⁘ λόγος δ : ν αβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς γλώσσαις· τοῖς οἰκοῦσιν ἐν πάση τῆ γῆ εἰρήνη ὑμῖν πληθυνθείη: προύργου νο μίζω πρότερον τὴν ὑπόθεσιν τῆς δε τῆς ἐπιστολῆς καὶ τὴν αἰτίαν διεξελθεῖν· εἰθ’ οὕτω τὴν ἑρμηνείαν ποιήσασθαι· ὁ ναβουχοδονόσορ τῆς ἀσίας ἁπάσης κεκρατηκὼς· καὶ τὴν αἴγυπτον δὲ ὑφ’ ἑαυτὸν ποιη σάμενος· καὶ αἰθίοπας τοὺς πρὸς αἴγυπτον χειρωσάμενος, ὠμῶς μὲν λίαν καὶ ἀπηνῶς ἐχρήσατο τοῖς ὑπηκόοις· εἰς τοσαύτην δὲ ἤλασεν ἀλαζονείαν ὡς νομίζειν· οὐ μόνον τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄντως θεοῦ θυ , μείζων εἶναι καὶ δυνατώτερος· τοῦτον δὲ αὐτοῦ τὸν ἀπληστότατον τῦφον, οὐ μόνον ὁ θειότατος διδάσκει δα ν ιὴλ, ἀλλὰ καὶ ὁ θεσπέσιος ἡσαΐας ὁ προφήτης· μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων θεὸς θς διὰ τοῦ προφήτου φθεγγόμενος οὑτωσί· οὐαὶ ἀσσυρίοις· ἡ ῥάβδος τοῦ θυ μοῦ μου καὶ ὀργῆς μου ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ· καὶ ἐν τῶ ἐμῶ λαῶ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν· καὶ καταπατεῖν τὰς πόλεις· καὶ θεῖναι αὐτὰς εἰς κο νιορτόν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· θρήνων μέν εἰσιν ἄξιοι ἀσσύριοι· μυρίων ὄντες ἐργάται κακῶν· ἀλλ’ ὅμως τούτοις διακόνοις εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν χρήσομαι τιμωρίας· καὶ οἷόν τινα ῥάβδον κολαστικὴν· τούτοις παρανομοῦσαν ἐπάξω· οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις ἀνοις , ἀλλὰ καὶ τῶ προσαγορευομένω μου λαῶ· ἐπάξω δὲ, διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν καὶ παρανομίαν· καὶ τάς τε πόλεις αὐτῶν διὰ τούτων καθελῶ· καὶ τὰ ἐν ταῖς πόλεσι σκύλα, τούτων γενέσθαι παρασκευάσω· ἐγὼ μὲν οὖν οἷόν τινι δημίω τῶ ἀσσυρίω χρώμενος, δίκας δι’ αὐτοῦ τοὺς παρανομοῦντας εἰσ πράττομαι· αὐτὸς δέ φησιν οὐχ οὕτως ἐνεθυμήθη· καὶ τῆ ψυχῆ, οὐχ οὕτω λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ· καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα· καὶ ἐὰν εἴπωσιν αὐτῶ σὺ μόνον εἶ ἄρχων· καὶ ἐρεῖ ὅτι οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω βαβυλῶνος καὶ χαλάννης· οὗ ὁ πύργος ὠκοδομήθη· καὶ ἔλαβον ἀραβίαν· καὶ δαμασκὸν· καὶ σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι· δια τούτων μὲν οὖν, τὴν ἀλαζο νείαν αὐτοῦ δήλην πεποίηκεν· εἶτα προαγορεύει, τὰ καταληψόμενα τὴν ἱερουσαλὴμ ἱλὴμ κακά· ὑποδείκνυσι δὲ καὶ τὰς τιμωρίας αἰτίας· ὀλολύξατε γάρ φησι γλυπτὰ ἐν ἱερουσαλὴμ ἱλὴμ καὶ σαμάρεια· ὃν τρόπον γὰρ ἐποίησα ἐν σαμάρεια· καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ ἐν ἱερουσαλὴμ ἱλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς· μεμαθήκαμεν δὲ ὅτι τῆς ἱερουσαλὴμ σενναχηρεὶμ ὁ τῶν ἀσσυρίων οὐ περιεγένετο βασιλεὺς· ὁ δὲ ναβουχοδονόσορ εἰς βαβυλῶνα τὰ βασίλεια μεταθεὶς· καὶ βασιλικὴν ἐκείνην ἀποφήνας πόλιν, μετὰ τὴν τῆς νι νευὶ κατάλυσιν ἐπεστράτευσε τῇ ἰουδαία· καὶ ἀνάστατον τὴν ἱερουσαλὴμ πεποιηκὼς· τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀνεῖλε· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, αἰχμαλώτους ἀπήγαγεν· ὡς εἶναι δη λον ότι κἀν τεῦθεν· ὡς μίαν οἶδεν ἡ θεία γραφὴ τὴν ἀσσυρίων καὶ βαβυλωνίων βα σιλείαν· καὶ ἐκ τῶν ἐπαγομένων δὲ τοῦτο ῥάδιον καταμαθεῖν· ἔσται γάρ φησιν ὅταν συντελέση κύριος κς πάντα ποιῶν ἐν τῶ ὄρει σιὼν καὶ ἐν ἱερουσαλὴμ ἱλὴμ · ἐπάξει κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν· τὸν ἄρχοντα τῶν ἀσσυρίων· καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ἐτιμωρήσατο δὲ τὴν ἱε ρουσαλὴμ ὁ θεὸς θς οὐ διὰ τοῦ σενναχηρεὶμ ὃς τῶν ἀσσυρίων ἐβασίλευσεν· ἀλλὰ διὰ τοῦ ναβουχοδονόσορ· ὁ μὲν γὰρ, οὐ μόνον οὐκ ἐπόρθησε τὴν πόλιν, ἀλλὰ καὶ ἅπασαν ἀπολωλεκὼς τὴν στρατιὰν, ἀπέδρα μόνος· καὶ οἴκοι τὴν σφαγὴν παρὰ τῶν υἱῶν ἐδέξατο· ὁ δὲ ναβουχοδονόσορ· καὶ τὴν πόλιν καθεῖλε· καὶ ἐνέπρησε καὶ τὸν θεῖον νεὼν· καὶ τὸν λαὸν ἀπήγαγε δοριάλωτον· διδάσκει τοίνυν ἡμᾶς ἡ θεία γραφὴ· ὅτι μετὰ τὸ συντελέσαι κύριον κν · ποιοῦντα πάντα ἐν τῶ ὄρει σιὼν καὶ ἐν ἱερουσαλὴμ ἱλὴμ · καὶ ἠπείλησε λέγων· ὀλολύξατε γλυπτὰ ἐν ἱερουσαλὴμ ἱλὴμ · ὃν τρόπον γὰρ ἐποίησα σαμαρείαι καὶ τοῖς εἰδώλοις αὐτῆς, οὕτω ποιήσω καὶ τῆ ἱερουσαλὴμ ἱλὴμ καὶ τοῖς χειροποιήτοις αὐτῆς· ἐπάξει φησὶ κύριος κς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρ χοντα τῶν ἀσσυρίων· καὶ οὐ λέγει τῶν βαβυλωνίων, ἀλλὰ τῶν ἀσσυρίων· μία γὰρ τούτων κἀκείνων ἡ βασιλεία· νοῦν δὲ μέγαν καλεῖ, διὰ τὸ ὑψηλὸν καὶ ἀλαζονικὸν τῶν βουλευμάτων· διὸ καὶ εἰκότως ἐπάγει· καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἔφη τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· τουτέστιν ὡς ἄνθρωπος ἄνος ὢν, ὑψηλότατόν τε καὶ μέγιστον εἶναι φαντάζεται· εἶπε γάρ τῆ ἰσχύϊ μου ποιήσω· καὶ τῆ σοφία τῆς συνέσεώς μου, ἀφελῶ ὄρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας· καὶ τὴν οἰκουμένην ὅλην κατα λήψομαι τῆ χειρί μου ὡς νοσσιὰν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με ἢ ἀντείπη μοι· οὕτω γυμνώσας τῶν λογισμῶν τοῦ ἀσσυρίου τὸν τῦφον, ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον· καὶ διδάσκει ὡς οὐδὲν ἂν τῶν ὑπ’ αὐτοῦ γεγονότων ἐγένετο, μὴ τοῦ θεοῦ θυ συγχωρήσαντος· καὶ βουληθέντος, δίκας τῆς ἀσεβείας εἰσπρά ξασθαι· τοὺς ταῦτα ὑπ’ αὐτοῦ πεπονθότας· οὗ χάριν εἰκότως ἐπάγει· μὴ, δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος αὐτήν; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρη ῥάβδον ἢ ξύλον· καθάπερ γάρ φησιν ἀδύνατον αὐτομάτως ἀξίνην ἢ πρίονα· ἢ ῥάβδον κινηθῆναι· τηνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ· ἡνίκα ἄν τις τῆ χειρὶ χρησά μενος κινῆσαι ταῦτα θελήσειεν, οὕτω καὶ σὺ τῆς ἐμῆς παραχωρησά σης σοι προμηθείας, πεποίηκας ἃ πεποίηκας· διὰ τὴν τῶν πε πονθότων παρανομίαν· μὴ τοίνυν νόμιζε σοφία τὲ οἰκεία καὶ δυ νάμει ταῦτα κατωρθωκέναι· εἰ δὲ οὐ βούλει σωφρόνως τοῦτο μαθεῖν· καὶ τὴν ἀλαζονικὴν ὀφρὺν καταλύσαι τῆ πείρα μαθήση ὅτι ταῦτα οὕτως ἔχει· ἀποστελεῖ γὰρ κύριος κς σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν· καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ ἐν ἑτέρω δὲ χω ρίω πάλιν τοιαῦτά φησιν ὁ θεὸς θς πρὸς τὸν προφήτην· καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα βαβυλῶνος· καὶ ἐρεῖς ἐν τῆ ἡ μέρα ἐκείνη· πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν· καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστὴς· συνέτριψεν ὁ θεὸς θς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν· τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῶ πληγῆ ἀνιάτω· εἶτα δεικνὺς τὴν τῆς οἰκουμένης εὐφροσύνην. πᾶσα ἡ γῆ φησὶ μετ’ εὐφροσύνης· καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφρανθήσεται ἐπὶ σοί· καὶ ἡ κέδρος τοῦ λιβάνου· ἀφ’ οὗ σοὶ κεκοίμησαι· οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς· τροπικῶς δὲ ταῦτα λέγει· καὶ κέδρους τοῦ λιβάνου προσαγορεύει· ἢ τὸν ἰσραὴλ ἰὴλ ἐπίσημόν τε ὄντα καὶ ἔνδοξον· ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασι καὶ βασιλεύειν πεπιστευμένους· καὶ μετὰ βραχέα κωμωδῶν αὐτοῦ τὸν τῦφον· καὶ τὴν τῆς ἀλαζονείας διδάσκων κατάλυσιν· πῶς ἐξέπεσέ φησιν ἐκ τοῦ οὐρανοῦ οὐνοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων· συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη· σὺ δὲ εἶπας ἐν τῆ διανοία σου εἰς τὸν οὐρανὸν οὐνὸν ἀναβήσομαι· καὶ ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῶ· ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βορράν· ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν ἔσομαι ὅμοιος τῶ ὑψίστω· εἶτα δείκνυσι τῆς ἀνθρωπίνης ἀνίνης εὐημερίας τὸ ἐπίκηρον· σὺ δέ φησιν ὁ ταῦτα λογίσασθαι τετολμηκὼς, εἰς ᾅδην καταβήση· καὶ εἰς τὰ θε μέλια τῆς γῆς· οἱ εἰδότες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄνθρωπος ἄνος · ὁ παρωξύνων τὴν γῆν· ὁ σείων βασιλεῖς· ὁ θεὶς τὴν γῆν ὅλην ἔρημον· καὶ τὰς πόλεις αὐτῆς καθεῖλε· τοὺς ἐν ἀπαγωγῆ, οὐκ ἠλέησε· πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν· ἐν τιμῆ· ἄνθρωπος ἄνος ἐν τῶ οἴκω αὐτοῦ· σὺ δέ φησι ῥιφήση ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος· μετὰ πολλῶν τεθνηκότων ἐκκεντημένων μαχαίρα καταβαινόντων εἰς ᾅδην· καὶ ἵνα μὴ πάσας τὰς περὶ αὐτοῦ προφητείας παράγων ἀποκνήσω τῶ μήκει· τούς τε νῦν ἀκούοντας· καὶ τοὺς ὕστερον τούτοις ἐντευξομένους εἰς ἐκεῖνα παραπέμψας τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον· τοῦτον τοίνυν ὁ τῶν ὅλων θεὸς θς · εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις αὐτῶ προσενήνοχε φάρμακα σωτηρίας σρίας · καὶ πρῶτον μὲν ἐν τῶ δευτέρω τῆς βασιλείας ἔτει ὄναρ αὐτῶ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν· εἶτα τῆ λήθη τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν· ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς τῶν βασιλέων διαδοχὰς ἔδειξεν ἀκριβῶς· τῆς ἀνθρωπίνης ἀνίνης εὐημερίας ὑπο δεικνὺς τὸ βραχὺ καὶ ἐπίκηρον· καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέ ξατο· καὶ τὸ ἄμετρον σέβας τῶ δανιὴλ προσενήνοχεν· ὡς θεῶ θω γὰρ λιβανωτὸν αὐτῶ καὶ σπονδὰς προσενεχθῆναι προσέταξεν· ἀλλὰ πάλιν οὐ πολλῶ διελθόντος χρόνου, τὴν εἰκόνα ἐκείνην ἀνέ στησε· καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατηνάγ κασε· καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῆ ἀπλείστως τρα φείση πυρᾶ παραδέδωκεν· ἀλλὰ πάλιν ὁ ἀγαθὸς δεσπότης· μακρο θυμία χρησάμενος, δίκας μὲν αὐτῶ τῆς τε ἀλαζονείας καὶ τῆς θη ριωδίας οὐκ ἐπράξατο· τὴν δὲ θείαν αὐτοῦ δύναμιν ὑποδείκνυσι τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας· πάλιν δὲ ὀλίγην ἐκεῖθεν ὠφέλειαν δεξάμενος, ὑμνεῖ μὲν τὸν τῶν ὅλων θεόν θν · ἀπειλεῖ δὲ τὴν ἐσχάτην τιμωρίαν τοῖς βλάσφημόν τι κατ’ αὐτοῦ φθε γγομένοις· ἀλλ’ εὐθὺς καὶ παραυτίκα· καὶ ἐν αὐτῶ τῶ ἐνιαυτῶ λήθην παν τελῆ τὴν μεγίστην ταύτην παραδοὺς θαυματουργίαν, ἐπιστρατεύει τοῖς ἱεροσολύμοις· καὶ καθαιρεῖ μὲν τῆς πόλεως τὰ τείχη· πυρπολεῖ δὲ τὸν ἅγιον τοῦ θεοῦ θυ νεών· κατατολμᾶ δὲ τῶν τούτου ἀδύτων· καὶ ἁπάντα συλήσας τὰ ἀναθήματα, εἰς τὴν βαβυλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν· ὅτι δὲ κατὰ τοῦτον ἐπεστράτευσε τὸν καιρὸν· καὶ ὁ μα κάριος ἡμᾶς διδάσκει ἱερεμίας· οὔτω λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν παρὰ κυρίου κυ ἐν τῶ ἐνιαυτῶ τῶ δεκάτω σεδεκίου βασιλέως ἰούδα· οὗτος ἐνιαυτὸς ὄγδοος και δέκατος τοῦ ναβουχοδονόσορ τοῦ βασιλέως βαβυλῶνος ἐχαράκωσεν ἐν ἱερουσαλὴμ ἱλὴμ · καὶ τῆς εἰκόνος δὲ τὸ διήγημα συγγράφων ὁ μακάριος δανιὴλ τοῦτον τέθεικε τὸν χρόνον· ἔτους ὀκτωκαιδεκάτου ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν· ὡς εἶναι δηλονότι· καὶ ἐν ἀρχῆ τοῦ ἔτους ἀπῄτησε τὴν τῆς εἰκόνος προσκύνησιν· εἶτα τὴν στρατιὰν προπέμψας, ἠκολούθησε καὶ αὐτὸς· καὶ περιεγένετο μὲν τῆς ἱερουσαλὴμ ἰλὴμ · ἑνδεκάτω μὲν ἔτει τῆς βασι λείας σεδεκίου ἐννεακαιδεκάτω δὲ τῆς ἑαυτοῦ βασιλείας· ἐπειδὴ τοίνυν οὐδὲ μίαν οὐδαμόθεν ὁ δείλαιος ἐδέξατο ὠφέλειαν· ἀγανα κτήσας ὁ τῶν ὅλων θεὸς θς , δεδίττεται μὲν αὐτὸν· πρῶτον μὲν δι’ ἐνυπνίου· εἶτα διὰ τοῦ δανιὴλ τὰ διὰ τοῦ ἐνυπνίου σημαινόμενα, δῆλα ποιεῖ· καὶ οὐδὲ οὕτως εὐθὺς ἐπάγει τὴν τιμωρίαν· ἀλλὰ προσφέρει μὲν αὐτῶ συμβουλὴν καὶ παραίνεσιν διὰ τοῦ δανιὴλ· ἐνιαυτὸν δὲ ὅλον μακρο θυμεῖ τὴν μετάνοιαν ἀναμένων· ὡς δὲ οὐδὲ μίαν ἰατρείαν ἐκ τῆς μα κροθυμίας ἠθέλησε δρέψασθαι ἃ ἠπείλησεν ἐπιφέρει κακά· τι μωρεῖται δὲ αὐτὸν οὐχ ἁπλῶς· ἀλλὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον· τὸν τὰ ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλαβεία παίει καὶ πα ραπληξία· εἶτα· θηριώδη γενόμενον ἐξεωθῆναι παρασκευάζει· καὶ τὰς ἐρήμους οἰκεῖ ἐπὶ χρόνον μακρόν· ἔπειτα αἴσθησιν αὐτὸν παρασκευάζει λαβεῖν τῶν κατεχόντων δεινῶν· οὔτε γὰρ οἷόν τε ἦν αὐτὸν ὠφέλειαν δρέψασθαι· ἀναισθήτως καὶ ἀναλγήτως διακεί μενον· οὕτως ἀνανεύσας ἐκεῖνος, ἐπιγινώσκει μὲν τὰς ὀξυρρόπους τοῦ βίου μεταβολὰς· θρηνεῖ δὲ καὶ ὀλοφύρεται, τὴν οἰκείαν ἀβελτη ρίαν· ὁμολογεῖ δὲ τὴν τοῦ θεοῦ θυ βασιλείαν ἀδιάδοχον εἶναι· καὶ εἰς ἅπαντας διαμένουσαν τοὺς αἰῶνας· ταῦτα τῆ πείρα διδαχθεὶς· πάλιν διὰ τὴν ἄρρητον τοῦ θεοῦ θυ φιλ ανθρωπίαν ανίαν , εἰς τὴν οἰκείαν ἐπανελήλυθε βασιλείαν· ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους ἀνους · εἰ κρύψειε τὴν τοῦ θεοῦ θυ προ μήθειαν· δι’ ἐπιστολῆς ἅπασι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται· τήν τε προτέραν εὐημερίαν· καὶ τὴν συμβᾶσαν δυσκλη ρίαν· εἶτα τὴν μεταμέλειαν δι’ ἧς τὸν δεσπότην ἐξιλεώσατο· ἡ μὲν οὖν τῆς ἐπιστολῆς ὑπόθεσις αὕτη· διὰ πλειόνων δὲ αὐτὴν ἐποιησάμην· καὶ τὸν τούτου τῦφον ταῖς γραφικαῖς μαρτυρίαις δεῖξαι βουληθεὶς· καὶ τοῦ θεοῦ θυ τῶν ὅλων τὴν περὶ πάντας κηδεμονίαν δήλην ποιῆσαι θελήσας· φέρε τοίνυν τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα: ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς· φυλαῖς· γλώσσαις· τοῖς οἰκοῦσιν ἐν πάση τῆ γῆ εἰρήνη ὑμῖν πληθυνθείη: προσήκει τούτοις ἐφαρμόσαι τοῖς λόγοις, τὴν προφητικὴν ἐκείνην φωνήν· ἀγαθὸν ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου· τῆ πείρα γὰρ οὕτω διδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη διδάσκαλος· καὶ τὰ οἰκεῖα πάθη, φάρμακα πᾶσιν ἀνθρώποις ἀνοις προτίθησι· καὶ οὐ μόνον τοῖς ὑπηκόοις· ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσι· καλῶς δὲ σφόδρα καὶ ἁρμοδίως, τὴν προσηγορίαν ἐποιήσατο· εἰρήνη ὑμῖν πληθυνθείη· τουτέστιν ἀπείρατοι γένοισθε ὧν ἐπειράθην κακῶν· εἰρήνης ἀπολαύοντες διατελεῖτε· εἶτα ἐπάγει: τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησε μετ’ ἐμοῦ ὁ θεὸς θς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν: τῶν θείων φησὶ θαυμάτων αὐτόπτης γενόμενος, νενόμικα δίκαιον κοινωνοὺς ἡμᾶς ἅπαντας τῆς τοῦ θεοῦ θυ θεωρίας λαβεῖν· οὐκ ἦν γὰρ τὰ τυχόντα· ἀλλὰ μεγάλα καὶ ἰσχυρά· καὶ ὡς μεγάλα καὶ ἰσχυρὰ ἡ βασιλεία αὐτοῦ· βασιλεία αἰώνιος· καὶ ἡ ἐξουσία αὐτοῦ, εἰς γενεὰν καὶ γενεάν: τὰ μὲν γὰρ ἀνθρώπινα ἀνίνα ὁποῖα ἂν εἰή, τέλος ἔχει· καὶ τέλος ταχύ· μόνη δὲ διαρκὴς καὶ ἀσάλευτος ἡ τοῦ θεοῦ θυ βασι λεία· οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν, ἄρχεται τῆς κατ’ αὐτὸν διηγήσεως: ἐγὼ ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῶ οἴκω μου· καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου: καὶ πίων ἐν τῶ λαῶ μου· τέθεικα δὲ τὴν ἑαυτοῦ προσηγορίαν οὐχ ἁπλῶς· ἀλλ’ ἵνα τὸ ὄνομα μαρτυρήση τοὺς λόγους· ἐπειδὴ γὰρ σφόδρα ἐπίσημος ἦν· ἅτε δὴ πάντων τῶν κατὰ τὴν ἀσίαν καὶ τὴν αἴγυπτον· καὶ τὴν αἰθιοπίαν· τὴν ἡγεμονίαν λαβὼν, προστέθεικεν αὐτοῦ τὴν προσηγορίαν· ἀρκοῦσαν εἰς μαρτυρίαν τῶν λεγομένων· ἔφη δὲ ὅτι ἐν ἄκρα ὢν εὐκληρία· καὶ μυρίοις ἀγαθοῖς περιρρεόμενος, διετέλουν· ἐν τούτοις δὲ ὢν· ἐνύπνιόν φησιν εἶδον· καὶ ἐφοβέρισέ με καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσι· καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με: ἐν τοσαύτη δὲ ὑπάρχων εὐημερία· καὶ ὄναρ εἶδον λυπηρόν· ἐξεδειμα τώθην μὲν σφόδρα τῆ θεωρία τοῦ ἐνυπνίου· ἐταρασσόμην δὲ πλέον τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνάμενος· οὗ χάριν τοὺς ταῦτα δυναμένους ἑρμηνεύειν συνεκάλεσα: καὶ εἰς ἐπορεύοντο οἱ ἐπαοιδοὶ μάγοι· γαζαρηνοὶ· χαλδαῖοι· καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι· ἕως οὗ ἕτερος εἰσῆλθεν ἐνώ πιόν μου δανιὴλ· οὗ τὸ ὄνομα βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ θυ μου· ὃς πνεῦμα πνα ἅγιον ἔχει ἐν ἑαυτῶ: οὐχ ἁπλῶς δὲ ταῦτα τέθεικεν· ἀλλὰ παράλ ληλα τέθεικεν· ἵνα τῆ παρεξετάσει δήλην ἅπασι ποιήση τὴν τοῦ προ φήτου σοφίαν· διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν βαβυλῶνος· ἵνα δείξη· τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους· τὸν δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς φωτιζόμενον· καλεῖ δὲ αὐτὸν, οὐκ ἀπὸ μόνης τῆς προσηγορίας· ἣν αὐτὸς ἐπιτέθεικεν· ἀλλὰ τὸ ἑβραῖον προτίθησιν ὄνομα· δανιὴλ γάρ φησιν οὗ τὸ ὄνομα βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου· οὕτω γάρ φησιν ἐξ ἀρχῆς αὐτὸν ἐθαύμασα· ὡς τοῦ πάλαι ὑπ’ ἐμοῦ προσκυνουμένου θεοῦ ἐπιθεῖναι αὐτῶ τὴν προσηγορίαν· καὶ τὴν αἰτίαν δεικνὺς· ὃς πνεῦμα πνα θεοῦ θυ ἅγιον ἔχει ἐν ἑαυτῶ· καὶ τοῦτο δὲ ἐκ τῆς τοῦ προφήτου διδασκαλίας μεμάθηκε· πόθεν γὰρ ἂν ἑτέρωθεν ἐγνώκει τοῦ παναγίου πνεύματος πνς τὴν προσηγορίαν· τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς· καὶ τὸ ἐνύ πνιόν φησιν ἐνώπιον αὐτοῦ εἶπον: εἶπον δὲ οὕτως ἀρξάμενος: βαλτάσαρ ὁ ἄρχων· τῶν ἐπαοιδῶν· ἔγνων ὅτι πνεῦμα πνα ἅγιον ἐν σοί· καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι· ἄκουσον τὴν ὄρασιν τοῦ ἐνυπνίου οὗ εἶδον· καὶ τὴν σύγκρισιν αὐτοῦ εἶπόν μοι· καὶ τὰς ὁράσεις τῆς κεφα λῆς μου ἐπὶ τῆς κοίτης μου: τοὺς πολλοὺς τῶν ἀνθρώπων ἀνων αἱ εὐημερίαι πολλάκις ἐπιλανθάνεσθαι τῶν εὐεργετησάντων παρασκευάζουσιν· αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τῶν εὖ πεποιηκότων τὴν μνήμην· καὶ ὑγι αίνων μέν τις τὸ σῶμα, τῆς τοῦ ἰατροῦ τέχνης οὐ λαμβάνει τὴν μνήμην· ἀρρωστία δὲ περιπεσὼν ἀναμιμνήσκεται· ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν· καὶ διὰ τοῦ δεῖνος τοῦ ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν· οὕτω καὶ ὁ ναβουχοδονόσορ· ἡνίκα μὲν τοὺς ἁγίους ἐκείνους τῆ πυρᾶ παρεδίδου, τῆς τοῦ δανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν· ἐπειδὴ δὲ πάλιν εἶδεν ἐνύπνιον· καὶ θόρυβον εἶχεν ἐν τῆ ψυχῆ τῆς τοῦ δανιὴλ ἀνεμνήσθη σο φίας· καὶ τῆς τοῦ προτέρου ἐνυπνίου ἀναμνήσεώς τε καὶ ἑρμηνείας· διὸ καὶ πνεῦμα πνα ἔχειν θεοῦ θυ αὐτὸν λέγει· καὶ πᾶν μυστήριον ἑρμηνεύειν αὐτὸν ἱκανὸν εἶναι· καὶ παρακαλεῖ· καὶ τοῦτο τὸ ἐνύπνιον ἄδηλον ἦν· δῆλον αὐτῶ καταστῆσαι· εἶτα λέγει τὸ ἐνύπνιον: ἐθεώρουν φησὶ δένδρον ἐν μέσω τῆς γῆς· καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ οὐνοῦ · καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα τῆς γῆς: διὰ δὲ τοῦ δένδρου, αὐτὸν ἔφη σημαίνεσθαι ὁ μακάριος δανιὴλ· τὸ δὲ ὕψος λέγει φθάσαι ἕως τοῦ οὐρανοῦ ὀυνοῦ · οὐ τὴν φύσιν τοῦ δένδρου σημαίνων· ἀλλὰ καὶ τοὺς λογισμοὺς καὶ τὰς φαντασίας· διὸ καὶ ἡσαΐας ἔλεγεν· ἐπάξει ὁ θεὸς ς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν βασιλ’ τῶν ἀσσυρίων· καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· νοῦν δὲ αὐτὸν μέγαν προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα καὶ ὀνει ροπολήσαντα· ἃ μετὰ βραχέα διηγήσατο· σὺ γὰρ εἶπας ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου· καὶ ἔσομαι ὅμοιος τῶ ὑψίστω· διατοῦτο ὁρᾶ τὸ ὕψος τοῦ δένδρου ἐφθακὼς ἕως τοῦ οὐρανοῦ ὀυνοῦ · ἐπειδὴ δὲ καὶ ὡς ἔπος εἰπεῖν πάσης τῆς οἰκουμένης ἐκράτησεν, ὁρᾶ τοῦ δένδρου τὸ κύτος· τουτέστι· τὸν ὄγκον· τὸ εὖρος· ἐκταθὲν μέχρις αὐτῶν τῶν περάτων τῆς γῆς: τὰ φύλλα αὐτοῦ φησὶν ὡραῖα· καὶ ὁ καρπὸς αὐτοῦ πολύς: καλεῖ δὲ φύλλα μὲν τὴν ὁρωμένην εὐπρέπειαν· τὴν ἐν ἐσθῆτι καὶ θρόνω καὶ βασιλείοις· ἀσπιδηφόροις τὲ καὶ δορυφόροις καὶ πε ζαιτέροις· καρπὸν δὲ, τὸν πανταχόθεν προσφερόμενον φόρον· διὸ πολὺν τὸν καρπὸν· ἀλλ’ οὐ καλὸν ἔφη· οὐ γὰρ εἶχε τὸ δίκαιον : · καὶ τροφὴ πάντων ἐν ἑαυτῶ· οἵ τε γὰρ γεωργοῦντες· διὰ τῆς αὐτοῦ κη δεμονίας, εἰρήνης ἀπολαύοντες, τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομί ζοντο· οἵ τε στρατευόμενοι· παρ’ αὐτοῦ τὰ σιτηρέσια κομιζόμενοι· τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν: ὑποκάτω αὐτοῦ φησὶ κατεσκήνουν τὰ θηρία τοῦ αγροῦ· καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατώκει τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐνοῦ · καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ: οἵ τε γὰρ θηριώδη βίον ζῶντες βάρβαροι· οἵ τε λογικώτεροι καὶ ἡμερώτεροι· καὶ πτηνοὶ τὴν διάνοιαν, ὑπὸ τὴν τούτου ἐξουσίαν βϊοτεύοντες διετέλουν: ἐθεώρουν τοίνυν φησὶν ἐν ὀράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου· καὶ ἰδοὺ εἲρ· καὶ ἅγιος ἀπ’ οὐρανοῦ οὐνοῦ κατέβη: εἲρ δὲ καλεῖ τὸν ἐγρηγορότα, τοῦτο γὰρ ἑρμηνεύεται τῆ ἐλλάδι φωνῆ· ἐγρηγορότα δὲ καλεῖ, τὸν ἄγγελον· ἵνα τούτου σημάνη τὸ ἀσώματον· ὁ γὰρ σῶμα περικείμενος, ὕπνω δουλεύει· ὁ δὲ ὕπνου κρείττων, σώματος ἐλεύθερος· εἶδον τοίνυν φησὶν ἄγγελον ἀσώματον ἔχοντα φύσιν ὃς ἀπ’ οὐρανοῦ οὐνοῦ κατέβη: καὶ ἐφώνησεν ἐν ἰσχύϊ· ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ· καὶ ἐκτινάξατε τὰ φύλλ’ αὐτοῦ· καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ: καὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ’ οὐρανοῦ οὐνοῦ καταβεβηκότα· ἵνα μάθη ὡς αὐτὸς ὁ τῶν ὅλων δεσπότης τὴν κατ’ αὐτοῦ ἀπόφασιν ἐποιήσατο· διδάσκεται δὲ τίς ὁ δεδωκὼς αὐτῶ τὴν βασιλείαν· καὶ ἀποτιθέμενος τὴν βασιλείαν· ὁρᾶ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον· τοὺς δὲ κλάδους χωριζομένους· τουτέστι τοὺς ὑπάρχους· καὶ στρατηγοὺς καὶ σατράπας· καὶ τοὺς ἄλλην τινὰ ἡγεμονίαν παρ’ αὐτοῦ πεπιστευμένους· τὰ δὲ φύλλα τινασσό μενα· ἣν περιεβέβλητο δόξαν· δίκην φύλλων ἐκρέουσάν τε καὶ μα ραινομένην· τὸν δὲ καρπὸν διασκορπιζόμενον· τοῦ γὰρ βασιλέως ἐκείνη περιπεσόντος τῆ συμφορᾶ· οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον: σαλευθήτω φησὶ τὰ θηρία· καὶ ὑποκάτωθεν αὐτοῦ· καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ: οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠναγκασμένοι, ἀφορμὴν εὑρόντ’ τὴν τοῦ βασιλέως μεταβολὴν, τοῦ ὑπακούειν ἀπέστησαν: πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῆ γῆ αὐτοῦ ἐάσατε· καὶ ἐν δεσμῶ καὶ σιδηρῶ φησὶ καὶ χαλκῶ· καὶ ἐν τῆ χλόη τῆ ἔξω καὶ ἐν τῆ δρόσω τοῦ οὐρανοῦ οὐνοῦ αὐλισθήσεται: ὡς γὰρ φησὶ φρενοβλαβεία καὶ παρα πληξία καὶ φρενίτιδι νόσω περιπεσὼν καὶ μεμηνὼς· καὶ κορυ βαντιῶν· καὶ κατὰ πάντα λυττῶν, ἀναγκαίως δεσμὰ περιέκειτο· ἀλλ’ ὅμως οὐδὲ ταῦτα ἦν ἱκανὰ ἔνδον αὐτὸν κατέχειν· ἀλλὰ δραπε τεύων ὡς ἐν ἐρήμοις διέτριβεν· ὑπαίθριος ταλαιπωρῶν· κτηνῶν δίκην τὴν πόαν σιτούμενος· τοῦτο γὰρ σημαίνει εἰρηκώς: καὶ μετὰ τῶν θη ρίων ἡ μερὶς αὐτοῦ ἐν τῆ χόρτω τῆς γῆς ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀνων ἀλλοιωθήσεται· καὶ καρδία θηρίου δοθήσεται αὐτῶ· καὶ ἑπτὰ καιροὶ ἀλλα γήσονται ἐπ’ αὐτόν: καὶ τοῦτο δὲ τὴν τοῦ θεοῦ θυ μακροθυμίαν δηλοῖ· χρόν’ γὰρ βραχεῖ τὴν τιμωρίαν περιορίζει· ἀναμένων τὴν ἀπὸ τῆς παι δείας τεχθησομένην μεταμέλειαν· εἶτα δείκνυσιν ἀναντιρρήτως ἔσται τὰ εἰρημένα: διὰ συγκρίματός φησιν· εἲρ ὁ λόγος· καὶ ῥῆμα ἅγιον τὸ ἐπερώτημα: ἀψευδής φησιν ὁ λόγος· ἄγγελος γὰρ ἅγιος ὁ εἰρηκὼς ἐγρηγορὼς· ἀσώματος· ἐίρηται δὲ ταῦτά φησιν· καὶ γάρ ἐστιν ὀυ μάτην· ἀλλ’ ἵνα γνῶσιν οἱ ζῶντες· ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων ἀνων · καὶ ὧ ἂν δόξη, δώσει αὐτήν· καὶ ἐξουδένημα ἀνθρώπου ἀνου , ἀναστήσει ἐπ’ αὐτήν: ταῦτά φησιν ὁ ἄγγελος ἔφη· ὅτι τούτου χάριν τὰ κατὰ τὸ δένδρον γενήσεται· ἵνα διὰ τούτων μάθωσιν ἅπαντες ἕνα εἶναι δεσπότην καὶ βασιλέα τοὺς ἐπὶ γῆς καθιστῶντα βασιλέας· καὶ ἐγχειρίζοντα ὧ ἐὰν θέλη τὴν βασιλείαν· δεικνὺς γὰρ τὴν ἑαυτοῦ ἐξουσίαν· καὶ τὸν εὐτελέστατον ἔστιν ὅτε· καὶ οὐδὲν εἶναι νομιζόμενον ἀποφαίνει βασιλέα· καὶ τοὺς ἐν τοῖς μεγίστοις ὄντας ἀξιώμασιν, ὑπακούειν αὐτῶ παρασκευάζει· ὁύτω πληρώσας τὸ τοῦ ἐνυπνίου διήγημα φησὶ πρὸς τὸν δανιήλ: τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ ναβου χοδονόσορ ὁ βασιλεὺς· καὶ σὺ βαλτάσαρ τὸ σύγκριμα εἰπὲ κατέναντι· ἀντὶ τοῦ ἀληθῶς καὶ ἀκριβῶς· ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι· σὺ δὲ δύνασαι· καὶ τὴν αἰτίαν δεικνὺς· ὅτι φησὶ πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐν σοί· οἱ μὲν γὰρ, ἀνθρωπίνοις ἀνίνοις κέχρηνται λογισμοῖς· σὺ δὲ παρὰ θεοῦ θυ μανθάνεις τὰ κεκρυμμένα· >> τότε δανιὴλ· οὗ τὸ ὄνομα βαλτάσαρ· ἀπηνεώθη ὡσεὶ ὥραν μίαν· καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν: ἔδει γὰρ δειχθῆναι τὴν ἀνθρωπίνην ἀνίνην ἀσθένειαν· καὶ τότε ἀναφανῆναι τὴν ἐμπνέουσαν χάριν: ἀπεκρίθη τοίνυν ὁ βασιλεὺς καὶ εἶπε· βαρτάσαρ τὸ ἐνύπνιον καὶ ἡ σύγκρισις αὐτοῦ μὴ κατὰ σπευσάτω σε: εἶδε γὰρ αὐτὸν θορυβού μενον καὶ ἀναγκαίως ψυχαγωγεῖ· μαθεῖν ἐφιέμενος ὅπερ ἀγνοεῖ, λέγει τοίνυν αὐτῶ· μὴ σφόδρα ἐπείγου· ἀλλὰ κατὰ σχολὴν· τὰ μηνυ όμενα διὰ τοῦ ἐνυπνίου εὑρὼν, ταῦτά μοι δῆλα κατάστησον: ἀπε κρίθη οὖν ὁ βαλτάσαρ καὶ λέγει: κύριέ μου βασιλεῦ· τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε· καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου: σφόδρα σοφῶς καὶ συνετῶς· ἀπεύχεται μὲν αὐτῶ τὰ λυπηρὰ τοῦ προοιμίου ἀρξάμενος· σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν: τὸ δένδρον φησὶ τὸ μεγαλυνθὲν καὶ καὶ τὸ ἰσχυκὸς· οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ· καὶ ὁ καρπὸς αὐτοῦ πολὺς· καὶ τροφὴ πᾶσιν ἐν αὐτῶ ὑποκάτω αὐτοῦ κατώκει τὰ θηρία τὰ ἄγρια· καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ οὐνοῦ σὺ εἶ βα σλ’: ἄξιον δὲ θαυμάσαι τοῦ δανιὴλ τὴν σοφίαν· οὐ γὰρ ἁπλῶς εἶπε τὸ δένδρον τὸ μέγα· ἀλλὰ τὸ μεγαλυνθὲν τὸ ἰσχυκός· τουτέστιν οὐκ ἄνωθεν ἦσθα μέγ’· ἀλλὰ κατὰ μέρος γεγένησαι μέγας· καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες· ἀλλὰ κατὰ βραχὺ ταύτην προσέλαβες· διὸ πάλιν ἐπάγει: ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας· καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη· καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς: καὶ ταῦτα δὲ σφόδρα ἁρμοδίως τὲ καὶ προσφόρως οὐρανῶ οὐνῶ καὶ γῆ προσήρμοσε· τὴν μὲν γὰρ κυρείαν εἶπεν ἐφθακέναι εἰς τὰ πέρατα τῆς γῆς· τουτέστι τὴν ἐξουσίαν· εἰς δὲ τὸν οὐρανὸν οὐνὸν οὐκέτι τὴν κυρείαν· ἀλλὰ τὴν μεγαλω σύνην· τουτέστι τὴν τοῦ λογισμοῦ φαντασίαν: καὶ ὅτι εἶδεν ὁ βασιλ’ εἲρ καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ οὐνοῦ καὶ εἶπεν· ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό· πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῆ γῆ ἐάσατε· καὶ ἐν δεσμῶ σιδηρῶ καὶ χαλκῶ καὶ ἐν τῆ χλόη τῆ ἔξω· καὶ ἐν τῆ δρόσω τοῦ οὐρανοῦ οὐνοῦ αὐλισθήσεται· καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ· ἕως οὗ καιροὶ ἑπτὰ ἀλλοιωθήσονται ἐπ’ αὐτῶ· καὶ τοῦτο ἡ σύγκρισις αὐτοῦ βασιλεῦ: καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον ἀναγκαίως ἐπήγαγε: καὶ σύγκριμα ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλ’: ἐντεῦθεν ἐστὶν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολικῆς διδασκαλίας τὸ χρήσιμον· πᾶσα γάρ φησι ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασ σέσθω· καὶ γὰρ ὁ μακάριος δανιὴλ κύριον τὸν δυσσεβῆ βασιλέα καλεῖ· καὶ τῶ νόμω τῆς ἐξουσίας πειθόμενος ταῖς πρεπούσαις προσηγο ρίαις κέχρηται· καὶ λυπηρὰν οὖσαν τοῦ ἐνυπνίου τὴν ἀλήθειαν ὑπο δείκνυσιν: ἐκδιώξουσι γάρ σε φησὶν ἀπὸ τῶν ἀνθρώπων ἀνων · καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου· καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε· καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ οὐνοῦ τὸ σῶμά σου βαφήσεται· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ: ἑπτὰ δὲ καιροὺς· οἱ μὲν, ἔφασαν ἑπτὰ ἔτη· οἱ δὲ, τρία ἥμισυ· οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία γραφὴ τὸν ἐνιαυτὸν σημείωσαι διαιρεῖ· ἀλλ’ εἰς δύο τὰς γενικωτάτας· χειμῶνα καὶ θέρος· ἑπτὰ οὖν τοιαῦτα τμήματα· τρία ἥμισυ ἔτη πληροῖ· τοσοῦτον δέ φησιν ἐν τῆ συμφορᾶ διατελέσεις χρόνον, ἕως οὗ γνῶς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν οὐρανῶν οὐνῶν · καὶ ὧ ἐὰν δόξη, δώσει αὐτήν: ἐπειδὴ γὰρ ὀνει ροπολεῖς εἶναι θεὸς θς · μᾶλλον δὲ καὶ κρείττων θεοῦ θυ , ἀφαιρεῖταί σε ὁ θεὸς θς καὶ τὸν ἀνθρώπινον ἀνινον λογισμὸν· καὶ θηρίως ἐοικέναι ποιήσει· ἵνα τῆ πείρα μάθη τί μὲν ἄνθρωπος ἄνος · τί δὲ θεὸς θς · καὶ τί μὲν ἀνθρωπίνη ἀνίνη εὐκληρία· τί δὲ θεία βασιλεία· καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ βουλομένου θεοῦ θυ · καὶ ὅτι εἶπέ φησιν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου· ἡ βασιλεία σου· σοὶ μενεῖ· ἀφ’ ἧς ἂν γνῶς τὴν βασιλείαν τῶν οὐρανῶν οὐνῶν : ἀποστερηθεὶς γὰρ τῆς βασιλείας κἀκεῖνα ὑπομείνας ἅπαντα, ἐπιγνώση τῆς βασιλείας τὸν χορηγόν· εἶτα γνοὺς ἀπολήψη πάλιν τὴν προτέραν ἐξουσίαν· ἵνα καὶ τῆ ἀφαι ρέσει καὶ τῆ ἀποδόσει μάθης ἀκριβῶς τίς ὁ τῶν ὅλων κυβερνήτης· τίς ὁ σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων· οὕτως εἰρηκὼς, τὰ ἐσό μενα παραίνεσιν εἰσφέρει· καὶ συμβουλὴν ἀρίστην· καὶ φάρμακον προσφέρει συμβαῖνον τῶ τραύματι: δια τοῦτο γάρ φησι βασιλεῦ ἡ βουλή μου ἀρεσάτω σε· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι· καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων: δηλοῖ δὲ διὰ τούτων τὴν ἄπληστον ὠμότητα· ἧ κατὰ τῶν ὑπηκόων ἐχρήσατο· εἰ βούλει φησὶ φιλ ανθρωπίας ανίας ἀπολαῦσαι, ἐπίδειξαι ταύτην εἰς τοὺς τὴν αὐτὴν σοὶ φύσιν λαχόντας· οὕτω γὰρ πείσεις τὸν δικαστὴν σβέσαι τὴν ἀπειλὴν καὶ κατα λιπεῖν ἀτέλεστον: ἴσως γάρ φησιν ἔσται μακροθυμία τοῖς παραπτώ μασί σου: ὁ μὲν οὖν προφήτης, ταύτην εἰσηγήσατο τὴν γνώμην· ὁ δὲ μείνας ἀτεράμων καὶ ἀκαμπὴς, ἐδέξατο τῆς παρανομίας τὰ ἐπίχειρα· καὶ ἅπερ ἤκουσεν ἀλγεινὰ, ταῦτα τοῖς ὀφθαλμοῖς ἐθεάσατο· εἶτα καὶ σημαίνει τῆς θείας μακροθυμίας τὸν χρόνον· δυοκαίδεκα γὰρ δια δραμόντων μηνῶν, ἐδέξατο ἡ διὰ τῆς προρρήσεως ἀπειλὴ τῶν πραγμάτων τὸ τέλος· καὶ τοσοῦτον χρόνον εἰς μεταμέλειαν εἰληφὼς, κακῶς τὴν τῆς μεταμελείας ἀνάλωσε προθεσμίαν· πρὸς ὃν ὁ μακά ριος παῦλος εἴποι ἂν εἰκότως· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ· καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς· ἀγνοῶν· ὅτι τὸ χρηστὸν τοῦ θεοῦ θυ · εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῶ ὀργὴν ἐν ἡμέρα ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ θυ ὃς ἀποδώσει ἑκάστω κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξεριθείας· καὶ ἀπειθοῦσι μὲν τῆ ἀληθεία· πειθομένοις δὲ τῆ ἀδικία· θυμὸς δὲ καὶ ὀργή καὶ θλίψις ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου ἀνου τοῦ κατεργαζομένου τὸ κακόν· ταῦτα γὰρ συ νέβη καὶ τῶ ναβουχοδονόσορ τῆ τοῦ θεοῦ θυ μακροθυμία εἰς δέον οὐ χρη σαμένω· καὶ τούτου μάρτυς αὐτὸς οὕτω λέγων: καὶ μετὰ δώδεκα μῆνας ἐν τῶ ναῶ τῆς βασιλείας μου ἐν βαβυλῶνϊ περιπατῶν ἦν· καὶ ἐπὶ τῶν τειχῶν τῆς πόλεως· μετὰ πάσης τῆς δόξης αὐτοῦ· καὶ ἐπὶ τῶν πύργων αὐτοῦ διεπορεύετο· καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· οὐκ αὐτή ἐστι βαβυλὼν ἡ μεγάλη· ἣν ἐγὼ ὠκοδόμησα ὡς οἶκον βασιλείας ἐν κράτει ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου; βλέπε τοῦ φρονήματος τὸν ὄγκον· βλέπε τῆς ἀλαζονείας ὑπερβολήν· ἐγὼ γὰρ αὐτὴν φησι βα σιλικὴν πόλιν ἐποιησάμην· βασίλεια καταστησάμενος ἐν αὐτῆ εἰς τιμὴν τῆς δόξης μου· ἐποίησα δὲ αὐτὰ ἰσχὺν ἔχων μεγίστην καὶ πάντων κεκρατηκώς· ἀλλ’ ὁ μὲν, φρυαττόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο λόγοις· ὁ δὲ δεσπότης θεὸς θς παραυτίκα τὴν τιμωρίαν ἐπήγαγεν: ἔτι γάρ φησι τοῦ λόγου ὄντος ἐν τῶ στόματι αὐτοῦ τοῦ βασιλέως, φωνὴ ἀπ’ οὐρανοῦ οὐνοῦ ἐγένετο: ἐπειδὴ γὰρ εἰς τὸν οὐρανὸν οὐνὸν ἀνελθεῖν ὠνειροπολή σατο, ἐκεῖθεν δέχεται τὴν ἀπόφασιν· καὶ ἐπειδὴ οὐκ ἀπέχρησεν αὐτῶ τὰ κάτω βασίλεια· ἀλλὰ καὶ τῶν ἄνω μανϊκῶς ἐπεθύμησεν, ἔρημος γίνεται καὶ τῶν κάτω· καὶ τοῦ οὐρανοῦ οὐνοῦ ἁρπάσαι θελήσας, καὶ τῆς γῆς ἐξελαύ νεται· φωνὴ τοίνυν ἦλθεν ἀπ’ οὐρανοῦ οὐνοῦ : σοὶ λέγεται ναβουχοδονόσορ βα σιλεῦ: ὁ δὲ τῆς αὐτωνυμίας διπλασιασμὸς, οὐχ ἁπλῶς πρόσκειται· ἀλλ’ εἰς ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται· καλεῖ δὲ αὐτὸν ἔτι βασιλέα· καὶ τὴν παροῦσαν ἔτι δόξαν καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτιμίαν δεικνύς: ἡ βασιλεία σου φησὶ παρῆλθεν ἀπὸ σοῦ· καὶ ἀπὸ τῶν ἀνθρώπων ἀνων σε ἐκδιώξουσι· καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικί α σου· καὶ χόρτον ὡς βοῦν ψωμιοῦσι σε· καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί· ἕως οὗ γνῶς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν οὐρανῶν οὐνῶν · καὶ ὧ ἐὰν δόξη, δώσει αὐτήν: εἶτα δεικνὺς τὴν τῆς τιμωρίας ὀξύτητα· καὶ ὅτι παραυτίκα τῶ λόγω τὸ ἔργον ἐπηκολούθησεν· αὐτῆ φησὶ τῆ ὥρα συνετελέσθη ὁ λόγος ἐπὶ ναβουχοδονόσορ· καὶ ἀπὸ τῶν ἀνθρώπων ἀνων ἐξεδιώχθη: ἐξεδιώχθη δὲ πρῶτον δι’ αὐτὸ τὸ πάθος· μανία γὰρ πα ρεδόθη καὶ λύττη· καὶ μυρία ἂν εἰργάσατο κακά· εἴπερ ἀδείας ἀπήλαυσεν· ἔπειτα δὲ διὰ τὴν ἀπέχθειαν ἣν περὶ αὐτὸν ἅπαντες ἔχοντες· ἡνίκα μὲν ἔρρωτο, ἐπειρῶντο λανθάνειν· συμφορᾶ δὲ περιπεσόντι, ἐπέ θεντο· τῆς ὠμότητος αὐτοῦ βδελυξάμενοι: καὶ χόρτον φησὶν ὡς βοῦς ἤσθιεν: ἴδιον γὰρ τῶν παραπαιόντων, οὐ μόνον τὸ λέγειν καὶ πράττειν ἀλόγιστά τε καὶ ἄτακτα· ἀλλὰ καὶ τὸ ἐσθίειν ἅπαντα τὰ προσπίπτοντα· τοῦτο δὲ ἄν τις ἴδοι καὶ νῦν τοὺς ὑπὸ δαιμόνων ὀχλουμένους ποιοῦντας καὶ πάσχοντας· οὐ μόνον δὲ ὡς βοῦς ἤσθιε τὸν χόρτον· ἀλλὰ καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ οὐνοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη: ὕπαιθρος γὰρ ταλαιπω ρῶν καὶ γυμνῶ τῶ σώματι· κρυμῶ τὲ προσπαλαίων καὶ φλογμῶ, ἀναγκαίως ἐδέξατο ἑτέραν χρόαν: ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν· καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων: μὴ ἀποκειρόμενος γὰρ συνήθως· μὴ δὲ ἀφαιρούμενος τὰ περιττὰ τῶν ὀνύχων· ἀναγκαίως ἐν τοσούτω χρόνω, τοσαύτας ἔσχηκε καὶ τρίχας καὶ ὄνυχας· διὰ δὲ τούτων ἁπάντων· ἐσήμανε τὸ ἀτημέλητον αὐτοῦ καὶ ἀκηδεμόνευτον· τῆς γὰρ θείας ἔρημος γενόμενος προμηθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπιμελείας ἀπήλαυσε· καὶ ταῦτα· καὶ γυναικὸς οὔσης· καὶ παίδων· καὶ συγγενῶν· ἀλλὰ θηρίων δίκην τοὺς ἀοικήτους χώρους διετέλει περινοστῶν· τὴν τῶν ἀλόγων τροφὴν, τῆ γαστρὶ παραπέμπων· ἐπειδὴ γὰρ ἄνθρωπος ἄνος ὢν· καὶ ἐν τιμῆ ὢν μεγίστη οὐ συνῆκεν· ἀλλὰ παρασυνεβλήθ’ τοῖς κτήνεσι τοῖς ἀνοήτοις· καὶ ὡμοιώθη αὐτοῖς· καὶ θηριώδει γνώμη κατὰ τῶν ὑπήκοων ἐχρήσατο· εἰκότως καὶ μάλα δικαίως τὸν κτη νώδη καὶ θηριώδη βίον κατεδικάσθη· ἀλλ’ ὁ φιλ άνθρωπος άνος δεσπότης λύσας τὴν τιμωρίαν ὡς ἀγαθὸς· καὶ τῆ πείρα διδάξας ὡς αὐτός ἐστι τῶν ἁ πάντων κύριος κς · πάλιν αὐτὸν ἐπανήγαγε· καὶ τὴν βασιλείαν αὐτῶ τὴν προτέραν ἐπίστευσε: μετὰ γάρ φησι τὸ τέλος τῶν ἡμερῶν· ἐγὼ ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν οὐνὸν ἀνέλαβον: οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ· ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους ἀνους · ὡς ὁ τῆ ἀλαζονεία ἐκείνη χρησάμενος ὁ εἰρηκὼς· τίς ἐστι θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· ὁ ὀνειροπολήσας εἰς τὸν οὐρανὸν οὐνὸν ἀναβῆναι· καὶ ἐπάνω τῶν ἄστρων θεῖναι τὸν θρόνον· ἐδιδάχθην τῆ πείρα τὸ δέον· ἔμαθον διὰ τῆς πείρας σωφρο νεῖν· τὴν ἐμαυτοῦ δουλείαν ἐπέγνων· διὸ καὶ ἀνέλαβον τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ἅμα τὲ τοῦτο ἐποίησα: καὶ αἱ φρένες μου ἀπεστράφησαν· ἀντὶ τοῦ τῆς παραφροσύνης ἐλεύθερος ἐγενόμην· καὶ τὸν λογισμον ἐρρώσθην· παραυτίκα δὲ ὑγιᾶ τὸν νοῦν ἀπέλαβον: καὶ τὸν ὕψιστον εὐλόγησα· καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα· ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος· καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν: γνοὺς γὰρ τῆ πείρα· τί μὲν ἄνθρωπος ἄνος · τί δὲ θεὸς θς · τὸν μὲν ὕψιστον καὶ ζῶντα προσαγορεύει· καὶ βασιλέα αἰώνιον ἀποκαλεῖται· τὴν δὲ οἰκείαν εὐτέλειαν ἐπιγινώσκει· διό φησι: καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν: μέχρι μὲν γὰρ τοῦ παρόντος ὤμην εἶναι ἐμαυτὸν μέγιστόν τε καὶ ὑψηλότατον· νῦν δὲ ἔγνων σαφῶς· ὡς πᾶσα τῶν ἀνθρώπων ἀνων ἡ φύσις θεῶ θῶ παραβαλλομένη, οὐδέν ἐστι· καὶ ζητήσας εὐτελείας προσηγορίαν· καὶ μὴ εὑρὼν ἀξίαν, τὸ οὐδὲν τέθεικεν· ἔμφασιν ἔχον ἱκανὴν τοῦ σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως· καὶ τὸν μὲν θεὸν θν καὶ ὕψιστον· καὶ δεσπότην καὶ ζῶντα καὶ βασιλέα αἰώνιον ἀπε κάλεσεν· ἅπαντας δὲ ἀνθρώπους ἀνους οὐδὲν προσηγόρευσεν· οὕτω δὲ καὶ ὁ μα κάριος ἡσαΐας· τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσιν, τὸ τῶν ἀνθρώπων ἀνων εἰς μέσον παρήγαγε γένος· εἰ γὰρ πάντα τὰ ἔθνη φησὶν ὡς σταγὼν ἀπὸ κάδ’· καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν· καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ λί βανος, οὐχ ἱκανὸς εἰς καῦσιν· καὶ πάντα τὰ τετράποδα, οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν· καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι· καὶ εἰς οὐδὲν ἐλο γίσθησαν αὐτῶ· τίνι ὡμοιώσατε κύριον κν · καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν· τοσαύτην ὠφέλειαν ὁ ναβουχοδονόσορ ἐκ τῶν συμφορῶν ἐδέξατο· ὅτι προφητικῶς περὶ θεοῦ θυ καὶ φρονεῖ καὶ φθέγγεται ὡς ἐκ συμφωνίας τινὸς ἀπὸ τῆς κτίσεως, πᾶσι τὴν ὑμνωδίαν ὑφαίνει· πάντες φησὶν οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν: καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῆ δυνάμει τοῦ οὐρανοῦ οὐνοῦ · καὶ ἐν τῆ κατοικία τῆς γῆς: καὶ αὕτη δὲ ἑτέρου προφήτου διδασκαλία· ὁ γὰρ μακάριος δαβὶδ δαδ φησί· πάντα ὅσα ἠθέλησεν ἐποίησεν ὁ κύριος κς ἐν τῶ οὐρανῶ οὐνῶ καὶ ἐν τῆ γῆ· τοῦτο καὶ οὗτος κηρύττει· ἃ γὰρ ἂν θέλη φησὶ καὶ ἐν τῆ δυνάμει τοῦ οὐρανοῦ οὐνοῦ · καὶ ἐν τῆ κατοικία τῆς γῆς πρυτανεύει καὶ δεσπόζει· οὐ μόνον τῆς γῆς· ἀλλὰ καὶ δι’ αὐτῶν τῶν οὐρανῶν οὐνῶν · εἶτα καὶ τὸ ἄμαχον δείκνυσι τῆς δυνάμεως: καὶ οὐκ ἔστι φησὶν ὃς ἀντιστήσεται τῆ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῶ· τί τοῦτο ἐποίησας: ἀνάγκη γὰρ στέργειν τὰ ὑπ’ αὐτοῦ γινόμενα· ἐάν τε θυμήρη· ἐάν τε ἀλγεινὰ ἦ· τολμηρὸν γὰρ τὸ ἀντιτείνειν καὶ αἰτιᾶσθαι τὰ ὑπ’ αὐτοῦ σοφῶς πρυτανευόμενα· ταῦτά φησι γνοὺς καὶ ὁμολογήσας· καὶ τὸν ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπανῆλθον· καὶ τὴν προτέραν βασιλ’ μετ’ εὐσεβείας ἀπέλαβον: αὐτῶ γὰρ τῶ καιρῶ αἱ φρένες μου ἐστρά φησαν πρός με· καὶ εἰς τ’ τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορ φή μου ἐπέστρεψεν ἐπ’ ἐμέ: αὐχμῶν γὰρ ὡς εἰκὸς· καὶ ῥυπῶν ἀποκει ράμενος· καὶ τὰ περιττὰ τῶν ὀνύχων ἀφελόμενος· καὶ τὸν ῥύπον ἀπονιψάμενος· καὶ τῆς θείας χάριτος ἀπολαύσας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἄνος ἦν ἐκεῖνος ὁ μεγίστην διέπων βασιλείαν: καὶ οἱ τύραννοί μ’ φησὶ καὶ οἱ μεγιστάνες μου ἐπεζήτουν με: ἀποθέμενοι γὰρ κἀκεῖνοι τὸ μῖσος, διάθεσιν περὶ ἐμὲ καὶ φίλτρον ἔλαβον: καὶ ἐπὶ τὴν βα σιλείαν μου ἐκραταιώθην· καὶ μεγαλωσύνη περισσοτέρα προ σετέθη μοι: καὶ τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα· οὐ γὰρ εἶπεν μεγαλωσύνην περισσοτέραν ἐκτησάμην· ἀλλὰ προσετέ θη μοι· τὸν χορηγὸν ὑποδεικνὺς· καὶ τῶν ἀγαθῶν κηρύττων τὸν αἴ τιον: νῦν οὖν φησὶν ἐγὼ ναβουχοδονόσορ· αἰνῶ· καὶ ὑψῶ καὶ δο ξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ οὐνοῦ ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ· καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις· καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανία δύναται ταπεινῶσαι: λαβὼν γὰρ πεῖραν τῶν λυπη ρῶν· εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτά μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα· καὶ λίαν σοφῶς· καὶ οἶδα αὐτὸν οὐρανοῦ οὐνοῦ βα σιλέα· καὶ τὸν ἁπάντων δεσπότην· ἀληθεία χρώμενον καὶ δικαίως ἅπαντα πρυτανεύοντα· καὶ τοὺς ὑπερηφανία χρωμένους, ταπεινῶσαι δυνάμενον· μαθόντες τοίνυν· ὅπως ὑπερηφανία καὶ τῦφος τοὺς χρωμένους λωβᾶται· καὶ ὡς ὁ τούτοις χαίρων τοιούτους τρυγᾶ καρποὺς, τὴν μητέρα μρα τῶν ἀγαθῶν τὴν ταπεινοφρο σύνην κτησώμεθα· τοῦτο γὰρ καὶ ὁ κύριος κς μακαρίζει τὸ κτῆμα· ὡς πρό σοδον ἔχον τὴν βασιλείαν τῶν οὐρανῶν οὐνῶν · μακάριοι γάρ φησιν οἱ πτωχοὶ τῶ πνεύματι πνι · ὅτι αὐτῶν ἐστιν ἡ βασϊλεία τῶν οὐρανῶν οὐνῶν · προστίθησι δὲ καὶ ἑαυτὸν ἀρχέτυπον· τοῖς ὠφελεῖσθαι βουλομένοις λέγων· μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῆ καρδία· καὶ δεικνὺς ἡ λίκος ὁ τούτων καρπὸς, εὐθὺς ἐπήγαγε· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· εἰ δὲ τῶν ἁπάντων ὁ ποιητὴς καὶ δεσπότης· ταπεινὸν ἑαυτὸν καλεῖ καὶ διὰ τῶν πραγμάτων δείκνυσι, ποίας ἑτέρας συμβουλῆς δεῖται ὁ ἄνθρωπος ἄνος · ὁ χοῦς· ὁ πηλὸς· ἡ βῶλος· ἡ σποδός· ἡ ματαιότης· τὸ ἄνθος· ὁ χόρτος· ταῦτα γὰρ ἅπαντα· ὑπὸ τῆς θείας γραφῆς προσαγορεύεται· αἰσχυνθῶμεν τοίνυν τὴν τοῦ δε σπότου μετριότητα· ὃς πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν· ἵνα ἡ μεῖς τῆ ἐκείνου πτωχεία πλουτήσωμεν· καὶ ἡμᾶς αὐτοὺς ἐπιγνῶμεν· καὶ τῆς φύσεως τὸ θνητὸν καταμάθωμεν· καὶ τῆς παρούσης εὐη μερίας θεώμενοι τὸ ὀξύρροπον, μηδὲν ἀλαζονικὸν ἐπὶ τοῖς παροῦσι φρονήσωμεν· γελάσωμεν δὲ μᾶλλον αὐτῶν τὸ εὔτρεπτον καὶ ἀβέ βαιον· καὶ ἐπιθυμήσωμεν ἐκείνων τυχεῖν τῶν ἀγαθῶν· ἃ διαρκῆ τὴν φύσιν ἔχει καὶ μόνιμον· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλ ανθρωπία ανία τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι · νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας ἀμήν: