ε ἰ πᾶσι ῥᾴδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν· εἰς δὲ τὸ βάθος καταδύειν καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν ἐνομίσθη παρέλκον· ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμη νείαν· πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητι κῆς διανοίας ἐπιδεικνυμένων· ἐπειδὴ δέ μίαν μὲν φύσιν ἐλάχομεν ἅπαντες· οὐκ ἴσην δὲ γνῶσιν ἐλάβομεν, ἑκάστω γὰρ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον ὥς φησιν ὁ ἀπόστολος· καὶ ὧ μὲν, διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλω δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρω δὲ πίστις ἐν τῶ αὐτῶ πνεύματι πνι · καὶ τα εξῆς δὲ ὡσαύτως· κατα δι αίρεσιν ἅπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα ἔγγραφον παραδοίην διδασκα λίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς· παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρα κελεύεται νόμος ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐκγόνους δι δάσκειν· διδάξεις γὰρ αὐτά φησι τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν· εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν πα ραβολαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπαρχῆς· εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν· ὅσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν αὐτά· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων· νόμον γάρ φησιν ἔθετο ἐν ἰσραὴλ ἰὴλ · ὅσα ἐνετείλατο τοῖς πατράσιν πράσιν ἡμῶν τοῦ γνωρίαι αὐτά· ὅπως γνῶ γενεᾶ ἑτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς ἐπήγαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητή σωσι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γεννωμένοις ὀφείλομεν καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμᾶς διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπα ρήσαντες, θαρρῆσαι πρὸς τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ἔνι μάλιστα τοῖς ἀγνοοῦσι σαφῆ ποιήσωμεν· ἴσως δὲ οὔτε τῆς γνώσεως ἠξιωμένοις ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν νενοήκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες βεβαιώσουσι· τῆ κοινωνία τὸ ὑπὸ σφῶν αὐτῶν θηραθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσις, κρα τύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμη νεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν ὅτι τούτ’ τὴν ἑρμηνείαν οἱ συνήθεις ᾔτησαν· καὶ προσήκειν ἡγούμεθα ἣν ᾐτήμεθα χάριν, ταύτην μεταδοῦναι τοῖς ᾐτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυμνοῦν· καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδὲς μὲν· οὐκ ἄπο δὲ σκοποῦ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισε παρουσίαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς· καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν· καὶ πάντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ· εἰκότως ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν· ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας ἀπόχρην ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν, εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδέν· εἰ οἱ κατὰ τοῦ μονογενοῦς λυττήσαντες τοὺς εὔνους τοῦ δεσπότου συ κοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησι· εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσι· καὶ πάλιν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐκάλεσε, πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγ ξωμεν, πυθώμεθα αὐτῶν οὕτω· τί προφήτου ἴδιον εἶναί φατε· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μα κάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον, τέως ἐπισχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνυν αὐτὸν· πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βασιλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειθ’ ὅτι τούτους καταλύσας ὁ μακεδὼν, τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τούτων τίς βλαστήσας μυρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτι πάσας καταγωνισαμένη τὰς βασιλείας, τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δεῖ λέγειν· τί δαὶ ὅσα περὶ τοῦ τῶν αἰγυπτίων· καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέων· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ εἰρηκότα· καὶ ἀ νάγραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα, πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προ φητείας ἀλλότρια, ποῖα τῆς προφητείας τὰ ἴδια· εἰ δ’ ὅτι τῶν οἰκείων οὐ προστίθησι λόγων· τὸ τάδε λέγει κύριος κς · καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας εἰπάτωσαν ἡμῖν· τί τοιοῦτον ἀβραὰμ ὁ πατρι πρι άρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῶ γὰρ ἀβιμέλεχ φησί· καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶ ἀνδρὶ ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ σωθήση σὺ καὶ ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περί τε αὐτοῦ καὶ τοῦ υἱέως καὶ τοῦ ἐκγόνου φησίν· ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς ὁ θεὸς θς λέγων· μὴ ἅπτεσθε τῶν χριστῶν μου· καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουὴλ ὁ παιδόθεν νεωκόρος οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων· ἢ διὰ μεσημβρινῶν τινῶν ἀποκαλύψεων προγνώσεις ἐννοίας καὶ προρ ρ ήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κἀκείνοις ἀναφανδὸν καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε πα ροινίαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντίαν· προφήτης γάρ καὶ προφήτης ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις· νηστεία καὶ κακουχία τὰ ἐσόμενα διδαχθείς· οὐ τίνα μόνοις ἰουδαίοις συμβήσεται· ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν κοινωνίαν· καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον· ἀβδιοὺ μὲν τὸν καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς νινευὶ τοῖς προφήταις ἐγκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς· οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλδαϊκῆς καὶ τῶν κατὰ μέρος ὑπὸ ταύταις γεγενημένων τῆς προφητικῆς προ σηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν· ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν ναβουχοδονόσορ αἰδεσθῆναι· τὸν δυσσεβῆ· τὸν θηριώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα· ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐστὶν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι θείου πνεύματος πνς ἔργον ἦν· καὶ τὸ ἐνύπνιον εἰπεῖν· ὃ ἕτερος θεασάμενος ἐπελήσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀληθῶς τὲ καὶ ἀκριβῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν· ἀλλὰ διὰ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προρρήσεως τέλος· ἀυτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων ῥᾳδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίω τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτω, τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεὺς, ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ· τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελὴμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασιλεὺς φαραὼ νεχαὼ εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασιλέα, ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσε ν · ἐβασίλευσε δὲ οὗτος ἕν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησὶν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδόνοσορ ὁ τῶν βα βυλωνίων βασιλεὺς, ἔλαβε μὲν, οὐκ ὀλίγους δοριαλώτους τῶν ἐπ’ εὐ γενεία λαμπρυνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα τοῦτον τὸν ὡρισμένον φόρον ἐκτίσειν μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις· καὶ τὴν πόλιν ἑλὼν· καὶ τοῦτον ἀνελὼν, καθίστησιν ἀντ’ αὐτοῦ βα σιλέα τὸν ἐξ αὐτοῦ· ἐλιακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα· ἰωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ἱερεμίας ὁ προφήτης ἱεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι λέγει κύριος κς ἐὰν γενόμενος γένηται ἱεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα· ἀπο σφράγισμα ἐκ τῆς χειρός μου τῆς δεξιᾶς· ἐκεῖθεν ἐκσπάσω σε καὶ πα ραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου· ὃν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος· πάλιν ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς στρατείαν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν, αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλωνίαν· τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς αὐτῶ ὄντι, τὴν βασιλείαν ἐνεχείρισε. καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα τὸν ἐπι κείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρα τεύει τοῖς ἱεροσολύμοις ὁ τῶν βαβυλωνίων βασιλεὺς· ἔπειτα πολιορκήσας καὶ τῶ λιμῶ κατ’ αὐτῶν συμμάχω χρησάμενος· καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπάγει δοριαλώτους· πυρὶ τὴν πόλιν καὶ τὸ ἱερὸν παραδοὺς· ἀλλ’ ὁ τῶν ὅλων θεὸς θς ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν· οὔτε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία οἶόν τινας παιδονόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σαμαίου καὶ ἱερεμίαν τὸν τοῦ χελκίου· ἄνδρας ἱερωσύνη καὶ προφητεία λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν, δοριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυ λῶνα, τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλε· καὶ ἱεζεκιήλ· καὶ ἀνανίαν· καὶ ἀζαρίαν καὶ μισαὴλ· ἵνα ἔχοντες τῆς νομικῆς ἀκριβείας διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην· ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φι λοσοφίας ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν· ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύοντας· καὶ θεραπεύειν αὐτὸν διὰ πάντων προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτω γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτ’ φησὶν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς, τοὺς δούλους μου τοὺς προφήτας· ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν , τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ, ᾠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὃς νέος ὢν ἔτι καὶ ὥρα λάμπων σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι παρρησίαν· τὸν δὲ τῆς ὠφελείας κηρύξας λόγον, ὠφελείας κἀκείνω πρόξενος γεγένηται· οὐκ ἐκείνω δὲ μόνω, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτ’ διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε· νόμον τεθεικὼς τὸν διαρρήδην παρεγγυῶντα, ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεὸν θν · πότε μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέ σιος οὗτος ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν καὶ ὅσων ἀγαθῶν γε γέ νηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον· ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμη νείας ἀκριβέστερον εἰσόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συ νεργὸν, τῆς σαφηνείας ἀρξώμεθα: