θεοδωρήτου ἐπισκόπου κύρου· ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ ε ἰ πᾶσϊ ῥάδϊον ἦν τὰ τῶν θείων προφητῶν ἀνα πτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερ βαίνειν τὴν ἐπϊφάνειαν· εἰς δὲ τὸ βάθος καταδύ νειν, καὶ τὸν ἐκεῖ κρϋπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν ἐνομίσθη παρέλκον, ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν· πάντων εὐπετῶς, πα ρ’ αὐτὴν τὴν ἀνάγνωσϊν τῆς προφητϊκῆς δϊανοίας ἐ πϊδεικνϋμένων καὶ ἐφϊκνουμένων· ἐπειδὴ δέ μϊ ᾶς μὲν ἅπαντες φύσεως ἐλάχομεν· οὐκ ἴσην δὴ ἅπαντες γνῶσϊν ἐλάβομεν, ἑκάστῳ γὰρ δίδοται ἡ φανέρωσϊς τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον ὡς φη σὶν ὁ ἀπόστολος· καὶ ἄλλῳ μὲν δϊὰ τοῦ πνεύματος πνς , δίδο ται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρῳ δὲ πίστϊς ἐν τῷ αὐτῷ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡς αὔτως κατὰ δϊαίρεσϊν ἅπαντα δϊανέμεται· οὐδὲν δὲ ἀπεικῶς οἶμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσϊ τὴν θείαν τούτων ἔγγραφον παραδείην δϊ δασκαλίαν· ΝΗ παιδόθεν γὰρ αὐτοῖς ἐντραφεὶς· παρὰ πολλῶν δὲ σϋγγραφέων εὐσεβῶν σμϊκρὰν τϊνὰ γνῶσϊν ἐ ραννϊσάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος· ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐγγόνους δϊδάσκειν· δϊδάξεις γὰρ αὐτά φησϊ τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάρϊν καὶ ὁ μέγας δαβὶδ δαδ , προσέχετε φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· εἶτα δείκνϋσϊ πόθεν ταῦ τα μεμάθηκεν· ὄσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες πρες ἡμῶν δϊηγήσαντο ἡμῖν· οὐ κ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν δϊδάσκων· νόμον γάρ φησϊν ἔθετο ἐν ἰσραὴλ ἰὴλ · ὅσα ἐνετείλατο τοῖς πα τράσϊν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς δϊδασκαλίας ὠφέλειαν, δεικνὺς ἐπή γαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπϊλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσϊ· ταύτην τοίνϋν τὴν δϊδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι, χρέος δί καιον τοῖς μεθ’ ἡμᾶς γεννομένοις τε καὶ ἐσομένοις, ὀφεί λομεν· καὶ προσήκει τούτων τὴν ἔκτησϊν, εὐγνωμό νως ποιήσασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμᾶς δϊεγείρει νό μος· ἀλλὰ καὶ πολλοὶ τῶν ἐπϊσήμων θερμῶς ἡμᾶς λϊπαρήσαντες, θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δ ανι ὴλ τὴν προφητείαν ὡς ἔνϊ μάλιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἴσως δὲ οὔτε τοῖς γνώσεως ἠξϊωμένοις, ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσϊν ὧν νενοήκασϊν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσϊ τῇ κοινωνίᾳ, τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φϊλεῖ γάρ πως ἡ τῶν πλειόνων σϋγκατά γνω’ θεσϊς, κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προ φήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅ παντας γὰρ ἴσμεν τοῦ πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν, ὅτϊ τούτων τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ᾔ τησαν· καὶ προσῆκον ἡγούμεθα ἣν ἠτήθημεν χάρϊν, ταύτην δοῦναι τοῖς ἠτηκόσϊν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια, παρασκευάζει· τοὺς μὲν ἄλλους ἐπὶ τοῦ παρόντος καταλϊπεῖν· τὰς δὲ τούτου προρρήσεις γϋμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύ την ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προ φητῶν τοῦτον ἐκσχοινίζειν· καὶ αὐτῆς αὐτὸν τῆς προ φητϊκῆς προσηγορίας ἀποστερεῖν· ἔστϊ δὲ αὐτοῖς, ἀ ναιδὲς μὲν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπϊσε παρουσίαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας· ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς, καὶ τὸν μέχρϊ τῆς αὐτοῦ πα ρουσίας τῶν ἐτῶν ἐντεθεικώς ἀρϊθμόν· καὶ πάν τα σοφῶς καταλέξας, τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀ πϊστίαν καταληψόμενα λϋπηρά· εἰκότως ἄτε δὴ θεομϊσεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσϊν ἀ ναιδῶς καὶ λίαν ἀπηρϊθρϊασμένως λέγειν· ὡς οὐκ ἦν προφήτης, ὁ ταῦτα καὶ μϋρία ἕτερα χρη σμολογήσας· ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἔκ βασϊν, εἰς τὴν τοῦ ψεύδους βεβαίωσϊν· θαυμαστὸν δὲ οὐδὲν, εἰ κατὰ τοῦ μονογενοῦς λϋττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου σϋκοφαντοῦσϊ θεράποντας· σϋμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· δϊὸ καὶ ὁ κύριός κς φησίν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς δϊώξουσϊν· εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκαλέσαντο, πό σω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περϊόντος τὴν ἀναίδειαν αὐτῶν δϊελέγξωμεν, πϋ θώμεθα αὐτοὺς οὕτως· τί τοῦ προφήτου ἴδϊον εἶναι φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλον τα προειδέναι τε καὶ προλέγειν· ἴδωμεν δὲ τοίνϋν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μα κάριος δανι ήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον, τέως ἐπίσχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνϋν αὐτὸν, πολλὰ μὲν περὶ τῆς βαβϋλωνίων βασϊλείας· πολλ’ δὲ, περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλ’ δὲ καὶ περὶ τῆς ῥω μαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ τῶν βαβϋλωνίων βασϊλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασϊλείαν· ἔπειτα δὲ, ὅτϊ τούτους καταλύσας ὁ μακεδὼν· τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονο μήσουσϊ τὴν βασϊλείαν· καὶ ὅτϊ ἐξ ἑνὸς τούτων βλαστήσας τίς, μϋρία ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτϊ θείας ἀ πολαύσαντες βοηθείας, τῆς ἐκείνου θηρϊωδίας ἀ παλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥω μαίων ἰσχύν· ὅτι πάσας καταγωνϊσαμένη τὰς βασϊ λείας, τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὲ λέγειν, ὅσα περὶ τῶν αἰγϋπτίων καὶ σύρων προηγόρευσε βασϊλέων· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς ἐπϊγαμίας καὶ σϋγγενείας· εἶτα πάλϊν τοὺς ἀκηρύκτους πολέμους· μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνϋν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα· καὶ ἀνάγραπτον αὐ τῶν τὴν μνήμην καταλϊπόντα· πῶς οὐ δϋσσεβὲς καὶ ἀνό σϊον, τοῦ ἐκ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἐστὶν ἀλλότρϊα, ποῖα τῆς προφητείας τὰ ἴδϊα· εἰ δ’ ὅτϊ τὸν οἰκεῖον οὐ προστίθησϊ λόγον τὸ, τάδε λέγει κύριος κς · καὶ τούτου χάρϊν ἀποστεροῦσϊν αὐτὸν τῆς προφητϊκῆς σϋμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβ ραὰ μ ὁ πατρι πρι άρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῷ γὰρ ἀ βϊμέ λεχ φησί· καὶ νῦν ἀπόδος τὴν γϋναῖκα τῷ ἀνδρὶ, ὅτϊ προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου· καὶ ὁ μακάρϊος δὲ δαβὶδ δαδ , περί τε ἑαυτοῦ καὶ τοῦ υἱέως καὶ τοῦ ἐγκόνου φησίν· ὅτϊ ἤλεγξεν ὁ θεὸς θς ὑπὲρ αὐτῶν βασϊλεῖς λέγων· μὴ ἅπτεσθε τῶν χρηστῶν μου, καὶ ἐν τοῖς προφή ταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγϊστος δὲ προφήτης σα μουὴ λ· ὁ παιδόθεν νεοκόρος· οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος· ἀλλὰ καὶ αὐτὸς, ἢ δι’ ὀνειράτων, ἢ διὰ μεσημβρϊνῶν τϊνῶν ἀπο καλύψεων, προγνώσεις ἐνίας καὶ προρρήσεις ἐδέξα το· πολεμεῖτε τοίνϋν κᾀκείνα ἀναφανδὸν, καὶ τοῦ σϋλλόγου τῶν προφητῶν, αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροίνϊαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε σϋκοφαντίαν· προφήτης γὰρ, καὶ προφήτης, ἐπϊθϋμίᾳ καὶ πό θῳ τῶν μελλόντων, τὴν γνῶσϊν δεξάμενος· ἱδρῶ σϊ καὶ πόνοις· νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα δϊδαχθείς· οὐχ ἅτϊνα μόνοις ἰουδαίοις σϋμβήσεται· ἅπερ ἔνϊοι τῶν προφητῶν προειρήκασϊν· ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων, τὴν οἰκονονίαν καὶ προμαθὼν καὶ προδϊδάξας· σκοπήσατε τοί νϋν, εἰ μὴ λίαν ἄδϊκον· ἀβδϊ οῦ μὲν τὰ κατα ληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προα γορεύσαντα· καὶ ἰ ωνᾶ ν δὲ καὶ ναοὺμ περὶ μϊᾶς πόλεως προθεσπίσαντας τῆς νϊνε υῒ, τοῖς προ φήταις ἐγκαταλέγειν· τὸν δὲ μακάρϊον δανιὴ λ οὐ περὶ πόλεως μϊᾶς· οὐδὲ περὶ πόλεως βραχείας· ἀλλὰ περὶ τῶν μεγίστων βασϊλείων προειρηκότα· χαλδαϊκῆς· περσϊκῆς· μακεδονϊκῆς· ῥωμα ϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματικῆς πνικῆς χάρϊτος, ἀλλότρϊον εἶναι λέγειν· καὶ μὴν ἔ δει, κᾂν λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχο δονόσορ αἰδεσθῆναι· τὸν δϋσσεβῆ· τὸν θηρϊώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανϊ ὴλ καὶ λέγοντα· ὅτϊ πνεῦμα πνα θεοῦ θυ ἅγϊον ἦν ἐν αὐτῷ· καὶ γὰρ τ ωόν τϊ τοῦ θείου πνεύματος πνς ἔργον ἦν· τὸ καὶ τὸ ἐνύπνϊον εἰπεῖν· ὃ ἕ τερος θεασάμενος ἀδώλεσε· καὶ τούτου δη λῶσαι τὴν ἑρμηνείαν, ἀκρϊβῶς τε καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει· τὴν κατὰ τοῦ προφήτου κα ταλῦσαι μανίαν· ἀλλὰ δὴ μετὰ τοῦ προφήτου, καὶ τῷ τοῦ προφήτου πολεμῆσα δεσπότῃ· ἀλλ’ ὁ μὲν προφή της, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνϋσϊ τὰ θεῖα σϋγγράμματα· βε βαιοῖ δὲ τὴν πρόγνωσϊν, καὶ τὸ τῆς προρρήσεως τέλος· ἀυτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψϊν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν, καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑ μετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν δϊελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν, ἀποχρώντως ποιησά μενοι, τὴν τῆς προφητείας ὑπόθεσϊν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως τῆς κατὰ λέξϊν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰ ωσ ίαν, ἐβασίλευσε τῆς ἰουδαίας, ἰ ω άχατζ ὁ υἱὸς αὐτοῦ· τρεῖς μῆνας ὅλους, καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασϊλείαις καὶ ταῖς παραλϊπομέναις, ἰ ω άχατζ ὀνομάζεται· ὁ δὲ μακάρϊος αὐτὸν ἱερε μίας ὁ προφήτης, σ ελεὶ μ προσαγορεύει· τοῦτον δορϋάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασϊλεὺς φαρα ὼ λα βὼν εἰς τὴν αἴγϋπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασϊλέα, ἐλϊ ακεὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰ ωακ εὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος, ἕν καὶ δέκα ἔτη; πρὸς ὀλίγοις μησὶν· ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς αὐτοῦ βασϊλείας ἐπϊστρατεύσας ὁ τῶν βαβϋλωνίων βασϊλεὺς ναβουχο δόνοσορ, ἔλαβε μὲν, οὐκ ὀλίγους δορϋαλώτους τῶν ἐπ’ εὐγενείᾳ λαμπρϋνομένων· ἔλαβε δὲ καὶ ἔνϊα τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφϊερωμένων· δασ μὸν δέ τϊνὰ ἐπϊθεὶς τῷ ἰ ωακ εὶμ, ἀπῆρεν εἰς βα βϋλῶνα· εἶτα τὸν τούτω ὁρϊσθέντα φόρον ἐκτίσειν μὴ βουλομένου, πάλϊν ἐπεστράτευσεν τοῖς ἱεροσο- λύμοις· καὶ τὴν πόλϊν ἑλὼν καὶ τοῦτον ἀνελὼν, κα θίστησϊν ἀντ’ αὐτοῦ βασϊλέα τὸν ἐξ αὐτοῦ· ἐλ ια κεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα, ἰ ωακεὶ μ δὲ πάλϊν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μα κάριος ἱ ερεμ ίας ὁ προφήτης, ἰ εχον ίαν ὀνομάζει· ζῶ γὰρ ἐγὼ φησὶ λέγει κύριος κς · ἐὰν γενόμενος γένησεται ἱ εχω νίας υἱὸς ἰ ωακ εὶμ βασϊλέως ἰούδα ἀποσφρά γϊσμα ἐκ τῆς χειρός μου τῆς δεξϊᾶς, ἐκεῖθεν ἐκσπά σω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψϋχήν σου· ὧν σὺ εὐλαβῆ ἐκ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνϋν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡ μέραις τὴν βασϊλείαν πρυτανεύσαντος, πάλιν να β ουχοδο νόσορ ὁ τῶν βαβϋλωνίων βασϊλεὺς ἐκστρα τεύσας, τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋ λωνίαν· τῷ δὲ σεδεκ ία θείῳ πατρὸς αὐτοῦ ὄντϊ, τὴν βασϊλείαν ἐνεχείρησε· καὶ τούτου δὲ ἐνϊαυτὸν ἕνα πρὸς τοῖς δέκα βασϊλεύσαντος, εἶτα τὸν ἐπϊκείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν τῆς δϋνάμεως ἐπϊστρατεύει τοῖς ἱεροσολύμοις ὁ τῶν βαβϋλωνίων βα σϊλεύς· ἔπειτα πολϋορκήσας· καὶ τῷ λϊμῷ κατ’ αὐ τῶν σϋμμάχῳ χρησάμενος, καὶ μηχανήματα τοῖς περϊβόλοις προσενεγκὼν, ῥήγνϋσϊ μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξαν δραποδίσας, ἀπάγει δορϋαλώτους· πϋρὶ τὴν πόλϊν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεὸς θς · ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν σϋγχω ρήσας παρανομίαν, οὔτε κολάζων, παντελῶς αὐ τοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ, οἷον τϊνὰς παιδονόμους ἐδε δώκει· τόν τε ο ὐρία ν τὸν σ αμ αίου, καὶ ἱ ερεμί αν τὸν τοῦ χελκ ίου· ἄνδρας ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορϋαλώτοις ἀπαχθεῖσϊν εἰς βαβϋλῶνα, τοὺς περὶ τὸν μακάρϊον δαν ϊὴλ σϋναπέστειλε· καὶ ἱεζ εκϊὴ λ καὶ ἀ ναν ίαν καὶ ἀ ζαρ ίαν καὶ μϊσα ὴλ· ἵνα ἔχοντες τῆς νομϊκῆς πο λιτείας ἀκρϊβεῖς δϊδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπϊμϊξίας δέξωνται τὴν λώβην· ἀλλ’ ἔχωσϊν ἀρχέτϋπα τῆς προγονϊκῆς αὐτοὺς ἀρε τῆς καὶ φϊλοσοφίας ἀναμϊμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν· ὅτ’ ἂν τοὺς εὐνοϊκῶς αὐτῷ δουλεύοντας· καὶ θε ραπεύειν αὐτὸν διὰ πάντων προθϋμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας, αἰχμαλώτους σϋ νεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑ πομεῖναι· καὶ πολλοῖς κϊνδύνοις περϊπεσεῖν, καὶ διὰ κϋμάτων καὶ κλύδονος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠ ση ὲ τοῦ προφήτου φησίν· ὅτϊ ἀπέκτεινᾳ δι’ ὑμᾶς τοὺς προφήτας μου ἐν ῥήματι στόματός μου· οὕ τω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν , τοὺς ἁγίους παρεχώρησεν ἀποστόλους, ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δαν ιὴλ, ὠκονόμησε σὺν αὐ τοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὃς νέος ὢν ἔτϊ καὶ ὥ ρᾳ λάμπων σὺν τοῖς φϊλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασϊλείοις ἀναγραφεὶς· καὶ παιδόθεν τὴν θείαν χά ρϊν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποῦς καὶ σϋνέσεως ἔμπλεω γεγονὼς, πολλὴν μὲν ἐκτή σατο παρὰ τῷ κρατοῦντϊ παρρησίαν· τὸν δὲ τῆς ὠ φελείας κηρύξας λόγον, ὠφελείας κᾀκείνω γε γένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνον, ἀλλὰ καὶ πᾶσϊ τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου δϊδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε· νόμον τεθεικὼς, τὸν δϊαῤῥήδην παρεγγϋῶντα, ἅπαν τας τοὺς ἀρχομένους, τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκϋνεῖν θεόν θν · πότε μὲν οὖν εἰς τὴν βαβϋλῶνα ὁ θε σπέσϊος οὗτος προφήτης ἀνήχθη· καὶ τίνος ἕνεκεν· καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος· οὐ τοῖς ὁμοφύ λοις μόνον ἀλλὰ καὶ τοῖς βαρβάροις· τῆς τε προφη τείας τὴν δύναμϊν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀ κρϊβέστερον δείξωμεν· τὴν θείαν τοίνϋν χάρϊν καλέσαντες σϋνεργὸν, τῆς σαφηνείας ἀρξώμεθα· +