεμιᾶς ἀξιώσας προ νοίας, ἀξία δὲ σφαγῇ παραδοὺς, τὴν δὲ κιβω τὸν τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλ- λ’ αὐτῶν ἔνεκεν αὐτὴν κατεσκεύασε, περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς τὸν θεῖον νόμον παραβαίνουσι, καὶ ἀσεβείᾳ συζεῖν προ αιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ , ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν , τεκμηρίῳ χρώμενοι τῇ τῶν οἰκείων εἰδώλων κατασκευῇ· καὶ ἵνα μὴ πολ- λὴν ἐντεῦθεν ἐπισπάσονται βλάβην, ὡς αἰχ μάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν , καὶ οἶον τὶ ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς, πα ρασκευάζει μὲν τὸν δαγών, τὸ ὑπ’ αὐτῶν προσ κυνούμενον εἴδωλον, πεσεῖν τε καὶ πρὸ τῆς κι βωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα, καὶ ὀμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἦτταν, καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ’ ἄ- παξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἔως οὖ τὴν κιβω τὸν τὸν ἀπέδοσαν, καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῇ τοίνυν καὶ τηνικαῦ τα, καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγέ νηται· οὐ γὰρ μόνον ἰουδαῖους, ἀλλὰ καὶ τοὺς βαρ βάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· | γ· καὶ εἶπεν ὁ βασι λεὺς ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορ θομίν· δ· νεανίσκος, ἐν οἶς οὐκ ἔστιν ἐν αὐτοῖς μῶ μος, καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ, καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, ἐν οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἰστᾶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐτοὺς γράμ ματα, καὶ γλῶσσας χαλδαίων· | ὁ μὲν ὅλων θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου, καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα, ἵνα διὰ τούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἄνοι δὲ, σωμάτων ὤραν, καὶ μέγεθος, καὶ ῥώμην ἐπιζητοῦσι, καὶ σοφίαν, οὐ τὴν τὰ θεία γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίαν κε κομψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὀπόσον θείων καὶ ἀνθρωπίνων ἀνίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονίαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λα βεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχον τας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἠσαΐου πρόῤ ῥησις, ἣν ἐζεκία βασιλεῖ προεῖπεν· ἄκουσον φησὶ τὸν λόγον κυρίου κυ σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἠμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέ ρες σου ἔως τῆς ἠμέρας ταύτης εἰς βαβυλῶνα ἤξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν, εἶπεν ὁ θεός θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὦν γεννήσας λήψον ται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ βασιλέ ως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφη τείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ φη σὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρμα τος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομὶν· φορ θομὶν δὲ τὰς παρθένους ἐκάλεσε τῇ ἑβραί ων φωνῃ, ὁ δὲ σύμμαχος τὸ πόρθμιν ἐπι λέκτους ἠρμήνευσε· | ε καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἠμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου τοῦ αὐτοῦ καὶ ἐκτρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασι λέ λέως· ϛ· καὶ ἐγένετο αὐτοῖς ἐκ τῶν υἱῶν ἰού δα, δανιὴλ, καὶ ἀνανίας, καὶ ἀζαρίας, καὶ μισαήλ· | ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν, ὅτι οὐχ ὡς δορυαλώτους εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ τῆς βασι λικῆς αὐτοῦ τραπέζης ἀπολαύειν ἐκέλευσε· με τὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει, οὐ φιλοτιμίᾳ χρώμε νος, ἀλλ’ ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖ σθαι προαιρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρη κὼς γὰρ ἄνω, ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρ ματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νε ανίας, κάλλει λάμποντας, καὶ μεγέθει δια πρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προ σώπων ὀνόματα, τῆς ἰούδα φυλῆς ἀπλῶς ἐμνημόνευσε, καὶ τὴν τῆς βασιλείας συγγένει αν ἔκρυψε· | ζ· καὶ ἐπέθεικεν αὐτοῖς ὁ ἀρ χιευνοῦχος ὀνόματα, τῷ δανιὴλ, βαλτάσαρ, καὶ τῷ ἀνανία σιδράχ, καὶ τῷ ἀζαρία μισάχ, καὶ τῷ μισαὴλ ἀβδεναγώ· | καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον, ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν γνω ρίζωσι· τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίη σε, καὶ τὰς ἐβραϊκὰς ἀφελὼν προσηγορίας, χαλδαϊκὰς ἐπιτέθεικεν, ἐπειδὴ καὶ τὴν χαλδαί ων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βασιλεὺς παρεγγύησε· | καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρ δίαν αὐτοῦ, τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τρα πέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐ τοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἀλι σγηθῆ· | οἱ γὰρ φιλόθεοι οὐκ ἐν τόπῳ ζητοῦ σι τὸν ἐπὶ πάντων θεὸν θν , ἀλλ’ ἔνθα ἂν ἀφίκον ται τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες ὡσαύτως τὸν οἰκεῖ ον προσκυνοῦσι δημιουργὸν· ἐνταῦθα δὲ πολ- λὴν ἐστὶν εὐρεῖν θαύματος ὑπερβολήν· παῖ δες γὰρ παρὰ ἰουδαῖοις τεθραμένοι, καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦντες, καὶ δουλεύειν ἠναγκα σμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἠλικίαν, ὑπὸ νόμοις ἐτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβ υ λωνίους ἐώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσιν τὰ ὄψα μολύνωντας, σπον σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὀρωμέ νης καταφρονήσαντες σωτηρίας σρίας , καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἰκετεύουσι παραχωρῆσαι φη σὶ τῶν βασιλικῶν σιτίων παραιτουμένοις μετα λαβεῖν· | καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλε ον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου· | ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμο νία, καὶ ἄμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τοῦτο καὶ ἐπὶ τοῦ ἰω σὴφ γεγενημένον ἐστὶν εὐρεῖν· ἦν γὰρ φησὶ κύριος κς μετὰ ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον, καὶ χάριν ἐναντίον τοῦ δε σμοφύλακος· διδασκόμεθα τοίνυν κἀντεῦ θεν, ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητον πως ποτὲ καταλέλοιπεν ὁ θεός θς · διὸ καὶ ἔτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς προτέρας γενομένας ὑμῶν, τίς ἐνεπίστευσε κυρίῳ κῳ , καὶ κατησχύνθη; | καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ δανιήλ, φοβοῦμαι ἐγὼ τὸν κύριον κν μου τὸν βασιλέα, τὸν ἐντάξαντα τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικά σητε τὴν κεφαλήν μου τῷ βασιλεῖ· | οὐ καλὸν γοῦν τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευ ματικῆς χάριτος οὐ γεγευμένος, ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα ἀνινα , καὶ ἠγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε μὴ τῶν μὲν πολυτελῶς τρεφομένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, διαφορά τις ἐν τοῖς προσώποις φανῆ, καὶ τιμωρίαν ἐσχάτην ὑπομείνει παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τούτον εἶδε δειμαίνον τα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμηλάσαρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα αὐτοῦ τε καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαὴλ, καί φησί· πείρασον δὴ τοὺς παῖδας σου ἠμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα· καὶ ὠφθήτωσαν ἐνώπι όν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παι δαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασι λέως, καὶ καθὼς ἐὰν ἴδης ποίησον μετὰ τῶν παίδων σου· | οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰ ἰσχυρώτερον, καὶ δὴ τοῦτο πολλαχόθεν καὶ ἄλλοθεν ἐστὶ μαθεῖν, οὐχ ἤκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαι τε καὶ θαῤ- ῥῆσαι ὡς τῆς θείας ῥοπῆς ἀπολαύσωται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαβόντων χλυδῆς εὐπρεπέ στερός τε καὶ περικαλλέστερος φανήσεται, καὶ μεί ζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλίπη; καλῶς δὲ καὶ τῷ πειθανῷ τὴν ἰκετίαν ἐκέρασε· πείρασον γὰρ φησὶ τοὺς παῖδας σου ἠμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὔρης βλά βην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοι αύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παι δόθεν ὁ θεῖος οὖτος ἀνὴρ, καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ τὴν ἰκετείαν ἐδέχε το· | καὶ εἰσήκουσε γὰρ αὐτῶν φησὶν εἰς τὸ ῥῆ μα τοῦτο, καὶ ἐπείρασεν αὐτοὺς ἠμέρας δέκα. καὶ μετὰ τὸ τέλος τῶν δέκα ἠμερῶν ὠράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· | ἔτυχε γὰρ ὦν ἠ θέλησεν ὁ θεῖος οὖτος προφήτης, καὶ τὰς ὑπο σχέσεις ὑπέδειξεν ἀληθεῖς τῷ τὴν ἐπιμέλει αν αὐτῶν ἐγκεχειρισμένῳ· τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες ὤφθησαν ἀμείνους πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τρα πέζης· | καὶ ἐγένετο ἀμελάσαρ ἀναιρούμε νος τὸ δεῖπνον αὐτῶν, καὶ τὸν οἶνον τοῦ πόμα τος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα· | καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν, ὡς δυνατὸν καὶ νηστείαν χρώ μενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτή σασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγου μένην αὐτὸς λαμβάνων τροφὴν, προθυ μότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρ ματα· εἶτα ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγή σατο, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβεί ας εἰς μέσον καλεῖ, καί φησὶ· | καὶ τοῖς παιδα ρίοις τοῖς τέσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ σο φίᾳ -| οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συ νετοὺς αὐτοὺς ἀπέφηνε, καὶ σοφίας ἀπάσης ἐνά ἐνάπλησεν, ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρείττους ἀπάντων ἐδείχθησαν· | καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάσῃ ὀράσει, καὶ ἐν ὕπνοις· | παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἐώρα, οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἐρμηνεύειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυψόμενα· τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ· διδασκό μεθα δὲ κἀντεῦθεν, ὡς οὐκ οἶδεν ἠλικίας διαφορὰν ὁ τῶν ὄλων θεὸς θς , ἀλλ’ εὐσέβειαν μό νον καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὔρη ταύτην ἐν νέῳ, πολλῶν τούτον προτίθησι πρεσβυτέ ρων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστὶν αὐτὸν εὐ ρεῖν πεποιηκότα, καὶ ἐπὶ σαμουὴλ τοῦ προφή του· παιδίῳ γὰρ ὄντι κομηδῆ νέῳ, καὶ ἐπε φάνη, καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προ αγορεύειν ἐκέλευσεν, εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῷ μειρακίῳ χάριτος· | καὶ μετὰ τὸ τέλος τῶν ἠμερῶν ὦν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐ τοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπι ον ναβουχοδονόσορ· | καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς, καὶ οὐκ εὐρέθησαν ἐκ πάντων αὐτῶν ὄμοιοι, δανιὴλ, ἀνανία, ἀζαρία, καὶ μισα ήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὑπὲρ ὦν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς, ηὖρεν αὐ τοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπα οιδοὺς, καὶ μάγους τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ· | ἀλλ’ ὁ μὲν ἀμελάσαρ εἶδε τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχήν· ὁ δὲ βασιλεὺς ἴσως ἔγνωκε τούτων οὐδέν· πῶς γὰρ ἔμαθε, τῆς μὲν τροφῆς ὀμοίως παρ’ αὐτοῦ χορηγουμέ νης, ὑπὸ δὲ τοῦ ἀμελάσαρ ἀναλισκομένης; ἀλλ’ ὅμως οὐ σμικρὰν καὶ οὖτος ὠφέλειαν ἐδέξα το, πάντων αὐτοὺς τῶν ἐξ ἐτέρων ἐθνῶν κελευ σθέντων ἀμείνους εὐρὼν, κάλλει τε καὶ μεγέθει σώ ματος, σοφίᾳ τε καὶ συνέσει ψυχῆς, ῥιθμῷ τε λόγων, καὶ πάσῃ λογικῇ ἐπιστήμῃ· τὰς δὲ συγ κρίσεις οὐχ ἀπλῶς ἐποιήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσαγαγὼν, τὴν πείραν ἔλαβε τῆς ἀλη θείας διδάσκαλον, καὶ ηὖρεν αὐτοὺς οὐχ ἀπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ταῦτα εἰρηκὼς ἐπήγαγε· | καὶ ἐγένετο δανι ὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· | οὐχ’ ἀπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προ φητείας ἀπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἄπαντα τῆς προφητείας τὸν χρό νον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφε σιν ἐθεάσατο κῦρον· καὶ τῷ παρόντι βίῳ πα ρὰ ψυχῆς ἀπήλαυσε τὴν τῶν ὀμοφύλων ἐλευ θερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθε ί ῖ ν ὁ κῦρος εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους ἰουδαίους προσέ ταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἠσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς· ἐκεῖνος γὰρ διαῤῥή δην, ἐβοὰ λέγων, ἱερουσαλὴμ οἰκοδομηθή ση, καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικησθή σεσθε, ὁ λέγων κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσειν· τάδε λέγει κύριος κς τῷ χριστῷ μου κύρῳ, οὗ ἐκράτησα τῆς χειρὸς αὐ τοῦ, ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλησθήσονται· ἐγὼ γὰρ προ πορεύσωμαι πρὸ προσώπου σου, καὶ ὄρη ὀ μαλιῶ· πύλας χαλκὰς συντρίψω, καὶ μο χλοὺς σιδηροῦς συνθλάσω, θησαυροὺς σκο τεινοὺς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι· ταῦ τα μαθὼν ὁ κῦρος τοῖς βουλομένοις τῶν ἰου δαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχα ρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησὶ πρώτου κύρου τοῦ βασιλέως περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου κυ διὰ στόματος ἰερε μίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέ ως περσῶν, καὶ παρήγγειλε κῦρος κυρῆξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν λόγοις γρα φῆς λέγων· τάδ ὲ ε λέγει κῦρος ὁ βασιλεὺς περσῶν, πάσας τὰς βασιλείας τῆς γῆς ἔ δωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ, καὶ αὐτὸν ἐνετεί λατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἰερου σαλὴμ, τῇ ἐν τῇ ἰουδαίᾳ, τίς ἐν ὑμῖν ἐκ παν τὸς τοῦ λαοῦ αὐτοῦ, κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ, καὶ ἀναβήτω. τούτου χάριν καὶ ὁ μακάριος δανι ὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐν ἐντέθεικε τοῖς ἰουδαίων συγγράμμασι τό, ἐ γένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βα σιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν δι ἀναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν, τὸν πατάσσοντα καὶ ἰώμενον, μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρίᾳ καὶ φι λανθρωπίᾳ χρώμενον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν · : —