λόγος ε⁘ : β αλτάσαρ ὁ βασιλεὺς· ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστάσιν αὐτοῦ: οὗτος υἱὸς μέν ἐστι τοῦ ναβουχοδονόσορ· οὐκ εὐθὺς δὲ αὐτὸν διεδέξατο· ὁ γὰρ εὐϊλὰδ· μαρωδὰχ· ἀδελφὸς αὐτοῦ ὢν πρεσβύτερος, πρότερος ἐβασίλευσε· τοῦτο καὶ ἡ τῶν βασιλειῶν ἡμᾶς ἱστορία διδάσκει· καὶ ὁ μακάριος ἱερεμίας ὁ προφήτης οὕτω λέγων· καὶ ἐγένετο ἐν τῶ τριακοστῶ καὶ ἑβδόμω ἔτει· ἀποικισθέντος τοῦ ἰωακεὶμ βασιλέως ἰούδα· ἐν τῶ δεκάτω μηνὶ· ἐν τῆ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς· ἔλαβεν εὐϊλὰδ μαρωδὰχ· βασιλεὺς βαβυλῶνος ἐν τῶ ἐνιαυτῶ ὧ ἐβασίλευσε τὴν κεφαλὴν βασιλέως ἰούδα· καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου οὗ ἐφυλάττετο· καὶ ἐλάλησεν αὐτῶ χρηστὰ· καὶ ἔδωκεν αὐτῶ τὸν δίφρον· ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν βαβυλῶνι· καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ· καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν· ἰωακεὶμ δὲ οὗτός ἐστιν ὁ καὶ ἰεχονίας· ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα πρα τὸν καὶ ἐλιακεὶμ ἐφ’ οὗ ὁ μακάριος ἠχμαλωτεύθη δα νιὴλ· ἐν τῆ ἱερουσαλὴμ ἱλὴμ ἀνελὼν ὁ ναβουχοδονόσορ ἔρριψεν ἔξω τοῦ τείχους· ὡς ἡ θεία διδάσκει γραφή· μετὰ τὸν ναβουχοδονόσορ τοίνυν· εὐϊ λὰδ· μαρωδὰχ βασιλεύει· μετὰ δὲ τοῦτον ὁ βαλτάσαρ· καταλέλοιπε δὲ τούτου τὴν μνήμην ὁ θειότατος δανιήλ· ἐπειδὴ οὐχ ἱστορίαν ἁπλῶς· ἀλλὰ προφητείαν συγγράφει· οὗ χάριν οὐδὲ ἅπαντα τὰ ὑπὸ τοῦ ναβουχοδονόσορ γεγενημένα συνέγραψεν· ἀλλ’ ἐκεῖνα μόνον· ὧν ἀναγκαία ἦν διὰ τὴν ὠφέλειαν ἡ μνήμη· ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ βαλτάσαρ μέγιστον ὁ θεὸς θς ἔδειξε θαῦμα· καὶ ἱκανὸν οὐ μόνον τοῖς τηνικάδε ἀνθρώποις ἀνοις · ἀλλὰ καὶ τοῖς ὕστερόν ποτε ἐσομένοις· εὐλάβειαν ἐνθεῖναι καὶ δέος· καὶ πρὸς εὐσέβειαν ποδηγῆσαι· οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατακρύψαι σιγῆ· ὅσιον δὲ ποιεῖν νενόμικεν· ἀναγράφων αὐτὸ καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιμ πάνων· διό φησι βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε τοῖς μεγιστάσιν αὐτοῦ χιλίοις: καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος: τουτέστι τοῖς χιλίοις ἀρκῶν· πρὸς τὸν τοσοῦτον ἀριθμὸν ηὐτρεπισμένος: πίνων δέ φησιν ὁ βαλτάσαρ εἶπεν· ἐν τῆ γεύσει τοῦ οἴνου· ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκε ναβουχοδονόσορ ὁ πατὴρ πὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν ἱερουσαλὴμ ἱλὴμ · καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βα σιλεὺς καὶ οἱ μεγιστάνες αὐτοῦ· καὶ αἱ παράκοιτοι αὐτοῦ· καὶ αἱ παλ λακαὶ αὐτοῦ: διδάσκει δὲ ἡμᾶς διατούτων ὁ προφήτης· οὐ μόνον τὴν τῆς ἀσεβείας ὑπερβολὴν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἀμετρίας τοῦ οἴνου γενομένην βλάβην· πίνων γὰρ ὁ βασιλεύς φησιν· εἶπεν ἐν τῆ γεύσει τοῦ οἴνου· τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ· κα τέχωσε γὰρ ἡ μέθη τὸν λογισμὸν· καὶ ἡ ἀκαθαρσία τὴν κατὰ τοῦ θεοῦ θυ μανίαν ἐγέννησε· καὶ τὰ ἀφιερωμένα τῆ τοῦ θεοῦ θυ θεραπεία σκεύη ἃ ναβουχοδονόσορ ὁ πατὴρ πὴρ αὐτοῦ· ἔλαβε μὲν τοῦ θεοῦ θυ προδεδωκότος· ἐτίμησε δὲ ὡς ἐνόμισε· καὶ τῆς τῶν ἀνθρώπων ἀνων ἠλευθέρωσε χρήσεως, τούτοις ὡς κοινοῖς οὗτος ἐτόλμησε χρήσασθαι· οὐ γὰρ εἶπε μόνον· ἀλλὰ καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθηκεν: ἠνέχθησαν γάρ φησι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ τοῦ θεοῦ θυ τοῦ ἐν ἱερουσαλήμ ἱλήμ : καλῶς δὲ τὴν τῆς ἀτοπίας ἔδειξεν ὑπερβολὴν πρὸς τῶ ναῶ· καὶ τοῦ θεοῦ θυ μνημονεύσας· καὶ τοῦ ναοῦ δεικνὺς τὸ ἐπίσημον, τὴν τῆς ἱερουσαλὴμ ἱλὴμ προσηγορίαν προστέθεικε· ταῦτα γάρ φησι τὰ σκεύη οὔ τισι τῶν δοκούντων· καὶ ὄνομα μόνον ἐχόντων ἀνέκειτο θεῶν· ἀλλ’ αὐτῶ μόνω τῶ ἐπὶ πάντων θεῶ θῶ · ὃς τήν τε ἱερουσαλὴμ ἱλὴμ ἐξελέξατο· καὶ τὸν ἐν αὐτῆ νεὼν τῆς οἰκείας ἐπλήρωσε δόξης· ἀλλὰ ταῦτα ἄψαυστα καὶ τῶ θεῶ θῶ τῶν ὅλων ἀνακείμενα· οὐχ ὡς δεομένου ἀλλ’ ὡς ἀποδεχο μένου τῶν προσφερόντων τὸ εὔγνωμον· ὁ δυσσεβὴς βασιλεὺς εἰς μέσον ἐνεγκὼν ἔπινε σὺν αὐτοῖς· οὐ μόνον δὲ αὐτὸς· ἀλλὰ καὶ οἱ μεγι στάνες αὐτοῦ· καὶ αἱ παράκοιτοι αὐτοῦ· καὶ αἱ παλλακαὶ αὐτοῦ ἔπινον οἶνον: τουτέστι μέθης ἐποίησεν ὄργανα· τῆς θείας λειτουργίας τὰ ὄργανα· καὶ τὰς τῆς ἀκολασίας αὐτὸν ἐμφορούσας· διὰ τούτων ἀπολαύειν τοῦ οἴνου προσέταξεν· ἔπειτα τῆς ἀσεβείας τὸ ἔσχατον ὑποδεικνὺς ὁ προφήτης, ἐπήγαγε: καὶ ᾔνεσαν τοὺς θεοὺς θοὺς τοὺς χρυσοὺς· καὶ ἀργυροὺς· καὶ χαλκοὺς· καὶ σιδηροὺς· καὶ ξυλίνους· καὶ λιθίνους: κραιπαλῶν γὰρ ὁ παμμίαρος· καὶ τοῖς θείοις σκεύεσιν ἐν τρυφῶν· λήθην μὲν γὰρ ἔσχε τοῦ τῶν ἁπάντων δεσπότου· ὕμνοις δὲ τοὺς οὐκ ὄντας ἐγέραιρεν θεοὺς· ἐξ ὕλης ἀψύχου γεγεημένους· καὶ οὐδὲ ἀπὸ τῆς τέχνης τὸ ἐνεργεῖν ἠρανισμένους· μόνην δὲ μορφὴν δεξαμένους· ἐνεργείας ἐστερημένην· ἀλλ’ οὐκ ἠνέσχετο ὁ τῶν ὅλων πρύτανις τῆ μα κροθυμία· καὶ τοὺς τηνικάδε ἀνθρώπους ἀνους καὶ τοὺς μετ’ ἐκείνους λυμῄνασθαι· 174 r) παραυτίκα δὲ τὴν οἰκείαν δείκνυσι δύναμιν: ἐν αὐτῆ γάρ φησι τῆ ὥρα ἐξῆλθον ἀστράγαλοι χειρὸς ἀνθρώπου ἀνου · καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος· ἐπὶ τὸ κονίαμα τοῦ τοίχου οἴκου τοῦ βασιλέως· καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης: ἐπειδὴ γὰρ τὰ ἐνεργείας ἁπάσης ἐστερημένα ὕμνησεν εἴδωλα· καὶ τὸν τῶν ἁπάντων θεὸν θν κατεφρόνησε, διδάσκει αὐτὸν ὁ τῶν ἁπάντων δημιουργὸς, τῆς θείας αὑτοῦ φύσεως τὸ ἀόρατον καὶ ἀσώματον· μόνους γὰρ αὐτῶ δακτύλους ὑποδείκνυσι γράφοντας· παιδεύων αὐτὸν· ὡς οὐδὲ νῦν τούτους ἐθεάσατο· εἰ μὴ παρέσχεν αὐτῶ τῆς χρείας τὴν ἀφορμήν· μεγίστην δὲ καὶ οἱ σύσσιτοι ἐντεῦθεν ὠφέλειαν ἐλάμ βανον· διδασκόμενοι τοῦ μὲν θεοῦ θυ πρὸς τῶ ἀσωμάτω καὶ ἀοράτω τὸ δυνατόν· τῶν δὲ ὑπ’ αὐτῶν ὑμνηθέντων θεῶν· πρὸς τῶ ὑλικῶ καὶ ἀψύχω τὸ παντελῶς ἀδρανές τε καὶ ἀσθενές· ὅτι δὲ πολὺ δέος ἅπασιν ἐνειργάσατο τοῦτο τὸ θαῦμα, ὁ προφήτης μεμαρτύρηκεν οὕτως εἰπών: τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη· καὶ οἱ δια λογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν· καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο· καὶ τὰ γόνατα αὐτοῦ τούτων, τούτω συνεκρούοντο: εἰ δὲ δακτύλων μόνων γραφόντων· θεωρία οὕτως ἐξεδειμάτωσε τὸν τὴν μεγίστην διέποντα βασιλείαν· ὡς καὶ τῶν ἄρθρων τὰς ἁρμο νίας ὑπὸ τοῦ δέους διαλυθῆναι· κλόνον τὲ καὶ τρόμον ὑπομεῖναι τὰ μέλη, τί οὐκ ἂν ὑπέμεινεν ὁ θεομισὴς· πρηστῆρας ἢ κεραυνοὺς θεα σάμενος· ἢ ἀγγέλου βλοσσυρὸν βλέποντος· καὶ τῶ καινοπρεπεῖ τῶν σχημάτων δεδιττομένου· τούτων γὰρ τὴν θέαν οὐδὲ ὁ μέγας δανιὴλ ἀδεῶς ἐνεγκεῖν ἠδυνήθη· ἀληθῶς τί ὑπερηφανεύεται γῆ καὶ σποδός· τοσούτου τοίνυν δέους ἀναπλησθεὶς ἐφώνησεν ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν· μάγους· χαλδαίους· γαζαρηνούς· ὁ γὰρ φόβος εἰργάζετο τὴν βοήν· καὶ τῆς ψυχῆς ὁ θόρυβος, μαθεῖν κατήπειγε τὴν ἀπόφασιν· εἶτα προτίθησιν ἆθλον τῶ τὴν γραφὴν ἀναγινώσκοντι καὶ τὴν ἑρ μηνείαν ἐπάγοντι· ἐσθῆτα βασιλικὴν· καὶ χρυσοῦν περιδέραιον· καὶ τὸ τὴν τρίτην ἔχειν τάξιν μετὰ τὸν βασιλέα· ἀλλὰ τῶν μὲν μάγων καὶ χαλδαίων τὸ ἄθεον ἐξηλέγχετο· εὑρεῖν γὰρ οὐκ ἴσχυον τὴν τῶν θείων γραμμάτων ἀνάγνωσιν· καὶ ταῦτα ἄθλου τοσούτου προκει μένου καὶ λίαν αὐτοὺς προτρέποντος: ὁ δὲ βασιλεὺς βαλτάσαρ ἐταράχθη· καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ’ αὐτῶ· καὶ οἱ μεγιστάνες αὐτοῦ συνεταράττοντο: ἐντεῦθεν δηλονότι τῆς τῶν ἄλλων προ μηθείας καὶ ὠφελείας προμηθούμενος ὁ δεσπότης· οὐκ εὐθὺς τοῦ βασιλέως ἀφείλετο τὴν ζωήν· ἀλλὰ πρῶτον μὲν ὑπέδειξε τοῦ γρά φοντος τοὺς δακτύλους· τούτω δὲ καταπλήξας· καὶ δέος ἐντεθεικ’ παρεσκεύασε μὲν κληθῆναι τοὺς σοφοὺς τῶν χαλδαίων· ἐξήλεγξε δὲ αὐτῶν τὸ ψευδές τε καὶ ἀσθενές· ἐν χρεία δὲ τῆς τοῦ δανιὴλ σο φίας κατέστησεν· ἵνα διὰ τῆς τούτου γλώττης καὶ τοῦτον ἐλέγξη· καὶ τοὺς ἄλλους εὐεργετήση· καὶ τούτων οὕτω γενομένων, τηνικαῦτα τὴν τιμωρίαν ἐπάγει τῶ δυσσεβεῖ βασιλεῖ· ταραττομένων τοίνυν καὶ τοῦ βασιλέως καὶ τῶν δαιτυμόνων· ἡ βασίλισσα κατέναντι τῶν λόγων τοῦ βασιλέως καὶ τῶν μεγιστάνων αὐτοῦ εἰς τὸν οἶκον τοῦ πότου εἰσῆλθε: τουτέστι βουλευομένων αὐτῶν τὸ πρακτέον· καὶ ἄλλων ἄλλα εἰσηγουμένων ἃ τὸ δέον ἠνάγκαζεν· ἡ βασίλισσα ἐλήλυθε· δοκεῖ δέ μοι αὕτὴ μήτηρ μηρ αὐτοῦ εἶναι· αἱ γὰρ παράκοιτοι, σὺν ταῖς παλλακίσιν τοῦ δείπνου μετεῖχον· ἔπινον γάρ φησιν ἐν τοῖς σκεύεσι τοῖς χρυσοῖς καὶ ἀργυροῖς· αὐτὸς καὶ οἱ μεγιστάνες αὐτοῦ· καὶ αἱ παράκοιτοι αὐτοῦ· τουτέστιν αἱ γαμεταὶ αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ αἱ οὐ κατανόμον· ἀλλὰ δι’ ἀκολασίαν συνοῦσαι· αὐτὴ δὲ μετὰ τὸν θόρυβον εἰσελήλυθε· καὶ εἰκὸς ἦν· ὡς γεγηρακυῖαν τῆς μέθης ἐκείνης καὶ τοῦ κορδακισμοῦ τηνικαῦτα μὴ μετέχειν· καὶ ἀπεκρίθη φησὶν ἡ βασίλισσα καὶ εἶπε: βασιλεῦ· εἰς τοὺς αἰῶνας ζῆθι: τοῦτο δὲ ὡς ἔοικε πρόσρησις ἦν τοῖς τότε βασιλεῦσιν ὑπὸ τῶν ἀρχομένων προσφερομένη· καὶ μέχρι δὲ νῦν τὸ ἔθος τοῦτο κε κράτηκεν· αἰωνίους γὰρ καλεῖν τινὲς τῶν ἀνοήτων· καὶ τοὺς νῦν βασιλεῖς εἰώθασι· καὶ ἐν ταῖς συγγραφαῖς δὲ τῶν βασιλέων τοῦτό τινες προσγράφουσιν· ἀμαθία μᾶλλον· ἢ ἀσεβεία δουλεύοντες· φησὶ τοίνυν ἡ βασίλισσα· μὴ ταρασσέτωσάν σε οἱ λογισμοί σου· καὶ ἡ καρδία σου μὴ ἀλλοιούσθω: εἶτα τὴν αἰτίαν ἐπάγει δι’ ἣν ἐκβάλλει τὸ δέος: ἔστι δέ φησιν ἀνὴρ ἐν τῆ βασιλεία σου· ἐν ὧ πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐν αὐτῶ· καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός πρς σου· ἐγρήγορσις καὶ σύνεσις εὑρέθη ἐν αὐτῶ: ἔστι δὲ καὶ ἐντεῦθεν κατανοῆσαι ὡς μήτηρ μηρ αὐτοῦ ἐστιν αὕτη· διὸ καὶ τὰ πάλαι γεγενημένα ὡς ἀγνοοῦντα διδάσκει· καὶ τὸν μακάριον δανιὴλ δῆλον αὐτὸν ποιεῖ· καὶ θείου πνεύματος πνς ἀνάπλεων εἶναι ὁμολογεῖ· καὶ αὐτοῖς τοῖς τοῦ ναβουχοδονόσορ κέχρηται λόγοις· ταῦτα γὰρ κἀκεῖνος ἔφη περὶ τοῦ δανιὴλ· προστέθεικε δὲ ὅτι καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός πρς σου ἐγρήγορσις καὶ σύνεσις εὑ ρέθη ἐν αὐτῶ· ἐγρήγορσιν δὲ ἐκάλεσε διὰ τὴν τῆς ψυχῆς νῆψιν· καὶ τῶν κεκρυμμένων τὴν κατανόησιν· καὶ τῶν τοὺς πολλοὺς λανθανόντων τὴν θεωρίαν: καὶ ὁ βασιλεὺς φησὶν ναβουχοδονόσορ ὁ πατήρ πήρ σου ἄρχοντα ἐπαοιδῶν· μάγων· χαλδαίων· γαζαρηνῶν· κατέστησεν αὐτόν: εἶτα καὶ τὴν αἰτίαν προστίθησιν· ὅτι πνεῦμα πνα περισσὸν ἐν αὐτῶ: ἀντὶ τοῦ ὑπερβάλλουσαν ἔχει τὴν τοῦ πνεύματος πνς χάριν· ἔπειτα καταλέγει τῆς πνευματικῆς πνικῆς ἐνεργείας τὰ εἴδη: καὶ φρόνησίς φησι καὶ σύνεσις· συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα· λύων συνδέσμους δανιήλ: τοῦ γὰρ θείου πνεύματος πνς δοχεῖον γενόμενος, σοφῶς μὲν ἅπαντα βουλεύεται· συνετῶς δὲ ἅπαντα φθέγγεται· τὰ δὲ τῶν ἐνυπνίων αἰνίγματα δῆλα ποιεῖ· καὶ τὰ ἀσαφεία τινὶ κεκρυμμένα, τῆς ἀσαφείας ἐλευθεροῖ· καὶ οἷον ὑποδεςμούς τινας ὄντα καὶ σήμαντρα· καὶ ὡς ἐν ταμιείοις φρουρούμενα τῶν δεσμῶν ἀπαλλάττων· διαλύει τὲ καὶ ἀνοίγνυσι· καὶ εἴσω τούτων τοὺς βου λομένους ποιεῖ· τοῦτο γὰρ σημαίνει τό ἀναγγέλλων κρατούμενα· καὶ λύων συνδέσμους δανιήλ· τούτου φησὶ χάριν ὁ βασιλεὺς ἐπέθηκεν αὐτῶ ὄνομα βαλτάσαρ: ἐπειδὴ γὰρ εἶδεν αὐτὸν ὑπὸ θείας φωτιζόμενον χάριτος, τῆς τοῦ θεοῦ θυ αὐτοῦ προσηγορίας ἠξί ωσε: νῦν οὖν κληθήτω δανιήλ· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγε λεῖ σοι: καὶ λέγει κληθήτω βαλτάσαρ· τῆ γὰρ πείρα μεμαθη κότες τοῦ προφήτου τὴν δύναμιν, προτιμῶσι τῆς χαλδαίας τὴν ἑβραίαν προσηγορίαν· οὗ χάριν ἐφεξῆς λοιπὸν, δανιὴλ αὐτὸν ὀνομάζουσι: τότε γάρ φησι δανιὴλ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλ’· καὶ εἶπεν ὁ βασιλεὺς τῶ δανιὴλ· σὺ εἶ δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας; ἔοικεν οὗτος ὑπὸ πολλῆς δυσσεβείας μετὰ τὴν τοῦ πατρὸς πρς τελευτὴν, τὴν τοῦ δανιὴλ συνουσίαν φυγών· διὸ παραυτίκα τῶ δέει καταπλαγεὶς· τοὺς μὲν μάγους καὶ τοὺς χαλδαίους καλεῖ· τοῦ δὲ προφήτου, καὶ τὴν μνήμην τῆς διανοίας ἐξέβαλεν· ἐπειδὴ δὲ ἡ μήτηρ μηρ αὐτῶ ἀνέμνησε τῶν ἐπὶ τοῦ πατρὸς πρς γεγενη μένων θαυμάτων· καὶ κληθεὶς εἰσῆλθεν ὁ δανιὴλ· ἐπέγνω μὲν αὐτὸν παραυτίκα· οὐ γὰρ ἂν εἴπερ ἠγνόησε, τοῦ γένους ἀνέμνησε· καὶ τὴν αἰχμαλωσίαν τῆς ἰουδαίας εἰς μέσον παρήγαγε· πυνθάνεται δὲ ὅμως καὶ φησὶ· σὺ εἶ δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας; καὶ μήπω συνομολογήσαντος ἐκείνου ἤκουσά φησι περὶ σοῦ ὅτι πνεῦμα πνα ἅγιον ἐν σοί· καὶ ἐγρήγορσις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί: ἁρμόττει καὶ περὶ τούτου λέγεσθαι, ὃ περὶ τοῦ ἰσραὴλ ἰὴλ ἔλεγεν ὁ προφήτης· ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν· ἰδοὺ γὰρ καὶ τοῦτον· τὸ τῆς θείας δυνάμεως κατηνάγκασε δέος· τὸν ὄντα θεὸν θν · ἀντὶ τῶν οὐκ ὄντων ὀνομάζειν θεόν θν · καὶ τοῦ ἁγίου πνεύματος πνς τὴν χάριν ὑμνεῖν· καὶ κατηγορεῖν μὲν τῶν σοφῶν βαβυλῶνος· ὡς τὴν θείαν οὐ δυνηθέντων γραφὴν εὑρεῖν· παρακαλεῖν δὲ τὸν τοῦ θεοῦ θυ προφήτην, δῆλα ποιῆσαι τὰ ἀγνοούμενα· ὑπισχνεῖται δὲ αὐτῶ καὶ τὴν πορφύραν δώσειν· καὶ τὸν μανιάκην· καὶ τὴν τρίτην τάξιν τῆς βασιλείας· ἀλλ’ ὁ μακάριος δανιὴλ γελάσας τοῦ δυσσεβοῦς τὰς βασιλικὰς ὑποσχέσεις εἶπεν αὐτῶ: τὰ δόματά σου σοὶ ἔστω· καὶ τὴν δωρεὰν τῆς οἰκίας σου, ἑτέρω δός· ἐγὼ δὲ τὴν γραφὴν ἀνα γνώσομαι τῶ βασιλεῖ· καὶ τὴν σύγκρισιν αὐτοῦ γνωριῶ σοι βασιλεῦ: ἀποστολικὴ τῶ ὄντι τοῦ προφήτου ἡ φωνή· καὶ γὰρ ἐκείνους ὁ κύριος κς κήρυκας ἀποστέλλων, πᾶσιν ἀνθρώποις ἀνοις παρεκελεύεται λέγων· δωρεὰν ἐλάβετε δωρεὰν δότε· καὶ ὁ μακάριος οὗτος προφήτης ἔλεγε τῶ βασιλεῖ· τὰ δόματά σου σοὶ ἔστω· καὶ τὴν δωρεὰν τοῦ οἴκου σου ἑτέρω δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῶ βασιλεῖ· καὶ τὴν σύγκρισιν γνωριῶ σοι βασιλεῦ· οὐ γὰρ ἔμαθον τὰ θεῖα πωλεῖν· οὐδὲ μισθὸν ἀνθρώπινον ὑπὲρ τῶν θείων μυστηρίων λαμβάνειν· προῖκα τοίνυν δέχου τῶν ἀγνοουμένων τὴν γνῶσιν: ὁ θεὸς θς φησὶν ὁ ὕψιστος τὴν βα σιλείαν καὶ τὴν μεγαλωσύνην· καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκε ναβουχοδονόσορ τῶ πατρί πρί σου· καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῶ· πάντες λαοὶ· φυλαὶ· γλῶσσαι ἦσαν τρέμοντες αὐτῶ· καὶ φο βούμενοι ἀπὸ προσώπου αὐτοῦ: μὴ νομίσης φησὶν ὅτι τῆ οἰκεία ῥώμη χρησάμενος ὁ πατήρ πήρ σου ἅπασαν τὴν οἰκουμένην ὑπέταξε· καὶ τὰ μυρία τῶν ἐθνῶν γένη γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν· ὁ γὰρ τῶν ὅλων δεσπότης τῶν ἁπάντων ὁ ποιητὴς· ὁ, σοφῶς ἅπαντα πρυτανεύων, ταύτην αὐτῶ δέδωκε τὴν βασιλείαν: καὶ διὰ τὸν θεῖον ὅρον ὁ τοῦ πατρός πρς σου φόβος, τοῖς ὑπη κόοις ἐπέκειτο· καὶ οὓς ἐβούλετο φησὶν αὐτοὺς, ἀνῄρει· καὶ οὓς ἐβού λετο αὐτοὺς ἐταπείνου: τοσαύτην δέ φησιν ἔλαβε παρὰ θεοῦ θυ τὴν ἐξουσί’ ὡς δύνασθαι καὶ τοὺς ἐν ὕψει ὄντας ταπεινοὺς ἀποφαίνειν· καὶ τοὺς ἀφανεῖς λίαν καὶ εὐτελεῖς· περιβλέπτους ποιεῖν: καὶ ὅτε ὑψώθη ἡ βασιλεία αὐτοῦ· καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπε ρηφανεύεσθαι κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὑτοῦ: ὥσπερ γάρ φησιν οὓς αὐτὸς ἐβούλετο τοῦτο ποιῶν ὕψου· καὶ οὓς ἐβούλετο ἐταπείνου οὐ ψήφω πάντως δικαία, οὕτως ὁ τῶν ἁπάντων βασιλεὺς καὶ δεσπότης· ἔδωκε μὲν ὡς ἠθέλησε τῶ πατρί πρί σου τὴν βασι λείαν· θεασάμενος δὲ αὐτὸν ἀμέτρω φρονήματι κεχρημένον· ἀλα ζονικῶς τὲ καὶ τετυφωμένως τὴν βασιλείαν ἰθύνοντα· καὶ τῆς ὑπερηφανίας τὴν νόσον δεξάμενον· καὶ τῶν βασιλικῶν αὐτῶν ἐστέ ρησε θρόνων· καὶ τὴν παρὰ πάντων αὐτῶ προσφερομένην ἀφεί λετο τιμήν· οὐ μόνον δὲ αὐτὸν τῆς βασιλείας ἐγύμνωσεν, ἀλλὰ καὶ τῶν κοινῶν συλλόγων ἐξήλασε· καὶ φρενοβλαβεία καὶ λύττη πα ραδοὺς· ὄνοις ἀγρίοις καὶ θηρίοις συνδιάγειν παρεσκεύασεν· ὧν γὰρ τὸ ἄγριον ἐμιμήσατο, τούτων τὸν βίον ἐδέξατο· ἀναμιμνή σκει δὲ αὐτὸν ὅτι καὶ πόαν ἤσθιε δίκην βοῶν· καὶ γυμνὸς περινοστῶν· καὶ ὑπαίθρω ταλαιπωρῶν· τὴν μὲν προτέραν τοῦ σώματος ἀπέ βαλε χρόαν· ἑτέραν δὲ εἰς ἐδέξατο· ἣν ὁ κρυμός τε καὶ φλογμὸς ἀπειργάσατο· καὶ ταῦτα πάντα φησὶν ὑπέμεινεν, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν οὐρανῶν οὐνῶν καὶ ὧ ἐὰν δόξη δώσει αὐτήν: ἀλλ’ ἐκεῖνος μὲν τῆ πείρα τὸ δέον μεμάθηκε· καὶ δι’ αὐτῶν ἐδι δάχθη τῶν πραγμάτων· ὡς τῶν μὲν ἀνθρωπίνων βέβαιον οὐδέν· ὁ δὲ τῶν πάντων θεὸς θς αἰώνιον ἔχων τὸ κράτος ὡς θέλει κυβερνᾶ τὰ ἀνθρώπινα· καὶ οἷς ἐὰν θελήση τῆς βασιλείας ὀρέγει τὴν δωρεάν: σὺ δέ φησιν ὁ υἱὸς αὐτοῦ βαλτάσαρ· οὐκ ἐταπείνωσας τὴν καρδίαν σου ἐνώπιον τοῦ θεοῦ θυ οὗ τὰ πάντα ἔγνως: τοῖς γὰρ τοῦ σοῦ πατρὸς πρς οὐκ ἐσωφρο νίσθης κακοῖς· οὐδὲ μαθεῖν ἠθέλησας ἐξ ὧν ἐκεῖνος πέπονθε τοῦ θεοῦ θυ τὴν ἰσχύν: ἀλλ’ ἐπὶ τὸν κύριον κν τὸν θεὸν θν τοῦ οὐρανοῦ οὐνοῦ ὑψώθης: καλῶς δι δάσκει τοὺς παρόντας μὴ προσκυνεῖν τὰ ὁρώμενα· ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ δεσπότην· καὶ καταταυτὸν καὶ τοῦ βασιλέως διε λέγχει τὸν τύφον· καὶ διδάσκει ὡς ὁ μέγιστος οὐρανὸς οὐνὸς δημιουργὸν ἔχει τὸν ἀόρατον θεὸν θν · σὺ δέ φησιν ὑψηλοτέραν ἀπέφῃνας τὴν καρ δίαν σου, οὐ τοῦ οὐρανοῦ οὐνοῦ · ἀλλὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ οὐνοῦ · τοῦ κυρίου κυ πάσης τῆς κτί σεως· οὐ γὰρ ἂν εἰ μὴ τοῦτο· τοσοῦτον τύφον ἐνόσησας: τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἐνεχθῆναι προστάξας· καὶ σὺ καὶ οἱ μεγιστάνες σου· καὶ αἱ παράκοιτοί σου καὶ αἱ παλλακαί σου, ἐπίνετε οἶνον ἐν αὐτοῖς: τουτέστιν εἰς οἰνοφλυγίαν καὶ μέθην ἀπεχρήσω τοῖς τῶ θεῶ θῶ ἀφιερω μένοις σκεύεσιν· εἶτα τὴν τῆς ἀσεβείας ὑπερβολὴν τραγῳδῶν: καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροὺς· καὶ χαλκοὺς καὶ σιδηροὺς· καὶ ξυλίνους καὶ λιθίνους ᾔνεσας: καὶ ἐπιμένων τῇ κωμῳδίᾳ· οἳ οὐ βλέπουσι καὶ οὐκ ἀκούουσι· καὶ οὐ γινώσκουσιν ᾔνεσας: καὶ μὴν ἠδύνασο συνιδεῖν τὸ ἐκείνων ἀδρανὲς· ἔκ τε τῆς ὕλης· καὶ ἐκ τῆς ἐπικειμένης αὐτῶ τέχνης· καὶ πρὸς τούτοις· ἐκ τῆς τῶν μορίων ἀναισθησίας· γνώσεως γὰρ καὶ ὄψεως καὶ ἀκοῆς ἐστέρηνται καὶ τῶν αἰσθήσεων, οὐ τὴν ἐνέργειαν εἶχον· ἀλλὰ μόνα γυμνὰ τὰ ἰνδάλματα· σὲ δὲ οὐδὲ τοῦτο ἔπεισε συνιδεῖν τὸ δέον· ἀλλὰ τοὺς μὲν ὠφελεῖν μὴ δυναμένους, αἰνῶν διετελεῖς: τὸν δὲ θεὸν θν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ· καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας: καλῶς δὲ καὶ μάλα σοφῶς ἐκ παραλλήλου τεθεικὼς τά τε εἴδωλα καὶ τὸν τῶν ἁπάντων θεόν θν · διὰ τὴν τῶν ἀκουόντων ὠφέλειαν· καὶ δείξας ἐκεῖνα μήτε βλέποντα μήτε ἀκούοντα, οὐκ ἐπήγαγε περὶ τοῦ τῶν ὅλων θεοῦ θυ ὅτι βλέπει καὶ ἀκούει καὶ γινώσκει· ἀλλὰ τὸ μεῖζον τῶν ἁπάντων τέθεικεν· ὅτι ἡ ζωή σου καὶ αἱ ὁδοί σου ἐν τῇ χειρὶ αὐτοῦ· μεῖζον γάρ ἐστι τοῦ ζῇν τὸ καὶ τοῖς ἄλλοις παρέχειν ζωὴν· καὶ ἀφαιρεῖσθαι πάλιν αὐτὴν ὅταν θέλη· ἔδειξε τοίνυν ὅτι τὰ μὲν εἴδωλα καὶ ζωῆς καὶ αἰσθήσεως ἁπάσης ἐστέρηνται· ὁ δὲ τῶν ὅλων δεσπότης πάσης τῆς ζωῆς ἐστὶ χορηγὸς· καὶ ταύτην δί δωσί τε καὶ λαμβάνει κυβερνῶν ὡς θέλει· ἀλλ’ ὅμως φησὶ τοῦτον τὸν τοιοῦτον τὸν τοσοῦτον ζωῆς καὶ τελευτῆς ἐξουσίαν ἔχοντα· τὸν βασιλέας χειροτονοῦντα καὶ καταλύοντα· τοῦτον οὐχ ὕμνησας μόνον· μᾶλλον δὲ καὶ ἐμπαροινῶν διετέλεις· τοῖς ἀφορισθεῖσιν αὐτῶ σκεύεσιν ἐντρυφῶν· διατοῦτο ἐκ προσώπου αὐτοῦ ἀπε στάλη ἀστράγαλος χειρός· τουτέστι γραφῆναι προσέταξε· καὶ οὐδὲ ὅλον ἔδειξέ σοι τὸν γράψαντα· ἀλλ’ ἐλέγξαι σου τὸν τύφον ἐθελήσας, μόνοις σε δακτύλοις κατέπληξε· καὶ τοσούτου δέους ἐνέπλησε· μάθε δὲ φησὶ καὶ αὐτὴν τὴν γραφὴν· καὶ τὴν τῆς γραφῆς ἑρμηνείαν· ἡ μὲν οὖν γραφή ἐστιν αὕτη: μανή· θεκέλ· φαρές· τὸ δὲ σύγκριμα τοῦ ῥήματος τούτου: σύγκριμα δὲ τὴν ἑρμηνείαν καλεῖ: μανή· ἐμέτρησεν ὁ θεὸς θς τὴν βασιλείαν σου· καὶ ἐπλήρωσεν αὐτήν: τουτέστιν εἶδέ σε τῆς βασιλείας ἀνάξιον· καὶ ταύτης σε γυμνὸν ἐδοκίμασεν ἀποφῆναι: θεκέλ· ἐστάθη ἐν ζυγῶ καὶ εὑρέθη ὑστεροῦσα: ἐδίδαξε δὲ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἡμᾶς ὁ προφήτης διὰ τούτων, ὡς οὐδὲν ἀστάθμητον παρὰ τῶ θεῶ θῶ · ἀλλὰ καὶ ὁ ἔλεος· καὶ ἡ μακροθυμία· μέτρω τινὶ καὶ σταθμῶ τοῖς ἀνθρώποις ἀνοις παρέχεται· ἐπειδὴ τοίνυν φησὶν ὑπερέβης τῆς φιλ ανθρωπίας ανίας τοὺς ὅρους, δέχου τὴν θείαν ἀπόφασιν: φαρὲς· διῃρέθη ἡ βασιλεία σου καὶ ἐδόθη μήδοις καὶ πέρσαις: ἀναγκαῖον δὲ ζητῆσαι τί δήποτε τὸν μὲν ναβουχοδονόσορ παι δεύσας ὁ θεὸς θς ὁ τῶν ὅλων, πάλιν εἰς τὴν βασιλείαν ἐπανήγαγε· τοῦτον δὲ παραυτίκα καὶ τῆς βασιλείας καὶ αὐτῆς ἐστέρησε τῆς ζωῆς· σκοποῦντες τοίνυν εὑρήσομεν· πρῶτον μὲν ὅτι ναβουχοδο νόσορ ἕτερον ἀσεβείας τίσαντα δίκας, οὐκ ἐθεάσατο· διὸ καὶ συγγνώμης αὐτὸν ἠξίωσεν ἡ δικαία τοῦ θεοῦ θυ ψῆφος· οὗτος δὲ τὴν μεγίστην τοῦ πατρὸς πρς θεασάμενος τιμωρίαν, οὐδὲν ἐκεῖθεν ἀπώ νατο· εἰκότως τοίνυν ὁ δίκαιος κριτὴς· ἐπ’ ἐκείνου μὲν ῥητῶ χρόνω τὴν τιμωρίαν περιώρισε· τοῦτον δὲ οὐδεμιᾶς συγγνώμης ἠξίωσεν· ἄλλως τε δὲ καὶ ἅπαντα προορῶν ὁ θεὸς θς τὰ ἐσόμενα· καὶ οὕτως αὐτὰ σοφῶς γινώσκων ὡς ἤδη γενόμενα, ἐκείνου μὲν προειδὼς τὴν μεταμέλειαν, οὕτω τὰ κατ’ αὐτὸν ᾠκονόμησεν· τούτου δὲ προγινώσκων τὴν μέχρι τέλους ἀσέβειαν, τῶ θανάτω κα ταλύει τῆς ἀσεβείας τὴν αὔξησιν· εὐθὺς δὲ ἀκούσας ὁ βαλτάσαρ τῶν ὑπὸ τοῦ δανιὴλ ἑρμηνευθέντων· ἐκέλευσεν αὐτὸν τὸ προκείμενον ἆθλον λαβεῖν· τὴν πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν· εἶτα τοῦτον αὐτὸν διακοσμήσας τὸν τρόπον τῆ τοῦ κήρυκος χρώμενος φωνῆ τοὺς ὑπηκόους ἐδίδαξεν, ὡς τρίτον αὐτὸν τῆς βασιλείας ἀπέφῃνεν ἄρχοντα· ἀλλ’ οὐδὲν τούτων τὴν θείαν ἀπόφασιν ἔλυσεν· ἐν αὐτῆ γάρ φησι τῇ νυκτὶ, ἀνῃρέθη βαλτάσαρ ὁ βασιλεὺς χαλδαίων· χαλδαῖον δὲ ἐνταῦθα αὐτὸν προσηγόρευσεν· ἵνα δείξῃ λοιπὸν τῆς χαλδαϊκῆς βασιλείας τὸ τέλος· ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ θυ ζῶντος, κατὰ τὸν θεῖον ἀπόστολον· φοβερὸν, τὸ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖν· ἀλλὰ μὴ προσκυνεῖν καὶ θεραπεύειν εἰς δύναμιν· τίς γὰρ φησι σκληρὸς γενόμενος ἧ φησιν ὁ προφήτης ἐναντίον κυρίου κυ ὑπέμεινε· τούτου χάριν καὶ ὁ μακάριος παρεγγυᾶται δαβίδ δαδ · σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ἐν τῷ παραπικρασμῷ· καὶ τοῦτο ἑρμηνεύων ὁ μακάριος παῦλος παραινεῖ λέγων· βλέπετε ἀδελφοὶ, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας· ἐν τῷ ἀπο στῆναι ἀπὸ θεοῦ θυ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται· ἵνα μὴ σκληρυνθῆ ἐξ ὑμῶν τις ἀπάτη τῆς ἁμαρτίας· οἶδε γὰρ πολλάκις ἡ ἁμαρτία ταῖς ἡδοναῖς ἡμᾶς καταθέλγουσα· καθάπερ ἐκεῖνον τὸν ἀνόητον βασιλέα διὰ τῆς μέθης, οὕτω σκληρύνειν ἡμῶν τὴν καρδίαν καὶ ἀντίτυπον ἀποφαίνειν· ὡς καὶ τῆς ἀσεβείας τὴν νόσον ῥᾳδίως εἰσδέχεσθαι· φύγωμεν τοίνυν παρακαλῶ τοῦ διαβόλου τὴν ἐξαπάτην· καὶ τὴν ἐπίπονον ἀρετὴν τῆς ἡδονῆ βραχεία κεχρημένης, προτιμήσωμεν ἁμαρτίας· ἵνα τῆς μὲν τοῦ βαλτάσαρ κοινωνίας, ἀποφανθῶμεν ἀλλότριοι· τῆς δὲ τοῦ δανιὴλ συμμορίας ἀπολαύσωμεν· ἐν χριστῶ χῶ ἰησοῦ ἰυ τῶ κυρίω κω ἡμῶν· μεθ’ οὗ τῶ πατρὶ πρὶ δόξα σὺν τῶ ἁγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν: +