⁘ λόγος θ : ἐ ν τῶ πρώτω ἔτει δαρείου τοῦ υἱοῦ ἀσσουήρου· ἀπὸ τοῦ σπέρματος τῶν μήδων· ὃς ἐβασίλευσεν ἐπὶ τῆς βασιλείας τῶν χαλδαίων· ἐν ἔτει τῆς βασιλείας αὐτοῦ· ἐγὼ δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν· ὡς ἐγεννήθη λόγος κυρίου κυ πρὸς ἱερεμίαν τὸν προ φήτην εἰς συμπλήρωσιν ἐρημώσεως ἱερουσαλὴμ ἱλὴμ ἑβδομήκοντα ἔτη: καὶ ἐντεῦθεν δῆλον· ὡς ἑτέρα μὲν ἡ δαρείου τοῦ ἀσσουήρου βασιλεία· ἑτέρα δὲ ἡ κύρου τοῦ πέρσου· συμφωνεῖ δὲ καὶ τοῖς προειρημένοις, τὰ νῦν ἀναγνωσθέντα· οὐχ ἁπλῶς γὰρ μῆδον τὸν δαρεῖον προηγό ρευσεν· ἀλλ’ ἀπὸ τοῦ σπέρματος τῶν μήδων· ὡς μὴ εἶναι μήδον κυ ρίως· ὅτι οὐχ ἑκατέρωθεν πατρόθεν φημὶ καὶ μητρόθεν μῆδος οὗτος ἦν· ἐβασίλευσε δὲ ὅμως, ἐπὶ τὴν βασιλείαν τῶν χαλδαίων· θεία πληγῆ τοῦ βαλτάσαρ νύκτωρ ἀναλωθέντος, μετὰ τὴν ἀσέβειαν· δοκεῖ δέ μοι λίαν βραχὺν βεβασιλευκέναι χρόνον οὗτος ὁ δαρεῖος· ὁ γὰρ μακάριος δανιὴλ· ὡς ἤδη λοιπὸν πληρωθέντων τῆς αἰχμα λωσίας τῶν ὅρων εἰδὼς· καὶ τὸν τῶν ἑβδομήκοντα ἐτῶν συλλογι σάμενος ἀριθμὸν· ὃν διὰ τοῦ προφήτου ἱερεμίου προεῖπεν ὁ τῶν ὅλων θεὸς θς · τὴν ὑπὲρ τοῦ λαοῦ ἱκετηρίαν προσφέρειν ἄρχεται τῶ δε σπότη· ἐπληρώθη δὲ ὁ χρόνος ἐπὶ κύρου τῶν περσῶν βασιλέως· ὡς ὁ μακάριος γὰρ ἔσδρας φησὶν· ἐν ἀρχῆ γὰρ τοῦ συγγράμματος μετὰ τὰ προοίμια ἐν συντόμω τῆς ἁλώσεως τῶν ἱεροσολύμων μνημο νεύσας· καὶ τοῦ τῆς πατρίδος ἀνδραποδισμοῦ· καὶ τῆς εἰς βαβυ λῶνα τῶν αἰχμαλώτων μετοικίας, ἐπήγαγε· καὶ ἦσαν παῖδες αὐτῶ· καὶ τοῖς υἱοῖς αὐτοῦ· μέχρι τοῦ βασιλεῦσαι πέρσας· εἰς πλή ρωσιν τοῦ ῥήματος κυρίου κυ · ἐν στόματι ἱερεμίου· ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς· πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ· εἰς συμπλήρωσιν ἐτῶν ο βασιλεύσαντος κύρου περσῶν· ἔτους πρώτου· εἰς συντέλειαν ῥήματος κυρίου κυ · ἐν στόματι ἱερεμίου· λέγει δὲ καὶ ὁ θειότατος ἱερεμίας οὕτως· ἰδοὺ ἐγὼ ἀποστελῶ· καὶ λήψομαι τὴν πατριὰν τοῦ βορρᾶ· τὸν ναβουχοδονόσορ βασιλέα βαβυλῶνος τὸν δοῦλον μου· καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην· καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν· καὶ ἐπὶ πάντα κύκλω αὐτῶν· καὶ ἐξερημώσω αὐτοὺς· καὶ δώσω αὐτοὺς εἰς ἀφανισμόν· καὶ εἰς συριγμὸν· καὶ εἰς ὀν ε ιδισμὸν αἰώνιον· καὶ ἀπολλῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς· καὶ φωνὴν εὐφροσύνης· καὶ φωνὴν νυμφίου· καὶ φωνὴν νύμφης· ὀσμὴν μύρου· καὶ φῶς λύχνου· καὶ ἔσται ἡ γῆ αὐτῆς πᾶσα εἰς ἀφανισμὸν· καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη· καὶ ἐν τῶ πληρωθῆναι τὰ ο ἔτη· ἐκ δικήσω ἐπὶ τὸν βασιλέα βαβυλῶνος· καὶ ἐπὶ τὸ ἔθνος ἐκεῖνό φησι κύριος κς τὰς ἀνομίας αὐτῶν· καὶ ἐπὶ γῆν χαλδαίων· καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον· ὁ μὲν οὖν μακάριος ἱερεμίας ᾐνί ξατο συμπληροῦσθαι τῆς αἰχμαλωσίας τὸν χρόνον, ἐν τῆ κατα λύσει τῆς χαλδαϊκῆς βασιλείας· ὁ δὲ ἔσδρας, καὶ σαφέστερον τούτου πεποίηκε τοῦ κύρου ποιησάμενος μνήμην· εὑρίσκομεν δὲ τὸν θειότατον ζαχαρίαν, ἑτέρως τοῦτον ἀριθμοῦντα τὸν χρόνον· μετὰ γὰρ τὴν τοῦ κύρου τελευτὴν· καὶ καμβύσου τοῦ υἱέ ο ω ς αὐτοῦ· τοῦ δαρείου τοῦ ὑστάσπου· τὸ περσῶν ἀναδησαμένου κράτος· τοῦ χρόνου μνημονεύσας ὁ προφήτης· τῆ τετράδι γάρ φησι καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνὸς· οὗτός ἐστιν ὁ μὴν σάββατον· ἐν τῶ δευτέρω ἔτει ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου κυ πρὸς ζαχαρίαν τὸν βα ραχίου υἱόν· ἀδδὼ τὸν προφήτην· καὶ ἐπήγαγε μετὰ βραχέα· καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου κυ καὶ εἶπε· κύριε κε παντοκράτορ· ἕως τίνος οὐ μὴ ἐλεήσης τὴν ἱερουσαλὴμ ἱλὴμ · καὶ τὰς πόλεις ἰούδα ἃς περιεῖδες τοῦτο ο ἔτος· καί τινὲς μὲν τῶν ἀπιστίαν νοσούντων, διαφωνεῖν τοὺς ἁγίους νομίζουσι προφήτας· οἱ δὲ τοῖς ἱεροῖς λόγοις ἐντε θραμμένοι· ὑπὸ τῆς θείας φωτιζόμενοι χάριτος, τὴν τῶν ἁγίων προφητῶν εὑρίσκουσι συμφωνίαν· φέρε τοίνυν· τῆς αἴγλης ἐκείν’ τυχεῖν ἱκετεύσαντες, δήλην αὐτὴν τοῖς ἀγνοοῦσι ποιήσωμεν· τὸν μὲν οὖν χρόνον τῆς αἰχμαλωσίας, συμφώνως τεθείκασιν ἅπαντες· ὅ τε θεῖος ἱερεμίας· ὅ τε θεσπέσιος ζαχαρίας· καὶ ὁ μα κάριος ἔσδρας· τὸν ἑβδομηκοντούτην γὰρ ἀριθμὸν τεθείκασιν ἅπαντες· οὐκ ἀπὸ τῶν αὐτῶν δὲ καιρῶν τῶν ἀριθμῶν ἀρχόμενοι· τοῦτων δὲ τῶν χρόνων· οἱ μὲν, εἰς κύρον· οἱ δὲ, εἰς δαρεῖον· τοῦτον καταλήγειν ἔφασαν τὸν ἀριθμόν· οἱ μὲν γὰρ περὶ τὸν μακάριον ἱερεμίαν καὶ ἔσδραν ἀπὸ τῆς ἀρχῆς τῆς δευτέρας αἰχμαλωσίας ἀριθμοῦντες, εἰκότως μέχρι κύρου τοῦ περσῶν βασιλέως τὰ ο̅ περιορίζουσιν ἔτη· ὁ δὲ θειότατος ζαχαρίας· ἀπὸ τῆς τελευταίας πολιορκίας· ἐν ἧ τὴν πανωλεθρίαν ὑπέμειναν ἀριθμῶν· ἐπὶ δαρείου τοῦ περσῶν βασιλέως· τὸν τῶν ἑβδομήκοντα ἐτῶν ἀ ριθμὸν, συμπληροῦσθαί φησι· καὶ γὰρ ἐπὶ τούτου τωόντι ὁ θεῖος ἀνωκοδομήθη νεώς· ἐπεὶ δὴ γὰρ τρὶς ὁ λαὸς αἰχμάλωτος γέγονε· πρῶτον μὲν ἐπὶ ἰωακεὶμ τοῦ υἱοῦ ἰωσίου βασιλέως ἰούδα· τὸ δὲ δεύτερον ἐπὶ ἰεχονίου τοῦ υἱοῦ ἰωακείμ· τὸ δὲ τρίτον ἐπὶ σεδεκίου· τοῦ ἀδελφοῦ μὲν ἰωακείμ· θείου δὲ τοῦ ἰεχονίου· ἀναγκαίως τρὶς καὶ τῆς ἐπανόδου τυγχάνουσι· πρῶτον μὲν γὰρ ἀφίησιν αὐτοὺς κύρος ὁ πέρσης· εἶτα δαρεῖος ὁ ὑστάσπου· ἔπειτα ἀρταξέρξης ὁ ξέρξου· ἡνίκα πρότερον μὲν τὸν ἔσδραν· μετ’ ἐκεῖνον δὲ τὸν νεεμίαν ἀπέστειλεν· ὥστε τὰ τῆς ἱερουσαλὴμ ἱλὴμ οἰ κοδομῆσαι τείχη· τῶν μὲν οὖν πρώτων αἰχμαλώτων γεγενη μένων, ὁ ἑβδομηκονταέτης πληροῦται χρόνος ἐπὶ κύρου τοῦ πέρσου· τῆς δὲ τοῦ ναοῦ ἐρημίας, ὁ αὐτὸς οὗτος χρόνος, λαμβάν’ τὸ τέλος· ἐν τῶ δευτέρω ἔτει δαρείου τοῦ ὑστάσπου· ὡς εἶναι προ φητείαν ἑκατέραν· τήν τε ἱερεμίου τὲ καὶ ζαχαρίου· ὡσαύτως δὲ καὶ τὴν τοῦ ἔσδρα συγγραφὴν ἀψευδῆ τὲ καὶ ἀληθῆ· τοῦτόν φησιν τὸν χρόνον ὁ μακάριος δανιὴλ συνιεὶς· καὶ ἀριθμήσας καὶ εὑρὼν πλησιάζοντα: ἔδωκα τὸ πρόσωπόν μου φησὶ πρὸς κύριον κν τὸν θεὸν θν · τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν· ἐν νηστείαις καὶ σάκκω καὶ σποδῶ: οὐ γάρ φησιν ἁπλῶς ἀνέμενον τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν· ἀλλ’ ἱκετείαν τῶ δεσπότη προσέφερον· τὴν ἐλευθερίαν τοῖς ὁμο φύλοις αἰτῶν· κἂν γὰρ μυριάκις ὑπόσχηται ἀγαθὰ· ἀναξίους δὲ ἡμᾶς αὐτοὺς τῆς δωρεᾶς καταστήσωμεν, ἐμποδὼν γινόμεθα τῆς θείας φιλοτιμίας· τοῦτο δὲ καὶ διὰ ἱεζεκιὴλ τοῦ προφήτου φησὶν ὁ θεὸς θς · πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν· τοῦ ἀνοικοδο μεῖν καὶ καταφυτεύειν· καὶ ἔσται ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο· ποιήση πονηρὰ, οὐ μὴ ἐπάξω ἐπ’ αὐτῶ πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα· ταῦτα πεπαιδευμένος ὁ μακάριος δανιὴλ· νηστεία καὶ σάκκω καὶ σποδῶ τὴν προσευχὴν πτερώσας, προσέφερε τῶ θεῶ θῶ : καὶ προσηυξάμην φησὶ πρὸς κύριον κν τὸν θεόν θν μου· καὶ ἐξομολογησάμην καὶ εἶπον· κύριε κε ὁ θεὸς θς ὁ μέγας καὶ θαυμαστὸς· ὁ φυλάσσων τὴν διαθήκην σου· καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσι σε· καὶ φυλάσσουσι τὰ προστάγματά σου: καλεῖ δὲ μέγα καὶ θαυμαστὸν, ὡς μεγάλα καὶ θαυμαστὰ ποιεῖν δυνάμενον· ἀπὸ γὰρ τῶν ἐνεργειῶν, τὰς θείας προσηγορίας οἱ θεῖοι ἄνδρες τί θενται· φυλάττειν δὲ αὐτὸν τὴν διαθήκην ἔφη καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσιν αὐτὸν, τῶν πρὸς ἁβραὰμ καὶ ἰσαὰκ· καὶ ἰακὼβ ἀναμι μνήσκων ἐπαγγελιῶν· μετὰ πάσης δὲ ἀκριβείας εὐχόμενος, δι δάσκει· ὅτι οὐχ ἁπλῶς φυλάττει τοῖς ἀγαπῶσιν αὐτὸν καὶ φυλάτ τουσι τὰς ἐντολὰς αὐτοῦ· εἰ γάρ τις φησὶ παραβαίη σου τὰ προσ τάγματα· ἀνάξιον ἑαυτὸν τῶν ὑποσχέσεών σου καθίστησι· τοῦτο δὲ καὶ ἡμῖν συνέβη: ἡμάρτομεν γάρ φησιν ἠδικήσαμεν· ἠσεβή σαμεν· καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου· καὶ ἀπὸ τῶν κριμά των σου: σφόδρα προσφόρως· ἐπὶ τοῦ θεοῦ θυ τὰς ἐντίμους ἐκείνας καὶ θαυμαστὰς τεθεικὼς προσηγορίας· τὰς ἐκ διαμέτρου ἐναντίας αὐτοῖς ἐπιτέθεικεν· οὐκ ἠρκέσθη δὲ εἰπεῖν τὸ ἡμάρτομεν· ἀλλὰ προσέθηκεν· ἠδικήσαμεν· ἠσεβήσαμεν· ἀγνώμονες περὶ τὰς σὰς εὐεργεσίας γενόμενοι· ἠσεβήσαμεν δὲ ἄλλους ἀντὶ σοῦ θεοὺς προ ελόμενοι· ἀψύχους· ἀναισθήτους· οὐδεμίαν κεκτημένους ἰσχύν· εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς γεγενημένην τοῦ θεοῦ θυ κηδε μονίαν· καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν, ἐπήγαγε: καὶ οὐ κ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν· οἳ ἐλάλουν τῶ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν· καὶ πρὸς τοὺς ἄρχοντας ἡμῶν καὶ πρὸς τοὺς πατέρας πρας ἡμῶν καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς: οὐ γὰρ ἐπαύσατό σου ἡ χάρις ἐποπτεύουσά τε ἡμᾶς καὶ διὰ τῶν προφητῶν διαλεγομένη· ποτὲ μὲν βασιλεῦσι καὶ ἄρχουσι· ποτὲ δὲ ἱερεῦσι καὶ διδασκάλοις· τούτους γὰρ πατέρας ἐκάλεσε· πολλάκις δὲ καὶ παντὶ τῶ λαῶ· ἀλλὰ καὶ τούτων οὕτω γινομένων, ἡμεῖς διετελέσαμεν ἀντιλέγοντες· διὸ εἰκότως προσέθεικε: σοὶ κύριε κε ἡ δικαιοσύνη· καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου· ὡς ἡ ἡ μέρα αὕτη· ἀνδρὶ ἰούδα· καὶ τοῖς κατοικοῦσιν ἱερουσαλὴμ ἱλὴμ · καὶ παντὶ ἰσραὴλ ἰὴλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάση τῆ γῆ· οὗ διέσπειρας αὐτοὺς ἐκεῖ· ἐν ἀθετήσει αὐτῶν, ἦ ἠθέτησάν σε κύριε κε : τὰ μὲν γὰρ ὑπὸ σοῦ γεγενημένα φησὶν ὦ δέσποτα, τὴν σὴν κηρύττει δικαιοσύνην· ἡμεῖς δὲ διὰ τὴν πολλὴν ἡμῶν παρανομίαν ἐν αἰσχύνη γενόμενοι τῆς οἰκείας ἀγνωμοσύνης κατηγοροῦμεν· σοὶ μὲν γὰρ ἐκ τῆς ἡ μετέρας ἀσεβείας, οὐδεμία προσεγένετο βλάβη· ἡμεῖς δὲ τῶν σπερμάτων δρεπόμεθα τοὺς καρπούς· καὶ ἐλεεινῶς· ὅτι τῶν ὁμοφύλων κατηγορῶν· καὶ ἑαυτὸν τοῖς παραβάταις συνάπτων: ἡμῖν φησὶν ἡ αἰσχύνη τοῦ προσώπου· καὶ τοῖς βασιλεῦσιν ἡμῶν· καὶ τοῖς ἄρχουσιν ἡμῶν· καὶ τοῖς πατράσιν ἡμῶν· οἵτινες ἡμάρτομέν σοι: ἱκανὸν δὲ τούτων ἕκαστον εἰς ἔλεον ἐπικάμψαι καὶ τὸν ὠμότατον· μήτιγε δὴ τὸν ἡ μερώτατον καὶ φιλανθρωπότατον· δείκνυσι γὰρ διὰ τῶν λόγων, οὐ τοὺς εὐτελεῖς τοῦ λαοῦ καὶ ἀφανεῖς μόνους αἰσχύνης ἀναπλη σθέντας, ἀλλὰ καὶ αὐτοὺς τοὺς βασιλέας· καὶ τοὺς ἄρχοντας· καὶ τοὺς ἱερέας· τούτους γὰρ πατέρας πρας ὠνόμασε· καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, προστέθεικεν· οἵτινες ἡμάρτομέν σοι· ἀλλ’ ἡμεῖς μὲν ἀξίους ἐκομισάμεθα τῆς παρανομίας τοὺς καρπούς: τοῦ κυρίου κυ δὲ θεοῦ θυ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοὶ: πρέπει γάρ σοι ἡμέρω ὄντι καὶ φιλ ανθρώπω ανω ἐλέω καὶ οἴκτω περὶ ἡμᾶς χρήσασθαι· καὶ ἐπιμένων τῆ τῆς παρανομίας κατηγορία· ἤκουσε τοῦ θεοῦ θυ δι’ ἑτέρου προ φήτου λέγοντος· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος ἵνα δικαιωθῆς, οἰκειοῦται τὴν τοῦ λαοῦ παρανομίαν· καὶ τὴν ταύτης ποιεῖται κατηγορίαν· τὸν θεῖον ἔλεον ἐπαγγέλλων: ὅτι ἀπέστημέν φησι· καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν· πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν· ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν: φωτιζόμενοι γάρ φησιν ὑπὸ τῶν προφητῶν καὶ ποδηγούμενοι πρὸς τὸ δέον, ἀντιλέγοντες πάντα τὸν χρόνον διετελέσαμεν: καὶ πᾶς ἰσραὴλ ἰὴλ παρέβησαν τὸν νόμον σου· καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου: εἰ γὰρ οἱ μὲν παρέβησαν· οἱ δὲ φύλακες ἀκριβεῖς τῶν σῶν νόμων ἐγένοντο, οὐκ ἂν τὴν συμφορὰν ὑπεμείναμεν ταύτην· ἐπειδὴ δὲ κοινῆ παρὰ πάντων ἡ παρανομία τετόλμηται, εἰκότως φησὶν: ἐπῆλθεν ἐφ’ ἡμᾶς ἡ κατάρα· καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῶ νόμω μωϋσῆ δούλω τοῦ θεοῦ θυ · ὅτι ἡμάρτομεν αὐτῶ: ὅρκον δὲ καλεῖ τὸν ἐν τῶ δευτερονομίω ὑπὸ τοῦ θεοῦ θυ γεγενημένον· ἀρῶ γάρ φησιν εἰς τὸν οὐρανὸν οὐνὸν τὴν χεῖρα μου· καὶ ὀμοῦμαι τῆ δεξιᾶ μου· καὶ ἐρῶ ζῶ ἐγὼ εἰς τὸν αἰῶνα· ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαι ράν μου· καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου· καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς· καὶ τοῖς μισοῦσι με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος καὶ ἡ μάχαιρά μου φάγεται κρέα· ἀφ’ αἵ ματος τραυματιῶν καὶ αἰχμαλωσίας· ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν· καὶ μικρὸν πρὸ τούτων· εἶπά φησι διασπερῶ αὐτούς· παύσω δὴ ἐξ ἀνθρώπων ἀνων τὸ μνημόσυνον αὐτῶν· τὴν δὲ κατάραν τὴν ὑπὸ τῶν ἓξ φυλῶν· τὴν ἐν τῶ ὄρει τῶ γεβὰλ γεγενημένην λέγει· ἐκεῖνός φησι τοίνυν ὁ ὅρκος καὶ ἡ κατάρα ἡ ἐν τῶ νόμω μωσέως γεγενημένη πέρας ἔλαβεν ἐφ’ ἡμῶν: καὶ ἔστησε τοὺς λόγους αὐτοῦ οὓς ἐλάλησε πρὸς ἡμᾶς· καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν· καὶ ὅσοι ἔκριναν ἡμᾶς· ἐπή γαγεν ἐφ’ ἡμᾶς κακὰ μεγάλα: καὶ δεικνὺς τὴν τῶν κακῶν ὑπερβολὴν: οἵα φησὶν οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνοῦ · κατὰ τὰ γενό μενα ἐν ἱερουσαλὴμ ἱλὴμ : οὐ γὰρ εὑρίσκω φησὶ παράδειγμα τῶν ἡμετέρων κακῶν· εἶτα διδάσκων τῆς θείας προρρήσεως τὸ ἀψευδές: καθὼς φησὶ γέγραπται ἐν τῶ νόμω μωυσῆ: καὶ τῆς τιμωρίας ἐμφαίνων τὸ δίκαιον: πάντά φησι τὰ κακὰ ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐδεή θημεν τοῦ προσώπου κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν· ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν· καὶ τοῦ συνιέναι ἐν πάση ἀληθεία σου κύριε κε : οὐδὲ γὰρ τῶν το σούτων ἡμῖν καὶ τηλικούτων ἐπενεχθεισῶν συμφορῶν μεταμελεία χρήσασθαι ἐβουλήθημεν· καὶ παύσασθαι μὲν τῆς προτέρας πα ρανομίας· θεραπεῦσαι δέ σε τῆ φυλακῆ τῶν νόμων· διό φησιν· ἐγρηγόρησε κύριος κς ὁ θεὸς θς ἡμῶν ἐπὶ τὴν κακίαν ἡμῶν: καὶ ἤγαγεν αὐτὴν ἐφ’ ἡμᾶς· ὥσπερ γάρ τινα ὕπνο ν τὴν μακροθυμίαν ἀποσεισάμενος, τὴν ἀξίαν τῶν πεπολιτευμένων ἡμῖν ἐπήγαγες τιμωρίαν: ὅτι ἅγιός φησι κύριος κς ὁ θεὸς θς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησε· διότι οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ: αὐτὸς μὲν γάρ φησιν ἀθῶ ός ἐστι· καὶ οὐδὲ μιᾶς μέμψεως ἐφ’ οἷς ἐποιήσαμεν ἄξιος· ἡμεῖς δὲ πονηρία καὶ ἀσεβεία συζήσαντες, τὴν τιμωρίαν ἐπεσπασάμεθα· οὕτω τῆς παρανομίας τὴν κατηγορίαν ποιησάμενος, ἱκετεύει λοιπὸν καὶ τὴν φιλ ανθρωπίαν ανίαν αἰτεῖ: καὶ νῦν κύριε κε ὁ θεὸς θς ἡμῶν· ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς αἰγύπτου ἐν χειρὶ κραταιᾶ· καὶ ἐποίησας σεαυτῶ ὄνομα· ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν· ἠνομήσαμεν κύριε κε ἐν πάση ἐλεημοσύνη σου· ἀποστραφήτω δὴ ὁ θυμός σου ἀπὸ τῆς πόλεώς σου ἱερουσαλὴμ ἱλὴμ ὄρους ἁγίου σου: ἀναμιμνήσκει τῶν προτέρων εὐεργεσιῶν τῆ εὐγνωμοσύνη τῆς μνήμ’ τὸν ἔλεον ἐπισπώμενος καὶ φησί· ῥᾴδιόν σοι δέσποτα τὴν ἐλευθερίαν ἡμῖν χαρίσασθαι· καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις καὶ τιμωρίαις κατὰ τῶν αἰγυπτίων χρησάμενος· τῆς πικρᾶς δουλείας ἐκείνης τὸν σὸν λαὸν ἠλευθέρωσας· ὡς εἰς ἅπαντας ἀνθρώπους ἀνους τῶν γεγενημένων θαυ μάτων τὴν φήμην διαδραμεῖν, καὶ τὴν σὴν δύναμιν πᾶσι γενέσθαι δήλην· καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν· καὶ τῆς σῆς φιλ ανθρωπίας ανίας ἀναξίους ἑαυτοὺς ἀπεφῄναμεν, τὴν σὴν πόλιν ἱκετεύομεν· τῆς σῆς ἀξιωθῆναι φειδοῦς· καὶ τὸ ὄρος ἐκεῖνο· ὃ διὰ τῆς σῆς ἐπιφανείας ἅγιον ἀπέ φῃνας· καὶ ἐπιμένων τῆ ὑπὲρ τῆς πόλεως ἱκετεία: ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν φησὶ· καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν· καὶ τῶν πατέρων πρων ἡμῶν, ἱερουσαλὴμ ἱλὴμ · καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πάση τοῖς πε ρικύκλω ἡμῶν: διὰ γὰρ τὰς ἡμετέρας παρανομίας· καὶ τὰς ἁ μαρτίας τῶν πατέρων πρων ἡμῶν· ἡμεῖς τε τοῖς ὁμόροις ἐπίχαρτοι γεγόναμεν· καὶ ἡ πολυθρύλλητος καὶ ἀοίδιμος ἱερουσαλὴμ ἱλὴμ , τὴν ἐρημίαν ὑπέμεινε: καὶ νῦν εἰσάκουσον κύριε κε ὁ θεὸς θς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου· καὶ τῶν δεήσεων αὐτοῦ· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, ἐπὶ τὸ ἁγίασ μά σου τὸ ἔρημον: δέξαι φησὶ τοῦ δούλου σου τὴν δέησιν δέσποτα· καὶ βλέπε τὴν ἐρήμωσιν τοῦ ἁγιασθέντος ὑπὸ σοῦ τόπου· καὶ τῆς σῆς αὐτὸν πλήρωσον καὶ αὖθις χάριτος· καὶ ἐπειδὴ ἀνάξιος ἦν ὁ λαὸς τούτων τυχεῖν σφόδρα ἁρμοδίως ἐπήγαγεν: ἕνεκεν σοῦ κύριε κε : τὰ σαυτῶ φησὶ πρέποντα ποίησον δέσποτα· καὶ μὴ τὰς ἡμετέρας λογίση παρανομίας· ἀλλὰ τὰς ἀενάους τῆς σῆς φιλ ανθρωπίας ανίας πηγάς· καὶ ἐπιμένων τῆ προσευχῆ: κλῖνόν φησιν ὁ θεός θς μου τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου: καὶ ἔτι πλέον προσοικειῶν αὐτῶ τὴν πόλιν: ἐφ’ ἧ ἐπικέκληται τὸ ὄνομά σου φησὶν ἐν αὐτῆ: τὸ δὲ κλῖνον τὸ οὖς σου· καὶ ἄνοιξον τοὺς ὀφθαλμούς σου· ἀντὶ τοῦ μὴ ἀποστραφῆς μου τὴν δέησιν· ἀλλὰ μετ’ εὐμενείας ἄκουσόν μου τῆς προσευχῆς· οἶδε γὰρ καὶ αὐτὸς· ὡς τὸ θεῖον ἀσώματον· ἑτέρως δὲ ἄνθρωπος ἄνος ὢν· οὐκ οἶδε διαλεχθῆναι θεῶ θῶ · ἀλλ’ ἐπειδὴ τῶν ἀνθρώπων ἀνων ἕκαστος· διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾶ· διὰ δὲ τῶν ὤτων ἀκούει, τέθεικε ταῦτα καὶ ἐπὶ τοῦ ἀσωμάτου θεοῦ θυ τὰς ἐνεργείας οὕτω καλῶν· τούτοις ἐπάγει: ὅτι οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ῥίπτομεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου· ἀλλ’ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλοὺς κύριε κε : οὐ γὰρ ταῖς δικαιοσύναις ἡμῶν φησὶν θαρροῦντες τὴν σὴν αἰτοῦμεν φιλ ανθρωπίαν ανίαν · ἀλλὰ τῶ σῶ πεποι θότες ἐλέω τολμῶμεν τὴν δέησιν: εἰσάκουσον οὖν κύριε κε · πρόσχες κύριε κε · μὴ χρονιεῖς· ἕνεκεν σοῦ ὁ θεός θς μου: ἄξιον δὲ θαυμάσαι τῶν εἰρημένων τὴν τάξιν· ἱκετεύει γὰρ τὸν θεὸν θν · πρῶτον μὲν ἀκοῦσαι τῆς προσευχῆς· καὶ μὴ ἀπώσασθαι τὴν ἱκετηρίαν· εἶτα ἀκούσαντα ἵλεων γενέσθαι· ἵλεων δὲ γενόμενον προσέχειν εὐμενῶς· δείξαντα δὲ τὴν οἰκείαν εὐμένειαν, ποιῆσαι καὶ πληρῶσαι τὴν ἱκετηρίαν· τούτοις ἐπήγαγε μὴ χρονίσης· ἀντὶ τοῦ μὴ ἀναβάλῃ τὴν δόσιν εἰς ἕτερον χρόνον· ἀλλ’ αὐτίκα τῆς θείας ἐπιφανείας ἡμᾶς ἀξίωσον· καὶ τῆς εὐχῆς δὲ τὸ τέλος· τῆς τοῦ δανιὴλ ταπεινοφροσύνης ἄξιον· ἔνεκεν σοῦ φησὶν ὁ θεός θς μου· οὐδὲ γὰρ ἐγὼ ἄξιος τοῦ ταύτην λαβεῖν τὴν χάριν· ἀλλ’ ὅτι τὸ ὄ νομά σου τὸ ἅγιον ἐπικέκληται ἐπὶ τὴν πόλιν σου· καὶ ἐπὶ τὸν λαόν σου· οὕτως αἰτήσας· καὶ μετὰ τοσαύτης προθυμίας τὴν ὑπὲρ τῶν ὁμοφύλων ἱκετηρίαν προσενεγκὼν· καὶ ἀντιβολήσας μὴ χρονίσαι τὸν θεὸν θν , παραυ τίκα τῆς θείας ἀποκρίσεως ἀπολαύει: ἔτι γάρ μου φησὶ λαλοῦντος· καὶ προσευχομένου· καὶ ἐξαγορεύοντος· τὰς ἁμαρτίας καὶ τὰς ἀνομίας τοῦ λαοῦ μου ἰσραήλ ἰήλ · καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου κυ τοῦ θεοῦ θυ μου· καὶ ἔτι μου λαλοῦντος ἐν τῆ προσευχῆ· καὶ ἰδοὺ ὁ ἀνὴρ γαβριὴλ ὃν εἶδον ἐν τῆ ὁράσει μου ἐν ἀρχῆ πετόμενος: ταύτην φησὶ τὴν ἱκετείαν προσ φέρων· καὶ τῆς καινῆς ἡμῶν παρανομίας κατηγορῶν· μὴ δέπω δὲ πέρας ἐπιθεὶς τῆ προσευχῆ· ὁρῶ τὸν γαβριὴλ πετόμενον· καὶ πρός με θέοντα· ἔγνων δὲ τίς ἐστιν· ἤδη πρότερον ὄναρ αὐτὸν θεασάμενος· καὶ τὴν προσηγορίαν δὲ αὐτοῦ ἔμαθον· ἀκούσας τηνικαῦτα τοῦ δε σπότου καλέσαντος καὶ προστάξαντος· γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν· ἄνδρα αὐτὸν κέκληκεν ἀπὸ τῆς θέας τὴν προσηγορίαν τεθεικώς· καὶ γὰρ ἐν ἐκείνω τῶ ἐνυπνίω φησὶν· ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρὸς· οὗ χάριν καὶ ἐνταῦθα φησὶν· ἰδοὺ ὁ ἀνὴρ γαβριὴλ ὃν εἶδον ἐν τῆ ὁράσει μου ἐν ἀρχῆ πετόμενος· πετᾶσθαι δὲ αὐτὸν ἔφη ὀξέως αὐτὸν διατέμνοντα τὸν ἀέρα· καὶ παρ’ αὐτὸν θέοντα θεασάμενος: καὶ ἥψατό μου· ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς: ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τῆς ἑσπερινῆς λατρείας· ἢ τοσοῦτον καιρὸν· ὅσον ἡ ἑσπερινὴ κατέχει λατρεία· καὶ ἐλάλησε μετ’ ἐμοῦ καὶ εἶπε: δανιὴλ· νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῆ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι· ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σὺ· καὶ ἐννοήθητι ἐν τῶ ῥήματι· καὶ σύνες ἐν τῆ ὁπτασία: εὐθύς φησιν· ἡνίκα ἤρξω προ σεύχεσθαι· δεξάμενος ὁ κοινὸς δεσπότης τὴν ἱκετείαν, καὶ θεασάμενός σου τὴν ἀγαθὴν ἐπιθυμίαν, ἀπέστειλέ με διδάξαι σε τὰ ἐσόμενα· σὺ δὲ ἀ κριβῶς πρόσεχε τοῖς λεγομένοις· βαθύτερα γὰρ ἢ κατὰ ἄνθρωπον ἄνον τὰ λεχθη σόμενα· τοῦτο γὰρ λέγει· σύνες ἐν τῆ ὀπτασία· τουτέστιν αἰνιγματωδῶς ταῦτα λεχθήσεται· καὶ δεῖ σοι κατανοήσεως ἀκριβοῦς· αἰνιγματωδῶς δέ ἐστιν, ὅταν τὰ θεῖα λέγηται καὶ γράφηται· ἵνα μὴ πᾶσιν ἦ δῆλα τὰ τοῖς ἁγίοις ἀποκαλυπτόμενα· οὕτω γὰρ ἂν εὐκαταφρόνητα ἐγεγόνει, ὁμοίως ὑπὸ πάντων γνωριζόμενα· ἄνδρα δὲ αὐτὸν ἐπιθυμιῶν καλεῖ· σημείωσαι ἢ ὡς νηστεία καὶ κακουχία ἑαυτὸν ἐκδεδωκότα· καὶ ἀνδρείως κατὰ τῶν τοῦ σώματος ἐπιθυμιῶν ἀγωνιζόμενον· ἢ ὡς ἐπιθυμοῦντα γνῶ ναί τε καὶ μαθεῖν ἐφιέμενον, τὰ τῶ λαῶ συμβησόμενα· ἢ ὅτι ἐρασμι ός ἐστι καὶ λίαν ἐπέραστος τὰς τῆς ἀρετῆς μαρμαρυγὰς ἀφιείς· οὕτω διε γείρας τὸν προφήτην ὁ θεῖος ἀρχάγγελος εἰς τὴν τῶν ῥηθησομένων κατανόησιν, τὴν διδασκαλίαν προσφέρει: ἑβδομήκοντα ἑβδομάδ’ συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου· ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα· καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν· καὶ τοῦ σφραγίσαι ἁμαρτίαν· καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν· καὶ τοῦ ἀγαγεῖν δικαι οσύνην αἰώνιον· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην· καὶ τοῦ χρίσαι ἅγιον ἁγίων: πρὸ τῶν ἄλλων ἁπάντων ἐπισημήνασθαι δεῖ· ὅτι τοῦ προφήτου ἐν τῆ προσευχῆ λέγοντος τῶ θεῶ θῶ · περί τε τοῦ λαοῦ καὶ τῆς ἱερουσαλὴμ ἱλὴμ · ὁ λαός σου καὶ ἡ πόλις σου· καὶ τὸ ὄρος τὸ ἅγιόν σου· ἀντι στρέφων ὁ θεὸς θς λέγει τῶ δανιὴλ· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου· ὥςπερ οὐκ ἀξιῶν τὸν λαὸν ἑαυτοῦ καλεῖν· τὸν πάλαι αὐτοῦ ὠνομασμένον λαόν· οὔτε μὴν τὴν πόλιν· τὴν ὡσαύτως αὐτοῦ προσαγορευομένην· τοῦτο δὲ καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε μωυσέως· ἡνίκα γὰρ τὸν μόσχον τεκτηνάμενοι· τὸ θεῖον αὐτῶ προσήνεγκαν σέβας· ἔφη πρὸς τὸν προφήτην ὁ θεὸς θς · σπεῦσον κατάβηθι τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐξ αἰγύπτ’· φησὶ τοίνυν πρὸς αὐτὸν ὁ θεὸς θς διὰ τοῦ ἀρχαγγέλου· ὅτι τὴν δεησίν σου δεξάμενος· καὶ οἰκοδομηθῆναι τὴν ἱερουσαλὴμ ἱλὴμ συγχωρήσω· καὶ τὸν λαόν σου τῆς ἐπανόδου τυχεῖν κελεύσω· μετὰ δὲ τὴν τῆς ἱερουσαλὴμ ἱλὴμ οἰκοδομίαν, διαρ κέσουσιν ἐπὶ υϟ ἔτη κατὰ νόμον πολιτευόμενοι· τοσοῦτον γὰρ αἱ ο ἑβδομάδες ποιοῦσι χρόνον· ἡμέρας ἑκάστης εἰς ἐνιαυτὸν λαμβανομένης· ἐπειδὴ γὰρ ἑβδομήκοντά ετη χρόνον τὴν αἰχμαλωσίαν αὐτῶν περιώ ρισεν· ἑπτάκις εἰς ἑαυτὸν τοῦτον ἀνελίξας τὸν χρόνον, τὴν κατὰ νόμον πολιτείαν περιορίζει· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν, ἀντὶ τοῦ ἐδοκιμάσθησαν καὶ ἐκρίθησαν· οὕτω γάρ τινες τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν· ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου· ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα· καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν· ἀντὶ τοῦ ἕως ἂν αὐξηθῆ αὐτῶν τὸ δυσσεβὲς τόλμημα· καὶ τέλος λάβη ἡ ἁμαρτία· λέγει δὲ ἁμαρτίαν τελειουμένην· καὶ παραπτώμα παλαι ούμενον· εἴτουν αὐξανόμενον καὶ εἰς ἔσχατον ἀφικνούμενον· τὸν κατὰ τοῦ κυρίου κυ τολμηθέντα σταυρόν στρόν · πρὸ μὲν γὰρ τούτου μυρία τετολμηκότες κακὰ, ἔδοσαν μὲν δίκας καὶ ἔτισαν τιμωρίας ὑπὲρ ὧν ἐπλημμέλησαν· ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες, φιλ ανθρωπίας ανίας ἠξιώθησαν· μετὰ δὲ τὴν κατὰ τοῦ δεσπότου μανίαν· καὶ τὸν τολμηθέντα σταυρὸν στρὸν , οὐδὲ μιᾶς ἔτυχον ἀνακλίσεως ὡς αὐτὰ βοᾶ τὰ πράγματα· ἀλλὰ πλειόνων ἢ τεσσαράκοντα καὶ τετρακοσίων διαδραμόντων ἐνιαυτῶν, σποράδες μεμενήκασι· καὶ τῆς οἰκουμένης μέτοικοι· διατοῦτό φησι τῶ μακαρίω δανιὴλ ὁ ἅγιος ἀρχάγγελος· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου· καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου· ἕως τοῦ παλαιω θῆναι τὸ παράπτωμα· καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν· καὶ ἐπειδὴ ἔ μελλεν ὁ δεσπότης χριστὸς χς · τοῖς εἰς αὐτὸν πιστεύουσι τῶν ἁμαρτημάτων δωρεῖσθαι τὴν ἄφεσιν· ὡς καὶ ὁ μακάριος ἰωάννης ἰω ἐβόα λέγων· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ θυ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰκότως ἐπήγαγε· καὶ τοῦ σφρα γίσαι ἁμαρτίας· καὶ τοῦ ἀπαλείψασθαι ἀνομίας· καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας· ἀπήλειψε μὲν γὰρ τὰς ἀνομίας, τῶν εἰς αὐτὸν πεπιστευκότων· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον· ἧ φησιν ὁ μακάριος παῦλος· ἐσφράγισε δὲ τὰς ἁμαρτίας· παύσας μὲν τὴν κατὰ νόμον πολιτείαν· τὴν δὲ τοῦ πνεύματος πνς δωρησάμενος χάριν· ὑφ’ ἧς βοηθούμενοι, περιγίνονται τῶν παθῶν οἱ πνευματι πνι κῶς πολιτευόμενοι· οἷς προστέθεικε· καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· δικαιοσύνη δὲ αἰώνιος· κυρίως μὲν αὐ τός ἐστιν ὁ δεσπότης χριστὸς χς · περὶ γὰρ αὐτοῦ φησὶν ὁ μακάριος παῦλος· ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ θυ · δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ τρωσις· καὶ περὶ τοῦ εὐαγγελίου τὲ ῥωμαίοις ἐπιστέλλων ἔφη· ὅτι δικαιοσύνη θεοῦ θυ ἐν αὐτῶ ἀποκαλύπτεται· ἐπειδὴ δὲ φιλοτιμία χρησά μενος· καὶ τὴν πρόξενον τῆς αἰωνίου ζωῆς· δικαιοσύνην τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐχαρίσατο· ἣν καὶ αἰτεῖν προσευχομένοις παρεκελεύσατο· αἰτεῖτε λέγων τὴν βασιλείαν τοῦ θεοῦ θυ · καὶ τὴν δικαιοσύνην αὐτοῦ· ἀνα γκαίως εἶπεν ὁ ἅγιος γαβριὴλ· καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· προστέθεικε δὲ· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην· τουτέστι· τοῦ δοῦναι μὲν τέλος ἁπάσαις ταῖς προφητείαις· τέλος γὰρ νόμου χριστὸς χς εἰς δικαιοσύνην παντὶ τῶ πιστεύοντι· παῦσαι δὲ λοιπὸν τὴν προφητικὴν χάριν ἀπὸ τοῦ ἰουδαίων ἔθνους· εἰ γὰρ μὴ ἐπι φανεὶς ὁ δεσπότης χριστὸς χς · πεποίηκέ τε καὶ πέπονθεν ἅπερ οἱ προφῆται προεῖπον, οὐκ ἂν ἐδείχθη τῶν προφητῶν ἡ ἀλήθεια· πληροῖ τοίνυν, καὶ οἱονεὶ σφραγίζει καὶ βεβαῖοι· τὰ ὑπὸ τῶν προφητῶν προρρηθέντα ποιῶν ἅπαντα καὶ πάσχων, τὰ ὑπ’ ἐκείνων χρησ μωδηθέντα· τούτοις πάλιν προστέθεικε· καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· τίς δὲ οὗτος ὁ τῶν ἁγίων ἅγιος εἰπάτωσαν οἱ ἰουδαῖοι· εἰ δὲ ἀγνοοῦσι, παρ’ ἡμῶν μαθέτωσαν ὡς αὐτός ἐστιν ὁ δεσπότης χριστός χς · διὰ μὲν ἡσαΐου προλέγων· πνεῦμα πνα κυρίου κυ ἐπ’ ἐμὲ· οὗ εἵνεκεν ἔχρισέν με· ὑπὸ δὲ τοῦ δαβὶδ δαδ μαρτυρούμενος· ὅτι ἠγάπησε δικαιοσύνην καὶ ἐμί σησεν ἀνομίαν· καὶ διὰ τοῦτο ἐχρίσθη ἐλαίω ἀγαλλίασεως παρὰ τοὺς μετόχους αὐτοῦ· μαρτυρεῖ δὲ καὶ ὁ μακάριος πέτρος· ὁ τῶν ἀποστόλων κορυφαῖος λέγων· ἰησοῦν ἰν τὸν ἀπὸ ναζαρετ· ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς θς πνεύματι πνι ἁγίω καὶ δυνάμει· ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου· ὅτι ὁ θεὸς θς ἦν μετ’ αὐτοῦ· διδά σκεται τοίνυν ὁ μακάριος δανιὴλ ὁ προφήτης ὅτι υ ἐτῶν καὶ ϟ χρόν’ ἔδοξε παρασχεθῆναι τῆ ἱερουσαλὴμ ἱλὴμ εἰς τὸ τῶν θείων συνήθως δωρεῶν ἀπο λαύειν· ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρικῶδες τολμήση τόλμημα· τὸν κατὰ τοῦ σωτῆρος σρς φημὶ σταυρὸν στρὸν · ὃς ἅγια ἁγίων ὀνομαζόμενος· ἅτε δὴ ἁγιωσύνης ὑπάρχων πηγή· χρίεται μὲν κατὰ τὸ ἀνθρώπινον ἀνινον τῶ ἁγίω πνεύματι πνι · σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προφητείας· πληρῶν ἅπαντα τὰ ὑπ’ ἐκείνων προαγορευθέντα· ἄφεσιν δὲ ἁμαρτημάτων τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται· εἶτα διδάσκει ὁ θεῖος ἀρχάγγελος, πόθεν ἄρξασθαι δεῖ τὸν τῶν ἑβδομήκοντα ἀριθμόν: καὶ γνώση φησὶ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων· τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδο μῆσαι ἱερουσαλὴμ ἱλὴμ ἕως χριστοῦ ἡγουμένου· ἑβδομάδες ἑπτά· καὶ ἑβδομάδες ἑξη κοντα δύο: τινὲς μὲν ὑπολαμβάνουσι τὴν ἐπὶ κύρου γενομένην τῆς οἰκοδομίας ἀρχήν, ἀρχὴν εἶναι τοῦ τῶν ἑβδομάδων ἀριθμοῦ· τινὲς δὲ ἀπὸ ἕκτου ἔτους τῆς βασιλείας δαρείου τοῦ ὑστάσπου τοῦ ἀριθμοῦ ἄρχονται· τηνικαῦτα γὰρ ἡ τοῦ ναοῦ οἰκοδομία, τέλος ἔλαβε τὸ προσῆκον· τῶν περιοίκων διὰ τὴν πρὸς ἰουδαίους δυσμένειαν· ἐμποδὼν τῆ οἰκοδομία ἐν τῶ μέσω χρόνω γεγενημένων· καὶ καμβύσου δὲ τοῦ υἱέως κύρου ἀπὸ τούτων ἐξαπατηθέντος· καὶ τὴν οἰκοδομίαν καταλύσαντος· ἀλλ’ οὐδὲ τούτων ἔχει τὸ ἀληθές· πρῶτον μὲν γὰρ πλειόνων ἐτῶν ἀριθμὸς· εἴ τις ἐντεῦθεν ἀριθμῆσαι θελήσειεν εὑρεθήσεται· ἔπειτα οὐκ ἔστιν εὑρεῖν ἐπ’ ἄλλου τοῦ ἀπά λειψιν ἁμαρτημάτων γεγενημένην· καὶ ἄφεσιν ἀδικημάτων· καὶ δικαιοσύνην αἰωνίου δόσιν καὶ πλήρωσιν τῶν προφητικῶν θεσπισμάτων· καὶ ἁγίου ἁγίων χρίσιν, ἦ ἐπὶ μόνου τοῦ δεσπότου χριστοῦ χυ · εἰ δὲ ταυθ’ οὕτως ἔχει· καὶ συνομολογοῦσιν οἱ τὸν ἀριθμὸν τῶν ἑβδομάδων οὕτω ποιεῖσθαι κελεύοντες· κάτωθεν ἄνω τὰ υ καὶ ϟ ἀριθμείτωσαν ἔτη· εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν ἰορ δάνην γεγενημένης· ὁπηνίκα τοῦ κηρύττειν τὲ καὶ διδάσκειν· καὶ θαυματουργεῖν ὁ σωτὴρ σὴρ καὶ κύριος κς ἡμῶν ἤρξατο· ἀρξάμενοι τοῦ ἀρι θμεῖν, ἐπὶ τὰ ἄνω χωρήσωιμεν· οὐ μόνον μέχρι κύρου· ἀλλ’ οὐδὲ ἕως δαρείου τοῦτον εὑρήσομεν φθάνοντα τὸν ἀριθμὸν· ἀλλὰ τῶ εἰκο στῶ ἔτει τῆς ἀρταξέρξου βασιλείας συμπληρούμενον· καθ’ ὃν καιρὸν νεεμίας οἰνοχόος ἂν τοῦδε τοῦ βασιλέως· ζῆλον ἀναλαβὼν· καὶ τὸν θεὸν θν ἀντιβολήσας· καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῶ τὴν τῶν περιβόλων τῆς ἱερουσαλήμ ἱλήμ οἰκοδομίαν· τυχὼν δὲ τοῦ βασιλέως εὐμενοῦς καταλαμβάνει μὲν τὴν πατρίδα· σὺν πάση δὲ προθυμία καὶ τὰ λείποντα τῶ θείω προστίθησι νεὼ· ἀνίστησι δὲ τὰ τῆς πόλεως τείχη· καὶ πύργοις πάντοθεν ὀχυρώσας, ἐπιτίθησι τὰς πύλας· καὶ προτρέψας τοὺς ἱερέας· ἔρημον οὖσαν τῶν οἰκητόρων τὴν πόλιν, πλήρη τῶν ἐνοικούντων ποιεῖ· τοῦτο καὶ ὁ θεῖος ἀρχάγγελος αἰνιττόμενος ἔφη· καὶ γνώση καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι· καὶ τοῦ οἰκοδομῆσαι ἱερουσαλὴμ ἱλὴμ ἕως χριστοῦ ἡγουμένου· ἑβδομάδες ἑπτά καὶ ἑβδομάδες ξβ · καὶ ἐπι στρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος: ἀρξάμενος γάρ φησιν ἀρίθμει ἀπὸ τῆς οἰκοδομίας τῆς πόλεως· ἀπολαβούσης μὲν τὰ οἰκεῖα τείχη· δεξαμένης δὲ πλῆθος οἰκητόρων· ὡς πλα τεῖαν αὐτὴν γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐνοικούντων εὑρήσεις ἕως χριστοῦ χυ ἡγουμένου ἑβδομάδας ζ · καὶ ἑβδομάδας ξβ · χριστὸν χν δὲ ἡγού μενον, αὐτὸν πάλιν ὠνόμασεν· ὃν ἅγιον ἁγίων ἐκάλεσεν· ὡς ὁ μα κάριος πέτρος ἐν ἰουδαίοις ἔφη δημιγορῶν· τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς θς ἤγειρεν ἐκ νεκρῶν· λύσας τὰς ὠδῖνας τοῦ θα νάτου· ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώπινον ἀνινον · ὡς πρωτότοκος πάσης κτίσεως· τῆς νέας δηλ ονότι· εἴ τι ς γὰρ ἐν χριστῶ χῶ καινὴ κτίσις· καὶ ὡς πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς· καὶ ὡς πρωτότοκος ἐκ τῶν νεκρῶν· ἵνα γένηται· ἧ φησὶν ὁ παῦλος ἐν πᾶσιν αὐτὸς πρω τεύων· τούτου χάριν αὐτὸν καὶ ὁ ἅγιος γαβριὴλ ἡγούμενον προσηγό ρευσεν· ἕως τοίνυν χριστοῦ· ἀπὸ τῆς οἰκοδομίας τῆς ἱερουσαλὴμ ἱλὴμ ἑβδομάδες ἑπτά· καὶ ἑβδομάδες, ξβ · ἵνα δὲ μὴ μάτην ταῦτα ληρεῖν τινὲς ἡμᾶς τὸν ἀριθμὸν τῶν ἐτῶν τῶν ἑβδομήκοντα ἑβδομάδων: ὑπολάβωσι, φέρε καὶ αὐτῶν τῶν ἐτῶν παραθήσομεν τὸν ἀριθμόν· οὐκ οὖν ἀπὸ μὲν εἰκοστοῦ ἔτους τῆς βασιλείας ἀρταξέρξου τοῦ ξέρξου· ἐφ’ οὗ νεεμίας εἰς τὴν ἱερουσαλὴμ ἱλὴμ ἀφικόμενος, ἀνεγείρειν ἤρξατο τὰ τείχη τῆς πόλεως ἕως δαρείου τοῦ ἀρσάμου· ὃν ἀλέξανδρος ὁ μακεδὼν ἀνελὼν τὴν περσῶν κατέλυσε βασιλείαν· ἔτη ἐστὶ τέτταρα καὶ δέκα πρὸς τοῖς ἑκατὸν· ἀπὸ δὲ ἕκτου ἔτους ἀλεξάνδρου· ἐν ὧ δαρεῖος ἀνῃρέθη· ἕως γαΐου ἰουλίου καίσαρος αὐτοκράτορος πρώτου ῥω μαίων ἔτη τὰ πάντα τῆς μακεδόνων βασιλείας, σπβ · ἀπὸ δὲ τῆς ἀρχῆς ἰουλίου καίσαρος· ἕως πεντεκαιδεκάτου τιβερίου καίσαρος· ἡνίκα ἰωάννης ὁ βαπτιστὴς ἦλθε παρὰ τὸν ἰορδάνην κηρύσσων βάπτισμα μετανοίας καὶ βοῶν ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ θυ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἔτη ογ · ταῦτα δὲ συναγόμενα ποιεῖ ἐτῶν ἀριθμὸν υξ καὶ θ · ταῦτα δὲ ἑβραϊκὰ ἔτη· ποιεῖ υπγ · τοσαῦτα δὲ ποιοῦσιν αἱ ἑπτὰ καὶ ἑξηκονταδύο ἑβδομάδες· εἰδέναι γὰρ χρὴ ὡς ἑβραῖοι κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν ἕνδεκα ἡμέρας περιττὰς ἀποφαίνουσιν· ἃς καὶ ἡμεῖς ἐμβολίμ’ καλοῦμεν· ὁ γὰρ τῆς σελήνης δρόμος ἐν κθ ἡμέραις καὶ ὥραις ἓξ συμπληροῦται· οὕτω δὲ ἀριθμοῦντες τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν ποιοῦσι τὸν ἐνιαυτόν· ἐπειδὴ τοίνυν ὁ ἅγιος ἀρχάγγελος· τῶ μακαρίω δανιὴλ διαλεγόμενος ἀνδρὶ ἑβραίω· καὶ διδάσκων αὐτὸν τὸν ἀριθμὸν τῶν ἐτῶν· τὸν συνήθη πάντως ἔλεγεν ἀριθμὸν, ἀναγκαίως προσθεῖναι δεῖ· τὰ ἀπὸ τῶν ἐμβολίμων συναγόμενα ἔτη· τούτων γὰρ προστιθεμένων, τὰ τρία καὶ π πρὸς τοῖς υ εὑρεθήσεται ἔτη· τοσαῦτα δὲ συνάγουσι καὶ αἱ ἑπτὰ καὶ ξβ ἑβδο μάδες· διεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς· ἀλλὰ πραγμάτων ἐνίων προ σημαίνων μεταβολάς· ἀπὸ γὰρ τῆς οἰκοδομίας τῆς ἱερουσαλὴμ ἱλὴμ ἧ ἐγένετο ἐπι νεεμίου καὶ ἔσδρου· μέχρις ὑρκανοῦ τοῦ τελευταίου ἐκ τῶν ἀσαμωναίων ἀρχιερέως ὃν ἀνεῖλεν ἡρώδης, ὁ τῶν ξβ ἑβδομάδων ἀριθμὸς συμπληροῦται· ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς· μέχρι τῆς τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφανείας· καὶ τῆς παρὰ τὸν ἰορδάνην ἀφίξεως, αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν· ἐν δὲ τούτω τῶ χρόνω· μετὰ τὴν ὑρκανοῦ φημὶ ἀναίρεσιν μέχρι τῆς τοῦ σωτῆρος σρς ἡ μῶν ἐπιφανείας, παρανόμως λοιπὸν οἱ ἀρχιερεῖς ἐγίγνοντο· τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ἱερεύειν· καὶ μετὰ τὴν τελευτὴν τοὺς διαδόχους λαμβάνειν· ἡρώδης καὶ οἱ μετ’ ἐκεῖνον ῥωμαῖοι· ὠνητὰς τὰς ἀρχιερωσύνας ποιησάμενοι· συχνὰς αὐτῶν ἐποίουν τὰς διαδοχάς· ἐνίους δὲ οὔτε ἐκ τοῦ ἱερατικοῦ γένους καταγομένους ἀρχιερέας προεχειρίζοντο· καὶ τοῦτο διδάσκων ἰώσηπος ὁ ἑβραῖος συγγραφεὺς, οὕτω φησί· τὴν βασιλείαν ἡρώδης παρὰ ῥωμαίων ἐγχειρισθεὶς· οὐκέτι τοὺς ἐκ τοῦ ἀσαμωναίου γένους· οὗτοι δὲ ἦσαν οἱ καλούμενοι μακκαβαῖοι καθίστησιν ἀρχιερέας ἄλλους τινὰς ἀσήμοις· καὶ μόνον ἐξ ἑβραίων ὄντας καὶ μετ’ ὀλίγα πάλιν φησὶν· ἔπραξε δὲ ὅμοια τῶ ἡρώδη περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων· ἀρχέλαος ὁ παῖς αὐτοῦ· καὶ μετὰ τοῦτον οἱ ῥωμαῖοι παρειληφότες· καὶ ἑτέρωθι δέ φησι· γαλέριος δὲ γράτος· ῥωμαίων στρατηγὸς· παύσας ἱερατεύειν ἄνανον· ἰσμάηλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ βαφί· καὶ τοῦτον οὐ μετ’ οὐ πολὺ μεταστήσας· ἐλεάζαρον τὸν ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀναδείκνυσιν ἀρχιερέα· ἐνιαυτοῦ δὲ διαγενομένου· καὶ τόνδε παύσας, σίμωνι τῶ καθίμου τὴν ἀρχιερωσύνην παρα δίδωσιν· οὐ πλέον δὲ καὶ τῶδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντες διεδέ χετο χρόνος· καὶ ἰώσηπος ὁ καὶ καϊάφας διάδοχος ἦν αὐτῶ· ταῦτα διδάσκων καὶ ὁ μακάριος λουκᾶς φησὶν· ἔτους πεντεκαιδεκάτου τιβερίου καίσαρος· ἐπὶ ἀρχιερέως ἄννα καὶ καϊάφα· δύο δὲ κατα ταυτὸν ἀρχιερέας γεγενημένους κατὰ νόμον οὐ μεμαθήκαμεν πώποτε· ταῦτα προλέγων ὁ ἅγιος γαβριὴλ: μετὰ τὰς ἑβδομάδας φησὶ τὰς ξβ ἐξολοθρευθήσεται χρίσμα· καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῶ: ὡς εἶναι δῆλον· ὅτι τὰς ξβ ἑβδομάδας προτέρας τέταχε· καὶ μετὰ ταύτας τὰς ἑπτὰ· ἐν αἷς φησὶν ἐξολοθρευθήσεται χρίσμα· τουτέστι· τὴν τοῖς ἀρχιερεῦσιν ἐπανθοῦσαν χάριν· καὶ ἐπειδὴ καὶ οἱ παρανόμως προχειριζόμενοι ἀρχιερεῖς ὠνομάζοντο, εἰκότως ἐπήγαγε· καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῶ· εἰ γὰρ καὶ χρίονται φησὶν, ἀλλ’ οὐ κατὰ λόγον χρίονται· παρανόμως δὲ τοῦτο ποιεῖν τολμῶσιν· ἀνωτέρω δὲ δῆλον πεποίηκεν ὡς τὰς ἑπτὰ ἑβδομάδας τελευταίας τέταχεν· ἕως γὰρ χριστοῦ χυ ἡγουμένου, ἑβδομάδες ἑπτὰ· καὶ ἑβδομάδες ξβ · ἕως γὰρ τοῦ ἡγουμένου χριστοῦ χυ · πολλα πλασιαζούσας ἑβδομάδας παρ’ αὐτὴν αὐτοῦ τὴν μνήμην τέθεικεν· ἵνα γνῶμεν· ὡς ἀπὸ τοῦ χριστοῦ χυ καὶ ἐπὶ τὰ ἄνω ἀριθμεῖν βουλόμενοι, τὰς ζ πρότερον ἑβδομάδας εὑρήςομεν· καὶ τότε τὰς ξβ · καὶ τοῦτο σαφὲς ποιῶν: ἐπιστρέψει φησὶ καὶ οἰκοδο μηθήσεται πλατεῖα καὶ περίτειχος· καὶ ἐκκενωθήσονται οἱ καιροί: τουτέστιν ὁ πρὸ τῆς οἰκοδομίας χρόνος· καὶ μετὰ τὰς ἑβδομάδας φησὶ τὰς ξβ · ἐξολοθρευθήσεται χρίσμα· καὶ οὐκ εἶπε μετὰ τὰς ἑπτὰ· ἀλλὰ μετὰ τὰς ξβ · μεθ’ ἃς εἰσὶν ἑπτὰ· ἐν αἷς ἐξολοθρευθήσεται χρίσμα καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῶ· ἡρώδου μὲν ἀλλοφύλου βασιλεύοντος· πατρόθεν μὲν γὰρ, ἀσκαλωνίτης ἦν· μητρόθεν δὲ ἰδουμαῖος· τῶν δὲ καλουμένων ἀρχιερέων· οὐ κατὰ νόμον χριωμένων· ἀλλ’ ὑπὸ τῶν ἀλλοφύλων ἀρχόντων προχειριζομένων· ἡρώδου τὲ καὶ ἀρχελάου· καὶ τῶν ῥωμαίων στρατηγῶν· εἶτα λέγει καὶ τὴν καταληψομένην πανωλεθρίαν· τήν τε πόλιν καὶ αὐτὴν ταύτην· τήν τε ἀλλόφυλον βασιλείαν· καὶ τὴν ἀρχιερωσύνην τὴν παράνομον: καί τὴν πόλιν· καὶ τὸ ἅγιον διαφθερεῖ· σὺν τῶ ἡγουμένω τῶ ἐρχομένω: καὶ γὰρ ἡ πόλις φησὶν ἀνάστατος γενήσεται· καὶ ὁ νεὼς ὁ ἅγιος παντελῆ κα τάλυσιν δέξεται· ταῦτα δὲ πείσεται ἡ πόλις σὺν τῶ ἡγουμένω τῶ ἐρχομένω· τουτέστι τοῖς ἐσομένοις παρανόμοις ἄρχουσιν· ἡγού μενον γὰρ ἐρχόμενον, τὴν ἀλλόφυλον βασιλείαν· καὶ τὴν παράνομον ἀρχιερωσύνην ὠνόμασεν· εἶτα διδάσκων· ὅτι πολλῶ χείρονα τῶν προτέρων ὑπομενοῦσι κακὰ, ἐπήγαγε: καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῶ: τουτέστι πανωλεθρίαν ὑπομενοῦσιν, οἵαν ὑπέμειναν οἱ πάλαι ἄνθρωποι ἄνοι τοῦ κατακλυσμοῦ τὴν γῆν συγκαλύψαντος· καὶ δι δάσκων ὡς οὐδεμιᾶς ἀνακλήσεως· ἢ ἀνέσεως τεύξονται: καὶ ἕως τέλους φησὶ πολέμου συντετμημένου· ἀφανισμοῖς· ἀφανισμὸν γάρ φησι παντελῆ ὑπομένουσιν· οἷόν τινι κατακλυσμῶ τῶ πολέμω ἐκείνω παραδοθέντες· καὶ εἰς τέλος τούτοις ὑποβληθήσονται τοῖς κακοῖς· καὶ οὐδεμιᾶς πώποτε ἀνακλήσεως τεύξονται· οὕτω τὰ περὶ τῆς ἰουδαίων προθεσπίσας πανωλεθρίας, ἐπανέρχεται πάλιν, εἰς τὸν τῶν ο ἑβδομάδων ἀριθμὸν· καὶ τὴν λείπουσαν ταῖς ἑξήκοντ αε ννέα προστίθησι καὶ φησὶ: καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῶ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή: ἐπὶ τούτοις καὶ ἐπὶ τὸ ἱερὸν· βδέλυγμα τῆς ἐρη μώσεως· καὶ ἕως συντελείας καιροῦ, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν· τίνα μὲν οὖν ἔσται μετὰ τὰς ξβ ἑβδομάδας ἐν ταῖς ἑπτά ἑβδομάσι προείρηκά φησι· προσήκει δέ σε μαθεῖν· καὶ τὰ ἐν τῆ ἄλλη ἑβδομάδι γενησόμενα· ἐν γὰρ ταύτη ἡ καινὴ διαθήκη δοθήσεται τοῖς πιστεύουσι· καὶ δυνάμεως ἁπάσης αὐτοὺς πληρώσει· μεσούσης δέ φησι ταύτης τῆς ἑβδομάδος, ἀρθήσεται θυσία καὶ σπονδή· παυθή σεταί φησιν ἡ κατὰ νόμον θυσία, τῆς ἀληθοῦς προσφερομένης θυσίας· τοῦ ἀμώμου ἀμνοῦ· τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου· ταύτ’ γὰρ λοιπὸν προσενεχθείσης, τέλος ἐκείνη λήψεται· οὗ χάριν εὐθὺς τῆς θυσίας πληρωθείσης· καὶ τοῦ σωτῆρος σρς ἡμῶν ἀφέντος τὸ πνεῦμα πνα · τὸ κα ταπέτασμα τοῦ ναοῦ ἐρράγη ἄνωθεν ἕως κάτω· τὰ πάλαι ἀθέατα, θεωρητὰ τοῖς πᾶσι ποιοῦντα· καὶ τὰ ἄψευστα καὶ ἄβατα ἀποφαῖνον βατά· ἐπειδὴ γὰρ τὸ καταπέτασμα διείργετο ἀπὸ τῶν ἁγίων τὰ ἅγι’ τῶν ἁγίων ἔχοντα τὸ ἱλαστήριον· καὶ τὰ χερουβὶμ καὶ τὴν κιβωτόν· ῥαγὲν διόλου τὸ καταπέτασμα· διὰ τῶν πραγμάτων ἔδειξεν, ὡς ἀπέστη τῶν ἔνδον ἡ παραθέουσα χάρις· καὶ κοινὰ γέγονε τὰ πάλαι τῶ ἀρχιερεῖ μόνω βατά· τοῦτο δὲ γέγονεν ὑπὲρ τοῦ κόσμου παντὸς τῆς θυσίας προσενεχθείσης· εἰ δέ τις καὶ τὸν χρόνον ἀκριβῶς κατα μαθεῖν θέλει, ἐκ τοῦ κατὰ ἰ ω άννην εὐαγγελίου, μαθήσεται· ὡς περὶ τὰ τρία ἥμισυ ἔτη κηρύξας ὁ κύριος κς · καὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς τῆ διδασκαλία καὶ τοῖς θαύμασι βεβαιώσας, τότε τὸ πάθος ὑπέμεινε· μετὰ δὲ τὸν σταυρὸν στρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν· καὶ τὴν εἰς οὐρανοὺς οὐνοὺς ἀνάβασιν· καὶ τὴν τοῦ ἁγίου πνεύματος πνς ἐπιφοίτησιν, τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ μακάριοι ἀπόστολοι ἐν ἱεροσολύμοις κηρύττοντες καὶ θαυματουργοῦντες· πολλὰς τὲ ἀνθρώπων ἀνων χιλιάδας εἰς τὴν εὐαγγελικὴν ποδηγήσαντες διδασκαλίαν· τῆς νέας διαθήκης ἠξίωσαν· καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύασαν· εἶτα τῶν κατὰ τὸν μακάριον στέφανον ὑπὸ τῶν ἰουδαίων τολμηθέντων· διεσπάρησαν μὲν οἱ ἄλλοι κατὰ τὰς πόλεις τῆς ἰουδαίας· οἱ δὲ θεῖοι ἀπόστολοι μικρὸν ἐν ἱεροσολύμοις διατρίψαντες χρόνον, εἰς τὴν σαμάρειαν καὶ καισάρειαν· λύδδαν τὲ καὶ ἰόππην περιόντες, ἅπασιν ἀνθρώποις ἀνοις τὰ σωτηρία σρία δόγματα προσφέρειν ἠπείγοντο· τούτου χάριν ὁ θεῖος ἀρχάγγελος τῶ μακαρίω φησὶ δανιὴλ: ὅτι δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία: τόν τε πρὸ τοῦ σταυροῦ στροῦ τοῦ κυρίου κυ χρόνον· καὶ τὴν μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος σρς τῶν ἁγίων ἀποστόλων ἐν ἱεροσολύμοις διδασκαλίαν· καταταυτὸν συναγαγὼν· εἶτα διαιρεῖ διχῆ τὴν ἑβδο μάδα καί φησὶν: καὶ ἐν τῶ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή: τῆς γὰρ ἀληθινῆς προσφερομένης θυσίας, τέλος λήψεται ἡ τοῦ νόμου σκιά· καὶ ἐπὶ τούτοις φησὶν: ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως: διὰ ταύτην γὰρ τὴν θυσίαν, οὐ μόνον ἐκείνη ἡ θυσία παυ θήσεται· ἀλλὰ καὶ βδέλυγμα ἐρημώσεως, ἐπὶ τὸ ἱερὸν δοθήσεται· του τέστι τὸ πάλαι σεπτὸν καὶ φρικῶδες, ἔρημον ἀναφανήσεται· σημεῖον δὲ τῆς ἐρημίας γενήσεται· εἰκόνες τινὲς ἀπηγορευμέναι τῶ νόμω εἰς τοῦτον εἰσκομιζόμεναι· τοῦτο δὲ πεποίηκε πιλᾶτος· νύκτωρ εἰς τὸν θεῖον νεὼν τὰς βασιλείους εἰσκομίσας εἰκόνας παρὰ τὸν θεῖον νόμον· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἁγίοις αὐτοῦ προέ λεγε μαθηταῖς· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως· τὸ ῥηθὲν διὰ δανιὴλ τοῦ προφήτου· γινώσκετε ὅτι ἤγγικεν ἡ ερήμωσις αὐτῆς· τότε οἱ ἐν τῆ ἰουδαία φυγέτωσαν εἰς τὰ ὄρη· ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβαινέτω ἆραι τί ἐκ τῆς οἰκίας αὐτοῦ· ταῦτα δὲ ἔλεγε· σημαίνων τὸ τάχος τῆς καταληψομένης αὐτοὺς πανωλεθρίας· καὶ μικρὸν δὲ πρὸ τούτων φησὶν· ἱερουσαλὴμ ἱλὴμ ἱερουσαλὴμ ἱλὴμ ἡ ἀποκταίνουσα τοὺς προφήτας· καὶ λιθοβολοῦσα τοὺς ἐρχομένους πρὸς αὐτὴν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου· ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας· καὶ οὐκ ἠθελήσατε· διατοῦτο λέγω ὑμῖν· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· ταῦτα προλέγων ὁ ἅγιος γα βριὴλ· μετὰ τὸ προθεσπίσαι τῆς κατὰ νόμον λατρείας τὴν παῦλαν, ἐπήγαγε· καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν· βδέλυγμα τῆς ἐρημώσεως· καὶ ἵνα μὴ νομίσωσιν ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τοῦ θείου νεὼ τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν, ἀναγκαίως ἐπήγαγε: καὶ ἕως συντελείας καιροῦ, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν: ἕως γάρ φησι τῆς τοῦ αἰῶνος συντελείας, ἡ τῆς ἐρημώσεως συν τέλεια μενεῖ, μεταβολὴν οὐ δεχομένη· τοῦτο καὶ ὁ μακάριος ἔφη δαβὶδ δαδ ἐν ὀργῆ συντελείας καὶ οὐ μὴ ὑπάρξωσι· καὶ γνώσονται ὅτι ὁ θεὸς θς δεσπόζει τοῦ ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς· γνώσονται δὲ ὅταν ἴδωσι τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀνου ἐν τῶ οὐρανῶ οὐνῶ · τότε γὰρ ὄψονται κατὰ φυλὰς εἰς ὃν ἐξεκέντησαν· εἰ δὲ οὐχ οὕτω ταῦτ’ ἔχει, ἐπειδὴ ὁ τῶν υϟ ἐτῶν διελήλυθεν ἀριθμὸς· καὶ ἕτερα δὲ πρὸς τούτοις πλέον ἢ 8͵ α 8 καὶ υ · δειξάτωσαν ἐπὶ τίνων ἔλαβε πέρας ἡ τοῦ ἀρχαγγέλου χρησμολογία, ἐπὶ τῶν μακκαβαίων· ἀλλ’ οὐκέτι υ καὶ ϟ ἔτη ἀπὸ δαρείου μέχρις αὐτῶν· οὔτε μὴν ἀπὸ κύρου τοῦ πρώτου περσῶν βασιλεύσαντος· ἀπὸ γὰρ κύρου μέχρις ἀντιόχου τοῦ ἐπιφανοῦς· ἐφ’ οὗ οἱ μακκαβαῖοι ζηλώσαντες ἀντελάβοντο τῶν πραγμάτων, περὶ τὰ τ καὶ οβ ἐστὶν ἔτη· ἄλλως δέ· τίς τούτων ἅγιος ἁγίων κέκληται· ἰούδας; ἢ ἰωνάθης; ἰ ω άννης· ἢ σίμων· ἢ ὁ μετ’ αὐτούς; καὶ μὴν οὐδὲ ἀβραὰμ ὁ πατρι πρι άρχης· οὐδὲ μωυσῆς ὁ νομοθέτης· οὐδὲ ἠλίας ὁ μέγιστος τῶν προφητῶν· ἅγιος ἁγίων προσηγορεύθη πώποτε· οὐκ οὖν καὶ ὁ χρόνος καὶ αἱ προσηγορίαι τὴν τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ σαφῶς ἡμῖν προεσήμανε παρουσίαν· εἰς ὃν πεπιστευκότες· καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν· προσ μένοντες, τῆς παρ’ αὐτοῦ φιλ ανθρωπίας ανίας ἐν ἡμέρα διαγνώσεως τυχεῖν ἱκετεύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλ ανθρωπία ανία τοῦ κυρίου κυ ἡμῶν καὶ σωτῆρος σρς ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρὶ δόξα σὺν τῶ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν: +