ὅρασις α̅η λόγος β̅ + ν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασϊλείας ναβ ουχοδο νόσορ · ἐνϋ πνϊάσθη ν αβουχ οδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ, ἀπεγένετο ἀπ’ αὐτοῦ· + ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασϊλείας ἀρξάμενος, ἐπεστράτευσε τῇ ἰουδαίᾳ· ἐν τῷ τρίτῳ ἔτει τῆς βασϊλείας ἰ ω ακείμ· καὶ τὸν μὲν, ἐκέλευσε φέρειν δασμόν· τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσϋρίων ἀπήγαγε χώραν· μαρτϋρεῖ δὲ καὶ ἱερ ε μίας πρὸς πάντα τὸν λαὸν ἰούδα· ἐν τῷ ἔτει τῷ τετάρ τῳ τοῦ ἰ ωακ εὶμ, υἱοῦ ἰ ωσ ίου βασϊλέως ἰοῦδα· οὗ τὸς ἐνϊαυτὸς πρῶτος τοῦ ναβουχοδονόσορ βασϊλέως βαβϋλῶνος· εὑρίσκομεν τοίνϋν ἐνταῦθα, ὡς τοῦ τρί του ἔτους τῆς βασϊλείας πληρουμένου τῷ ἰ ωακεὶ μ, βασϊλεύσας ὁ ναβου χοδονόσορ, τὴν κατὰ τῶν ἰου δαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῇ δὲ τοῦ τε τάρτου ἔτους, ὁ προφήτης ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη· πρῶτον μὲν εἶναι τοῦ τον τὸν ἐνϊαυτὸν, τῷ βασϊλεῖ ναβουχοδονόσορ· καὶ ὁ μακάρϊος δὲ δανι ὴλ πρώτην ἅλωσϊν αἰχμαλω σίαν εἰρηκὼς γεγενῆσθαι· ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰ ω ακεὶμ βασϊλέως ἰούδα ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασϊλείας ναβου χοδονόσορ, ἐνϋπνϊάσθη ἐνύπνιον· ταῦτα δὲ, οὐχ ἁπλῶς προστέθεικα· ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκρϊβῶς καταμάθωμεν· τούτου γὰρ χάρϊν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασϊλέων, καὶ τὸν ἀρϊ θμὸν τῶν ἐτῶν ἀναγράφουσιν, ἐν τῷ ἔτει τοίνϋν τῷ δευτέρῳ τῆς βασϊλείας ναβουχο δονόσορ, ἐνϋπνϊάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· + καὶ εἶπεν ὁ βασϊλεὺς· καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασϊλεῖ τὸ ἐ νύπνϊον αὐτοῦ· + ἡ μὲν οὖν τοῦ θεοῦ θυ οἰκονομία, τοῖς ἐχέ φροσϊ δήλη· γνώρϊμον γὰρ αὐτῷ βουλόμενος ποι ῆσαι τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σρίους ἐντεῦθεν δέξηται παραινέσεις· δεδείττε ται μὲν αὐτῷ τὸ ἐνύπνϊον· ἀφαιρεῖται δὲ τοῦ ἐνϋπνίου - τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προ μήθεια, οὕτω γνώρϊμον πᾶσϊ τοῖς εὐσεβέσϊ, καὶ ἡ τοῦ βασϊλέως παροίνϊα· πῶς γὰρ οὐκ ἄκρας παρα πληξίας, τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνϋπνίου τὴν μνήμην· ἀλλ’ ὅμως κληθέντές φησίν + ἦλθον καὶ ἔστησαν ἐνώποιον τοῦ βασϊλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασϊλεύς· ἐνϋπνιά σθην ἐνύπνϊον, καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασϊλεῖ συριστὶ καὶ εἶπον· βασιλ’, εἰς τοὺς αἰῶνας ζῆθϊ· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παι σί σου, καὶ τὴν σύγκρϊσϊν αὐτοῦ ἀπαγγελοῦμεν· + καὶ τὴν μὲν αἴτησϊν τ ωόν τι· ἀκόλουθον ἐποιήσαντο· ἀλα ζονϊκὴν δὲ τὴν ὑπόσχεσϊν· οὔτε γὰρ ἀνθρωπίνης ἀνίνης δϊανοίας θείας ἑρμηνεύειν ἐκκαλύψεις δίχα τῆς ἄνωθεν ἐνεργείας· σϋρϊστὶ δὲ τὴν δϊάλεξϊν οἱ χαλδαῖοι πεποίηνται· τὸ ἐκ δϊαφόρων σϋνηλεγμένοι ἐθνῶν· καὶ ἰδίαν μὲν γλῶτταν ἑκάστου ἐχόντων, κοινῆ δὲ πάντων τῇ σύρῳ χρωμένων, δϊδάξαι βουλόμενοι τὸ τῆς ἐγκρίσεως ἀ κόλουθον· ἀλλ’ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασϊ λέα, μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ἀνων τὰ παρὰ τῆς φύσεως· + ἀπεκρίθη γάρ εὐθὺς ὁ βασϊλεὺς, καὶ εἶπε τοῖς χαλ δαίοις· ὁ λόγος ἀπέστη ἀπ’ ἐμοῦ· ἐὰν δὲ μὴ γνω ρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρϊσϊν αὐτοῦ, εἰς ἀ πώλειαν ἔσεσθε· καὶ οἱ οἴκοι ὑμῶν δϊαρπαγήσονται· >> ἐὰν δὲ τὸ ἐνύπνϊον καὶ τὴν σύγκρϊσϊν αὐτοῦ γνωρίση τέ μοι, δόματα καὶ δωρεὰς καὶ τϊμὴν πολλὴν λήψε σθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνϊον καὶ τὴν σύγκρϊσϊν αὐτοῦ ἀπαγγείλατέ μοι· + ταῦτα δὲ, οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνϋσϊν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι· ἢ τῇ ἀπειλῇ τῶν κακῶν, ἢ τῇ ὑποσχέσει τῶν ἀγαθῶν, πλείονα τοῖς χαλδαίοις ἐγγενήσεσθαι γνῶσϊν· + αὐτί κα ἐκεῖνοι πάλϊν πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνϊ όν σου τοῖς παισί σου, καὶ τὴν σύγκρϊσϊν αὐτοῦ ἀπαγγελοῦ μεν· + τὴν μὲν γὰρ δουλείαν φησὶν, ὁμολογοῦμεν· ἀλλὰ καὶ τὴν φύσϊν γϊνώσκομεν· καὶ ἑρμηνεύσαιμεν, εἰ μάθοιμεν τὸ ἐνύπνϊον δϋνησόμεθα· εὑρεῖν δὲ αὐτὸ οὐ δϋνάμεθα· ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο, τοῦ ἐνϋπνίου ζητῶν τὴν ἀνάμνησϊν· + ἀπεκρίθη γὰρ φησϊν ὁ βασϊλεὺς, καὶ εἶπε· ἐπ’ ἀληθείας ἐγὼ οἶδα ὅτϊ καιρὸν ὑμεῖς ἐξαγοράζεσθε, καθότϊ οἴδατε ὅτϊ ἀ πέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀ παγγείλητέ μοι, οἶδα ὅτϊ ῥῆμα ψευδὲς καὶ δϊε φθαρμένον σϋνέθεσθε εἰπεῖν ἐνώποιόν μου, ἕ ως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνϊόν μου εἴπατέ μοι· καὶ γνώσομαι, ὅτϊ καὶ τὴν σύγκρϊσϊν αὐτοῦ ἀπαγγελεῖτέ μοι· + τούτων δὲ τῶν λόγων· ἡ μὲν ἀπαίτησϊς, αὐθά δης καὶ μανϊκή· ἡ δὲ κατηγορία λίαν ἀληθής· βού λεσθε γὰρ μαθεῖν τὸ ἐνύπνϊόν μου, ἵνα κοινη τϊνὰ πλασάμενοι ἑρμηνείαν ψευδῆ φαινακίσητέ μοι σϋνήθως· σϋνεργὸν λαβόντες τοῦ χρόνου τὸ μῆκος· καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες· τούτων ἀ κούσαντες οἱ χαλδαῖοι· ὡς γὰρ ἔοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῷ παῤῥησίαν· ἐκφαντϊκῶς λοι πὸν δϊαλέγονται, καὶ παντελῶς ἀπαγορεύουσϊ τοῦ ἐ νϋπνίου τὴν ἀνάμνησϊν· + οὐκ ἔστϊ γὰρ ἔλεγον ἄνθρωπος ἄνος ἐπὶ τῆς ξηρᾶς, ὅστϊς δϋνήσηται γνωρίσαι τὸ ῥῆμα τῷ βασϊλεῖ· καθ ὅτϊ πᾶς βασϊλεὺς μέγας καὶ ἄρχων, ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ πάντα μάγον χαλδαῖον· ὅτϊ ὁ λόγος ὃν ὁ βασϊλεὺς ἐρωτᾷ, βαρύς· καὶ οὐ κ ἔστϊν ὃς ἀναγγελεῖ αὐτὸ ἐνώποιον τοῦ βασϊλέως· ἀλλ’ ἢ θεοί· ὧν οὐκ ἔστϊν ἡ κατοικία αὐτῶν μετὰ πάσης σαρκός· + ὅθεν οὐκ ἐνδέχεται γενέσθαι, κα θὰ παρ’ ἡμῖν ἐπϊζητεῖς τὰ παρὰ τῆς φύσεως· πᾶσι γὰρ μάλϊστα βασϊλεῦσϊν ἁρμόττει δϊκαίως τὴν βασϊλείαν ἰθύνειν, καὶ τὰ δϋνατὰ παρὰ τῶν ὑπηκόων ἀϊτεῖν· ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δϊκαίως ἀπαιτεῖς· οὐ γάρ ἐστϊν ἀνθρώπων ἀνων τῶν σάρκα περϊκειμένων ἡ τοιάδε γνῶσϊς· ἀλλὰ τῆς ἀσωμάτου φύσεως, τῆς ἀκρϊβῶς ἅπαντα γϊνωσκούσης· ταῦτα μὲν ἅπαντα, παρὰ τῶν χαλ δαίων ἐῤῥέθη· προῳκονομεῖτο δὲ, ἡ τοῦ δα νιὴλ ἀνάῤῥησϊς· τούτων γὰρ εἰρηκότων, οὐκ ἔστϊν ἀνθρώπων ἀνων ἀλλὰ θεῶν τὸ ταῦτα γϊνώσκειν, ὁ θεσπέ σϊος δ ανιὴ λ, ἀναμϊμνήσκει μὲν τοῦ ἐνϋπνίου τὸν βασϊλέα· ἀκρϊβῶς δὲ λέγει, καὶ σαφῶς ἑρμηνεύει· δϊδάσκει δὲ τὸν βασϊλέα, ὅτϊ ἡ τοιαύτη γνῶσϊς, οὐκ ἀνθρώπων ἀνων ἐστὶ, τῶν ἐπὶ γῆς ἑρπόντων· οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων· ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ + τότε φησὶν ὁ βασιλ’, ἐν θυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν, ἀπο λέσαι πάντας τοὺς σοφοὺς βαβϋλῶνος· καὶ τὸ δόγ μα ἐξῆλθεν, καὶ οἱ σοφοὶ ἀπεκτένοντο· καὶ ἐζή τησαν τὸν δαν ϊὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν + τϋ ραννϊκὸν, ἀλλ’ οὐ βασϊλϊκὸν τὸ ἐγχίρημα· ἄδϊκον προφανῶς, καὶ δϊκαιοσύνης ἔρημον· ἀλαζο νείᾳ γὰρ καὶ τύφῳ προσλαβὼν ἐξουσίαν, ὄλεθρον μηχανᾶται τοῖς ἰδίοις ὑπηκόοις· + ἀλλ’ ὁ θειότατος δα νιὴ λ, τὴν ἄδϊκον ταύτην σφαγὴν θεασάμενος, πϋν θάνεται τοῦ ἀ ριὼ χ, ὃς τὸν ὠμότατον τοῦτον ἐνεχει ρίσθη φόνον λέγων· ἄρχον τοῦ βασϊλέως· περὶ τί νος ἐξῆλθεν αὕτη ἡ ἀναιδὴς ἡ γνώμη ἐκ προσώπου τοῦ βασϊλέως + ἡγνόει γὰρ ὡς ἔοικεν· ἅτε δὴ παρα κληθεὶς εἰς τὸν σύλλογον τὸν σοφὸν βαβϋλῶνος· οὐδέ πω γὰρ τὰ τρία παρεληλύθη ἔτη, ἐν οἷς αὐτοὺς τῇ βασϊλϊκῇ τραφέντας τροφῇ μετὰ τὸν τρίτον χρόνον εἰσαχθῆναι προσέταξεν αὐτὸν ὁ βασιλ’· εἰ δὲ πρὸ τούτων δϊηγήσατο τῶν λόγων ὅτϊ καὶ εἰσῆλθον, καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμα ζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ δϊήγημα σϋμπερᾶ ναι βουληθεὶς, ἅπαντα σαφῶς ἐδίδαξε, τὰ τηνϊκαῦτα σϋμβάντα· εἶτα μεταβαίνει λοιπὸν, ἐ φ’ ἕτερον δϊήγημα· τῶν ἐν τῷ μεταξὺ χρόνων γε γενημένον· ὅτϊ γὰρ οὐδέπω τῶν παῤῥησίαν ἐχόν των πρὸς τὸν βασϊλέα, ἡνίκα τοὺς σοφοὺς σϋ νήγαγε βαβϋλῶνος, ἐτύσχανεν, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτϋρεῖ· καὶ ἐπειδὴ ἔμαθε, θα ῤῥεῖ μὲν τὴν πρὸς τὸν βασϊλέα δϊάλεξϊν· + ἀξϊοῖ δὲ αὐτὸν, ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι, εἰς τὴν τοῦ ἐνϋ πνίου ζήτησϊν, καὶ τῆς ἑρμηνείας τὴν εὕρεσϊν· + εἶτα δϊδάσκει ἡμᾶς, τὸν τῆς εὑρέσεως τρόπον· οὐκ αὐ τὸς φϊλοτϊμούμενος, ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπου δὴν ἐκκαλούμενος· + εἰσῆλθε γάρ φησϊ δ ανϊὴ λ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ ἀ ναν ία καὶ τῷ ἀζ αρ ίᾳ καὶ τῷ μ ϊσαὴ λ τοῖς φίλοις αὐτοῦ, ἐγνώρϊσε τὸ ῥῆμα· καὶ οἰκτϊρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ οὐνου , ὑπὲρ τοῦ μϋστηρίου τούτου· ὅπως μὴ ἀπόλωνται δαν ϊὴλ καὶ οἱ φίλοι αὐτοῦ, μετὰ τῶν λοιπῶν σοφῶν βαβϋλῶνος· + ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύ δους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται, τῆς θείας εἰσὶν ἔρημοι σϋμμαχίας· καὶ λογϊσμοῖς μόνοις ἀνθρωπίνοις ἀνίνοις , εὐσεβείας γεγϋμνωμένοι· πάντα καὶ λέγουσϊ καὶ πράττουσϊν εἰς ἀπάτην ἀνθρώπων ἀνων · οἱ δὲ τρόφϊμοι τῆς ἀληθείας, οὐδὲν δίχα τῆς ἄνωθεν βοηθείας, λέγειν ἢ πράττειν ἀνέχονται· τὰ δὲ σοφῶν βουλεύματα, τῆς πάντα ἐφορώσης προμηθείας ἔστανται ἀκίνητοι μὴ κλονούμενοι· μηδὲ τῆδε κᾀκεῖ σε περϊφερόμενοι· ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων ἀνίνων λογϊσμῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτϋς ὁ θεσπέσϊος δα νιὴλ· ὀλίγον μὲν χρόνον αἰτήσας, εἰς τὴν τοῦ ἐνϋπνίου εὑρεσιν· οὐκ εἰς λογϊσμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας· ἀλλ’ εἰς ἱκετείαν καὶ προσευχήν· καὶ οὐδὲ ἑαυτῷ μόνῳ θαῤῥήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· + τότε γάρ φησϊν ἐν ὁράματϊ τῆς νϋκτὸς, τὸ μϋστήρϊον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν θεὸν θν τοῦ οὐρανοῦ οὐνοῦ δα νϊὴ λ, καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου κυ τοῦ θεοῦ θυ , εὐλογημέ νον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· ὅτϊ ἡ σο φία καὶ ἡ σύνεσϊς αὐτοῦ ἐστι· καὶ αὐτὸς ἀλλοιοῖ και ροὺς καὶ χρόνους· καθϊστᾷ βασϊλεῖς καὶ μεθϊστᾷ· δϊδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησϊν τοῖς εἰδόσϊ σύνεσϊν· ἀὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρϋφα· γϊνώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστϊ· + διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνύς· καὶ πλέκει τὸν ὕμνον δϊηνεκῶς ἀνϋμνεῖν θεὸν θν · σοφίας ὄντα καὶ σϋνέσεως πηγή· ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρϋ τανεύοντα, ταῖς τῶν πραγμάτων μεταβολαῖς· ἐλέγχοντα μὲν, τὸ τῆς ἀνθρωπίνης ἀνίνης ἀσθενείας ἀβέβαιον· δεικνῦν τα δὲ ἅπασϊν ἐνὰργῶς, τὴν οἰκείαν ἰσχύν· χειροτονῶν· βασϊλεῖς πάλϊν αὐτοὺς ἀποκαθϊστᾷ· καὶ δϊδοὺς ἐξουσίαν, πάλϊν ἀφαιρεῖται ταύτην ὅταν ἐθέλῃ· σοφίας δὲ καὶ φρονήσεως αὐτός ἐστϊ χορηγός· δί δωσϊ δὲ ταύτην οὐχ ἁπλῶς· ἀλλὰ τοῖς σϋνϊέναι καὶ γνῶναι αὐτὸν βουλομένοις· ἀποκαλύπτει δὲ οἷς ἐθέλει, τὰ μηδαμῶς φανερούμενα καὶ βϋθῷ κρϋπτόμενα· φῶς ὑπάρχων νοερὸν· καὶ φῶς οἰκῶν ἀπρόσϊτον· ἀκρϊβῶς ἅπαντα γϊνώσκει, τὰ ἐν τῷ σκότει γϊνόμενα· διὸ + σοὶ ὁ θεὸς θς τῶν πατέρων πρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ· ὅτϊ σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι· καὶ νῦν ἐγνώρϊσάς μοι, ἃ ἠξίωσάς με παρὰ σοῦ· ὅτϊ τὸ ὅραμα τοῦ βασϊλέως ἐγνώρϊ- σάς μοι, + τοῦ γνωρῖσαι τῷ βασϊλεῖ· τοιαῦται τῶν εὐσεβῶν αἱ ψϋχαὶ· καὶ ἐν ταῖς χρείαις τὸν θεὸν θν ἐ πϊστάμεναι χορηγόν· καὶ τοῖς αὐτοῦ λϊμέσϊ προσ τρέχουσαι· καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν οὐκ ἀ νεχόμεναι λήθῃ παραδϊδόναι τῶν δωρεῶν τὴν μνήμην· ἀλλ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην θεόν θν · ἄξϊον δὲ ἐπϊσημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς, καὶ τὸ μέτριον φρόνημα· καὶ γὰρ τὴν αἴτησϊν ποιούμενος, κοινωνοὺς ἔ λαβε τοὺς ὁμοτρόπους αὐτοῦ· προσευχαῖς καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε· πάλϊν αὐτῶν ἐμνημόνευσεν· οὐ γὰρ εἶπεν ἐγνώρϊσάς μοι· ἀλλὰ ἃ ἠξϊώσαμεν παρὰ σοῦ· οὔτως τὸν θεῖον ὕμνον σϋμπεράνας φησίν· + ἦλθε δαν ιὴλ πρὸς ἀριὼ χ· ὃν κατέστησεν ὁ βασιλ’, ἀπολέσαι τοὺς σοφοὺς βαβϋλῶνος· καὶ τὴν τὴν σύγκρϊσϊν τοῦ ὁράματος ἀναγγελῶ τῷ βασϊλεῖ· + πρέπων καὶ οὕτω τῷ προφήτῃ ὁ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνον μετὰ τῶν φίλων ἀπαλλαγῆναι τῆς ἀδίκουσφαγῆς· ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγμα τεύεται σωτηρίαν σρίαν · ἐλπίζων δϊὰ τοῦδε θαύματος, καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν, καὶ τῷ τῶν ὅλων προ σάξειν θεῷ θῷ + τότε ὁ ἀ ρϊὼ χ τούτων ἀκούσας τῶν λό γων, σπουδῇ τὸν δαν ϊὴλ εἰσήγαγεν ἐνώποιον τοῦ βα σϊλέως, καὶ εἶπεν αὐτῷ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱ ῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστϊς τὸ σύγκρϊμα τῷ βασϊλεῖ ἀναγγελεῖ· ὁ δὲ βασϊλεὺς περϊχαρὴς γε νόμενος, εἶ πετῷ δαν ιήλ· εἰ δύνασαί μοι τὸ ἐνύνϊον ἀπεγγεῖλαι ὃ εἶδον καὶ τὴν σύγκρϊσϊν αὐτοῦ ἐπϊσημή νασθαι; τότε ὁ δ αν ιὴλ ἀπεκρίθητῷ τῷ βασϊλεῖ λέγων· τὸ μϋστήρϊον ὃ ὁ βασιλ’ ἐπερωτᾷ, οὐκ ἔστϊ σοφῶν μά γων καὶ ἐπαοιδῶν γαζαρηνῶν, δϋναμένων ἀπαγγεῖ λαι τῷ βασϊλεῖ· ἀλλ’ ἔστϊ θεὸς θς ἐν οὐρανῷ οὐνῷ , ἐκκαλύπτων μϋστήρϊα· + θαυμαστῶς τῆς δϊδασκαλίας ἤρξατο· ἐκ βαλὼν γὰρ τῶν ἀφρόνων ἐκείνων τὸ σέβας· καὶ γϋ μνώσας αὐτῶν τὴν ἀσθένειαν, τὸν θεὸν θν εἶναι ἔφη, τῆς τῶν μϋστηρίων ἀποκαλύψεως δϊδάσκαλον· προστέθεικε δὲ ἐν οὐρανῷ οὐνῷ , τοὺς κάτω γϊνομένους καὶ προσκϋνουμέ νους θεοὺς ἐκβαλών· καὶ τῷ μὲν ἑνϊκῷ ὀνόματι, τὸ πλῆ θος ἐκάλει τῶν οὐκ ὄντων θεῶν· τῇ δὲ ἐν οὐρανῷ οὐνῷ δϊαγω γῇ, τοὺς κάτω φαινομένους δείκνϋσϊν ὄντας οὐ θεοὺς· ἀλ λ’ ἀπάτην ἀφορμῆς ἔχουσαν τῶν ἀνθρώπων ἀνων τὴν τέχνην· + οὕτως φησὶν ὁ θεὸς θς ἐγνώρϊσε τῷ βασιλεῖ ναβουχοδονόσορ , ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχά του τῶν ἡμερῶν· + οὕτω προοιμϊασάμενος, πάλϊν ἐπισπᾶ ται τῇ εὐλογίᾳ εἰς εὔνοιαν τοῦ βασϊλέως τὴν ἀκοήν· βασϊ λεῦ γάρ φησιν εἰς τοὺς αἰῶνας ζῆθϊ· ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγει καὶ τὴν ἑρμηνείαν ἐπάγειν, καὶ προοι μϊαζόμενος φησίν· ὅτϊ ἐμοὶ εὐχὴ, ζῆν σε εἰς τοὺς αἰῶ νας· μὴ τοίνυν μοι ἐπϊγράψῃς τὸ ὑπὸ τοῦ ἐνϋπνίου δηλού μενον· εἶτα φησί· + τὸ ἐνύπνϊόν σου καὶ ἡ ὅρασϊς τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου + τοῦτ’ ἔστϊν ἃ νύκτωρ ἐθεάσω, ταῦτα ἐστιν + οἱ δὲ λογϊσμοί σου, ἐπὶ τῆς κοίτης σου ἀνέ βησαν· τί δεῖ γενέσθαι μετὰ ταῦτα, + εἰ λογίζου φησὶ κατα κείμενος ἐπὶ τῆς κλίνης· εἴτε εἰς ἀεὶ ζητήσης, εἴτε τῷ νόμῳ τῶν ἀνθρώπων ἀνων ὑπὸ τὸν θάνατον γενήσῃ· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μηδέπω γεγενημένα + καὶ ὁ ἐγκαλύπτων μϋστήρϊα ἐ γνώρϊσέ σοι ἃ δεῖ γενέσθαι· + πανταχοῦ δὲ τὸν ἕνα κηρύτ τειν θεόν θν , τῆς πολϋθεΐας ἐκβάλλων τὴν πλάνην· εἶτα καὶ τοῦ οἰκείου φρονήματος, τὴν μετρϊότητα δείκνϋσϊν· + ἐμοὶ γάρ - φησϊν, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μϋστήρϊον ἀπεκαλύφθη· ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασϊλεῖ γνωρίσαι· καὶ ἵνα γνῶς τοὺς δϊαλογϊσμοὺς τῆς καρδίας σου + ταύτης γὰρ τῆς ἐγκαλύψεως ἔτϋχον· ἄρ χεται τοίνϋν τῆς ἐξηγήσεως, καὶ λέγει πρῶτον αὐτῷ τὸ ἐνύπνιον· + σὺ βασϊλεῦ ἐθεώρεις· καὶ ἰδοὺ εἰκὼν μία μεγάλη· ἡ εἰκὼν ἐκείνη ἡ μεγάλη καὶ ἡ πρόσωψϊς αὐ τῆς, ὑπερφερὴς ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅρα σϊς αὐτῆς, φοβερά· εἰκὼν, ἧς ἡ κεφαλὴ χρϋσίου καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργϋροί· ἡ κοιλία καὶ οἱ μηροὶ, χαλκοί· καὶ αἱ κνήμαι σϊδηραί· οἱ πόδες μέρος μέντοι σϊδηροῦν, μέρος δὲ ὀστράκϊνον· + τέτταρας μὲν ὕλας δϊὰ τῶν προειρημένων ἐσήμανε· τὸν χρϋσόν· τὸν ἄργϋρον· τὸν χαλ κὸν· τὸν σίδηρον· τὸ γὰρ ὄστρακον, οὐ καθ ἑαυτὸ εἶ πεν· ἀλλὰ τῷ σϊδήρῳ σϋμμεμϊγμένον· δηλοῖ δὲ διὰ τούτων, τὰς μεγίστας καὶ καθολϊκωτάτας βα σϊλείας, αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν, ἀλλήλας δϊαδεξάμεναι· ὅτϊ μὲν γὰρ καὶ ἄλλαι βασϊ λεῖαι σϋνέστησαν, καὶ ἐπὶ τοῦ παρόντος δὲ δῆλόν ἐστί· λέ γει τοίνυν πρώτην ἁπάντων γεγενῆσθαι, τὴν τῶν ἀσυρίων ἡγεμονίαν· ἥτϊς ἐστὶν ἡ τῶν βαβϋλωνίων· ἀσύρϊοι γὰρ, καὶ οὗτοι κᾀκεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῇ νίνῳ τῇ παρ’ ἑ βραίοις νινευ ῒ καλουμένῃ, τὰ βασίλεια ἐσχήκασϊ· ποτὲ δὲ ἐν τῇ βαβϋλῶνϊ· ὅτϊ δὲ μία ἐστὶν ἡ βα σϊλεία τούτων κᾀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτϋρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνϊον φησίν· ἡ κεφαλὴ ἡ χρϋσὴ, σὺ εἶ βασϊλεῦ· καὶ ὁ μακά ρϊος δὲ ἱ ερεμ ίας ὁ προφήτης φησί· ποτήρϊον χρϋ σοῦν βαβϋλῶνος ἐν χειρὶ κυρίου κυ , μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ οἴνου αὐτῆς, ἔπιον ἔθνη· διὰ τοῦτο ἔ σαλεύθησαν καὶ ἄφνω ἔπεσε βαβϋλὼν καὶ σϋνετρίβη· ἡ δὲ ἑτέρα ἡ τῶν ἀσϋρίων βασϊλεία ταύτης πρεσβϋ τέρα, ποίαν ἄν τϊς αὐτὴν ὕλην καλέσεις· μαρτϋρεῖ δὲ καὶ ὁ θεσπέσιος μωϋσ ῆς, οὕτως ἔχειν· ἐν γὰρ τῇ κοσμογενείᾳ περὶ τοῦ νεβρὼ δ εἰρηκώς· ὅτϊ γίγας κϋνη γὸς ἔναντϊ κυρίου κυ ἐπήγαγε· καὶ ἐγένετο ἀρχὴ τῆς βασϊλείας αὐτοῦ βαβϋλὼν ὀρὲχ χαλμηνή· καὶ οἱ ἔξω δὲ σϋγ- γραφεῖς, τοὺς βαβϋλωνίους ἀσϋρίους προσαγορεύουσϊ· καὶ μέχρϊ δὲ τοῦ παρόντος ὡς φασὶν, ἀσυρίαν αὐτὴν ὀ νομάζουσϊ πέρσαι· οὐκ οὖν ἡ μὲν πρώτη ὕλη ἥτϊς ἐ στὶν ὁ χρϋσὸς, τὴν ἀσϋρίων καὶ βαβϋλωνίων σημαίνει βα σϊλείαν· κεφαλὴν δὲ αὐτὴν ὀνομάζει, ὡς πρώτην γεγενημένην· ἡ δευτέρα δὲ, ἥτϊς ἐστὶν ὁ ἄργϋρος, ἡ περ σῶν ἐστὶ καὶ μήδων· κύ ρος γὰρ ἑκατέρωθεν ὁρμώ μενος· μητρόθεν μὲν ἐκ μήδων· πατρόθεν δὲ ἐκ περ σῶν· κατέλϋσε μὲν ἀσϋρίων, εἴτ’ οὖν βαβϋλωνίων τὴν βα σϊλείαν, εἰς πέρσας· στῆθος δὲ αὐτὸν προσηγόρευ σε καὶ βραχίονας, ἵνα δείξῃ τὴν πρὸς δύο ἔθνη σϋγγένειαν· διὰ μὲν γὰρ τῆς δεξϊᾶς, τὸ πατρῶον αὐτοῦ σημαίνει γέ νος· τὸ μητρῶον δὲ, διὰ τῆς εὐωνύμου· ὧν τὴν σϋ νάφειαν, τὸ στῆθος πεπίστευται· τὴν καρδίαν ἔχων, τῶν λογϊσμῶν τὸ ταμεῖον· λογϊσμῷ δὲ, καὶ τὰ γα μϊκὰ τελεῖται σϋμβόλαια· τὸν δὲ χαλκὸν προσηγό ρευσε, τὴν μακεδονϊκὴν βασϊλείαν· μετὰ τὴν περσϊκὴν· ἀναφανεῖσαν· καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν· τὴν κοιλίαν δὲ αὐτοῦ καὶ τοὺς μηροὺς ἀπένειμε· τήν τε μοναρχίαν τοῦ ἀλ εξάν δρου, διὰ τῆς κοιλίας μηνύων καὶ διὰ τῶν μηρῶν· τήν τε μετὰ τὴν ἐκείνου τελευτὴν γενο μένην τῆς βασϊλείας δϊαίρεσϊν· σίδηρον δὲ, τὴν ῥωμαϊκὴν προηγόρευσε βασϊλείαν· αὕτη δὲ, τὴν μακεδο νϊκὴν δϊεδέξατο· ἀπένημε δὲ αὐτῇ τὰς κνήμας· ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώματος· καὶ φέρειν ἅπαντας δϋναμένην τὸ σῶμα· τὰς δὲ τῶν ποδῶν βάσεις σϊδηρὰς μὲν καὶ αὐτὰς, ὀστράκῳ δὲ ἀ ναμεμϊγμένας, διὰ δὲ τούτου, οὐχ ἑτέραν αἰνί ττεται βασϊλείαν, ἀλλὰ τὴν αὐτὴν ἀσθενεστέραν ἑ αυτῆς ἐσομένην· καὶ τῇ τοῦ ὀστράκου ἀσθενεία σϋμ μεμϊγμένην· τὴν δὲ τῶν ὑλῶν δϊαφορὰν, ἀντέθεικεν· οὐ τῆς τϊμῆς, ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρϋσοῦ, ὁ ἄργϋρος στεγανότερος· τοῦ δὲ ἀργΰ ρου, στερρότερος ὁ χαλκός· ὁ δὲ σίδηρος, καὶ αὐτοῦ τοῦ χαλκοῦ, πολλῷ τῷ μέτρῳ στερεμνϊότερος· ἡ δια φορὰ τοίνϋν, οὐκ ἐν τῇ τιμῇ, ἀλλ’ ἐν τῇ ἰσχύϊ τε καὶ δυνάμει· ἀναγκαῖον δὲ ζητῆσαι τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν σϋνθήκην· οὐδὲ γὰρ ἁπλῶς οὐδὲ μάτην, ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἐγκαλύπτεται· ἡ εἰκών, σχήματα ἀλλ’ οὐ πράγματα ἔχει· τοιοῦτος δὲ ὁ πα ρὼν βίος· οὐδὲν ἔχων δϊαρκὲς οὐδὲ μόνϊμον· διὸ καὶ ὁ μακάρϊος παῦ λος ἐβόα· ὅτϊ παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ παραινῶν λέγει· μὴ συσχηματί ζεσθε τῷ αἰῶνι τούτῳ· καὶ ὁ μακάρϊος δαβὶδ δαδ τῆς ἀνθρωπίνης ἀνίνης εὐημερίας δϊελέγχων τὸ μάταιον, φησί· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ἄνος ζῶν· μέντοι γε ἐν εἰκόνϊ δϊαπορεύεται ἄνθρωπος ἄνος · θησαυρίζει καὶ οὐ γϊνώσκει τίνϊ σϋνάξει αὐτά· ἐπειδὴ τοίνϋν καὶ ὁ πα ρὼν βίος ὀξϋρρόπους ἔχει τὰς μεταβολὰς, γενητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα καὶ πρόσκαιρα· θνητὰ καὶ ἐπίηρα· καὶ ἡ εἰκὼν δὲ τῶν πραγμάτων, τὴν ἐνέργειαν οὐκ ἔχει· μόνα δὲ τὰ σχήματα δείκνυσϊ, βασϊλέων καὶ ἀρχόντων καὶ ὑπηκόων· πρὸς δὲ τούτοις, καὶ αὐτὸ τὸ σχῆμα εὐ δϊάλυτον ἔχει· εἰκότως ὁ τῶν ὅλων θεός θς , τὸν ἀλαζόνα ἐ κεῖνον βασϊλέα παιδεῦσαι βουληθεὶς, τῆς ἀνθρωπίνης ἀνίνης ὀφρύ ος τὸ μάταιον· καὶ δϊδάξαι ὅτϊ ῥάστην ἔχει τὰ ἀνθρώπινα ἀνινα τὴν μεταβολὴν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησϊ· τὰ δὲ αὐτῆς μόρϊα, μερίζει ταῖς ὕλαις· τὰς σϋχνὰς καὶ ἐ παλλήλους τῶν βασϊλέων δϊδάσκων δϊαδοχάς· καὶ πείθων ἅπαντας, ὡς αὐτὸς μόνος δϊηνεκὲς ἔχει τὸ κράτος· ἄναρχόν τε καὶ ἀτελεύτητον· καὶ ἁ παξα πλῶς, αἰ ώνϊον τὴν βασϊλείαν· τούτοις ἐπάγει ὁ μακάρϊος δαν ήλ, τὰ λοιπὰ τοῦ ἐνϋπνίου δϊδάσκων· ἐθεώρεις ἕως ὅτου ἀπεσχίσθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν· καὶ ἐ πάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σϊδηροὺς καὶ ὀ στρακίνους· καὶ ἐλέπτϋνεν αὐτοὺς εἰς τέλος· τότε ἐλε πτύνθησαν εἰς ἅπαξ· ὁ σίδηρος· τὸ ὄστρακον· ὁ χαλκὸς· ὁ ἄργϋρος· ὁ χρϋσὸς· καὶ ἐγένοντο ὡ σεὶ κονϊορτὸς, ἀπὸ ἅλωνος θερϊνῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος πνς · καὶ πᾶς τόπος οὐχ εὑρέθη ἐν αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγένετο εἰς ὄρος μέγα· καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν· + τοῦτό ἐστϊ τὸ ἐνύπνιον· προ σήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας· ζη ρωτ’ τήσωμεν τοίνϋν πρότερον τίς ὁ λίθος προσαγορευόμενος· καὶ βραχὺς μὲν πρότερον φαινόμενος· ὕστερον δὲ ἐδείχ- θη μέγϊστος, καὶ τὴν οἰκουμένην ἐκάλϋψεν· οὐκ οὖν ἀ κούσωμεν αὐτοῦ τοῦ θεοῦ θυ , δι’ ἡ σα ΐου τοῦ προφήτου λέ γοντος· ἰδοὺ τίθημϊ ἐν σϊὼν, λίθον πολυτελῆ, ἀκρο γωνϊαῖον ἔντϊμον εἰς τὰ θεμέλϊα αὐτῆς· καὶ πᾶς ὁ πϊ στεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχϋνθῇ· ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος καὶ βοῶντος· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐ γενήθη εἰς κεφαλὴν γωνίας· ταύτην δὲ τὴν μαρτϋρίαν, καὶ αὐτὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, ἰου δαίοις προσήνεγκεν, οὐκ ἀνέγνωτε λέγων· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενή θη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου κυ ἐγένετο αὕτη, καὶ ἔστϊ θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ ὁ μακά ρϊος δὲ πέτρος ἐν ἰουδαίοις δημηγορῶν, καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον παραγαγὼν, ἑρμηνεύει τὴν μαρτυρίαν, οὕτως λέγων· οὗτος ἐστὶν ὁ λίθος ὁ ἐξουδενωθεὶς παρ’ ὑμῶν τῶν οἰκοδομούντων· ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας· καὶ ὁ μακάρϊος δὲ παῦλ’ οὕτω φησίν· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν· ὄντος ἀκρογωνϊαίου αὐ τοῦ ἰησοῦ ἰυ χριστοῦ χυ · καὶ ἀλλαχοῦ φησί· θεμέλϊον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστϊν ἰησοῦς ἰς χριστὸς χς · καὶ πάλϊν· ἔπϊνόν φησὶν ἐκ τῆς πνευματικῆς πνικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός χς · oὐκ οὖν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς δϊδασκόμεθα, τὸν κύριον κν ἡμῶν προση γορεῦσθαι λίθον· οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν· γεννηθεὶς ἐκ παρθένου, γαμϊκῆς κοινωνίας γνώμη χωρίς· οἶδε γὰρ πολλάκϊς καὶ τὴν παρὰ φύσϊν γέννησιν, λατομίαν ἡ θεία προσαγορεύειν γραφή· ἰουδαίους γὰρ ἠσαΐας τῆς παρὰ φύσϊν γενομένης τῷ ἁβ ραὰμ παιδογονίας ἀναμϊμνήσκων, ἐμβλέψατε λέγων εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε· οὐ κ οὖν, ὄρος μὲν ἡ δαυϊτϊκὴ φύλὴ· λίθος δὲ ὁ χριστός χς , κατὰ τὸ ἀνθρώπινον ἀνινον · οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμηθείς· δι’ ἣν περϊέκειτο φύσϊν· ἀθρόον ἐδείχθη ὄρος μέγιστον, πᾶσαν πληρῶσαν τὴν οἰκουμένην· ἐ πληρώθη γὰρ πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον κν , ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· οὗτος πατάξει τὴν εἰκόνα, ἐ πὶ τους πόδας τοὺς σϊδηροὺς καὶ ὀστρακίνους· τοῦτ’ ἔ στϊ, καὶ τὴν ἐσχάτην καταπαύσει βασϊλείαν· φροῦδον τε καὶ ἀφανῆ ποιήσει· οὐ γὰρ ἑτέρα ταύτην δια δέξεται βασϊλεία· ἀλλὰ τὴν οἰκείαν γϋμνώσει, καὶ πᾶ σϊ ταύτην ὑποδείξει· ἐκείνων δὲ τῶν βασϊλειῶν ἁπασῶν, καὶ αὐτὴν ἀφανϊεῖ τὴν μνήμην· κονϊορτοῦ δὲ δίκην ἐξ ἅλωνος μὲν τϊκτομένου, ὑπὸ δὲ πνεύματος πνς σκεδαννϋμένου· οὕτω τὸ ἐνύπνϊον ἅπαν εἰρη κὼς τῷ βασϊλεῖ, ἐπήγαγε· + τοῦτο ἐστὶ τὸ ἐνύπνϊον, καὶ τὴν σύγκρϊσϊν αὐτοῦ ἐροῦμεν τῷ βασϊλεῖ· σὺ βασϊλεῦ βασϊλέων· οὐ κολακεύων δὲ τοῦτο τέθεικεν· ἀλλὰ τῇ σϋ νήθει προσηγορίᾳ χρησάμενος· κατὰ γὰρ πάντων τῶν τότε ἐθναρχούντων βασϊλέων ὀνομαζομένων, ἔχει τὸ κρά τος + σύ φησὶ βασϊλεῦ βασϊλέων· ᾧ ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνοῦ βασϊλείαν ἰσχϋρὰν καὶ κραταιὰν καὶ ἔντϊμον ἔ δωκεν ἐν παντὶ τόπῳ + οὐ γὰρ ἐξ ἰσχύος φησὶν ἀνθρωπίνης ἀνίνης , πάντων περϊγεγένησαι· ἀλλὰ τοῦ θεοῦ θυ τοῦ τὴν ἐπουράνιον ἔχοντος βασϊλείαν, ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν· ὥστε τῶν ἐν παντὶ τόπῳ ἀνθρώπων ἀνων , ἡγεμονεύειν τε καὶ βασϊλεύειν· + ὅπου κατοικοῦσϊν υἱοὶ τῶν ἀνθρώπων ἀνων · θηρία τὲ ἄγρϊα καὶ πετεινὰ οὐρανοῦ οὐνοῦ καὶ ἰχθύας τῆς θαλάσσης δέδωκεν ἐν τῇ χειρί σου· καὶ κατέστησέ σε κύρϊον πάντων + καὶ θηρία μὲν καλεῖ, τοὺς θηρϊωδέστερον ζῶντας βαρβάρους· πετεινὰ δὲ, τοὺς σϋνέσει κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώπων ἀνων ὑ περτέρους, καὶ πτηνοὺς τὴν δϊάνοιαν· τούτων φησὶν ἁ πάντων ἀπέφηνέ σε βασϊλέα· + σὺ τοίνϋν εἶ ἡ κεφα λὴ ἡ χρϋσή + τοῦτέστϊν ἡ σὴ βασϊλεία· οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει· ἀλλὰ περὶ αὐτῆς τῆς βασϊλείας· καὶ με τὰ τὴν τελευτὴν αὐτοῦ, ε ὐϊλ ὰδ· μ αραδ ὼχ, ἐβασί λευσε τῶν βαβϋλωνίων· καὶ μετ’ ἐκεῖνον βαλτ άσαρ· εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη ὅτϊ σὺ εἶ ἡ κεφαλὴ ἡ χρϋσὴ, πῶς νοήσωμεν + τὸ ὀπίσω σοῦ ἀναστήσεται βασϊλεία ἑτέρα ἥττων σοῦ· + οὔτε γὰρ τὴν τῶν υἱῶν αὐτοῦ βασϊλείαν μηνύει, ἀλλὰ τὴν περσϊκήν· οὐ κ οὖν κεφαλὴ χρϋσὴ· οὐκ αὐτὸς ὁ ναβου χοδονόσορ· ἀλλὰ πᾶσα ἡ τῶν ἀσϋρίων εἰτ’ οὖν βαβϋλωνίων βασϊ λεία· καὶ ὀπίσω σου ἀναστήσεται βασϊλεία ἑτέρα ἥττων σοῦ, ἡ περσϊκή· ἥττονα δὲ αὐτὴν καλεῖ, >> οὐχ ὡς ἀσθενεστέραν, ἀλλ’ ὡς δευτέραν· + καὶ βασϊ λεία τρίτη, ἥτϊς ἐστὶν ὁ χαλκὸς, ἣ κϋρϊεύσει πάσης τῆς γῆς + τὴν μακεδονϊκὴν λέγει· ἐκϋρίευσε δὲ πάσης τῆς γῆς, ἀλέξ ανδρ ος ὁ φϊλ ίππου ἐν δώδεκα ἔτεσϊ βα σϊλείας· πάντας ὑποτάξας ἀνθρώπους ἀνους + καὶ βασϊλεία τε τάρτη ἔσται ἰσχϋρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σί δηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτω λεπτϋνεῖ καὶ δαμάσει πάντα + τὴν ῥωμαϊκὴν λέγει βασϊλείαν· ἰσχϋρο τάτην μὲν γενομένην· καὶ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἐθνῶν περϊγενομένην· δασμὸν δὲ καὶ φόρους παρὰ πάντων κο μϊσαμένος· τὸ γὰρ λεπτϋνεῖ, ἐπὶ τούτῳ τέθεικε· τὸ δὲ δαμάσει, ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας καὶ τῆς εὐ νόμου πολιτείας· + καὶ ὅτϊ εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους· μέρος μέν τοι σϊδήρου· μέρος δέ τϊ ὀ στράκου, βασϊλεία ἄλλη δϊῃρημένη ἔσται· καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρῆς ἔσται ἐν αὐτῇ ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμϊγμένον τῷ ὀστράκῳ + τῷ πη λίνῳ ἀλλήλους· οὐ κατὰ τὸ γένος εἶπεν· ἀλλὰ κατὰ τὴν ποιότητα τῆς δϋνάμεως· ὥσπερ γὰρ εἴρηκε τρίτην καὶ τε τάρτην· ἐπειδὴ δὲ ἀσθενέστερα οἶδε τῆς βασϊλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν· καὶ μάλα εἰ κότως· σφόδρα γὰρ αὐτὴν ἰσχϋρὰν ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα· ἀλλ’ ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς παντελῶς ἀσθενῆ γενήσεσθαι λέγει· ἀπὸ γὰρ τῆς ῥίζης φησὶ τοῦ δένδρου, ἔσται ἐν αὐτῇ + ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμϊγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ· καὶ οἱ δάκτϋλοι τῶν ποδῶν τῶν σϊδήρων ἀναμεμϊγμένοι τῷ ὀστράκῳ τῷ πηλίνῳ· καὶ οἱ δάκτϋλοι τῶν ποδῶν, μέρος μέν τοι σιδήρου, μέρος δέ τϊ ὀστράκου· + τοῦτο δὲ, οὐδὲ τῆς ἡμετέ ρας ἑρμηνείας προσδεῖται· αὐτὸ γὰρ ὁ προφήτης ἑρμηνεύων φησί + μέρος τί τῆς βασϊλείας, ἔσται ἰσχϋρόν· καὶ ἀπ’ αὐτῆς ἔσται σϋντρϊβόμενον· καὶ ὅτϊ εἶδες τὸν σίδηρον ἀναμεμϊγμένον τῷ πηλίνῳ, σϋμμϊγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων + τοῦτο δὲ μάλϊστα δεικνὺς ὡς οὐχ ἑτέρα ἐστὶν αὕτη ἡ βασϊλεία παρὰ τὸν σίδη ρον· ἀλλ’ αὐτὴ ἀσθενέστερον δϊακειμένη· καὶ μέρος μέν τι αὐτῆς ἰσχϋρὸν, μέρος δέ τϊ ἀσθενὲς· σϋ γγενείας δὲ ὅμως δεσμῷ, σϋνάψει τὴν ἀσθενῆ μοῖραν τῇ ἰσχϋρᾷ· τὸ γὰρ σϋμμϊγεῖς ἔσονται, ἐν σπέρματι ἀνθρώπων ἀνων τοῦτο δηλοῖ· ἐπϊμϊξία φησὶ τίς ἔσται καὶ ἐπϊ γαμία τούτων κᾀκείνων· ἀλλ’ ὅμως ἡ δϊχόνοια, τὰ τῆς σϋγγενείας δίκαια δϊαφθείρει· + οὐκ ἔσονται γὰρ προσκολώμενοι οὕτως μετὰ τούτου, καθῶς ὁ σίδηρος οὐκ ἀναμίγνυται τῷ ὀστράκῳ· + ἡμεῖς μὲν οὕτω τοῦ θεσπε σίου δαν ιὴλ τὴν ἑρμηνείαν, νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων τὰς δόξας εἰς μέσον παραγαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δει χθήσεται· τϊνὲς τοίνϋν τῶν σϋγγραφέων, τὴν τετάρτην βασϊ λείαν τοῦτέστϊ τὸν σίδηρον, ἀλέξανδρον ἔφασαν εἶναι τὸν μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύλους τῶν πο δῶν ἐκ σϊδήρου καὶ ὀστράκου σϋγκειμένους, τοὺς μετ’ αὐτὸν βασϊλεύσαντας μακεδόνας· πτολεμαίους καὶ σελεύκους καὶ ἀντϊόχους καὶ δημητρίους· τοὺς μὲν, ἀσθενῶς· τοὺς δὲ λίαν ἀνδρϊκῶς κρατήσαντας· καὶ ἐπϊγαμίαν δὲ ποιησαμένους, καὶ τὴν ἀλλήλων ἀσπασαμένους σϋγγένειαν· ἔδει δὲ αὐτοὺς σϋ νϊδεῖν· πρῶτον μὲν, ὅτϊ τὴν κεφαλὴν τὴν χρϋσὴν, αὐτὸν ἔφη εἶναι τὸν ναβουχο δονόσορ· τουτ’ ἔστϊ, τὴν τῶν βαβϋλωνίων· εἴτ’ οὖν ἀσϋρίων βασϊλείαν· δϊ εδέξατο δὲ αὐτὴν, ἡ περσῶν καὶ μήδων βασϊλεία· κατ’ αὐτῶν δὲ ὁ κύρος ἐξ ἑκατέρων ἐθνῶς ἦν ὁρμώ μενος· καὶ τούτων κᾀκείνων κρατῶν· τῶν βαβϋλωνίων γὰρ καταλύσας τὴν βασϊλείαν, ἐκράτϋνε τῶν περσῶν· τὴν δὲ περσῶν δευτέραν οὖσαν· ἀλέξ ανδρο ς ὁ μακεδὼν κα ταλύει· καὶ αὐτὸν ἔφη ὁ μακάρϊος δαν ϊὴλ κϋρϊεῦσαι πάσης τῆς γῆς· τρίτην δὲ, τὴν βασϊλείαν ταύτην ὠνόμασεν· οὐδὲ μία δὲ αὐτὴν ἑτέρα, ἀλλ’ ἡ τῶν ῥωμαίων δϊεδέξατο· ἔδει το ιγαρο ῦν αὐτοὺς πρῶτον ἐκ τοῦ ἀρϊθμοῦ καὶ τῶν παραδηλωθέντων γραμμάτων, σϋνϊέναι καὶ μαθεῖν, ὡς τρίτη ἐστὶν ἡ τῶν μακεδόνων βασϊλεία· τοῦτ’ ἔστϊν ὁ χαλ κός· τετάρτη δὲ ἡ ῥωμαίων, τοῦτ’ ἔστϊν ὁ σίδηρος· ἀπὸ γὰρ τοῦ τέλους, ἔδει πᾶσαν δϊαγνῶναι τὴν πρ όσ ό ῤῥησϊν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σϊδηρᾶς βασϊλείας, τὸ ἀσθε νὲς καὶ ὀστράκϊνον τέλος ἐπήγαγε· καὶ ἐν ταῖς ἡμέραις τῶν βασϊλέων ἐκείνων τοῦτ’ ἔστϊ τοῦ ὀστράκου καὶ τοῦ σϊδή ρου τὴν ἐπϊμϊξίαν ἐχόντων· καὶ τὴν μὲν ἀλλήλων σϋγγένειαν ἀσπασαμένων· ὁμόνοιαν δὲ ἐκ τῆς σϋγγενείας μὴ ἐσχηκότων· + ἀναστήσει ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνοῦ βασϊλείαν, ἥτϊς εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασϊλεία αὐ τοῦ, λαῷ ἑτέρῳ οὐχ ὑποληφθήσεται· λεπτϋνεῖ καὶ λϊκμήσει πάσας τὰς βασϊλείας· καὶ αὐτὴ ἀναστή σεται εἰς τοὺς αἰῶνας· ὃν τρόπον εἶδες ὅτϊ ἐτμήθη ἀπὸ ὄ ρους λίθος ἄνευ χειρῶν· καὶ ἐλέπτϋνε τὸν ὄστρακον καὶ τὸν σίδηρον· τὸν χαλκὸν· τὸν ἄργϋρον· τὸν χρϋσόν + ταῦ τα δὲ ἄντϊκρϋς δείκνϋσϊ· τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος· τῆς δὲ τῶν οὐρανῶν οὐνῶν βασϊλείας τὸ ἀτελεύτητον· τῆς γὰρ σϊδηρᾶς βασϊλείας ἀσθενέστερον διατεθείσης· καὶ τοῦ ὀστράκου τὴν ἐπιμϊξίαν λαβούσης, φανήσε ται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν· καὶ λεπτϋνεῖ τὸν ὄστρακον καὶ τὸν σίδηρον· τὸν χαλκὸν· τὸν ἄργϋρον· τὸν χρϋσόν· καὶ φροῦδα ποιήσει παντελῶς· καὶ ἀδϊά δοχον καὶ αἰώνϊον καὶ ἀπέραντον βασϊλείαν τοῖς ἀξίοις παρέξει + εἰς γὰρ τοὺς αἰῶνας φησὶν οὐ δια φθαρήσεται· καὶ λαῷ ἑτέρῳ οὐχ ὑποληφθήσεται· καὶ λεπτϋνεῖ καὶ δαμάσει πάσας τὰς βασϊλείας· καὶ αὕτη στήσεται εἰς τοὺς αἰῶνας· εἰ δέ τϊς ζϋγομαχεῖ· καὶ ταῦθ’ οὕτως ἔχειν οὐ βούλεται, δειξάτώ τϊ τῶν ἀνθρωπίνων ἀνίνων αἰώνιον· ποία δὲ τῶν ἀνθρώπων ἀνων βασϊλεία τέλος οὐ λή ψεται; δειξάτωσαν· εὔηθες γὰρ καὶ λίαν ἀνόητον· σϋντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος· βα σϊλείαν δέ τϊνὰ λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύ τητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς σϋνδοκεῖ δϊὰ τούτων τῶν λόγων τὴν δο θησομένην ὑπὸ τοῦ θεοῦ θυ βασϊλείαν τοῖς ἀξίοις σημαί νεσθαι, οὐκ ἄρα τὴν μακεδονϊκὴν βασϊλείαν ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκείνης κρατούσης, ὁ παρὼν βίος ἐδέξατο τέλος· ἀλλ’ ἡ ῥωμαϊκὴ τὴν μακεδονϊ κὴν καταλύσασα, κατέχει τῆς οἰκουμένης τοὺς οἴακας· εἰ δὲ φασὶ τὴν προτέραν τοῦ κυρίου κυ παρουσίαν διὰ τού των τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν καταλϋ θεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν, εὐθὺς· μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπϊφάνειαν· πάντα γὰρ τοὐναν τίον ἔστϊν ἰδεῖν· κρατϋνθεῖσαν αὐτὴν, ἀλλ’ οὐ καταλϋθεῖσαν, ἅμα τῇ τοῦ σωτῆρος σρς γεννήσει· αὐγού στου γὰρ βασϊλεύοντος, ὁ δεσποτϊκὸς τόκος ἐγένετο· ὃς δεύτερος μὲν ἐβασί λευσε: πάντας δὲ ὡς ἔπος εἰπεῖν ἀνθρώπους ἀνους , ὑπηκόους ἐποιήσατο· ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην, κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν· καὶ δασμὸν φέ ρειν ἐνομοθέτησεν· ὑπ’ ἐκείνου δὲ ἡ ῥωμαίων κρατϋνθεῖσα βασϊλεία, μέχρϊ καὶ νῦν δϊήρκεσεν· οὔκουν ἡ προτέρα γέννησϊς τοῦ κυρίου κυ , τὴν ῥωμαίων ἡγεμονίαν κατέλϋσε· λείπεται τοίνϋν αὐτοῦ, δευ τέραν νοεῖν ἐπϊφάνειαν· ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χείρων· καὶ γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψας· οὗτος ἐν τῇ δευτέρᾳ πα ρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀ στρακίνους· τοῦτ’ ἔστϊν ἐν αὐτῷ τῷ τέλει τῆς σϊδηρᾶς φανήσεται βασϊλείας· ἀσθενοῦς ἤδη γεγενημένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας· καὶ λήθη τϊνὶ παραδώσει· τὴν δὲ αἰώνϊον αὐτοῦ βασϊλείαν, τοῖς ἀξίοις παρέξει· ταῦθ’ οὕτως ἑρμηνεύσας ὁ δαν ϊὴλ, ἀναγκαίως ἐπήγαγε· + ὁ θεὸς θς ὁ μέγας ἐγνώρϊσε τῷ βασϊλεῖ, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθϊνὸν τὸ ἐνύπνϊον· καὶ πϊστὴ ἡ σύγκρϊσϊς αὐτοῦ· + ἄξϊον δὲ θαυμάσαι, τὴν τοῦ θεοῦ θυ τῶν ὅλων περὶ πάντας ἀνθρώπους ἀνους κηδεμονίαν· οὐδὲ γὰρ τοὺς δϋσεβείᾳ σϋζῶντας τῆς οἰκείας προμηθίας γϋμνοῖ· ἀλλὰ καὶ τούτους ἁ πάσης ἐπϊμελείας ἀξϊοῖ· ὥσπερ ἀμέλει καὶ τοῦτον τὸν βάρβαρον καὶ θηρϊώδη καὶ δϋσ σ εβῆ, οὐ κατα λέλοιπεν ἀτϊμέλητον· ἀλλὰ πρῶτον μὲν δϊὰ τῶν ἀποκαλύψεων τῆς εὐκληρίας τοῦ παρόντος βίου, δεί κνϋσϊν αὐτῷ τὸ ἐπίκηρον, καὶ τῆς βασϊλείας αὐτῆς τὸ ὀξύῤῥοπον· καὶ ὅτϊ οὐδὲν μόνϊμον τῆς ἀνθρωπίνης ἀνίνης εὐημερίας· ἀλλὰ δίκην ἀνθῶν ἑαρϊνῶν μαραίνεται καὶ σβέννυται· ἱκα νὰ δὲ ταῦτα ἦν, τὴν ἀλαζονϊκὴν αὐτοῦ καὶ τετϋφω μένην ὀφρῦν, καταλῦσαι καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα ἀνινα · καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασϊλείας τὸ τέλος· πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπϊμέ λειαν· ἔπειτα τῇ λήθη τοῦ ἐνυπνίου, ἐλέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν· δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν· καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας, τὴν θείαν αὐτοῦ δύναμϊν παραδηλοῖ· καὶ εἰς προσκύνησϊν ἕλκει τὴν ἑαυτοῦ, τοὺς ἀγνοοῦντας· μᾶλλον δέ, τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησϊν, τοὺς ἁγίους αὐτοῦ θε ράποντας προσκϋνεῖν ἀναγκάζει· καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία δϊδάσκει· + τότε γάρ φησϊν ὁ βασϊλεὺς ναβουχο δονόσορ ἐπὶ πρόσωπον ἔπεσε, καὶ τῷ δαν ϊὴλ προσεκύνησε· καὶ μαναὰ καὶ εὐωδίαν εἶπε σπεῖσαι αὐτῷ + ἐννόησον δὲ ἡλίκον ἐστὶν· ἐ κεῖνον τὸν ἀλαζόνα· τὸν μεμηνότα· τὸν καὶ θεὸν θν εἶναι νομίσαντα· δι’ ἑτέρου γὰρ προφήτου, ὁ θεὸς θς φησὶ πρὸς αὐτόν· σὺ δὲ εἶ ἄνθρωπος ἄνος · καὶ οὐ θεός θς · τὸν πάντας ἀνθρώπους ἀνους ποιησάμενον ὑπηκόους, τὸν αἰχμάλωτον προσκϋνεῖν· τὸν ἰου δαῖον· τὸν ἀνδραπόδου τάξϊν ἀποπληροῦντα· καὶ ἡγεῖσθαι διὰ τούτου τὸν τούτου προσκϋνεῖν θεόν θν · τού του γὰρ χάρϊν φησὶν εἶπε μαναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῷ· τοῦτ’ ἔστι, λϊβανοτὸν καὶ θϋμίαμα προσενεχθῆναι αὐτῷ ἐνετείλατο· αἰνίττεται δὲ διὰ τούτου ἡ ἱστορία, ὡς τοῖς δοκοῦσϊν ἱε ρεῦσϊ τοῦτο ποιῆσαι παρεγγύησεν· ὁ γὰρ προσκϋνήσας, πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει εἴπερ εἰ ώθει· ἐπειδὴ δὲ τοῦτο οὐ πάντως ἑτέροις ἁρμόττον ἦν, αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν, ἃ μὴ προσῆ κον ἦν· τοῖς δὲ ποιεῖν εἰωθόσϊ, τοῦτο ποιεῖν παρα κελεύεται· καὶ ἵνα μὴ δόξῃ μάτην ἀνθρώπῳ ἀνῳ προσκϋ νεῖν· + λέγει τῷ δαν ιήλ· ἐπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστϊ θεὸς θς θεῶν, καὶ κύριος κς τῶν βασϊλέων· καὶ ἐγκαλύ πτων μϋστήρϊα· ὅτϊ ἠδϋνήθης ἀποκαλύψαι τὸ μϋστήρϊον τοῦτο + τοῦ ἐνϋπνίου, καὶ τῆς τοσαύτης τοῦ ἐνϋπνίου λήθης ὠφέλειαν· αὐτὸς τῶν ὅλων ὁ πρύτανϊς προσενήνοχε· πρῶτον μὲν γὰρ ἔγνω δ̅ τὴν οἰκείαν εὐτέλειαν· ἔπειτα μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προσκϋνουμένων θεῶν τὴν ἀσθένειαν· καὶ τούτοις ἐδϊδάχθη τοῦ ὄντος θεοῦ θυ τὴν ἐνέργειαν· οὗ χάρϊν βοᾷ· ἐπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστϊ θεὸς θς θεῶν, καὶ κύριος κς τῶν βασϊλέων· καὶ ἀποκαλύπτων μϋστήρϊα· θεὸν θν δὲ θεῶν προσαγορεύει, οὐ κατὰ τὴν δϊάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεία γραφὴ, τοὺς ἱερωσύνης ἠ ξϊωμένους ὀνομάζει θεούς· θεοὺς γάρ φησϊν οὐ κα κολογήσεις· καὶ ἄρχοντα τοῦ λαοῦ σου, οὐκ ἐρεῖς κακῶς· οὗτος δὲ θεοὺς, τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδϋνήθη, τὸ παντελὲς αὐτῶν ἀσθενὲς σϋνϊδεῖν· μεμάθηκε δὲ ὅμως τὸ δϊάφορον· δϊὸ καὶ θεὸν θν τῶν θεῶν, τὸν τῶν ὅλων προσαγορεύει θεὸν θν , καὶ κύριον κν τῶν βασϊλέων· ταῦθ’ οὕτως ὁμολογήσας + ἐμεγάλϋνε τὸν δαν ϊὴλ· καὶ δόματα πολλ’ καὶ μεγάλα ἔδωκεν αὐ τῷ· καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βα βϋλῶνος κύρϊον καὶ ἄρχοντα σατραπῶν· καὶ ἐπὶ πάν τας τοὺς σοφοὺς βαβϋλῶνος· + καὶ τοῦτο δὲ τῆς θείας κη δεμονίας ἴδιον· μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις ὠφέλειαν, τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰ ωσ ὴφ πεποίηκεν ὁ δεσπότης· καὶ ὁ μα κάριος δαβὶδ δαδ τὰ κατ’ αὐτὸν δϊηγούμενος, καὶ τὴν θείαν πρόνοιαν ὑμνῶν φησίν· ἀπέστειλεν ἔμπροσθεν αὐτὸν ἄνθρωπον ἄνoν · εἰς δοῦλον ἐπράθη ἰ ωσ ήφ· εἶτα τὰ σϋμβεβηκότα αὐτῷ δϋσχερῆ καταλέξας· καὶ τῆς εἰρκτῆς καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπήγαγεν· ἀ πέστειλε βασϊλεὺς, καὶ ἔλϋσεν αὐτὸν· ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν· κατέστησεν αὐτὸν κύρϊον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτίσεως αὐτοῦ· τοῦ παι δεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσ βϋτέρους αὐτῶν σοφίσαι· οὔτως καὶ ἐνταῦθα πεποίηκεν ὁ τῶν ὅλων πρύτανϊς· ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν σοφῶν βαβϋλῶνος τὸν τρϊσμακάρϊον δαν ιὴλ κα ταστήσας, ἀρχέτϋπον αὐτὸν εὐσεβείας καὶ τῆς ἄλλης προὔθηκεν ἀρετῆς· ἀλλ’ ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τϊμῆς ὁ προφήτης· ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς, κοινωνοὺς ἔλαβε τῆς τϊμῆς + ᾐ τήσαντο γάρ φησϊ παρὰ τοῦ βασϊλέως· καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χώρας βαβϋλῶνος· τὸν σεδρὰ χ μϊσὰχ· ἀ βδενα γώ· καὶ δ ανιὴ λ ἐν τῇ αὐλῇ τοῦ βασϊλέως + σϋμβαίνει καὶ ταῦτα τῇ τοῦ ἀποστόλου δϊδασκαλίᾳ· νυνὶ γάρ φησϊ μένει πίστϊς· ἐλπὶς· ἀγάπη· τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἡ ἀγάπη· ἠγάπησε μὲν τὸν θεὸν θν , ἐξ ὅλης καρδίας· ἀγαπήσας δὲ θερμῶς, ἐ πίστευσεν εἰλϊκρϊνῶς· εἰλϊκρϊνῶς δὲ πϊστεύσας, ἤλ πϊσε τῆς παρ’ αὐτοῦ τεύξεσθαι βοηθείας· τϋχὼν δὲ ὧν ἤλπϊσεν, ἔδειξε τὴν περὶ τὸν πέλας ἀγάπην· ὅ σα δὲ ἐγράφη, εἰς τὴν ἡμετέραν δϊδασ καλίαν προεγράφη· ἵνα δϊὰ τῆς ὑπομο νῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν, τὴν ἐλ πίδα ἔχωμεν ἐν χριστῷ χῷ ἰησοῦ ἰυ · μεθ’ οὗ τῷ πατρὶ πρὶ δόξα, σὺν τῷ ἁγίῳ πνεύματι πνι · εἰς τοὺς αἰῶνας ἀμήν:—