⁘ λόγος ζ : ἐ ν τῶ πρώτω ἔτει· βαλτάσαρ βασιλέως χαλδαίων· δανιὴλ ἐνύπνιον εἶδε· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ τὸ ἐνύπνιον ἔγραψε: μέχρι τούτων τῶν λόγων ὁ μακάριος δανιὴλ ἱστορικώτερον τὴν προφητείαν συνέγραψε· πρῶτον μὲν γὰρ εὐθὺς ἀρξάμενος τὰ συμβεβηκότα τοῖς δοριαλώτοις γεγενημένοις ἐδίδαξε· προστέθεικε δὲ καὶ ὅσης παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων κηδε μονίας ἀπήλαυσαν· ἔπειτα διηγήσατο ἡλίκας ὁ ναβουχοδονόσορ τῆς ὡμότητός τε καὶ ἀλαζονείας ἔδωκε δίκας μετὰ ταῦτα· οἵαν ὁ βαλτάσαρ ἔτισε τιμωρίαν· τῶν ἱερῶν καταφρονήσας σκευῶν· τούτου δὲ θεία πληγῆ καταλυθέντος· καὶ εἰς μήδους τῆς βασιλείας μετατεθείσης· τὰ κατ’ αὐτὸν καὶ τὸν δαρεῖον συνέγραψε· διδάξας ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη· οἵας δὲ αὐτὸς ὑπομείνας ἐπιβουλὰς, ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν τῆς θείας ἔτυχεν ἀντιλήψεως· ταῦτα οἷον εἰς συγγραφικὴν ἱστορίαν διη γησάμενος, ἄρχεται λοιπὸν διδάσκειν· ἃς διὰ τῶν ἀποκαλύ ψεων ἐδιδάχθη προρρήσεις· καὶ πρῶτον μὲν τίθησι τὴν τῶν τεττάρων θηρίων ἀποκάλυψιν· καὶ σφόδρα ἐοικυῖαν τῶ τοῦ ναβουχοδονόσορ ἐνυπνίω· καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾶ, τέτ ταρας ἐθεάσατο ὕλας· καὶ οὗτος ἀπὸ θαλάσσης μιᾶς, τέτταρα ἀνιόντα θηρία· ἀλλ’ ἵνα μὴ τὰ αὐτὰ λέγειν ἀναγκασθῶμεν, τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα· σαφέστερον δὲ ἐκεῖθεν τοῦτο διδαχθήσεται: ἐν τῶ πρώτω ἔτει βαλτάσαρ βασιλεὺς χαλ δαίων· ἐνύπνιον εἶδε δανιὴλ· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ: τουτέστι καθεύδων τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο· ἐπειδὴ γὰρ μέλλει ἃ καθημέραν εἶδε συγγράφειν, εἰκότ’ διδάσκει· τίνα μὲν ὄναρ εἶδε· τίνα δὲ ὕπαρ· καὶ τὸ ἐνύπνιόν φησιν ἔγραψεν· οὐ γὰρ ἠνέσχετο κρύψαι τὰ θεόθεν αὐτῶ διδαχθέντα· ἀλλ’ εἰς ὠφέλειαν ἁπάντων συνέγραψεν ἀρχὴν λόγων αὐτοῦ· καὶ ἀποκριθεὶς εἶπεν· ἤρξατό φησι τῆς διηγήσεως οὕτω: καὶ ἐγὼ δανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτὸς· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ οὐνοῦ προ σέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην· καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλήλων: ὁ μὲν οὖν να βουχοδονόσορ εἰκόνα βλέπει· διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον· καὶ ὅτι σχήματα μᾶλλόν ἐστιν· ἧ φησὶν ὁ θεῖος ἀπόστολος· ἀλλ’ οὐ πράγματα· οὐδὲν γὰρ αὐτῶν μόνιμον οὐ δὲ βέβαιον· ἀλλὰ πάντα διαρρεῖ· καὶ φθείρεται· καὶ μαραίνεται· ὁ δὲ μακάριος δανιὴλ θάλασσαν βλέπει τοῦ παρόντος βίου τὰ κύ ματα διδασκόμενος· ἐπειδὴ γὰρ τὴν ξένην οἰκεῖν ἠναγκάζετο δοριάλωτος γεγονὼς· ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδάσκεται· καὶ ὁ μὲν βασιλεὺς ὡς μέγα φρονῶν ἐπὶ χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω, διὰ τούτων λαμβάνει τὰ τῶν βασι λέων αἰνίγματα· καὶ τὰς τῶν βασιλέων μανθάνει διαδοχὰς· καὶ διδάσκεται· μὴ μέγαφρονεῖν ἐπὶ τῆ βασιλεία ὀξύρροπον ἐχούση μεταβολήν· ὁ δὲ προφήτης ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρο νῶν, τέσσαρα θηρία βλέπει διδασκόμενος· ὡς αἱ φοβεραὶ αὗται βασιλεῖαι· αἱ πάντας ἀνθρώπους ἀνους δεδιττόμεναι, τέλος λήψονται καὶ αὐταί· μία δὲ ἀτελεύτητος μενεῖ βασιλεία· ἣν τοῖς ἁγίοις ηὐτρέ πισεν ὁ τῶν ἁγίων θεός θς · θάλατταν τοίνυν καλεῖ τὸν βίον· ἅτε δὴ μυρίας ἔχοντα τρικυμίας· ἀνέμους δὲ αὐτῆ προσβάλλοντας, τὰς τῶν πραγμάτων μεταβολάς· καθάπερ γὰρ νότου μὲν πνέ οντος ἐπὶ τὸ ἀρκτῶον μέρος διατρέχει τὰ κύματα· βορέου δὲ κι νοῦντος τὴν θάλατταν· ἔμπαλιν τὸ ῥόθιον ἐπὶ τὸ νότιον μέρος ὠθεῖται, οὕτως ἡνίκα μὲν ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπηκόους· μεταβάσ’ δὲ τῆς βασιλείας εἰς πέρσας, μετέβη παραυτίκα καὶ τῶν ὑπη κόων πρὸς ἐκείνους ὁ δρόμος· μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων· ἀφέντες ἅπαντας ἐκείνους οἷς ὑπήκοον πρότερον, τούτοις προσέφερον τὸν συνήθη δασμόν· ἐπειδὴ δὲ ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος, εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅπαντες· μακεδόνων οὐδένα ποιούμενοι λόγον· τοῖς γὰρ ὑπηκόοις καὶ αὐτοὶ συνηρίθμηνται· εἰκότως τοίνυν τὰς τῶν πραγμάτων μεταβολὰς· ἀνέμοις ἀπείκασεν· οἱ νῦν μὲν ὧδε· νῦν δὲ ἐκεῖσε, τῆς θαλάσσης ὠ θοῦσι τὰ κύματα· τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέμων· ἐπειδὴ καὶ τέσσαρες γεγόνασι τῶν βασιλειῶν διαδοχαί· διδάσκει δὲ ἡμᾶς καὶ ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν: τὸ πρῶτον γάρ φησιν ὡσεὶ λέαινα· καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆ: τὴν ἀσσυρίων ἤτουν χαλδαίων βασιλείαν· αὕτη γὰρ πρώτη τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησε· διὰ τῆς λεαίνης ᾐνίξατο· βασιλικὸν γὰρ τὸ ζῷον· καὶ τὰ πτερὰ ἐοικέναι φησὶν ἀετοῦ· καὶ γὰρ τοῦτο τὸ ζῷον τῶν πτηνῶν ἁπάντων κρατεῖ· ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνης ὁ ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη τεθεᾶσθαι χρυσῆν· ἑρμηνεύων δὲ ὁ θειότατος δανιὴλ ἔφη· ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ βασιλεῦ· οὕτω καὶ ἐν ταῦθα τῶν θηρίων τὸ κρά τιστον ἐπὶ τῆς πρώτης τέθεικε βασιλείας· οὐκ ἰσχὺν αὐτῆ πλείονα προσμαρτυρῶν· ἀλλ’ ὡς πρώτην, τιμιωτέραν ἀποφαίνων· ἀλλ’ ὅμως εἶδεν ὡς ἐξϊτίλη αὐτῆς τὰ πτερὰ· τουτέστι γυμνὴ τῶν ὑπηκόων πάντων ἐγένετο· καὶ τῆς προτέρας ἐστερήθη δυνάμεως· καὶ ἐξήρθη φησὶν ἀπὸ τῆς γῆς· ἀντὶ τοῦ βασιλεύειν ἐπαύσατο· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη· ἵ ἴ ση φησὶ τοῖς ὑπηκόοις ἐγένετο· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆ· μεμάθηκέ φησι διὰ τῆς πείρας· ἀνθρώπινα ἀνινα φρονεῖν καὶ μὴ ὑπερβαίνειν τῆ φαντασία τῆς διανοίας τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ ἡνίκα τῆς βασιλείας κατεῖχον πηδάλια, τῦφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρίαν· διὸ καὶ ὁ μακάριος ἡσαΐας φησίν· ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοτα τῶν ἀσσυρίων· εἰκότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῆ πείρα μαθόντες· καὶ τῆς εὐημερίας τὸ σφαλερὸν· καὶ ἀνθρώπινα ἀνινα φρονοῦσι· καὶ ἑαυτοὺς γινώσκουσι· καὶ καρδίαν ἀνθρωπίνην ἀνινην ἐκτήσαντο· οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου· ἐπάγει δέ: καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκω· καὶ εἰς μέρος ἕν ἐστάθη· καὶ τρία πτερὰ ἐν τῶ στόματι αὐτῆς· ἀνὰ μέσον τῶν ὁ ὀ δόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῆ· ἀνάστα φάγε σάρκας πολλάς: τὴν περσικὴν ἐνταῦθα βασιλείαν αἰνίττεται· ἄρκω δὲ αὐτὴν ἐοικέναι φησὶ διὰ τὸ τῶν τιμωριῶν ὠμὸν τὲ καὶ ἀπηνές· βαρβάρων γὰρ ἁπάντων ὠμότεροι περὶ τὰς τιμωρίας οἱ πέρσαι· ἐκδοραῖς χρώμενοι καὶ τῆ κατὰ μέρος τῶν μορίων ἐκτομῆ μακρὰς τὰς κολάσεις μηχανώμενοι καὶ πικρὸν κατα σκευάζοντες, τοῖς κολαζομένοις τὸν θάνατον· διατοῦτό φησιν ἔλεγον αὐτῆ· ἀνάστα φάγε σάρκας πολλάς· οὐκ ἐπιτρέποντες τοῦτο ποιεῖν· ἀλλὰ προλέγοντες τὰ ἐσόμενα· καὶ τὸ ὠμὸν καὶ ἀνήμερον προσμαρτυροῦντες· τρία δέ φησι πτερὰ ἐν τῶ στόματι αὐτῆς· τῶν τριῶν γὰρ τμημάτων τῆς οἰκουμένης ἐκράτησε· τοῦ ἑώου· καὶ τοῦ βορείου· καὶ τοῦ νοτίου· κύρος μὲν γὰρ ὁ πρῶτος περσῶν βασιλεύσας· τὸ ἑῶον ἅπαν· μέχρι τοῦ ἑλλησπόντου ὑφ’ ἑαυτὸν ἐποιήσατο· καμβύσης δὲ ὁ τούτου παῖς· καὶ τὴν αἴγυπτον ἐχειρώ σατο· καὶ αἰθίοπας ὑπηκόους ἀπέφῃνε· δαρεῖος δὲ ὁ ὑστάσπου· σκυθῶν τῶν νομάδων ἐκράτησεν· οἳ τὸ βόρειον μέρος τῆς οἰκου μένης ἔλαχον οἰκεῖν· ξέρξης δὲ ὁ δαρείου· ἐπεχείρησε μὲν καὶ τὴν εὐρώπην τοῖς ὑπηκόοις συνάψαι· ναυμαχία δὲ ἡττηθεὶς ἀθηναίων, αἰσχρῶς ἀνέστρεψε· καὶ τὴν ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθε βλάβην· τούτου χάριν φησὶ, τρία πτερὰ ἐν τῶ στόματι αὐτῆς· ἔνια δὲ τῶν ἀντιγράφων· πλευρὰ ἔχει· οὐδὲν δὲ διαφέρει· εἴτε γὰρ τοῦτο· εἴτε ἐκεῖνο τεθείη διδάσκει· ὡς τὰ τρία τμήματα τῆς οἰκουμένης καρποῦνται· καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον· καλῶς δὲ καὶ τὸ ἐν τῶ στόματι αὐτῆς προστέθηκεν· ἵνα δείξη τὴν παρὰ πάντων χορηγουμένην εἰσφοράν· καὶ ἐπειδὴ οὐ παντάπασιν ἡ βασιλεία αὕτη κατελύθη· ἀλλὰ μοῖράν τινα τῆς προτέρας ἡγεμονίας διέμεινεν ἔχουσα· οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν· ἅπερ ἡ πρὸ αὐτῆς πέπονθε τῶν π τ ερῶν στερηθεῖσα· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου σταθεῖσα· καὶ καρδίαν ἀνθρώπου ἀνου λαβοῦσα· εἶπε δὲ αὐτὴν εἰς ἓν σταθῆναι μέρος· εἰς ἓν γάρ φησι μέρος ἐστάθη· τουτέστι κρατήσασα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων· ἀπεστερήθη μὲν τοῦ πλείστου· ἑνὸς δὲ μέρους τὴν ἡγεμονίαν κατέσχε· κρατοῦσα γὰρ τῆς ἀσίας πάλ’ ἁπάσης καὶ τῆς λιβύης, ἀπεστερήθη μὲν τῆς αἰγύπτου καὶ τῆς αἰθι οπίας· οὐκέτι δὲ παλαιστινῶν καὶ φοινίκων κρατεῖ· ἀφαιρεῖται δὲ καὶ τῆς ἀσίας τὴν ἡγεμονίαν· καὶ ὁ εὔξεινος δὲ πόντος, ἔξω τῶν σκήπτρων γεγένηται· κρατεῖ δὲ μόνης περσίδος καὶ μηδίας καὶ συρίας· καὶ τῶν πλησιοχώρων ὀλίγων ἐθνῶν· διατοῦτο φησὶν εἰς ἓν μέρος ἐστάθη· ταῦτα καὶ περὶ τοῦ δευτέρου διηγησάμενος θηρίου: ὀπίσω φησὶ τούτου ἐθεώρουν· καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις· καὶ αὐτῆ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς· καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῷ: τὴν μα κεδονικὴν βασιλείαν διὰ τούτων αἰνίττεται· καὶ μάλα προσ φόρως παρδάλει τὸν ἀλέξανδρον ἀπείκασε· διὰ τὸ ταχὺ καὶ ὀξὺ καὶ ποικίλον· τέτταρα δὲ πτερὰ πετεινοῦ ἔφη τὸ θηρίον ἐσχηκέν’· ἐπειδὴ πτηνοῦ δίκην ὁ ἀλέξανδρος τὰ τέτταρα τῆς οἰκουμένης διαδραμὼν τμήματα, πάντας ὑφ’ ἑαυτὸν ἐποιήσατο· διὰ δὲ τῶν τεττάρων κεφαλῶν τὴν μετὰ τὸν ἀλέξανδρον γενομένην ᾐνίξατο τῆς ἡγεμονίας διαίρεσιν· τέσσαρες δὲ ἀνθ’ ἑνὸς κατέ στησαν βασιλεῖς· καὶ πτολεμαῖος μὲν ὁ λάγου τῶν κατ’ αἴγυπτον ἐνεχειρίσθη τοὺς οἴακας· σέλευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμο νίαν ἰθύνειν ἐπιστεύθη· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτησε· τῆς δὲ μακεδονίας ὥς τινες ἔφασαν ἀντίπατρος· ὡς δὲ ἕτεροι φίλιππος ὁ καὶ ἀριδαῖος αὐτοῦ ἀλεξάνδρου ἀδελφός· αἱ μὲν οὖν τέσσαρες κεφαλαὶ· τὰς μετὰ τὸν ἀλέξανδρον τέτταρας ἡγεμονίας αἰνίττονται· τὰ δὲ τέσσαρα πτερὰ, αὐτὴν τοῦ ἀλε ξάνδρου τὴν δυναστείαν· τῶν τεττάρων τῆς οἰκουμένης περι γενομένην τμημάτων· ἐξουσίαν δὲ ἔφη δεδόσθαι τῶ θηρίω· ἐπειδὴ καὶ ὧν οἱ πρὸ αὐτοῦ μὴ κεκρατήκεισαν, οὗτος ἐδείχθη κρατῶν· ἀλλ’ ὅμως καὶ ἡ πάντων περιγενομένη βασιλεία, τέλος ἐδέξατο: ὀπίσω γὰρ τούτου ἐθεώρουν φησὶν ἐν ὀ ὁ ράματι τῆς νυκτὸς· καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν· καὶ ἔκθαμβον πε ρισσῶς· καὶ οἱ ὀδόντες αὐτοῦ, σιδηροὶ καὶ μεγάλοι· ἐσθίον καὶ λε πτύνον· καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ αὐτὸ διέφερε περισσῶς· παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ: τὸ τέταρτον θηρίον· τὴν ῥωμαϊκὴν βασιλείαν· ὄνομα δὲ αὐτῶ οὐ τίθησιν· ἐπειδὴ ἐκ πλειόνων ἡ ῥωμαίων συγκροτηθεῖσα πόλις, τῆς οἰκουμένην ἐκράτησε· πρῶτον μὲν βασιλευομένη· εἶτα· ὅτε μὲν δημοκρατουμένη· ὅτε δὲ ἀριστοκρατουμένη· ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν· φοβερὸν δὲ λέγει τὸ θηρίον καὶ ἔκθαμβον περισσῶς· ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βα σιλειῶν· δυνατωτέρα αὕτη ἡ βασιλεία γεγένηται· καὶ ἐπεὶ τῆς εἰκόνος δὲ τετάρτην ὕλην τὸν σίδηρον τέθεικε· καὶ ἐπήγαγεν· ὥσπερ τοίνυν· λεπτύνει ὁ σίδηρος πάντα καὶ ἐκδαμάζει· οὕτω πάντα λεπτυνεῖ καὶ ἐκδαμάσει· καὶ ἐνταῦθα δέ φησιν οἱ ὀδόντες τοῦ θηρίου σιδηροὶ· ὡς εἶναι δῆλον· ὅτι τὴν αὐτὴν καὶ ἐνταῦθα κἀκεῖ βασιλείαν αἰνίττεται· ἤσθιέ φησι καὶ ἐλέπτυνε· καὶ γὰρ τῶ ὄντι μείζους ἐπετέθησαν ὑπὸ ῥωμαίων τοῖς ὑπηκόοις οἱ φόροι· καὶ τὰ ἐπίλοιπά φησι τοῖς ποσὶν αὐτοῦ συνεπάτει· πόδας δὲ τῆς βασιλείας, τὴν στρατιὰν αἰνίττεται· ὑφ’ ὧν οὐ σμικραὶ ζημίαι, τοῖς τε τὰς πόλεις οἰκοῦσι· καὶ τὰς χώρας ἐπάγονται· καὶ αὐτὸ διέφερε περισσῶς· παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· δυνατωτέρα οὖν καὶ περιφανεστέρα ἡ ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη: καὶ κέρατα αὐτῶ φησὶ δέκα: σημαίνει δὲ ἐνταῦθα ὅτι περὶ τὸ τέλος τῆς βασιλείας, δέκα κατὰ ταυτὸν ἀναστήσονται βασιλεῖς· ὧν οἱ μὲν, ἔσονται δυνατοὶ· οἱ δὲ, λίαν ἀσθενεῖς· τοῦτο γὰρ καὶ ἐπὶ τῶ τῆς εἰκόνος ἐνυπνίω ἐδίδαξε· καὶ γὰρ ἐκεῖ οἱ δάκτυλοι τῶν ποδῶν δέκα· καὶ οὗτοι· μέρος μέν τι εἶχον σιδήρου· μέρος δέ τι ὀστράκου· ἑρμηνεύων δὲ ὁ μακάριος δανιὴλ ἔφη· ὡς τῆς βασιλείας μέρος μέν τι ἔσται ἰσχυρὸν· μέρος δέ τι ἀσθενές· ὡς εἶναι δῆλον· ὅτι τὰ αὐτὰ σημαίνει ἀμφότερα τὰ ἐνύπνια· καὶ κέρατα αὐτῶ δέκα φησί: προσενόουν τοῖς κέρασιν αὐτοῦ· καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν· ἀναβαῖνον ἐν μέσω αὐτῶν· καὶ τρία ἔμπροσθεν αὐτοῦ· καὶ ἐξερριζώθη ἀπὸ προσώπ’ αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἀνου ἐν τῶ κέρατι τούτ’· καὶ στόμα λαλοῦν μεγάλα· καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους: ἐνταῦθα τὸν ἀντίχριστον αἰνίττεται· μεταξὺ τῶν δέκα κε περὶ τοῦ ἀντιχρίστου: ράτων ἀναφαινόμενον· λέγει δὲ ὅτι καὶ τρία κέρατα ἐξερίζωσε τῶν ἔμπροσθεν αὐτοῦ· αἰνίττεται δὲ ὅτι τρεῖς βασιλείας καταλύσ’ ἀπὸ τῶν δέκα· καταταυτὸν βασιλευόντων· μικρὸν δὲ αὐτὸ κέρας καλεῖ, ὡς ἀπὸ μικρᾶς φυλῆς τῆς ἰουδαίων φυόμενον· θεωρητὸν δὲ, ὡς ἐπίσημον μετὰ ταῦτα γενόμενον· διὰ δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, τὴν φύσιν καὶ τὴν πανουργίαν ᾐνίξατο· ἧ χρώμενος ἐξαπατήσει πολλούς· ἀλλὰ καὶ στόμα φησὶ· λαλοῦν μεγάλα· τουτέστιν ἀλαζονικὰ καὶ ὑπέρογκα· σαφῶς δὲ ἡμᾶς ὁ μακάριος παῦλος τοῦτο διδάσκει· λέγων· μή τις ὑμᾶς ἐξαπα τάτω κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθη ἡ ἀποστασία πρῶτον· καὶ ἀποκαλυφθῆ ὁ ἄνθρωπος ἄνος τῆς ἁμαρτίας· ὁ υἱὸς τῆς ἀπωλείας· ὁ ἀντικείμενος· καὶ ὑπεραιρόμενος· ὑπὲρ πάντα λεγόμενον θεὸν θν ἢ σέβασμα· ὥστε καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ θυ εἰσελθόντα καθίσ’· ἀποδεικνῦντα ἑαυτὸν ὅτι ἐστὶ θεὸς· τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη δανιὴλ· καὶ στόμα λαλοῦν μεγάλα· καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων· πάντα γὰρ πραγματεύεται κοινωνοὺς τῆς πονηρίας πάντας ἀνθρώπους ἀνους λαβεῖν ἐφιέμενος· ἀλλὰ ταῦτα ποιῶν φησὶν, οὐκ ἐπὶ πολὺ διαρκέσει· ἀλλ’ ὡς τάχιστα καταλυθή σεται: ἐθεώρουν γάρ φησι ἕως ότου θρόνοι ἐτέθησαν· καὶ πα λαιὸς ἡμερῶν ἐκάθισε· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν· ὁ θρόνος αὐτοῦ ὡσεὶ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλι άδες ἐλειτούργουν αὐτῶ· καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῶ· κριτήριον ἐκάθισε· καὶ βίβλοι ἀνεώχθησαν: ἐκεῖνα μέν φησιν ἐτόλμα ἅπαντα τὸ κέρας· λαλοῦν μεγάλα καὶ ἀλα ζονικὰ καὶ ὑπέρογκα· καὶ τοῖς ἁγίοις πολεμοῦν ἕως οὗ ἐκάθισε τὸ κριτήριον· προσήκει δὲ εἰδέναι· ὅτι ἀσώματος ὢν ὁ θεὸς θς ἁπλοῦς τὲ καὶ ἀσχημάτιστος· περιγραφὴν οὐδεμίαν δεχόμενος· ἀλλ’ ἀπε ρίγραφον ἔχων τὴν φύσιν, σχηματίζει πολλάκις πρὸς τὸ χρή σιμον ὡς ἐθέλει τὰς ὀπτασίας· καὶ ἔστιν ἰδεῖν· ἑτέρως μὲν ἐπι φαινόμενον αὐτὸν τὸν ἁβραὰμ· ἑτέρως δὲ τῶ μωϋσῆ· καὶ ἄλλως τῶ ἡσαΐα· καὶ τῶ ἱεζεκιὴλ δὲ ὡσαύτως, ἑτέραν ὄψιν ὑπέδειξεν· ὅταν τοίνυν· τὴν τῶν ἀποκαλύψεων ἴδης διαφορὰν, μὴ πο λύμορφον ὑπολάβης τὸ θεῖον· ἄκουσον δὲ αὐτοῦ λέγοντος διὰ ὠσηὲ τοῦ προφήτου· ἐγὼ ὁράσεις ἐπλήθυνα· καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· ὡμοιώθην εἶπεν· οὐκ ὤφθην· ὡς βού λεται σχηματίζει τὰς ὄψεις· ὥσπερ ἀμέλει καὶ ὁ μακάριος ἱεζεκιὴλ θεασάμενος ἐξ ηλέκτρου καὶ πυρὸς συγκείμενον τὸν ὀφθέντα· διηγησάμενος τὴν ἀποκάλυψιν ἐπήγαγε· τοῦτο ὁμοί ωμα δόξης κυρίου κυ · καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν κύριον κν , οὔτε αὐτὴν τοῦ κυρίου κυ τὴν δόξαν· ἀλλὰ τὸ ὁμοίωμα δόξης κυρίου κυ · ἐνταῦθα ὁ μακάριος δανιὴλ· διὰ μὲν τοῦ παλαιοῦ τῶν ἡμερῶν, διδάσκεται τὸ αἰώνιον· οὕτω γὰρ καί τινες τῶν ἑρμηνευτῶν νενοηκότες· ἀντὶ τοῦ παλαιοῦ τῶν ἡμερῶν, ὁ παλαιῶν τὰς ἡμέρας τεθείκασιν· ὁρᾶ δὲ καὶ τῆς τριχὸς τὴν καθαρότητα καὶ τῶν ἐνδυμάτων τὴν λαμπρότητα· τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον· οὐ μόνον τῆς θείας φύσεως, ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμένων διδασκόμενος· τουτέστι· δικαιοσύνης· προνοίας· κρίσεως· ἐπειδὴ γὰρ εἶδε τὸ κέρας ἀλα ζονικοῖς μὲν λόγοις χρώμενον· τοῖς τε τοῦ θεοῦ θυ θεράπουσι μυρίας ῥάπτοντι καττύον ἐπιβουλὰς· διδάσκεται διὰ τῆς πανταχόθεν ἀστραπτούσ’ καθαρότητος· ὡς οὐ παρορῶντος τοῦ θεοῦ θυ ταῦτα τολμᾶται· ἀλλὰ διὰ τὴν ἄρρητον αὐτοῦ συγχωροῦντος οἰκονομίαν· καὶ ἵνα μή τις πάλιν ὑπολάβη· βούλεσθαι μὲν τὸν θεὸν θν ἅτε δὴ ἀγαθὸν ὄντα τοῖς ἁγίοις ἐπαμύνειν· μὴ δύνασθαι δὲ, ὁρᾶ καὶ τὸν θρόνον ἐκ φλογὸς κατεσκευασμένον· καὶ τοὺς τροχοὺς ὡσαύτως· πυρὸς ἔχοντα φύσιν· καὶ ποταμὸν πυρὸς τὸν θρόνον ἕλκοντα· καὶ χι λίας μὲν χιλιάδας λειτουργούσας, μυρίας δὲ μυριάδας παρε στώσας· καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ θεοῦ θυ · δι’ ἐκείνων δὲ, τὸ ἀκήρατόν τε καὶ ἄμωμον· διὰ δὲ τῆς παλαιότητος· τὸ αἰ ώνιόν τε καὶ σοφὸν καὶ ἥμερον· τούτοις ἐπάγει, κριτήριον ἐκά θισε· καὶ βίβλοι ἀνεώχθησαν ἀντὶ τοῦ κρίσεως λοιπὸν ἐδοκί μασεν εἶναι καιρὸν· καὶ ἀνέπτυξε τῶν ἑκάστω πεπραγμένων τὴν μνήμην· βίβλους γὰρ τὰς μνήμας καλεῖ· εἰ δέ τις καὶ τὴν τοῦ κυρίου κυ ὑπόσχεσιν ἡγεῖται, ταῦτα αἰνίττεσθαι· ἣν τοῖς ἀποστόλοις ἔδωκε· τεθήσονται λέγων δώδεκα θρόνοι· καὶ καθεσθέντες κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ ἰήλ , οὐδὲν ἀπεικὸς ὑπολαμ βάνει· ἀψευδὴς γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελία: ἐθεώρουν φησὶν ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων· ὧν τὸ κέρας ἐλάλει· θεω ρῶν ἤμην ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο· καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός: διὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανίαν· τοῦ κριτηρίου φησὶ γενομένου· κατελύθη καὶ ἡ τετάρτη βασιλεία· καὶ τὸ σῶμα τοῦ θηρίου ἐδόθη εἰς καῦσιν πυρός· προσήκει δὲ ἐπι σημήνασθαι· ὅτι οὐχ ἁπλῶς εἶπεν ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρός· ἀλλὰ τὸ σῶμα αὐτοῦ· ἐπειδὴ γὰρ διὰ τοῦ θηρίου πᾶσαν τὴν βασιλ’ αἰνίττεται· ἐν δὲ τῆ βασιλεία· οἱ μὲν, εἰσιν εὐσεβείας τρόφιμοι· οἱ δὲ, κακίας ἐργάται· καὶ τοὺς μὲν, πνευματι πνι κοὺς· τοὺς δὲ, σαρκικοὺς προσαγορεύειν εἰώθαμεν· τῆ θεία γραφῆ πειθόμενοι· εἰκότως οὐκ εἶπε τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρὸς· ἀλλὰ τοῦ θηρίου τὸ σῶμα· τουτέστι τοὺς παχυτέρους καὶ σαρκικοὺς· καὶ πνευματι πνι κὸν πε φροντικότας οὐδέν: καὶ τῶν λοιπῶν δὲ θηρίων μετεστάθη ἡ ἀρχή· καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ: τῶν γὰρ ἄλλων θηρίων φησὶν ἤδη ἐπέπαυτο ἡ ἀρχή· εἰ καὶ πολλῶν ἐτῶν περίοδον τῶ κρατεῖ κατηνάλωσαν· φανερὸς γὰρ ἑκάστω εἰς τὸ βασιλεύειν ὡρίσθη καιρός· τούτων δέ φησιν οὕτω γενομένων· καὶ τῶν μὲν ἄλλων βασιλέων ἤδη πρότερον παυσαμένων· τῶν δὲ τῆς τετάρτης βασιλείας τιμωρίας ἀξίων τῶ πυρὶ παρα δοθέντων: ἐθεώρουν φησὶν ἐν ὁράματι τῆς νυκτὸς· καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνοῦ ὡς υἱὸς ἀνθρώπου ἀνου ἐρχόμενος ἦν· καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ ἐνώπιον αὐτοῦ προ σηνέχθη αὐτῶ· καὶ αὐτῶ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ· φυλαὶ· γλῶσσαι αὐτῶ δουλεύσουσι· καὶ ἡ ἐξου σία αὐτοῦ ἐξουσία αἰώνιος· ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασι λεία αὐτοῦ οὐ διαφθαρήσεται: ἀληθῶς εἰς καιρὸν εἴποι τίς ἂν πρὸς ἰουδαίους· ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν· ὄψις πόρνης ἐγένετό σοι· ἀπηνεσχύντησας πρὸς πάντας· τί γὰρ τούτων σα φέστερον τῶν λόγων· εὐαγγελικῶς γὰρ τω όντι· μᾶλλον δὲ ἀποστο λικῶς ἢ προφητικῶς· κἂν αἰνιγματωδῶς ταῦτα ὁ προφήτης ἐκή ρυξεν· ὅπερ γὰρ καὶ ὁ κύριος κς ἐν τοῖς εὐαγγελίοις λέγει· ὅτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνοῦ μετὰ τῶν ἀγγέλ’ αὐτοῦ· καὶ ὁ μακάριος παῦλος· ὅτι ὁ κύριος κς ἐν κελεύσματι ἐν φωνῆ ἀρχαγγέλου· καὶ ἐν σάλπιγγι θεοῦ θυ καταβήσεται ἀπ’ οὐρανοῦ οὐνοῦ , καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι· καὶ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἁρπαγησόμεθα ἐν νεφέλαις· εἰς ἀπάντησιν τοῦ κυρίου κυ εἰς ἀέρα· καὶ οὕτω πάντοτε σὺν κυρίω κω ἐσόμεθα· τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μα κάριος δανιὴλ· τὴν δευτέραν τοῦ σωτῆρος σρς ἐπιφάνειαν προθεσπίζων· υἱὸν μὲν ἀνθρώπου ἀνου σαφῶς ἀποκαλῶν, δι’ ἣν ἔλαβε φύσιν σάρκα · ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν· ἵνα δείξη τὴν ἐξουσίαν· λαμβάνοντα δὲ τὴν τιμὴν· καὶ τὴν ἀρχὴν· καὶ τὴν ἐξουσίαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν ὡς ἄνθρωπον ἄνον · τοῦτο γὰρ καὶ ἐν τῶ δευτέρω ψαλμῶ ὡς ἐκ προσώπου αὐτοῦ τοῦ κυρίου κυ ὁ μακάριος λέγει δαβίδ δαδ · κύριος κς εἶπε πρός μ’, υἱός μου εἶ σὺ· ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ καὶ δώ σω σοι ἔθνη τὴν κληρονομίαν σου· καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· τοῦτο δὲ καὶ ὁ μακάριος λέγει δανιήλ· πάντες γάρ φησι λαοί· φυλαὶ· γλῶσσαι αὐτῶ δουλεύσουσι· καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας· ἡ ἐξουσία αὐτοῦ φησὶν· ἐξουσία αἰώνιος· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· οὕτω συγγράψας τὴν ἀποκάλυψιν ἐπή γαγεν: ἔφριξε τὸ πνεῦμα μου· ἐγὼ δανιὴλ ἐν τῆ ὄψει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με: ἥ τε γὰρ ὄψις φύσ’ φρικώδης ἦν· καὶ ἡ ἄγνοια τῶν αἰνιγμάτων, ἐκύκα μου τὴν διάνοιαν· καὶ θορύβων ἐπλήρου· προσῆλθον τοίνυν ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ’ αὐτοῦ περὶ πάντων τούτων· ἑστηκότας δὲ λέγει τὰς χιλίας χιλιάδας· καὶ μυρίας μυριάδας· διὸ οὐκ ἀριθμὸν εἶπε ῥητόν· ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε τὸ πλῆθος· τῶν τε λειτουργούντων καὶ παρεστηκότων· οἱ μὲν γὰρ τιμιώτεροι, οὐχ ἑ στήκεσαν μόνον, ἀλλὰ καὶ λειτουργεῖν ἐκελεύοντο· οἱ δὲ λοιποὶ τῆ μετὰ δέους στάσει, τὴν δουλείαν ἐμήνυον· καὶ καθάπερ ἐπὶ τῶν ἀν θρωπίνων δικαστηρίων· οἱ μὲν, τῶν ὑπηκόων ἑστᾶσι φοβερώ τερον δεικνῦντες τὸ δικαστήριον· οἱ δὲ, ἐξίασί τε καὶ εἰσίασι τῶ δι καστῆ τὰς ἀποκρίσεις κομίζοντες· οὕτως ἐν τῷ φοβερωτάτῳ δικαστηρίω εἶδεν ὁ δανιὴλ· τὰς μὲν μυριάδας παρεστώσας· τὰς δὲ χιλιάδας λειτουργεῖν πεπιστευμένας: προσελθὼν τοίνυν φησὶ καὶ ἐρώμενος· τίς ἡ τῆς ἀποκαλύψεως ἑρμηνεία, ἔμαθον παρά τινος τῶν ἑστώτων τὴν ἀλήθειαν· ἔφη γάρ μοι: ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα· τέσσαρες βασιλεῖς ἀναστήσονται ἐπὶ τῆς γῆς· οἳ ἀρθήσονται καὶ παραλήψονται τὴν βασιλείαν· ἅγιοι ὑψίστου· καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος· καὶ ἕως αἰῶνος τῶν αἰώνων: προσέχειν ἀκριβῶς δεῖ· ὅτι καὶ ἐνταῦθα τέσσαρας εἶπε βασιλείας· καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας· καὶ μὴ νομίζειν τὸ ὄστρακον ἑτέραν βασιλείαν εἶναι παρὰ τὸν σίδηρον· καὶ γὰρ ἐκεῖ τὸ τέλος τῆς βασιλείας τῆς σιδηρᾶς, ἀσθενέστερον ἔφη· καὶ ἐνταῦθα ὡσαύτως τρία κέρατα ἐκριζωθῆναι ἀπὸ τῶν δέκα· ὡς ἀσθενέστερον δηλονότι διακείμενα· αὗται τοίνυν φησὶν αἱ βασιλεῖαι διαλυθήσονται· καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βα σιλεία, τοῖς τοῦ θεοῦ θυ ἁγίοις δοθήσεται· ἐκείνην τοίνυν φησὶ ποθῶν, μηδὲν ἡγοῦ τοῦ παρόντος αἰῶνος τὰς βασιλείας· οὐκ εἰς μακρὰν δεξομένας τὸ τέλος: εἶτά φησίν: ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου· ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον· καὶ φο βερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροὶ· καὶ οἱ ὄνυχες αὐτοῦ χαλκ’· ἤσθιε· καὶ ἐλέπτυνε· καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ κατεπάτ’: ἐπισημῄνασθαι δεῖ· ὅτι τοὺς μὲν ὀδόντας σιδηροὺς λέγει· τοὺς δὲ ὄνυχας χαλκοῦς· ἡ μὲν γὰρ ῥωμαίων βασιλεία, τὸν παρὰ πάντων δέχεται φόρον· διὸ τοὺς ὀδόντας ἔφη σιδηροὺς· ἐπειδὴ δὲ ἐκ τῆς μακεδονικῆς βασιλείας· πολλοὶ εἰς τὴν ὁπλιτικὴν τελοῦσι στρατείαν· ὅπερ δέ εἰσι θηρίω ὄνυχες τοῦτο βασιλεῖ στρατιῶται· εἰκότως ἔφη τοὺς ὄνυχας χαλκοῦς· ἐπειδὴ τὴν τρίτην βασιλείαν χαλκῆν προσηγόρευσεν: ἐπυνθανόμην δέ φησι περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῆ κεφαλῆ αὐτοῦ· καὶ τοῦ τε τάρτου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία· καὶ τὸ κέρας ἐκεῖνο ὧ οἱ ὀφθαλμοὶ αὐτοῦ· καὶ στόμα λαλοῦν μεγάλ’· καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν: οὐ δεῖ δὲ θαυμάζειν· εἰ ἄνω μὲν μικρὸν ἔφη τὸ κέρας· ἐνταῦθα δὲ τὴν ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει δὲ προσέχειν τοῖς λεγομένοις ἀκριβῶς· ὅτι μὲν γὰρ φυόμενον εἶδε τὸ κέρας, μικρὸν αὐτὸ προσηγόρευσεν· ὡς ἀπὸ μικροῦ ἔθνους ὁρώμενον τοῦ ἰουδαίων· καὶ ἀφανῆ τέως τὴν βασιλείαν ἔχων· μετὰ δὲ τὸ ἐκριζῶσαι τρία κέρατα τῶν πρὸ αὐτοῦ· εἰκότως τὴν ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν ἀποκαλεῖ· ἐπιφέρει τοίνυν ἔτι πυνθανόμενος: τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων· καὶ ἴσχυσε πρὸς αὐτούς ἀντὶ τοῦ ἐταπείνωσεν αὐτούς· : ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν· καὶ τὸ κρίμα δέδωκεν ἁγίοις ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασε· καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι: ἱκε τεύω φησὶ μαθεῖν τίνα τὸ κέρας ἐκεῖνο αἰνίττεται· τύφω μὲν χρώμενον· ἀλαζονικοὺς δὲ λόγους προφέρον· ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν· ἕως ἂν ὁ παλαιὸς τῶν ἡμερῶν τῆ μὲν δικαία χρήσεται ψήφω· ἀποδῶ δὲ τὴν βασιλείαν τοῖς ἁγίοις· καὶ τὸ ἐκείνου καταλύσει κράτος· καὶ εἶπέ μοι φησὶν οὕτω: τὸ θηρίον τὸ τέταρτον· βασιλεία τετάρτη ἔσται ἐν τῆ γῆ· ἥτις ὑπε ρέξει πάσας τὰς βασιλείας· καὶ καταφάγεται πᾶσαν τὴν γῆν· καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει αὐτήν: ταῦτα δὲ· οἱ μὲν, πάλαι δι’ αἰνιγμάτων ἐμάνθανον· ἡμεῖς δὲ τῆ πείρα μεμαθήκαμεν· ὁρῶμεν γὰρ τὴν ἔκβασιν· τῶν εἰσφορῶν τὴν εἴσπραξιν· τὴν κρα τοῦσαν τῶν πλειόνων πενίαν· καὶ τὰ ἄλλα ἃ καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν γινόμενα· καὶ τὰ δέκα αὐτοῦ κέρατά φησι, δέκα βασι λεῖς ἀναστήσονται· ἐπισημῄνασθαι δὲ χρὴ· ὅτι οὐκ εἶπεν αὐτοὺς ἀναστήσεσθαι· ἕνα καθ’ ἕνα ἀλλήλους διαδεχομένους· ἀλλὰ κατα ταυτὸν ἀναστήσονται· καὶ ὅτι ταῦτα οὕτως ἔχει τὰ ἐπαγόμενα μαρ τυρεῖ: καὶ ὀπίσω γὰρ αὐτῶν ἀναστήσεται βασιλεὺς ἕτερος· ὃς ὑπεροίσει κακοῖς, πάντας τοὺς ἔμπροσθεν αὐτοῦ· καὶ τρεῖς βασιλεῖς ταπεινώσει: εἰ δὲ μὴ καταταυτὸν ἐβασίλευον· ἀλλὰ καθ’ ἕνα, ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος, πῶς τρεῖς καταταυτὸν τῶν πρὸ αὐτοῦ ταπεινώσει· οὐκ οὖν εὔδηλον ὡς τοὺς δέκα πρὸς τῶ τέλει καταταυτὸν ἀναστήσεσθαι προλέγει· ἔσχατον δὲ τὸν ἀντίχριστον ἀνιστάμενον καὶ τῆς βασιλείας ἀντι λαμβανόμενον· πολεμήσειν μὲν αὐτοὺς φησὶ· τρεῖς δὲ κατα λύσει· μὴ ἀρκούμενος δὲ τῆ κατὰ τῶν ἀνθρώπων ἀνων νίκη, καὶ λόγους φησὶ πρὸς τὸν ὕψιστον λαλήσει· καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει: ἢ ὡς ἔνια τῶν ἀντιγράφων ἔχει· ταπεινώσει: καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον: τοσαύτη γάρ φησι λύττη χρή σεται καὶ μανία· ὡς ἀλαζονικοὺς μὲν καὶ βλασφήμους λόγους ἀκοντίσαι κατὰ τοῦ ὑψίστου θεοῦ θυ · πᾶν δὲ τιμωρίας εἶδος τοῖς εὐ νοϊκῶς αὐτῶ δουλεύουσι καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγαγεῖν· ὑποτοπάσει δὲ· ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν· καὶ τὴν ἀρίστην αὐτῆς πολιτείαν ἀμείψεται· τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τουτέστι· τὴν κατ’ ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πολιτείαν· εἶτα ἐπάγει: καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ: τουτέστι συγχωρήσει ἡ τοῦ θεοῦ θυ προμήθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀω ρίας τὸν χρόνον· οὐ γὰρ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς· καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος· εἰρηκὼς δοθήσεται ἐν χειρὶ αὐτοῦ, ἐπήγαγεν: ἕως καιροῦ καὶ καιρῶν· καὶ ἥμισυ καιροῦ: τοῦτο δὲ σαφέστερον ἐν τῶ τέλει τῆς προ φητείας ἡμᾶς ἐδίδαξεν· ἀπὸ καιροῦ γάρ φησι παραλλάξεως τοῦ ἐνδελεχησμοῦ· καὶ δοθήσεται βδέλυγμα ἐρημώσεως· ἡ μέραι χίλιαι διακόσιαι ἐνενήκοντα· καιρὸν οὖν καὶ καιροὺς· καὶ ἥμισυ καιροῦ, τρία ἥμισυ ἔτη λέγει· ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει: ἀλλὰ τὸ κριτήριόν φησιν ἐκάθισε· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι· τοῦ ἀφανίσαι καὶ ἀπολέσαι ἕως τέλους: τοῦτο δὲ καὶ ὁ μακάριος ἡμᾶς σαφῶς ἐδίδαξε παῦλος· εἰρηκὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν, προσέθηκε καὶ ταῦτα· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος· ὃν ὁ κύριος κς ἰησοῦς ἰς ἀναλώσει· τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ· καὶ καταργήσει τῆ ἐπιφανεία τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ· ἐν πάση δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους· καὶ ἐν πάση ἀπάτη τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δεῖ τὸ κατέχον ἄρτι ἐκ μέσου γενέσθαι· σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη· καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· κηρυχθήσεται γὰρ τὸ εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος· ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος παῦλος, διδάσκει θεσσαλονικέας· καὶ δι’ ἐκείνων ἅπαντας τῆς εὐσεβείας τοῦς ἐραστὰς· ὅτι μὴ νομίσητε νῦν φανήσεσθαι· τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρότερον σβεσθῆναι τὴν κατέχουσαν τῶν εἰδώλων πλάνην· καὶ κρατυνθῆναι τῶν εὐαγγελίων τὸ κήρυγμα· εἶτα οὕτως ἀποκαλυφθῆναι τὸν ἄνομον· εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον ὃν ὁ κύριος κς ἰησοῦς ἰς ἀναλώσει τῶ πνεύματι πνι τοῦ στόματος αὐτοῦ· καὶ καταργήσει τῆ ἐπιφανεία τῆς παρουσίας αὐτοῦ· ἔπειτα δείκνυσι καὶ τίνα τρόπον ἐπιφαίνεται· οὗ ἔσται φησὶν ἡ παρουσία κατ’ ἐνέρ γειαν τοῦ σατανᾶ· μιμήσεται γὰρ ὁ διάβολος τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ καθάπερ ὁ κύριος κς δι’ ἀνθρωπείας φύσεως ἐπιφανεὶς τὴν ἡμετέραν ἐπραγματεύσατο φύσιν, οὕτως ὁ διάβολος ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονηρίας λαβὼν, δι’ αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξεται· ψευδέσι σημείοις καὶ τέρασι καὶ φαντασ’ θαυμάτων, τοὺς ῥαθύμους τῶν ἀνθρώπων ἀνων ἐξαπατῶν καὶ διδάσκων· τί δήποτε ταῦτα συγχωρεῖ γενέσθαι ὁ τῶν ὅλων θεὸς θς , ἐπήγαγεν· ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· καὶ διατοῦτο πέμψει αὐτοῖς ὁ θεὸς θς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῶ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύοντες τῆ ἀληθεία· ἀλλ’ εὐδοκήσαντες τῆ ἀδικία· ταυτὸ δὲ τοῦτο καὶ ὁ κύριος κς πρὸς ἰουδαίους ἔφη· ἐγὼ ἦλθον ἐν τῶ ὀνόματι τοῦ πατρός πρς μου καὶ οὐ κ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῶ ὀνόματι τῶ ἰδίω κἀκεῖνον λήψεσθαι· ταῦτα δὲ διδάσκων ὁ ἄγγελος τῶ δανιὴλ ἔφη· ὅτι λόγους πρὸς τὸν ὕψιστον λαλήσει· καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει· καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ· ἕως καιροῦ καὶ καιρῶν· καὶ ἥμισυ καιροῦ· καὶ τὸ κριτή ριον ἐκάθισε· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι τοῦ ἀφανίσαι καὶ ἀπολέσαι ἕως τέλους· ὁρᾶτε πῶς τὰ αἰνιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἑρμηνευμένα· σαφῶς ὁ μακάριος ἐδίδαξε παῦλος; καὶ ὁ κύριος κς δὲ τὰς κατὰ τῶν ἁγίων ἐπαναστάσεις προσημαίνων ἔλεγεν· ἔσται θλίψις μεγάλη· οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου, ἕως τοῦ νῦν· οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡ μέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι· εἶτα συμβουλεύσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς· καὶ δι’ ἐκείνων πᾶσιν ἀνθρώποις ἀνοις μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε ἢ ἐκεῖ τὸν χριστὸν χν · οὐκέτι γὰρ κρύ βδην καὶ λάθρα· ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ἐπή γαγε· τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου , ἐρχόμενον ἐπὶ τῶν νε φελῶν τοῦ οὐρανοῦ οὐνου μετὰ δυνάμεως καὶ δόξης πολλῆς· καὶ ἀπο στελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης· καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἐκ τῶν τεσσάρων ἀνέμων· ἀπ’ ἄκρων οὐρανῶν οὐνῶν ἕως ἄκρων αὐτῶν· ταῦτα καὶ τῶ δα νιὴλ προλέγων ὁ ἄγγελος, ἐπήγαγε: καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνοῦ · ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ· βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῶ δουλεύσουσι· καὶ ἐπακούσονται ἕως ὧδε τὸ πέρας τοῦ λόγου: τουτέστι πάντων τῶν κατὰ τὸν βίον πραγμάτων τοῦτο τέλος· τοῦ παύσασθαι μὲν ἁπάσης τῆς γῆς τὰ βασίλεια· δοθῆναι δὲ τοῖς τοῦ ὑψίστου ἁγίοις, τὴν αἰ ώνιον βασιλείαν· βασιλεύοντες δὲ ὑπακούειν αὐτῶ· καὶ δου λεύειν εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βασιλεία καὶ τέλος οὐ δεχομένη: τούτων ἀκούσας φησὶν ἐγὼ δανιὴλ, δέους ἐνεπλή σθην πολλοῦ· ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοὶ· ἀλλὰ κυκᾶσθαι διηνεκῶς· καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέξασθαι: ἀλλ’ ὅμως οὐκ ἔκπυστα πεποίηκα τὰ ὑπο δειχθέντα μοι μυστήρια· ἀλλ’ ἐν τῆ καρδία τηρῶν αὐτὰ διετέλουν: ὁ μὲν οὖν μακάριος δανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν· ἐγὼ δὲ τὴν ἰουδαίων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἀφεὶς, θαυμάζω κομιδῆ τῶν τῆς εὐσεβείας διδασκάλων τινάς· μακεδονικὴν βασιλ’ τὸ τέταρτον θηρίον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς συνι δεῖν· πρῶτον μὲν· ὅτι τὸ τρίτον θηρίον τέσσαρας ἔχει κεφαλὰς· ὃ σαφῶς ἐδήλου τὴν γεγενημένην μετὰ τὴν ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρη διαίρεσιν· ἔπειτα δὲ προσέχειν ἔδει· ὡς καὶ τὸ τέταρτον θηρίον· δέκα κατὰ ταυτὸν κέρατα ἔσχεν· ὡς τὸ μικρὸν κέρας, τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρας δὲ ἀλλ’ οὐ δέκα βασιλεῖς· τὴν ἀλεξάνδρου βασιλείαν διεδέξαντο· καὶ ἵνα τὰ ἄλλα καταλιπὼν, ἐπὶ τὸ τέλος ἔλθω· ἔδει καὶ τοῦτο συνιδεῖν· ὅτι μετὰ τὴν τοῦ θηρίου ἀναίρεσιν, τοῖς ἁγίοις τοῦ ὑψίστου τὴν βασιλείαν ἔφη δεδόσθαι· διὸ καὶ τὸ κριτήριον ἐκάθισεν· οἱ δὲ ἅγιοι τοῦ ὑψίστου· οὐ μετὰ ἀντίοχον τὸν ἐπιφανῆ τὴν βασιλείαν ἐδέξαντο· εἰ δὲ καὶ ἰσχύν τινα ἔλαβον οἱ μακάριοι μακκαβαῖοι· ἀλλ’ οὐκ ἐπὶ πλεῖστον· ὁ μὲν γὰρ ἰούδας, τρία ἐστρατήγησεν ἔτη· ὁ δὲ ἰωνάθαν δεκαεννέα· ὁ δὲ σίμων ὀκτώ· καὶ οἱ ἄλλοι δὲ· ἵνα μὴ καθ’ ἕκαστον διεξιὼν μῆκος ἐργάσωμαι τῶ λόγω· ὀλίγον τινὰ κρατοῦντες χρόνον· ἢ τῶ θανάτ’ ἐσβέννυντο· ἢ περιστάσεσί τισι ζῶντες· τῆς ἡγεμονίας ἐστέ ρηνται· ἄλλως τε οὐδὲ πάντες οὗτοι ἅγιοι· ἔνιοι δὲ καὶ πονηροὶ ἐν αὐτοῖς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας ἁγίους εἶναι· τούτους ἡρώδης καταλύσας· ἁπάσης βασιλεὺς ἀνεδείχθη τῆς ἰουδαίας· πῶς τοίνυν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον· ὅτι μετὰ τὴν τοῦ κέρατος ἐκείνου κατάλυσιν· ἡ βασιλεία· καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνοῦ ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος· τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς μακκα βαίοις· οὐδὲ γὰρ βασιλείαν ἐπιστεύθησαν· ἀλλὰ στρατηγοῦντες ἐνίκων· καὶ ταχὺ τὸ τέλος ἐδέξαντο· λείπεται τοίνυν τὴν ῥω μαϊκὴν βασιλείαν νοεῖν, τὸ τέταρτον θηρίον· ἐν γὰρ τῶ ταύτης τέλει· οἱ μὲν δέκα βασιλεῖς καταταυτὸν ἀναστήσονται· ὁ δὲ πάσ’ πονηρίας δημιουργὸς καὶ διδάσκαλος, ἔσχατος ἀναφανήσεται· ἐκεῖνα ποιῶν τὲ καὶ πάσχων ἃ ἐδιδάχθημεν· μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν, ἡ τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἀναφανήσεται πα ρουσία· καὶ τὸ πάντων ἀνθρώπων ἀνων , γενήσεται κριτήριον· καὶ ἀνοιγή σονται μὲν αἱ βίβλοι, τῶν ἑκάστω βεβιωμένων αἱ μνῆμαι· παραδοθήσεται δὲ πυρὶ τὸ τοῦ θηρίου σῶμα· τουτέστιν οἱ τῆς μὲν ψυχῆς ἀφελόμενοι τὸ κράτος· τῶ δὲ σώματι τὴν ἐξουσίαν προσνείμαντες· καὶ σαρκικῶ φρονήματι χρησάμενοι διὰ βίου· ἀποδώσει δὲ ὁ δίκαιος κριτὴς τοῖς ἁγίοις τὴν βασιλείαν βοῶν· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός πρς μου κληρονομήσατε τὴν ἡτοι μασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλ ανθρωπία ανία τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρὶ ἡ δόξα· σὺν τῶ ἁγίω πνεύματι πνι · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν: