⁘ λόγος η : ἐ ν ἔτει τρίτω τῆς βασιλείας βαλτάσαρ· ὅρασις ὤφθη πρός με· ἐγὼ δανιὴλ μετὰ τὴν ὀφθεῖσαν μοι ἀρχήν: ἔτι φησὶ τῆς τῶν χαλδαίων εἴτουν ἀσσυρίων κατεχούσης βασιλείας ἑ τέραν ἀποκάλυψιν εἶδον, μετ’ ἐκείνην τὴν προτέραν· δηλοῖ δὲ καὶ ὁ χρόνος τὸ ταύτης νεώτερον· τὴν μὲν γὰρ προτέραν εἶδεν ἐν τῶ πρώτω ἔτει βαλτάσαρ βασιλείας χαλδαίων· ταύτην δὲ ἐν τῶ τρίτω· σημαίνει δὲ τὸν χρόνον, οὐ μάτην· ἀλλὰ διδάσκων· ὡς πολλοῦ χρόνου γενέσθαι τὰ πράγματα τὴν τούτων πρόγνωσιν· παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων ἐδέξατο· καὶ ἰδού φησιν ἐν τῆ ὁράσει· καὶ ἐγένετο ἐν τῶ ἰδεῖν με: καὶ ἤμην ἐν σούσοις τῆ βάρει· ἐν χώρα αἰλάμ: τὰ σοῦσα, μητρόπολις ἦν πάλαι περσῶν· ἐπειδὴ τοίνυν τῆς περσικῆς βασιλείας μανθάνει κατάλυσιν, ἀναγκαίως ἐν ἐκείνη τῆ πόλει δοκεῖ βλέπειν τὴν ἀποκάλυψιν· καὶ εἶδον φησὶν ἐν ὁράματι· ἀντὶ τοῦ οὐκ ἐγρη γορὼς· οὐδὲ μεθ’ ἡμέραν ταῦτα ἐθεασάμην· ἀλλ’ ὄναρ μοι ταῦτα ἔδειξεν ὁ τῶν ὅλων θεός θς : καὶ ἤμην φησὶν ἐν τῶ οὐβάλ: παρὰ τὴν πύλην φησὶν ἐδόκουν ἑστάναι· οὕτω γὰρ τοῦτό τινες τῶν ἑρμηνευτῶν τεθείκασι: καὶ ἦρα τοὺς ὀφθαλμούς μου· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ οὐβάλ· καὶ αὐτῶ κέρατα ὑψηλὰ· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου· καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπεσχάτου: τὴν περσικὴν βασιλείαν κριῶ ἐοικυῖαν ὁρᾶ· ἅτε δὴ πλούτω κομῶσαν· καὶ πολλὴν περιουσίας, ἔχουσαν ἀφθο νίαν· δύο δὲ κέρατα ἐν τῶ κριῶ θεωρεῖ· ἐπειδὴ πρῶτος μὲν αὐτῶν ἐβασίλευσε κύρος· μέχρι δὲ παίδων μόνων τὴν βασιλείαν πα ρέπεμψε· καμβύσου γὰρ τοῦ υἱέ ο ω ς αὐτοῦ τελευτήσαντος· ὀλίγους μὲν μῆνας οἱ μάγοι κατέσχον τὴν βασιλείαν· παρέλαβε δὲ αὐτὴν μικρὸν ὕστερον, δαρεῖος ὁ ὑστάσπου· ὃς μέχρις ἐκγόνων καὶ ἀπογόνων τὴν βασιλείαν παρέπεμψε· ἕως δαρείου τοῦ τελευταίου· ὃν ἀλέ ξανδρος ὁ μακεδὼν ἀνελὼν, τὴν βασιλείαν παρέλαβε· τὰ τοίνυν δύο γένη τῶν βασιλέων, διὰ τῶν δύο κεράτων σημαίνεται· καὶ ἄμφω μὲν ὑψηλὰ θεωρεῖ· ὑψηλότερον δὲ τοῦ προτέρου τὸ δεύτερον· ὡς γὰρ ἤδη προειρήκαμεν· πλεῖον ἐπὶ δαρείου καὶ ξέρξου ἡ βασιλεία ἐγένετο· ὁ μὲν γὰρ κύρος τόν τε εὔξεινον πόντον, καὶ τὴν ἀσίαν ἐχει ρώσατο· δαρεῖος δὲ καὶ σκύθας τοὺς νομάδας τοῖς ὑπηκόοις συνέταξεν· ὁ δὲ ξέρξης· καὶ τῆ εὐρώπη τῆς βασιλείας ἐπειράθη τὸν ζυγὸν ἐπιθεῖναι· τούτου χάριν δύο κέρατα ἐν τῶ κριῶ θεωρεῖ· ἀλλὰ τὸ μὲν, πρότερον· τὸ δὲ, δεύτερον· καὶ τὸ δεύτερον, ὑψηλότερον τοῦ ἑτέρου: καὶ εἶδον φησὶ τὸν κριὸν κερατίζοντα κατὰ τὴν θά λασσαν· καὶ βορρᾶν καὶ νότον: τά τε γὰρ βόρεια καὶ νότια, ὑπή κοα εἶχεν ἅπαντα· ὡσαύτως δὲ καὶ τὰ ἑσπέρια μέχρι αὐτῆς τῆς θαλάσσης· καὶ τῶν νήσων δὲ τὰς πλείστας, δουλεύειν ἠνάγκασεν· αὐτίκα τοίνυν τῶ ξέρξη· καὶ κύπριοι καὶ ῥόδιοι· σάμιοί τε καὶ λέσ βιοι· χῖοι· καὶ αἱ κυκλάδες ἅπασαι συνεμάχουν τὴν κατὰ τῆς ἑλ λάδος στρατιὰν ποιουμένω· τούτου ἕνεκεν εἶδεν τὸν κριὸν κερα τίζοντα κατὰ τὴν θάλασσαν· καὶ βορρᾶν καὶ νότον: καὶ πάντα φησὶ τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐ κ τῆς χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμε γαλύνθη: θηρία δὲ πάλιν, τὰς ἄλλας βασιλείας καλεῖ, τὰς μερικάς· τὴν σύρων· τὴν κιλίκων· τὴν ἀράβων· τὴν αἰγυπτίων· θηρία δὲ αὐτὰς ὀνομάζει, διὰ τὸ φοβερὰς εἶναι τοῖς ἀρχομένοις· οὐδεμία τοίνυν βασιλεία ἠδύνατο ἀντιστῆναι ἐκείνη τῆ βασιλεία κερα τιζούση· κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· οὔτε οἷός τε ἦν τίς ἀνθρώπων ἀνων · ἐκείνης τῆς δυναστείας ἐλεύθερον ἀποφῆναί τινα· ἀλλὰ πᾶν τὸ δοκοῦν, εἰς πέρας ἦγε: καὶ ἐγώ φησιν ἤμην συνιών: ταῦτά φησὶ θεωρῶν ἐλογιζόμην παρ’ ἐμαυτῶ τὰ διὰ τούτων σημαι νόμενα εὑρεῖν ἐφιέμενος· ἐμοῦ δὲ πυνθανομένου, ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς· ἐπὶ πρόσωπον πάσης τῆς γῆς: τισὶ δὲ τῶν ἀντιγράφων πρόσκειται καὶ τοῦτο· καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῶ τράγω ἐκείνω κέρας ἓν θεωρητὸν· ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ: τὴν μακεδονικὴν ἐνταῦθα βασιλείαν ἐσήμανε τοῦ ἐνυπνίου τὸ αἴνιγμα· τράγον δὲ αὐτὴν ὠνόμασε, διὰ τὸ ταχὺ καὶ εὐκίνητον· τοῦ κριοῦ γὰρ, ὀξύτερος ὁ τράγος· ἀπὸ λιβὸς δὲ αὐτὸν ἐληλυθέναι ἔφη, ἐπειδὴ πρότερον αἴγυπτον χειρωσάμενος, οὕτως εἰς τὴν περσῶν ἐλήλυθε χώραν· ἐνίκησε μὲν γὰρ τὸν δαρεῖον ἐν τῆ κιλικία· ἀλλ’ ἐκεῖθεν τὴν συρίαν καὶ φοινίκην καὶ παλαιστίνην διαδραμὼν· καὶ τὰς μὲν, τῶν πόλεων ὁμολογία λαβὼν· τὰς δὲ, βία ἑλὼν, εἰς τὴν αἴγυπτον ὥρμησε· εἶτα κἀκείνην τὴν βασιλείαν παραλαβὼν, τὴν περσίδα παραλαμβάνει· καὶ τὴν μεγίστην αὐτῶν καταλύει βασιλείαν· ἓν δὲ κέρας θεωρητὸν· τουτέστιν ἐπίσημον καὶ περίβλεπτον αὐτὸν καλεῖ τὸν ἀλέξανδρον· ἀνὰ μέσον δὲ τῶν ὀφθαλμῶν τοῦ τράγου, φύναι λέγει τὸ κέρας· διὰ τὸ ἀγχίνουν· καὶ συνετὸν καὶ πυκνὸν· τῶν τοῦ ἀλεξάνδρου φρενῶν: καὶ ἦλθέ φησιν ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος ὃν εἶδον ἑστῶτα ἐνώπιον τοῦ οὐβὰλ· καὶ ἔδραμε πρὸς αὐτὸν ὁρμῆ τῆς ἰσχύος αὐτοῦ· καὶ εἶδον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ· καὶ ἐξηγριώθη πρὸς αὐτὸν· καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῶ κριῶ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν· καὶ συνεπάτησεν αὐτὸν· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ: πρώτον μὲν γὰρ τοῖς ἐκείνου συμβαλὼν στρατηγοῖς· ἐν τοῖς κατὰ τὴν ἀσίαν τόποις, πᾶσαν αὐτῶν ἐκείνην ἀφείλετο τὴν ἀρχήν· εἶτα τοῦ δαρείου κατὰ τὴν κιλικίαν μετὰ πολλῆς στρατιᾶς ἀπαντήσαντας, ἑτέρα συμπλοκῆ τρέπεται μὲν ὁ δαρεῖος εἰς φυγήν· πολλοὺς δὲ τῆς στρατιᾶς καταναλώσας ὁ ἀλέξανδρος ἔλαβεν αἰχμαλώτους τοῦ δαρείου τὰς θυγατέρας· εἶτα αὖθις με τὰ τὴν ἐξ αἰγύπτου ἐπάνοδον περὶ τὴν βαβυλῶνα παραταξά μενος αὐτὲν δὲ τὸν δαρεῖον ἀνεῖλε· καὶ τὴν περσικὴν κατέλυσε βασιλείαν· συντριβῆναι δὲ λέγει ἀμφότερα τὰ κέρατα αὐτοῦ ἐπειδὴ καὶ μῆδοι καὶ πέρσαι· καταταυτὸν ὠνομάζοντο· κύρου τοῦ πρώτου βασιλεύσαντος· μήδου μὲν ὄντος μητρόθεν· πέρσ’ δὲ πατρόθεν· καὶ ἐπειδὴ ὁ πρῶτος αὐτῶν βασιλεὺς ἄμφω ταύτ’ εἶχε τὰς προσηγορίας· ἀναγκαίως καὶ οἱ ἀρχόμενοι· καὶ μήδους καὶ πέρσας τοὺς αὐτοὺς ὠνόμαζον· εἰς γὰρ μίαν ἀρχὴν ἄμφω συνῆλθον αἱ βασιλεῖαι· καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς αὐτοὺς καὶ μήδους καὶ πέρσας ὀνομάζουσιν· οὕτω δέ φησι τῶν τοῦ κριοῦ συντριβέντων κεράτων, ὁ τράγος ἐμεγαλύνθη σφόδρα· τῆς γὰρ περσικῆς· εἴτουν μηδικῆς καταλυθείσης βασιλείας τὸ κατὰ πάντων ὁ ἀλέξανδρος ἀνεδέξατο κράτος· ἀλλὰ καὶ αὐτὸς ὀλίγον ἐπιβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέ ξατο· καὶ τοῦτο δὲ εἶδεν ὁ μακάριος δανιὴλ· διό φησι· καὶ ἐν τῶ ἰσχύσαι αὐτὸν, συνετρίβη τὸ κέρας τὸ μέγα· μετὰ τὴν νίκην ἐκείνην τὴν μεγίστην φησί· τὸ κοινὸν τῶν ἀνθρώπων ἀνων ὁ ἀλέξανδρος ἐδέξατο τέλος: καὶ ἀνέβη φησὶ τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ· εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐνοῦ : τέσσαρα κέρατα, τοὺς τέσσαρας βασιλέας τοὺς καταταυτὸν τὸν ἀλέξανδρον διαδεξαμένους αἰνίττεται· πτολεμαῖος γὰρ ὁ λάγου· τῆς αἰγύπτου τὴν ἡγεμονίαν παρέλαβε· σέλευκος δὲ ὁ νικά τ ν ωρ· τὴν βαβυλῶνα κατεῖχε· καὶ τὰ ἄλλα ἔθνη τὰ μεχρι συρίας διήκοντα· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτει· τῆς δὲ μακεδονίας ἀντίπατρος· ὡς δέ τισι τῶν συγγραφέων δοκεῖ· φίλιππος ὁ καὶ ἀριδαῖος· ὁ ἀλεξάνδρ’ ἀδελφός· ἐπισημῄνασθαι δὲ δεῖ· ὅτι καὶ τὸ τρίτον θηρίον, τέσσαρας κεφαλὰς ἔχον ἐθεάσατο· καὶ τὸν τράγον μετὰ τὴν τοῦ ἑνὸς κέρατος συντριβὴν, τέσσαρα φύσαντα κέρατα· ὡς εἶναι δηλονότι τὰ αὐτὰ καὶ διὰ τοῦ τράγου· καὶ διὰ τοῦ τρίτου θηρίου σημαίνεται· καὶ ἐκ τοῦ ἑνὸς φησι τῶν κεράτων, ἐξῆλθε κέρας ἰσχυρόν: ἀντίοχον λέγει τὸν ἐπιφανῆ· ὃς ἀντιόχου τοῦ καλουμένου μεγάλου υἱὸς ἐγίνετο: καὶ ἐμεγαλύνθη φησὶ περισσῶς πρὸς νότον· καὶ πρὸς ἀνατολήν καὶ πρὸς λίβα· καὶ πρὸς τὴν δύναμιν: δυνατὸς φησὶ γενόμενος, περιεγένετο μὲν, τοῦ τῆς αἰγύπτου βασιλέως· ὑφ’ ἑαυτὸν δὲ καὶ τὰ πρὸς ἕω δια κείμενα ἐποιήσατο ἔθνη· ἐπεστράτευσε δέ φησι καὶ τοῖς ἰουδαίοις· καὶ τὴν ἁγίαν αὐτῶν μητρό μρό πολιν κατεστρέψατο· δύναμιν δὲ αὐτὴν προσηγόρευσε, διὰ τὴν ἐπανθοῦσαν τῶ ναῶ τηνικαῦτα θείαν χάριν· καὶ τοῦτο σαφέστερον ποιῶν, ἐπήγαγε: καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ οὐνοῦ · καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως· καὶ ἀπὸ τῶν ἀστέρων· καὶ συ νεπάτησεν αὐτούς: ταῦτα σαφέστερον ἡμᾶς ἡ τῶν μακκα βαίων βίβλος· ἡ πρώτη καὶ δευτέρα διδάσκει· καὶ ἰώσηπος ὁ ἱστοριογράφος ἀκριβῶς ταῦτα συνέγραψε· καὶ ἡμεῖς δὲ τὰ κατ’ αὐτοὺς, συντόμως διηγησόμεθα· τῶν ἐκ γένους ἀρχιερα τικοῦ πρὸς τὸν τηνικαῦτα ἀρχιερέα τῶν ἰουδαίων στασια σάντων· οἱ ταύτης τῆς ἀρχῆς ἐφιέμενοι, πρὸς τὸν ἀντίοχον παραγενόμενοι, πείθουσιν αὐτὸν τὴν ἰουδαϊκὴν πολιτείαν εἰς ἑλληνικὴν μεταβαλλεῖν· καὶ γυμνάσιον ἐν τῆ πόλει οἰκοδομῆσαι· τούτων δὲ γενομένων· οἱ μὲν εὐσεβεῖς, ἐν θρήνοις ἦσαν τὴν προ φανῆ τῶν νόμων ὁρῶντες παράβασιν· ὁ δὲ λοιπὸς ὅμιλος, ἀδεῶς τὸν θεῖον ἐπάτει νόμον· καὶ εἰς τὴν τῆς περιτομῆς ἐξύβριζον ἐντολήν· σφοδροτέρας δὲ γενομένης τῆς στάσεως· ἀφικόμενος ὁ ἀντίοχος, πλείστους μὲν ἀνεῖλε τῶν εὐσεβῶν· τετόλμηκε δὲ καὶ τῶν τοῦ ναοῦ αὐλῶν ἐπιβῆναι· καὶ ἐπιβὰς πάντα ἐσύλησε τὸν νεών· τούς τε θησαυροὺς σφετερισάμενος· καὶ τὰ ἀναθή ματα ἅπαντα ἐκπώματα καὶ φιάλας· καὶ κρατῆρας καὶ τὴν χρυσῆν τράπεζαν· καὶ τὸ χρυσοῦν θυμιατήριον· καὶ τὰς ἐκ χρυσίου κατεσκευασμένας λυχνίας· καὶ πάντα ἁπ αξ απλῶς· τῆς θείας ἱερουργίας τὰ ὄργανα· πρὸς δὲ τούτοις, καὶ βωμὸν ἐν τῶ τοῦ θεοῦ θυ νεῶ, ᾠκοδόμησε τῶ διΐ· καὶ πᾶσαν δὲ τὴν πόλιν εἰδώλων ἐνέπλησε· καὶ πάντας θύειν ἠνάγκαζεν· αὐτὸς δὲ καὶ χοῖρον ἔθυσεν ἐν τῶ θείων νεὼ· καὶ διὸς ὀλυμπίου τὸν νεὼν προσηγόρευσε· ταῦτα πάντα ὁ μακάριος διδάσκεται δανιὴλ· ὁρᾶ γὰρ διὰ τοῦ κέρατος αὐτὸν τὸν ἀντίοχον· ὅτι ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ οὐνοῦ · ἀντὶ τοῦ τῆ μα νία κατ’ αὐτοῦ τοῦ θεοῦ θυ τῶν ὅλων ἐχρήσατο· ὧ καὶ ὁ λεὼς· καὶ ὁ νεὼς ἀνέκειτο· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως· καὶ ἀπὸ τῶν ἀστέρων· καὶ συνεπάτησεν αὐτούς· πλεῖστοι γὰρ ἐκ τοῦ λαοῦ τὸν τοῦ θεοῦ θυ παραβαίνοντες νόμον, τῆς τῶν οὐρανῶν οὐνῶν ἐξέπεσον τάξεως· καὶ ὑπὸ τῆς τούτου κατεπατή θησαν τυραννίδος· σφὰς αὐτοὺς καταλύσαντες· ἀστέρας δὲ αὐτοὺς ὠνόμασε, διὰ τὸ περιφανὲς καὶ λαμπρὸν τῆς εὐσε βείας· αἰνίττεται δὲ καὶ τὴν πρὸς τὸν ἀβραὰμ ὑπόσχεσιν· ποιήσω γάρ φησι τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ οὐνοῦ · οὐ κ ἠρκέσθη φησὶ τὸ συμπατῆσαι πολλοὺς τῶν καλουμένων ἀστέρων· ἀλλὰ καὶ ἕως ἄρχοντος τῆς δυνάμεως ἠδρύνθη· τῆ γὰρ λύττη καὶ τῆ μανία κατ’ αὐτοῦ τοῦ θεοῦ θυ καὶ βασιλέως ταυτησὶ τῆς δυνάμεως· τουτέστι τοῦ ἁγίου λαοῦ ἐχρήσατο· καὶ ταῦτα ποιῶν φησὶ διετέλει: ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν: ἀντὶ τοῦ μέχρις ἂν τῆς ἄνωθεν τύχωμεν ῥοπῆς· καὶ διὰ τοῦ ἐπιτεταγμένου ἀρχαγγέλου τὴν ἡμετέραν προστασίαν, τύχωμεν σωτηρίας σρίας · εἶτα σαφέστερον τὰ ὑπὸ τοῦ ἀντιόχου τολμηθησόμενα προδιδάσκεται: καὶ δι’ αὐτῶν φησὶ θυσία ἐταράχθη παραπτώματι: οὐ συνε χώρει γάρ φησι τὰς κατὰ νόμον θυσίας προσφέρεσθαι· ἀλλὰ τῶ ἑλληνικῶ τρόπω ταύτας ἐπιτελεῖσθαι ἠνάγκαζεν· εἶτα ἐπάγει: ὅτι καὶ ἐγεννήθη καὶ κατευοδώθη αὐτῶ: τέως γὰρ οὐδὲν ἐμπόδισμα γέγονε κωλύον αὐτοῦ τὴν λύτταν: καὶ τὸ ἅγιόν φησιν ἐρημωθήσεται· καὶ ἐδόθη φησὶν ἐπὶ τὴν θυσίαν ἁμαρτία· καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε καὶ εὐοδώθη: μανία γὰρ καὶ τυραννίδι χρώμενος, μιάναι μὲν τετόλμηκε τὸ θυσιαστήριον· παρανόμω θυσία χρησάμενος· ἔρημον δὲ τοῦ κόσμου τὸν θεῖον κατέστησε νεών· ἐπάτησε δὲ τῆς δικαιοσύνης τοὺς νόμους· τὸν ἄδικον φόνον τοῖς εὐσε βέσιν ἐπαγαγών· καὶ τέως φησὶν εὐοδοῦτο ταῦτα ποιῶν· εἶτα ἤκουσά τινος ἁγίου λαλοῦντος καὶ εἶπεν· εἷς ἅγιος τῶ φελμουνὶ τῶ λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται· καὶ ἡ θυσία ἡ ἀρθεῖσα· καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα· καὶ τὸ ἅγιον καὶ ἡ δύ ναμις συμπατηθήσεται: τὸν φελμουνὶ· τὸν τινὰ σημαίνει τῆ ἑλλάδι φωνῆ· μαρτυρεῖ δὲ τούτοις καὶ ἡ σύρων φωνὴ γειτνι άζουσα τῆ ἑβραΐδι· φησὶ τοίνυν ὁ μακάριος δανιὴλ· ὅτι ἤκουσά τινος ἁγίου· ἕτερον ἅγιον ἐρωτῶντος· δῆλον δὲ ὅτι ἀγγέλους διαλεγομένους ὁρᾶ· καὶ βουλομένους μαθεῖν ποῖός ἐστιν ὁ χρόνος τῆς τολμωμένης ἀσεβείας τὲ καὶ παρανομίας· τῆς τε τοῦ ναοῦ ἐρημίας· καὶ τῆς ἀθέσμου καὶ βδελυρᾶς θυσίας καὶ τῆς τοῦ λαοῦ καταδυναστείας: καὶ εἶπεν αὐτῶ φησὶν· ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι· καὶ καθαρισθήσεται τὸ ἅγιον: ἑσπέραν δὲ ἐκάλεσε τὴν ἀρχὴν τῶν συμφορῶν· πρωῒ δὲ τὸ τέλος τῶν συμφορῶν· ἐπειδὴ νυκτὶ καὶ σκότω ἔοικε τὰ λυπηρὰ· ἀπὸ τοίνυν φησὶ τῆς ἀρχῆς τῶν κακῶν ἕως τέλους· τόσοσδέ ἐστι χρόνος· ψηφιζόμεναι δὲ αἱ ἡμέραι αὗται ποιοῦσιν ἓξ ἐτῶν ἀριθμὸν· καὶ ἓξ μηνῶν κατὰ τὴν ἑβραίων ψῆφον· το σοῦτον γὰρ ἐκράτησε χρόνον τῶν ἰουδαίων ἡ συμφορά: καὶ ἐγέ νετο φησιν ἰδεῖν με ἐγὼ δανιὴλ τὴν ὅρασιν, ἐζήτουν σύνεσιν: ταῦτά φησι θεασάμενος· συνεῖναι καὶ μαθεῖν ἀκριβῶς ἐβου λόμην τὰ διὰ τούτων σημαινόμενα τῶν αἰνιγμάτων: καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου ὡσεὶ ὅρασις ἀνδρός: καὶ ἐδόκουν φησὶν ἄνδρα θεωρεῖν: καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ οὐβάλ· καὶ ἐκάλεσε καὶ εἶπε· γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν: ἤκουσα δὲ ἑτέρου φησὶ τινὸς ἀνθρωπεία χρησαμένου φωνῆ· καὶ καλέσαντος τὸν παρεστῶτά μοι· ὃν καὶ γαβριὴλ ὠνόμασεν· ἑρμηνεῦσαί μοι τῆς ἀποκαλύψεως τὰ αἰνίγματα· ἔστι δὲ ἐκ τῶν εἰρημένων τεκμήρασθαι· ὅτι ὁ κελεύσας δεσπότης ἐστὶ: καὶ ἦλθε φησὶ καὶ ἐστάθη ἐχόμενα τῆς στάσεώς μου: καὶ παραυτίκα φησὶ προσταχθεὶς ἀφίκετο· καὶ πλησίον μου ἔστη: καὶ ἐν τῶ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου: ἱκανὰ ταῦτα τὸν εὐνομίου τῦφον ἐλέγξαι· ὃς αὐτὴν εἰδέναι τοῦ θεοῦ θυ τὴν οὐσίαν ἀλαζονεύεται· εἰ γὰρ ἀγγέλου τὴν θεωρίαν καὶ ταύτην με τρουμένην τῆ τοῦ θεωροῦντος δυνάμει ὁ τοσοῦτος προφήτης οὐκ ἤνεγκε, τί δυσσεβέστερον ἢ βδελυρώτερον· τῶν αὐτὴν εἰδέν’ τὴν οὐσίαν σεμνυνομένων· ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλ θωμεν: καὶ εἶπε πρός με· σύνες υἱὲ ἀνθρώπου ἀνου · ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις: μὴ νομίσης φησὶν ἐπὶ τοῦ παρόντος ταῦτα πέρας λαμβάνειν· μετὰ πολὺν γὰρ ἐτῶν ἀριθμὸν ταῦτα γενήσεται· πληρουμένου γὰρ τοῦ ὡρισμένου καιροῦ, τότε πέρας τούτων ἕκαστον λήψεται: καὶ ἐν τῶ λαλεῖν αὐτὸν μετ’ ἐμοῦ, πίπτω ἐπὶ πρό σωπόν μου ἐπὶ τὴν γῆν· καὶ ἥψατό μου· καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου· καὶ εἶπεν· ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ’ ἐσχάτων τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς καιροῦ πέρας μένει: θεασάμενός με φησὶν ὑπὸ τοῦ δέους καταπεσόντα πρῶτον μὲν ἀνώρθωσέ με· ἔπειτα ψυχαγωγεῖν ὡς τούτου χάριν ἀφΐκετο, ἵνα μοι τὰ ἐσόμενα προμηνύση ποθοῦντι· καὶ ὁποῖα διὰ τὴν τοῦ θεοῦ θυ πάλιν ὀργὴν καταλήψεταί μου τὸν λαόν· ἔπειτα τὸ ἐπικεί μενόν μοι δέος ἀφελέσθαι βουλόμενος, ἐμήνυσεν ὅτι μετὰ χρόνον ταῦτα γενήσεται· ἑρμήνευσε δέ μοι· καὶ ὡς ἐθεασάμην ἕκαστον εἰ ρηκώς τούτων: ὁ κριὸς ὃν εἶδες ὁ ἔχων τὰ κέρατα, βασιλεὺς μήδων καὶ περσῶν: ἐπειδὴ γὰρ εὐθὺς τὴν χαλδαϊκὴν εἴτουν ἀσσυρίων βασιλείαν· δαρεῖος ὁ μῆδος παρέλαβε· καὶ τότε κύρος ὁ πέρσης μετατέθεικεν εἰς πέρσας τὴν βασιλείαν· ὃς καὶ μῆδος ἦν καὶ πέρσης διὰ τὴν τῶν γενῶν ἐπιμιξίαν· ἀναγκαίως πέρσαις τοὺς μήδους προστέθεικε· καὶ φησὶν· ὅτι ὁ κριὸς βασιλεύς ἐστι μήδων καὶ περσῶν· ἄμφω γὰρ καὶ ὁ τελευταῖος δαρεῖος καὶ ὁ ἀρσάμου προσαγορευόμενος· ὃν ὁ μακεδὼν ἀλέξανδρος κατέ λυσε· διεῖπε τὰς βασιλείας: καὶ ὁ τράγος φησὶ τῶν αἰγῶν· βασιλεὺς ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀνὰ μέσον τῶν ὀ φθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος: λέγει δὲ τὸν ἀλέξανδρον: καὶ ὅτι συνετρίβη· καὶ ἔστη τέσσαρα κέρατα ὑπὸ κά τωθεν αὐτοῦ· τέσσαρες βασιλεῖς ἀναστήσονται· ἐκ τοῦ ἔθνους αὐτοῦ· καὶ οὐκ ἐν τῆ ἰσχύϊ αὐτοῦ: μετὰ γὰρ φησι τὴν ἐκείνου τελευτὴν, ἡ ἐκείνου βασιλεία, εἰς τέσσαρας διαιρεθήσεται βασιλείας· ἀλλὰ καὶ τέτταρες ὄντες οἱ βασιλεύοντες, οὐκ ἠδυνήθησαν κατορθοῦν· ἃ ἐκεῖνος κατώρθου· ἐλάττους δὲ πολλῶ τῆς ἐκείνου ῥώμης ὀφθήσονται: καὶ ἐπ’ ἐσχάτων φησὶ τῆς βασιλείας αὐτῶν· πλη ρουμένων τῶν ἁμαρτιῶν αὐτῶν: ὅτάν φησιν εἰς ἄκρον ἀσεβείας ἐλάσωσι· καὶ πέρα τῶν μέτρων τῆς ἐμῆς μακροθυμίας παρανο μήσωσιν: ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπω· καὶ συνιῶν προβλήματα· καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ: τὴν πανουργίαν τοῦ ἀντιόχου, διὰ τούτων αἰνίττεται· καὶ πρὸς τῆ πανουργία ἣν ἐ κέκτητο δύναμιν· εἶτα διδάσκων· ὡς ταῦτα ποιήσει δη λο νότι τοῦ θεοῦ θυ συγχωροῦντος, ἀναγκαίως ἐπήγαγε: καὶ οὐκ ἐν τῆ ἰσχύϊ αὐτοῦ: καὶ τῶ ἀσσυρίω δέ φησιν ὁ θεὸς θς διὰ ἡσαΐου τοῦ προφήτου· μὴ δο ξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; οὕτω δὴ καὶ ἐνταῦθα φησὶν· ὅτι ταῦτα τολμήσει ὁ ἀντίοχος, οὐχ ὡς δυνατὸς· ἀλλὰ τοῦ θεοῦ θυ συγ χωροῦντος: καὶ θαυμαστά φησι διαφθερεῖ· καὶ κατευθυνεῖ· καὶ ποιήσει ἰσχυροὺς· καὶ λαὸν ἅγιον· καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ: ἀντὶ τοῦ οὐδὲν αὐτῶ ἐμπόδιον ἔσται· ἀλλ’ ὅσω ἂν θελήση, ταῦτα πάντα ποιήσει· περὶ τῶν τοιούτων ὁ μακάριος παραινεῖ δαβὶδ δαδ λέγων· μὴ παραζήλω, ἐν τῶ κατευοδουμένω ἐν τῆ ὁδῶ αὐτοῦ· ἐν ἀνθρώπω ἀνω ποιοῦντι παρανομίαν· συμβαίνει γὰρ πολ λάκις καὶ τοὺς δυσσεβεία καὶ παρανομία συζῶντας εὐοδοῦσθαι· λίαν παράνομα τολμῶντας· ὁ ζυγὸς οὖν φησὶ τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· ἀντὶ τοῦ πάντα προστάξει τοῖς ὑπηκόοις, ἀνα γκάσει ταῦτα πληροῦν· εἶτα· τὸ πανοῦργον αὐτοῦ καὶ ὕπουλον προλέγων: δόλος φησὶν ἐν τῆ χειρὶ αὐτοῦ· καὶ ἐν καρδία αὑτοῦ μεγαλυνθήσεται· καὶ δόλω διαφθερεῖ πολλούς: ἐξ ἀρχῆς γὰρ γυμνάσιον ἐν ἱεροσολύμοις οἰκοδομηθῆναι προ σέταξεν· εἶτα χοιρείων μεταλαμβάνει κρεῶν· ὕστερον δὲ καὶ θύειν ἠνάγκαζεν· ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις· τοὺς εὐσεβεῖς ἐξαπατῆσαι πειρώμενος· καὶ βασιλικὰς δωρεὰς ὑπισχνεῖτο, παρανομοῦντας ἅπαντας ἰδεῖν ἐφιέμενος· διατοῦτό φησι δόλ’ ἐν τῆ χειρὶ αὐτοῦ· καὶ ἐν καρδία αὐτοῦ μεγαλυνθήσεται· μέγιστον γὰρ ἑαυτὸν πάντων ἀνθρώπων ἀνων ἡγήσατο· καὶ δόλω διαφθερεῖ πολλούς· οὓς ἂν ἐξαπατῆσαι ἰσχύση: ἐπὶ ἀπωλεία φησὶ πολλῶν σταθήσεται: ἀντὶ τοῦ ἐν στάσει χρήσεται· ἕως ἂν ἴδη πολλοὺς τὴν οἰκείαν ἀπολ λύντας σωτηρίαν σρίαν · μὴ ἀρκούμενος δὲ τῆ κατὰ τῶν ἀνθρώπων ἀνων μανία: καὶ ἐπὶ ἄρχοντά φησιν ἀρχόντων στήσεται: τουτέστι κατ’ αὐτοῦ τοῦ βασιλέως τῶν βασιλευόντων· καὶ κυριεύοντος τῶν κυριευόντων· τῆ λύττη χρήσεται μιαίνειν ἐπιχειρῶν τὸν ἀνακείμενον αὐτῶ νεών· καὶ δεικνὺς τὴν δοθεῖσαν αὐτῶ κατὰ τῶν ἰουδαίων συγχώρησιν: καὶ ὡς ὠά φησιν ἐν χειρὶ συντρίψει αὐτούς: οὕτω φησὶ μετὰ πολλῆς εὐκολίας ταῦτα ἐργάσεται· ὡς εἴ τις ὠὰ τῆ χειρὶ συντρίψαι θελήσ’· αἰνίττεται δὲ ἐνταῦθα καὶ τὴν αὐτῶν τῶν ἰουδαίων ῥαθυμίαν· καὶ ὅτι αὐτοὶ τῶν θείων ἀμελήσαντες κατελείφθησαν ὑπὸ τοῦ θεοῦ θυ · καὶ γυμνοὶ τῆς ἄνωθεν προνοίας ἐγένοντο· τούτοις ἐπιφέρει: καὶ ἡ ὅρασις τῆς ἑσπέρας· καὶ τῆς πρωΐας τῆς ῥηθείσης ἀληθής ἐστιν: ἀντὶ τοῦ καὶ ὁ ὡρισμένος χρόνος ταῖς συμφοραῖς ἀναμφι βόλως ἐστὶν ἀληθής· ἐπειδὴ δὲ πολύς ἐστιν ἐν τῶ μέσω χρόνος, σφράγισόν φησι τὴν ὅρασιν· ὅτι εἰς ἡμέρας πολλὰς ἔσται: ἀντὶ τοῦ ἀσαφῆ αὐτὴν τοῖς πολλοῖς κατέλιπε· σοὶ γὰρ ὡς ποθοῦντι ταῦτα, δῆλα πρὸ τῶν πραγμάτων πεποίηκε: καὶ ἐγώ φησι δα νιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστη· καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιῶν: μαθὼν γὰρ τὰ καταληψόμενά μου τὸν λαὸν πάλιν κακὰ, οὕτως ἀνιαρῶς διετέθην· ὡς ἀρρωστία περιπεσεῖν· ἀλλ’ ὅμως καὶ τοῦτον διακείμενος τὸν τρόπον, ὠκονόμουν τὰ παρὰ τοῦ βασιλέως ἐγκεχειρισμένα μοι· μηδενὸς γινώσκοντος, τὴν τῆς ἀρρωστίας αἰτίαν· οὗτος ἤδει· μετὰ τοῦ μακαρίου παύλου λέγειν· τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ· τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι· καὶ τό κλαίειν μετὰ κλαιόντων· καὶ χαίρειν μετὰ χαιρόντων· καὶ εἰ πάσχει ἓν μέλος, συμπάσχειν πάντα τὰ μέλη· οὕτω διακείμενος καὶ ταύτην ἔχων περὶ τοὺς ὁμοδούλους τὴν φιλοστοργίαν· μαθὼν ταῖς πολλαῖς ὕστερον γενεαῖς· καταληψομένας τοὺς ὁμοδούλους αὐτοῦ συμφορὰς, θρηνῶν καὶ ὀλοφυρόμενος διετέλει· καὶ ταῦτα εἰδὼς ἀκριβῶς· ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται· ἀλλὰ τῆς παρούσης ζωῆς· οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται· ταύτην προ σήκει καὶ ἡμᾶς περὶ τοὺς ὁμοφυεῖς τὲ καὶ ὁμοδούλους ἔχειν τὴν ἀγάπην· καὶ τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν· καὶ τὴν περὶ ἄλληλα τῶν μελῶν μιμεῖσθαι συμπάθειαν· ἐπειδὴ μέλη μὲν ἀλλήλων κε κτήμεθα· σῶμα δὲ ἠξιώθημεν προσαγορευθῆναι χριστοῦ χυ · αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν: