·:·λογος γ : ἔ τους ὀκτωκαιδεκάτου ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν· ὕψος αὐτῆς πήχεων ἑξήκοντα· καὶ εὗρος αὐτῆς πήχεων ἕξ· καὶ ἔστησεν αὐτὴν ἐν πεδίω δεηρᾶ ἐν χώρα βαβυλῶνος: ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος φιλανος δεσπότης· ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς βού λεται πάντας ἀνθρώπους ανους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν· οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται σωτηρίας σριας · οἱ δὲ ἀναλ γησίαν νοσοῦντες καὶ τῶ ἀνηκέστω πάθει τῆς ἀλαζονείας δουλεύοντες, οὐδὲ μίαν ἐκ τῶν θείων φαρμάκων τὴν ὠφέλειαν καρποῦνται ἀλλ’ ἐοίκασι τισὶν ἀρρώστοις· ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ἰατρικῆς τέχνης προσφερομένην αὐτοῖς θεραπείαν· ἀκρασία δὲ πολλῆ καὶ ἀταξία χρωμένοις· καὶ τὴν ἐπικειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον· τοιοῦτος ἦν οὗτος ὁ ἀλαζὼν βασιλεὺς· ὃς τοῦ θεοῦ θυ τῶν ὅλων ἀμέτρω φιλανθρωπία φιλανια χρησαμένου· καὶ μετὰ τὰς μυρίας παρανομίας τὲ καὶ δυσσε βείας θεραπείαν αὐτῶ προσενηνοχότος· καὶ ὑποδείξαντος τῆς παρούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον· καὶ τῆς ἀρετῆς τὸ ὑψηλόν τε καὶ περίβλεπτον· ἣ καὶ τοὺς δοριαλώτους· καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν φέρειν ἠναγκασμένους ἀποφαίνει λαμπροὺς, εὐθὺς μὲν ἐθαυ μάστωσε τὴν τοῦ προφήτου σοφίαν· καὶ τὸν τούτου θεὸν θν τῶν ὅλων εἶναι ὡμολόγησεν· ὀλίγου δὲ χρόνου διελθόντος, εἰς ἑαυτὸν ἐπανῆλθεν. ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον· ἥ φησιν ἡ θεία γραφὴ· καὶ κατα σκευάζει μὲν εἰκόνα χρυσῆν· τὸ μὲν ὕψος ἔχουσαν, πήχεις ἑξήκοντα· τὸ δὲ εὗρος πήχεις ἓξ· καὶ ταύτην ἐν ἰσοπέδω στήσας χωρίω ὥστε ὁμοίως παρὰ πάντων ὁρᾶσθαι· παρὰ πάντων αὐτὴν κελεύει προσ κυνεῖσθαι τῶν ὑπηκόων· οὐχ ἁπλοῦς δὲ οὗτος τῆς ἀλαζονείας ὁ τρόπος· ἀλλ’ ἀντίθεος ἄντικρυς καὶ θεομισής· ἐπειδὴ γὰρ ὁ θεὸς θς ὄναρ αὐτῶ με γίστην ὑπέδειξεν εἰκόνα· ἐκ τεττάρων ὑλῶν πεποιημένην· καὶ διὰ τούτων αὐτῶν τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν· ἀντιστρατεύει μὲν τῶ θεῶ θω τὸν οἰκεῖον τῦφον· κατασκευάζει δὲ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῆ δεδωκὼς· ὅσον ἡ τῶν ἀνθρώπων ανων παρασχεῖν ἠδύ νατο τέχνη· οὐκέτι δὲ αὐτὴν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ· ἀλλ’ ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ κατασκευάζει· οἰόμενος ὁ δείλαιος αὐτῶ ψευδεῖς ἀποδείξειν τοῦ θεοῦ θυ τὰς προρρήσεις· καὶ ἐπειδὴ ὁ μακάριος δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων αὐτὸν εἶναι ἔφη τὴν κε φαλὴν τὴν χρυσῆν· τουτέστι τῶν βαβυλωνίων εἴτουν ἀσσυρίων βα σιλείαν· τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν· αἳ τὴν κεφαλὴν διεδέξαντο· αὐτὸς πᾶσαν ἐκ χρυσίου τὴν εἰκόνα κατα σκευάζει· οὕτως ἡγούμενος ὀ μάταιος ἀτελεύτητον ἔχειν τὴν βασι λείαν· στήσας δέ φησι τὴν εἰκόνα: συνήγαγε πάντας τοὺς σατράπας ὑπάτους τὲ καὶ στρατηγοὺς καὶ τοπάρχας· ἡγουμένους τὲ καὶ τυράννους καὶ τοὺς ὑπεξουσιῶν· καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν· ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν ναβουχοδονόσορ ὁ βασιλεύς: καὶ τούτων δὲ ἕκαστον τὴν ἄκραν ὑπερηφανίαν δηλοῖ· οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων εἰς τὴν τῆς εἰκόνος συνεκάλεσεν ἑορτὴν, ἀλλὰ τούς τε τοπάρχας· οἳ τῶν οἰκείων ἐθνῶν ἐβασίλευον· καὶ τοὺς ὑποκειμένους τούτοις σατράπας· καὶ τοὺς στρατηγοὺς τοὺς τῶν σατραπῶν τὴν ἡγεμονίαν πεπιστευμένους· καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς παρ’ ἐκείνοις νενόμισται· καὶ εὐθὺς μὲν ἡ κλῆσις, ἁπλῆ τὶς ἐνομίζετο· ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυρευόμενον ἐφωράθη· ἐπειδὴ γὰρ συνῆλθον ἅπαντες, ὁ κήρυξ φησὶν ἐβόα ἐν ἰσχύι· τουτέστι μεγίστη χρώμενος τῆ φωνῆ· ὑμῖν λέγεται ἔθνη· λαοὶ· φυλαὶ· γλῶσσαι· ἧ ἂν ὥρα ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος· σύριγγός τε καὶ κιθάρας· σαμβύκης τὲ καὶ ψαλτηρίου καὶ συμφωνίας· καὶ παντὸς γένους μουσικοῦ· πίπτοντες προσκυνεῖτε τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησε ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἐὰν μὴ πεσὼν προσκυνήση αὐτῆ τῆ ὥρα ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην: οὕτως ἥρπασεν ὁ δείλαιος ὡς ἐνόμισε τὴν θείαν τιμὴν· καὶ οὐκ ἀπέχρησεν αὐτῶ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων· ἀλλὰ καὶ τῆ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνομοθέτησε· καὶ καταπλήττει μὲν ἅπαντας τῆ τε ὕλη καὶ τῆ τέχνη καὶ τῶ μεγέθει τῆς εἰκόνος· κατακηλεῖ δὲ καὶ καταθέλγει τῆ παντοδαπῆ τῶν μουσικῶν ὀργάνων ἠχῆ· τοὺς δὲ μήτε τὸ μέγεθος τῆς εἰκόνος ἐκ πληττομένους· μήτε ὑπὸ τῆς τῶν ὀργάνων ὠ.δῆς τὲ καὶ ἡδονῆς κατα θελγομένους· τῆ ἀπειλῆ τῆς καμίνου δεδίττεται· καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτε τοῦ σκοποῦ· ἑώρα γὰρ ἅπαντας τὸ κελευόμενον ποιοῦντας· καὶ φόβω καὶ ἡδονῆ δουλεύειν εἰθισμένους· μόνοι δὲ οἱ τρισ μακάριοι παῖδες ἐκεῖνοι· οἱ τὴν πατρώαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλεία φυλάξαντες· ἀνανίας· καὶ ἀζαρίας καὶ μισαὴλ· ἠρνήθησαν μὲν τὴν προσκύνησιν· οὐκ ἔλαθον δὲ τοὺς δυσσεβεία συζῶντας χαλδαίους· οἳ κοινωνοὺς ἅπαντας ἔχειν τῆς ἀσεβείας ἐβούλοντο· αὐτίκα τοίνυν προσίασι μὲν τῶ βασιλεῖ· ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου· διαρρήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα· καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις, ἀπειλοῦσι τὴν κάμινον· εἰσάγ γέλουσι δὲ τοὺς ἱεροὺς ἄνδρας ἐκείνους λέγοντες: ὅτι εἰσὶν ἄνδρες ἰουδαῖοι· οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας βαβυλῶνος· σεδρὰχ· μισὰχ· ἀβδεναγώ· οἱ ἄνδρες οὗτοι οὐχ ὑπήκουσαν τῶ δόγματί σου βασιλεῦ: καὶ τόν τε οἰκεῖον φθόνον διὰ τούτων παραδηλοῦσι· τοῦ τε βασιλέως ἐξάπτουσι τὴν ὀργὴν· αἰνιττόμενοι διὰ τούτων καὶ μονονουχὶ λέγοντες· ὅρα τίνας ἡμῶν προτετίμηκας· τίσι τῶν βαβυλωνίων τὴν ἡγεμονίαν ἐπίστευσας· οἲ οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἠδυνήθησαν· καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι· ἀλλὰ τῆς τιμῆς τὸ μέ γεθος, ἀτιμίας ἀφορμὴν ἐποιήσαντο· ἄντικρυς τοῖς σοῖς ἀντιλέγοντες νόμοις· καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα· καὶ οὐκ ἐντεῦθεν μόνον ἔστι θεωρῆσαι τὸ τυραννικόν τε καὶ ἄγνωμον· ἀλλὰ καὶ ἑτέρωθεν καταμαθεῖν δυνατὸν· ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον· οὓς γὰρ νομίζεις θεοὺς. οὐ νομίζουσι· καὶ τὴν προσήκουσαν λατρείαν τοῖς ὑπὸ σου προσκυνουμένοις θεοῖς οὐ προσφέρουσι· καὶ τῆς εἰκόνος δὲ τὴν προσ κύνησιν· ἣς ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν ἠρνήθησαν προ φανῶς· τούτων ἀκούσας ὁ φρενοβλαβὴς ἐκεῖνος βασιλεὺς καὶ ἐπι λαθόμενος τῶν ὑπ’ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων· ἐπ’ ἀληθείας ὑμῶν οὗτός ἐστι θεὸς θς τῶν θεῶν· καὶ κύριος κς τῶν βασιλέων· ἄγει τοὺς ἄνδρας εἰς μέσον· πυνθάνεται δὲ εἰ τῶ ὄντι κοινωνεῖν αὐτῶ τῆς τῶν εἰδώλων οὐκ ἐ θέλουσι θεραπείας· καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν· εἶτα παραινεῖ καὶ συμβουλεύει τούτοις τοῦτο ποιεῖν τῆ τοῦ πυρὸς ἀπειλῆ δεδιττόμενος: ἐὰν γάρ φησι μὴ προσκυνήσητε, αὐτῆ τῆ ὥρα ἐμβλη θήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· ἔπειτα τὴν ἄρρητον ἐκείνων καὶ θηριώδη βλασφημίαν τολμᾶ· καὶ τίς ἐστι θεὸς θς , ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οὕτω ταχέως ὃν ὡμολόγησεν ἐβλασφήμησε· καὶ ὃν θεὸν θν τῶν θεῶν ἀπεκάλεσεν, ἀνθρώπου ανου ἀσθενέστερον ὑπελάμβανεν εἶναι· ὃν δὲ κύριον κν βασιλέων προσηγόρευσε, νικᾶν ὁ δείλαιος ἐνεανιεύσατο· προ γονικὰ δὲ αὐτοῦ τὰ τοιαῦτα τολμήματα· καὶ γὰρ ὁ σεναχηρεὶμ ἐκεῖνος στρατιᾶ μεγίστη κατὰ τῆς ἱερουσαλὴμ ιλημ χρησάμενος ἐπιστέλλων τῶ ἐζεκία τοιαῦτα ἐφθέγξατο· μή σε ἀπατάτω ὁ θεός θς σου ἐφ’ ὧ σὺ πέποιθας ἐπ’ αὐτῶ ὅτι ῥύ σεται τὴν ἱερουσαλὴμ ιλημ ἐκ τῶν χειρός μου· μὴ` ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; ποῦ ὁ θεὸς θς ἐμὰθ· καὶ ποῦ ὁ θεὸς θς ἀρφάθ· καὶ ποῦ ὁ θεὸς θς τῆς πόλεως σεπφαρίμ· μὴ` ἠδυνήθησαν σαμάρειαν ῥύσασθαι ἐκ χειρός μου; ὅτι ῥύσεται κύριος κς τὴν ἱερουσαλὴμ ιλημ ἐκ χειρός μου; ἀλλ’ εὐθὺς καὶ παρὰ χρῆμα ἔλαβε τῆς βλασφημίας τὰ ἐπίχειρα· καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες· ὑφ’ ἑνὸς ἀνηρέθησαν ἀγγέλου· αὐτὸς δὲ φυγὼν καὶ τὴν ἐνε γκοῦσαν καταλαβὼν, σφαγέας οὓς ἐγέννησεν ἔσχηκεν· ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλῶσσαν ἐκίνησε, δέχεται τὴν σφαγὴν παρὰ ἀνδρῶν ὧν ἐγέννησεν· ἀλλ’ οὐδὲ τοῦτο τὸ παράδειγμα τοῦ ναβουχοδονόσορ ἐχαλίνωσε τὴν γλῶτταν· οὔτε τὸ ἐνύπνιον ἐκεῖνο τὸ τὰς τῶν βασιλέων ὑποδεῖξαν διαδοχάς, ἐδίδαξε σωφρονεῖν· ἀλλ’ ἔμεινε κατὰ τοῦ πεποιηκότος λυττῶν· ἀντιστρατεύει δὲ αὐτῶ ὁ θεὸς θς · οὐκ ἄγγελον ὥσπερ ἐπὶ τοῦ σεναχηρεὶμ ἐκείνου πεποίηκεν· ἀλλὰ τρία παιδάρια αἰχμάλωτα δοριάλωτα· τὴν ξένην οἰκεῖν ἠναγκασμένα τὸν τῆς δουλείας ἕλκοντα ζυγόν· νέαν ἄγοντα τὴν ἡλικίαν ἐν αὐτῶ ὄντα τῶ ἔαρι τοῦ χρόνου· οὗτοι γὰρ παραυτίκα τῆς λύττης ἐκείνης καὶ μανικῆς βλασφημίας ἀκούσαντες θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο· καὶ ἀπεκρίθησαν καὶ εἶπον τῶ βασιλεῖ: οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι: περιττή φησιν ἡ πεῦσις ἡ παρὰ σοῦ ἡμῖν προσφερομένη· ἃ γὰρ ἐφρονοῦμεν, ταῦτα καὶ νῦν φρονοῦμεν· καὶ οὐδεμίαν μεταβολὴν ἐκ τῶν σῶν ἀπειλῶν δεξόμεθα: ἔστι γὰρ ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς: τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν· τὴν σοφίαν· τὴν εὐσέβειαν· τὴν περὶ τοὺς νόμους δικαιο σύνην· τὴν περὶ πάντα σωφροσύνην· τὸ μὲν γὰρ μὴ καταπλαγῆναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον· μετὰ πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων ανων ἀντιτε ταγμένον· καὶ τὴν μεγίστην ἐκείνην πυρὰν· οὐ λόγοις μόνον ἀπειλουμένην ἀλλὰ καὶ ὁρωμένην, τὴν ἀδάμαντος στερροτέραν αὐτοῖς ἀνδρείαν μαρ τυρεῖ· τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προτιμῆσαι ζωῆς, ποίας δικαιοσύνης ὑπερβολὴν καταλείπει· τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλία πάλιν καταισχῦναι τὸ γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν, ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις ἀντιτεθεῖσα εὐσέβεια· ὁ μὲν` γὰρ ἔλεγε· τίς ἐστι θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οἱ δὲ` ἐβόων· ἔστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· μὴ γὰρ δὴ νομίσης τοῖς σοῖς ἐοικέναι θεοῖς· ἐκείνων γὰρ εἰ κότως καταφρονεῖς· ἐξ ὕλης καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ δὲ ἡμέ τερος θεὸς θς οὐρανοῦ ουνου καὶ γῆς καὶ τῶν ἁπάντων δημιουργὸς· δύναμιν ἔχων, ἣν δείκνυσι τὰ ὁρώμενα· τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις, οὐ ῥᾴδιον κατιδεῖν τοῦτον πρεσβεύοντες τὴν παρ’ αὐτοῦ βοήθειαν ἀνα μένομεν· ἱκανὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν καὶ τῆς καμίνου τοῦ πυρὸς ἧς σὺ κατεσκεύασας· τὰ δὲ μετὰ ταῦτα ῥηθέντα οὐδὲ μίαν ἀνδρείας καὶ φιλοθείας ὑπερβολὴν καταλείπει· εἰρηκότες γάρ ἔστι θεὸς θς ἡμῶν ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν· δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς, εὐθὺς ἐπήγαγον: καὶ ἐὰν μὴ γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν· καὶ τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησας οὐ προσ κυνοῦμεν: οὐ γὰρ ἐπὶ μισθῶ τῶ ἡμετέρῶ δεσπότη δουλεύομεν· ἀλλὰ φίλτρω καὶ πόθω νυττόμενοι· πάντων ὁμοῦ τὴν τοῦ θεοῦ θυ ἡμῶν προαι ρούμεθα θεραπείαν· οὗ χάριν οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰτοῦμεν· ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν καὶ προμηθείαν στέργομεν· καὶ τὸ συνοῖσον μᾶλλον οὐκ εἰδότες, τῶ κυβερνήτη παραχωροῦμεν ἰθύνειν ὡς ἂν ἐθέλη· ὅτι μὲν γὰρ ἀπαλλάττειν ἡμᾶς τῶν ἠπειλημένων ἰσχύει κακῶν, σαφῶς ἐπιστάμεθα· εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, ἀγνοοῦμεν· σοφῶ δὲ ὄντι παραχωροῦμεν πρυτανεύοντι· καὶ δεχόμεθα τὴν ψῆφον ταύτην ἡμῖν συμφέρειν πιστεύοντες· εἴτε οὖν ῥύεται εἴτε καὶ μὴ, καὶ τῆς εἰκόνος σου καὶ τῶν θεῶν σου φεύγομεν τὴν προσκύνησιν· προς τοιαύτας σοι ψυχὰς ἡ παράταξις· ὃν ἂν θέλης τρόπον ἀνταγωνίζου· οὔτε καταθέλξεις τιμῶν, οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ ὁ θεὸς θς ἡμῶν ἐρασμιώτατός τε καὶ φοβερώτατος· τί τουτων ὑψηλότερον τῶν ῥημάτων· τούτοις τὴν ἀποστολικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν· τὸ γὰρ τί προσευξώμεθα· καθὸ δεῖ οὐκ οἴδαμεν· ἀλλ’ ὁ θηριώδης ἐκεῖνος καὶ μανικώτατος τύραννος ἔμπλεως θυμοῦ γενόμενος· ὡς καὶ δηλῶσαι τῶ προσώπω τὴν τῆς ψυχῆς ταραχὴν, ἐπὶ πλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρηγγύησε· πεδηθῆναι δὲ τοὺς ἁγίους τρεῖς ἄνδρας παρεκελεύσατο· καὶ ὥστε μὴ δὲ μίαν γενέσθαι τῆς τιμω ρίας ἀναβολὴν· τῆς ἐσθῆτος καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων, σὺν αὐτοῖς τούτοις τῆ πυρᾶ παραδοθῆναι προσέταξε· τουτέστι σὺν τοῖς σαραβάροις αὐτῶν· καὶ τιάραις καὶ περικνημίσι· σαράβαρα δέ ἐστι περσικῶν περιβολαίων εἴδη· τιάραι δὲ τῶν κεφαλῶν τὰ καλύμ ματα· περικνημῖδας δὲ, τὰς καλουμένας ἀναξυρίδας λέγει· ἢ τὰς κυτίνας τὰς ἔξωθεν· οὕτω πεδηθέντες οἱ ἅγιοι παῖδες, παρεδόθησαν τῆ πυρᾶ· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας οὕτως αὐτοὺς κατα καυθῆναι προσέταξεν· ἡ δὲ θεία χάρις, ἕτερον ἐντεῦθεν ὠ.κονόμει μυστήριον· τὰ μὲν γὰρ ἐπιβληθέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ, συνήθως ἡ τοῦ πυρὸς διέλυσε φύσις· εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια, ἀκήρατα διεφύλαξε· καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους ἑστῶτας ἐκτὸς, ἡ φλὸξ κατηνάλωσεν· αὐτοῖς δὲ τοῖς ἁγίοις προσπελάζειν οὐκ ἴσχυσεν· ἀλλὰ τοῖς ἔνδον τὰ νῶτα παραχωροῦσα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, ὥσπερ δίκας αὐτοὺς ὑπὲρ τῶν τοῦ δεσπότου θεραπόντων εἰσπραττομένη· τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐσεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον, ὥστε τῶν ἀνθράκων· οἵων τινῶν ἐπιβαίνοντες ῥόδων. περιεπάτουν φησὶν ἐν μέσω τῆς φλογὸς· ὑμνοῦντες τὸν θεὸν θν καὶ εὐλογοῦντες τὸν κύριον κν · καὶ ταῦτα δὲ ἔμφασιν τῆς ἄκρας αὐτῶν ἔχει φιλοσοφίας· οὔτε γὰρ ἤτουν φησὶ τῶν δεινῶν ἀπαλλαγὴν· ἀλλ’ ὕμνουν τὸν οὕτω τὰ κατ’ αὐτοὺς πρυτανεύσαντα· καὶ τῆς καλῆς ταύτης ὁμολογίας αὐτοὺς ἀξιώσαντα· ἔστι δὲ ἰδεῖν ἐοικότα, τοῖς νέοις τὰ παλαιά· καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι πέτρος καὶ ἰωάννης· ὑπὸ τῆς τῶν φαρισαίων αἰκισθέντες συμμορίας ἐξῆλθον χαίροντες· ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ θυ ἀτιμασθῆναι· καὶ ὁ θειότατος δὲ παῦλος σὺν τῶ σίλα μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθείσας δεσμωτήριον οἰκοῦντες· καὶ ποδοκ κάκη προσδεδεμένοι, κατὰ τὸ μεσονύκτιόν φησι προσευχόμενοι, ὕμνουν τὸν θεὸν θν · οὕτω καὶ οἱ μακάριοι παῖδες οὗτοι· ἐν καμίνω χορεύοντες, τὸν θεῖον ὕμνον διετέλουν ὑφαίνοντες· καὶ πρῶτος μὲν ἀζαρίας στόμα κοινὸν γενόμενος· καὶ ὑπὸ τῶν τοῦ πυρὸς κυμάτων περικλυζόμενος, ἀνοίξας φησὶ τὸ στόμα αὐτοῦ ἐν μέσω τοῦ πυρὸς εἶπεν: εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν· καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας: τίς ἂν πρὸς ἀξίαν τοῦ προοιμίου τὴν σοφίαν θαυμάσειεν· οὐδὲ γὰρ ἐν εὐημερία ὢν καὶ εὐκληρία· οὐδὲ κατὰ ῥοῦν τοῦ βίου φερομένου· ἀλλ’ ἐν καμίνω τοσαύτη, τὸν τῶν ὅλων ὕμνει θεὸν θν · καὶ ἐκάλει αὐτὸν, τῶν πατέρων πρων θεόν θν · αὐτὴν τὴν τοῦ φρονήματος δεικνὺς μετριότητα, καὶ τῶν πατέρων πρων ἀνακη ρύττων τὴν ἀρετήν· ὑμνοῦμεν γάρ σε φησὶν ὦ δέσποτα ἡμεῖς, οἱ πατέρας πρας ἔχοντες ἐκείνους, ὧν ἠθέλησας κληθῆναι θεός θς · σὺ γὰρ εἶπας τῶ θεράποντί σου μωσεῖ· ἐγὼ θεὸς θς ἀβραὰμ καὶ ἰσαὰκ· καὶ ἰακὼβ· τοῦτο σου τὸ ὄνομα αἰνετόν ἐστι καὶ δεδοξασμένον· οὐκ ἐν καιρῶ τινὶ καὶ χρόνω ῥητῶ· ἀλλ’ εἰς πάντας τοὺς αἰῶνας: ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· ὑμνοῦμεν δέ σε φιλάνθρωπε φιλανε τὸ δίκαιον τῆς σῆς ἐπιστάμενοι κρίσεως· ὀρθῆ γὰρ καὶ δικαία ψήφω χρησάμενος ἐξανδραποδισθῆναι ἡμᾶς· καὶ πόρρω τῶν οἰκείων γενέσθαι προσέταξας: καὶ πάντα σου φησὶ τὰ ἔργα ἀληθινὰ καὶ εὐθεῖαι αἱ ὁδοί σου· καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς· καὶ κρίματα ἀληθείας ἐποίησας· κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν· καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων πρων ἡμῶν ἱερουσαλήμ ἱλήμ · ὅτι ἐν ἀληθεία καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν: τὴν αὐτὴν μὲν ἅπαντα ἔχει τὰ εἰρημένα· διαφόρως δὲ αὐτὰ εἴρηκε· τὴν δικαίαν τοῦ θεοῦ θυ κρίσιν ὑμνῶν καὶ χώραν οὐδὲ μίαν τῆ ἀχαριστία διδούς· δια τοῦτο καὶ τῆς ἱερουσαλὴμ ιλημ μνη μονεύσας καὶ ἁγίαν αὐτὴν ὀνομάσας, καὶ τῶν πατέρων πρων ἐκείνων τῶν ἐκλε κτῶν πόλιν προσαγορεύσας,, εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπήγαγε: ταῦτα πάντα φησὶν ἐπήγαγες ἐφ’ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν· ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ: οὐ γὰρ μάτην φησὶ καὶ ἣν ἀφιέρωσας παραδέδωκας πόλιν τοῖς πολεμίοις· καὶ ἡμᾶς εἴασας δοριαλώτους γενέσθαι· ἀλλ’ ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ· πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ· ἀντὶ τοῦ ποιητοῦ καὶ δη μιουργοῦ· τοῦ ἀγαθοῦ δεσπότου καὶ τροφέως καὶ φύλακος· τοῦ τῆς αἰγυ πτίων δουλείας ἀπαλλάξαντος· τοῦ θάλατταν τεμόντος· τοῦ δι’ ἀβύσσου ποδηγήσαντος· τοῦ τ’ ἄλλα πάντα τὰ ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος· ἡμάρτομεν τοίνυν ἀποστῆναι ἀπὸ σοῦ: καὶ ἐξημάρτομεν ἐν πᾶσι· οὐ γὰρ τόδε· ἢ τόδε παρέβημεν· ἀλλὰ πάντα σου τὰ προστάγματα· καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν· οὐδὲ συνετηρήσαμεν· οὐδὲ ἐποι ήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται: καὶ ἐνταῦθα πάλιν τὴν τῆς σοφίας ἔδειξαν ὑπερβολήν· ἡ γὰρ τῶν νόμων φησὶ καὶ τῶν ἐντολῶν φυλακὴ· σοὶ μὲν τῶ νομοθέτη παρεῖχεν οὐδὲν· ἡμῖν δὲ ἀγαθῶν ἀφθονίαν προεξένει· τούτου τοίνυν χάριν· καὶ τοὺς νόμους ἐτεθείκεις ἐκείνους ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας σριας · ἐπειδὴ τοίνυν φησὶ παρέ βημεν πάντα ὅσα ἡμῖν ἐπήγαγες· καὶ πάντα ὅσα ἐποίησας ἡμῖν· ἐν ἀληθινῆ κρίσει ἐποίησας· ἀξία γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία· εἶτα ταύτην δεικνὺς ἐπάγει· καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων· ἀποστατῶν· καὶ βασιλεῖ ἀδίκω καὶ πονηροτάτω παρὰ πᾶσαν τὴν γῆν: ἐπειδὴ γὰρ σὲ τὸν ἡμέτερον οὐκ ἐθεραπεύσαμεν βασιλέα· ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος, εἰκότως ἡμᾶς ὠμοτάτω καὶ ἀπηνεστάτω καὶ οὐδαμῶς εἰδότι τὸ δίκαιον· δου λεύειν παρέδωκας βασιλεῖ· ἔχοντα καὶ τοὺς ὑπηκόους τῆς βασιλικῆς πονηρίας συμβαίνοντας· ἀλλ’ ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, πάσης ἐστερήμεθα παρρησίας· καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα· τοῦτο γὰρ σημαίνει λέγων: καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε: ἐμφράττει φησὶν ἡμῶν τὸ στόμα τῆς πα ρανομίας τὸ πλῆθος· ἀλλ’ ὅμως ἐπονείδιστοι καὶ καταγέλαστοι· καὶ λίαν: ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι· ἡμεῖς οἱ δοῦλοί σου προσαγο ρευόμενοι, ἱκετεύομέν σε διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα· δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν· καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προμηθείας ἀπαλλοτριώσης: μὴ παραδῶς γάρ φησιν ἡ μᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου· καὶ μὴ διασκεδάσης τὴν διαθή κην σου· καὶ μὴ ἀποστήσης τὸ ἔλεός σου ἀφ’ ἡμῶν: τολμῶ μέν φησι ταῦτα λέγειν· πολλὰ μὲν ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχοντες· πρῶτον μὲν απὸ τῆς σῆς δεσποτείας τὸ ὄνομα· ἔπειτα τὸν ἀμέτρητον ἔλεον ὧ. κεχρημένος ἰθύνεις τὰ σύμπαντα· πρὸς τούτοις, τὰς πρὸς τοὺς πατέρας πρας ἡμῶν συνθήκας· ὑπέσχου γὰρ ἐκείνοις περιβλέ πτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν· εἶτα καὶ τῶν ὀνο μάτων τῶν πατέρων πρων μέμνηται· τῆ μνήμη τῶν δικαίων· τὸν ἀγαθὸν δεσπότην εἰς ἔλεον ἐκκαλούμενος: διὰ ἀβραὰμ φησὶ τὸν ἠγαπη μένον ὑπὸ σοῦ· καὶ διὰ ἰσαὰκ τὸν δοῦλον σου· καὶ ἰσραὴλ ιηλ τὸν ἅγιόν σου· οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων· πληθύναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ ουνου · καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης: ταῦτά φησιν ἐκείνοις ὑπέσχου δέσποτα· οὓς ἠγάπησάς τε καὶ ἀοιδίμους ἐποίησας· ὥστε τῆ ψάμμω μὲν κατὰ τὸν ἀριθμὸν παραβάλλεσθαι τὸ γένος· τοῖς δὲ ἄστροις παραπλησίως εἶναι· λαμπρόν τε καὶ ὑψηλὸν καὶ περιφανὲς εἶναι· εἶτα ἐκ παραλλήλου ταῖς ἐπαγγελίαις τὰ πράγματα τιθείς: ὅτι δέσποτα φησὶν ἐσμι κρύνθημεν παρὰ πάντα τὰ ἔθνη· καὶ ἐσμὲν ταπεινοὶ ἐν πάση τῆ γῆ σήμερον: καὶ ἵνα μὴ ψευδῶς κατηγορήση τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγε λέγων: διὰ τὰς ἁμαρτίας ἡμῶν: οὐ γὰρ σὺ δέσποτα τὰς ὑποσχέσεις ἐψεύσω· ἀλλ’ ἡμεῖς τὰς συνθήκας πα ρέβημεν· καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν· καὶ ἀριθμοῦ κρείττους, διὰ τὰς ἁμαρτίας ἡμῶν ὠλιγώθημεν· τοῦτο ἠνίξατο εἰρηκὼς· ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη· τουτέστιν ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν ὑπόσχεσιν· παραβάντες δέ σου τὰς ἐντολὰς, ὀλίγοι ἀντὶ πολλῶν ἐγενόμεθα· εἶτα ὑποδείκνυσι τῶ θεῶ θω τὴν κατέχουσαν συμφοράν· οὐχ ὡς ἀγνοοῦντα διδάσκων· ἀλλὰ τῆ διηγήσει τῶν συμφορῶν εἰς φιλανθρωπίαν φιλανιαν ἐκκαλούμενος: καὶ οὐκ ἔστιν ἐν τῶ καιρῶ τούτω ἄρχων καὶ προφήτης καὶ ἡγούμενος: ἀπεστερή μεθα γὰρ τῆς βασιλείας ἱερωσύνης καὶ προφητείας· τῶν θείων σου δωρεῶν καὶ μεγάλων· δι’ ὧν κυβερνώμενοι διετελοῦμεν: οὐδὲ ὁλο καύτωσίς φησιν· οὐδὲ θυσία· οὐδὲ προσφορὰ· οὐδὲ θυμίαμα: καὶ δεικνὺς τὴν αἰτίαν δι’ ἣν ἀδύνατον θῦσαι ἀκολούθως ἐπήγαγεν: οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος: ὁ γὰρ σὸς ὅρα ὡς ἐν ἱεροσολύμοις μόνοις αἱ θυσίαι: νόμος τὴν τῶν θυσιῶν λειτουργίαν ἑνὶ περιέγραψε τόπω· καὶ παρα νομία σαφὴς τὸ ἐν ἑτέρω τόπω προσενεγκεῖν σοι θυσίας· τούτων ἀκούειν οὐκ ἐθέλουσιν οἱ ἰουδαῖοι· ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες· καὶ τὰ ὦτα βύσαντες, πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν· οἱ δὲ ἅγιοι παῖδες οὗτοι τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι ἔλεγον· μὴ εἶναι τόπον τοῦ καρπώσασθαι ἐνώπιον αὐτοῦ καὶ εὑρεῖν ἔλεος· καὶ ἐπειδὴ τούτου τυχεῖν φησὶν ἀδύνατον· πόρρω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας· εὑρήκαμεν τρόπον τινὰ θεραπείας ὦ δέσποτα· ἐν ψυχῆ γὰρ συντετριμμένη καὶ πνεύματι πνι ταπεινώσεω ς προσδεχθείημεν: προσφέροντές σοι τὴν ἱκετείαν ταύτην παρακαλοῦμεν: ὡς ἐν ὁλο καυτώμασι κριῶν καὶ ταύρων· καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον· καὶ ἐκτελέσαι ὄπισθέν σου· ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπι σοί: ἐπειδὴ γάρ φησιν ὁ σὸς νόμος ἐν παντί σοι τόπω προσφέρειν τὰς νενομισ μένας θυσίας οὐ συγχωρεῖ, ἀντὶ κριῶν καὶ ταύρων· καὶ ἀριθμὸν νικώντων· συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρομεν· καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα πάσης θυσίας ἥδιον· ἐπεὶ εἴωθας τοὺς πεποιθότας ἐπὶ σοὶ πάσης αἰσχύνης ἐλευθεροῦν· ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρηκεν ὁ ἅγιος οὗτος ἀνὴρ· ἀλλ’ ὑπὸ τοῦ προφήτου δεδιδαγμένος δαβίδ δαδ · ὃς ἐν τῶ πεντηκοστῶ λέγει ψαλμῶ· ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῶ θεῶ θω , πνεῦμα πνα συντετριμμένον· καρδίαν συν τετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς θς οὐκ ἐξουδενώσει· καὶ πάλιν ἐκ προσώπου τοῦ θεοῦ θυ · μὴ` φάγομαι κρέα ταύρων· ἢ αἷμα τράγων πίομαι; θῦσον τῶ θεῶ θω θυσίαν αἰνέσεως καὶ ἀπόδος τῶ ὑψίστω τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρα θλίψεώς σου· καὶ ἐξελοῦ μαί σε καὶ δοξάσεις με· καὶ μετὰ βραχέα· θυσία αἰνέσεως δοξάσεις με· καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῶ τὸ σωτήριόν σριον μου· ταῦτα δεδιδαγμένος ὁ θεῖος οὗτος ἀνὴρ· τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσης δεχθῆναι θυσίας ἱκέτευεν· εἶτα ἐπάγει: καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλη καρδία· καὶ φοβούμεθά σε· καὶ ζητοῦμεν τὸ πρόσωπόν σου· μὴ καταισχύνης ἡμᾶς: τὸ γὰρ πλῆθος τῶν συμφορῶν, ἑτέρους ἡμᾶς ἀνθ’ ἑτέρων εἰργάσαντο· καὶ παραβάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν ὅλη σε καρδία καὶ φοβεῖσθαι καὶ ζητεῖν παρεσκεύασε· πρόσωπον δὲ θεοῦ θυ ἐνταῦθα τὴν εὐημερίαν ἐκάλεσε καὶ τὴν τῆς ἐλευθερίας ἀπό δοσιν· καὶ τὴν τῆς κηδεμονίας ἀπόληψιν· ἧς ἀπολαύοντας δυ νατὸν ἦν ὁρᾶν καὶ τὸν θεῖον ναὸν καὶ τὰς ἐπιτελουμένας αὐτόθι λα τρείας· δι’ ὧν ἀσώματον ὄντα τὸν θεὸν θν καὶ ἀόρατον, ὁρᾶν ἐφαντάζοντο· ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μετα βολὴν, μὴ καταισχύνης ἡμᾶς. ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου· καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου· καὶ δὸς δόξαν τῶ ὀνόματί σου ὕψιστε: διὰ ταῦτά φησι πάντα· ἡμᾶς οἴκτου καὶ φιλανθρωπίας φιλανιας ἀξίωσον· ἐλεεῖν τε γὰρ πέφυκας· καὶ μακροθυμία κεχρῆσθαι πρὸς ἅπαντας· σύνδρομόν τε ἔχεις τῆ βουλήσει τὴν δύναμιν· καὶ μαρτυρεῖ τὰ διη νεκῶς ὑπὸ σοῦ γινόμενα θαύματα· τὰ γὰρ εἰς ἡμᾶς γινόμενα· καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάζει· οὐχ ὑφ’ ἡμῶν μόνον· ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν σριαν ὁρώντων: δὸς δόξαν τοίνυν τῶ ὀνόματί σου ὕψιστε· καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ· καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας· καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ κύριος κς ὁ θεὸς θς μόνος· καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην: τῆς γὰρ εἰς ἡμᾶς γενομένης φιλανθρωπίας φιλανιας , καταλυθή σεται μὲν τῶν ἐναντίων τὸ θράσος· σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα· καὶ τὸ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συντριβήσεται· καὶ γνώσονταί σε μόνον τὲ κύριον κν εἶναι καὶ θεὸν θν ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμένης· καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεοὺς, τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν· τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν· οἱ μὲν` οὖν ἔνδον ἐν τῆ καμίνω χορεύοντες, οὕτω τὸν θεὸν θν ὑμνοῦντες καὶ ἱκετεύοντες διε τέλουν· οἱ δὲ τοῦ βασιλέως ὑπηρέται· καὶ τῶν ἁγίων κατήγοροι· οὐκ ἔ ληγον ὕλην τῆ φλογὶ χορηγοῦντες· πίσσαν δὲ καὶ κληματίδας· καὶ στυππεῖον καὶ νάφθαν· εἶδος δὲ τοῦτό ἐστιν ἐν ἐκείνη τῆ χώρα γινόμενον ἐξάψαι τὴν φλόγα δυνάμενων· τοσαύτη δὲ ἦν ἡ χορηγουμένη τῆ πυρᾶ τροφῆ, ὡς ἐπ’ ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυθῆναι· καὶ τῶν χαλδαί ων ἐμπρῆσαι τοὺς πλησιάζοντας· καὶ οἱ μὲν` ἔξωθεν ἐξῆπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα· καὶ τὸ μὲν τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου· καὶ αὖράν τινα καὶ ψυχράν τε καὶ μετρίως ὑγρὰν, καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην· ὠδίνην τὸ πῦρ παρεσκεύασε· καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν: ἐποίησε γάρ φησι τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τoκαθόλου τὸ πῦρ· οὐδὲ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοίς: ἀλλὰ μηδεὶς εἰς ταῦτα ἀφορῶν σμι κρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας· τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνη σκέσθω λόγων· ἔστι θεὸς θς ἐν οὐρανοῖς ουνοις ὧ ἡμεῖς λατρεύομεν· ὅς δύναται ἐξε λέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ· ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν· καὶ τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησας οὐ προσκυνοῦμεν· ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖνοι τῆς φλογὸς ἐκείνης κατεφρόνησαν· τοῦτο τὸ τέλος ὁρῶντες· ἀλλὰ θάνατον προσδεχόμενοι· ὁ δὲ ἀγωνοθέτης ἐβράβευσεν ὡς ἠθέλησε· καὶ τούς τε ἀλιτηρίους ἐκείνους κατή.σχυνε· καὶ τούτους ἀοιδίμους ἀπέφηνε· ταύτης τοίνυν τῆς σωτηρίας σριας ἀπολαύσαντες· οἱ μακάριοι καὶ τρισμακάριοι παῖδες· καὶ πολλάκις τοῦτο· οὐκέτι ἑνὶ τὸν θεὸν θν ὑμνεῖν παρεχώρησαν: ἀλλ’ ὡς ἐξ ἑνός φησι στόματος, ὕμνουν καὶ εὐλόγουν καὶ ἐδόξαζον τὸν θεὸν θν ἐν τῆ καμίνω: τὴν ἀρίστην αὐτῶν συμφωνίαν· καὶ θαυμαστὴν ὑμνω δίαν· τῆ παρὰ τὴν εἰκόνα συμφωνία καὶ τοῖς μουσικοῖς ἀντιτάξαντες ὀργάνοις· καὶ δεικνύντες ὅσω τὸ μὴ προσκυνῆσαι τὴν εἰκόνα τοῦ προσ κυνῆσαι λυσιτελέστερον· ἄρχονται δὲ οὕτω τοῦ ὕμνου: εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης τὸ ἅγιον· καὶ ὑπερασπιστὸν καὶ ὑπερυψούμενον: ἔρωτος θερμοτάτου ἐστὶ καὶ πλειστοτάτου τὰ ῥήματα· τούτω γὰρ τετρωμένοι ζητοῦσιν ὀνόματα· τοῦ ὑμνουμένου τὴν ἀξίαν παραδηλῶσαι δυνάμενα· καὶ μὴ εὑρίσκοντες ταῖς ὑπερθετικαῖς αὐτὰ προθέσεσιν ἐξυφαίνουσιν· ὑπερυψούμενον ὀνομάζοντες καὶ ὑπεραι νετόν· καὶ οὐκ αὐτὸν μόνον· ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ πανταχοῦ κύριον κν καὶ θεὸν θν τῶν πατέρων πρων ἀποκαλοῦσι· σφᾶς αὐτοὺς ἀναξίους εἶναι ταύτης τῆς προσηγορίας ὁμολογοῦντες: εὐλογημένος εἶ ἐν τῶ ναῶ τῆς ἁγίας δόξης σου· καὶ ὑπεραινετὸς καὶ ὑπερυψούμενος: ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην· καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται· ἀντὶ τοῦ εἰς ἐκεῖνον ἀποβλέποντες τὸν νεὼν ἔνθα σου ἡ δόξα ἐπιφαίνεσθαι εἴωθε· τοῦτον σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυριάκις ἐμπέπρησται, τῆς σῆς ἁγιωσύνης μετέχει· καὶ ἵνα μή τις ὑπολάβη περιγράφειν αὐτοὺς τῶ τόπω τὸν ἀσώματόν τε καὶ ἀπεριόριστον θεὸν θν , ἀναγκαίως ἐπάγουσιν: εὐλογητὸς εἶ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου· καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας: εἶτα δεικνύντες· τίνα θρόνον καλοῦσιν εὐθὺς ἐπιφέρουσιν: εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβὶμ καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας: καὶ ἐπειδὴ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων ὡς ἂν μὴ δὲ μία τοῖς ἀκούουσιν ἐντεῦθεν γένηται βλάβη· καὶ πε ριγράφθαι νομίσωσι τὸν θεὸν θν , θεραπεύουσι τὸν ἀκροατὴν λέγοντες: εὐλογητὸς εἶ ἐν τῶ στερεώματι τοῦ οὐρανοῦ ουνου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας: πανταχοῦ γάρ φησιν εἶ· καὶ τὰ σύμπαντα πληροῖς· καὶ πᾶσαν περιέχεις τὴν κτίσιν· οὕτως ὑμνήσαντες, καλοῦσιν ἅπασαν τὴν γεννητὴν φύσιν εἰς κοινωνίαν τῆς ὑμνωδίας· οὐ μόνον τὴν λογικὴν· ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον: εὐλογεῖτε γάρ φησι πάντα τὰ ἔργα κυρίου κυ τὸν κύριον κν καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας: καὶ οὐκ ἀνέχονται τῆς κοινῆς κλή σεως μόνης, ἀλλὰ καὶ ἰδία ἕκαστον συγκαλοῦσι· καὶ οὐ μόνον τὰ ὁρώ μενα· ἀλλὰ καὶ τὴν ἀόρατον φύσιν· εὐλογεῖτε γάρ φησιν ἄγγελοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας: καὶ ἵνα μὴ καθεκάστην ἑρμηνεύων εἰς μῆκος ἄπειρον ἐκτείνω τὸν λόγον, κα λοῦσιν εἰς τὴν χορείαν καὶ οὐρανὸν ουνὸν · καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ουνων · καὶ τὰς δυνάμεις τὰς τὸν θεῖον θρόνον περιπολούσας· καλοῦσι καὶ ἥλιον καὶ σελήνην· καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ κατ’ οὐρανὸν ουνον ἀλλὰ καὶ τὰ ἐν τῶ ἀέρι γινόμενα· ὄμβρον· καὶ δρόσον· καὶ πνεύματα· εἶτα τὰς ἐναντίας ποιότητας· ψύχος καὶ καῦμα· εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν· πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ, φύσεως ὄνομα· τὸ δὲ καῦμα οὐκέτι οὐσία· ἀλλὰ πυρὸς ἐνέργεια· καλοῦσι δὲ καὶ δρόσον καὶ νιφετὸν καὶ πάγος· καὶ ψύχος· καὶ πάχνας καὶ χίονα· τὰ συγγενῆ καὶ ὁμόφυλα· εἶτα νύκτας καὶ ἡμέρας καὶ τὰ τούτων ποιη τικὰ· φῶς καὶ σκότος· τὰ μὲν, γὰρ ὀνόματα· τὰ δὲ, πράγματα· ἐκάλεσε γάρ φησιν ὁ θεὸς θς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα· εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶ καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμα ἔστι συμβεβηκὸς καὶ τῆς νυκτὸς ποιητικόν· καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσεν, ἀναγκαίως δεικνύουσι καὶ τὰς τούτων πηγάς· εὐλογεῖτε γὰρ ἔλεγον ἀστραπαὶ καὶ νεφέλαι· αἱ μὲν, τίκτουσαι· αἱ δὲ, τὰς ὠδῖνας προμη νύουσαι· ἀστραπὰς γάρ φησιν ὁ προφήτης εἰς ὑετὸν ἐποίησεν· οὕτω μνημονεύσαντες τῶν κατ’ οὐρανὸν ουνον καὶ ἀέρα· καὶ ἑκάστω ὑμνεῖν παρα κελευσάμενοι, ἐπὶ τὴν κοινὴν μητέρα μρα τὴν γῆν μεταφέρουσι τοῦ ὕμνου τὴν παρακέλευσιν, καὶ φασὶν· εὐλογεῖτε ἡ γῆ τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψούτε· εἶτα κατὰ διαίρεσιν· εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν κύριον κν · ἔπειτα τὰς ταύτης ὠδῖνας· εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν αὐτῆ τὸν κύριον κν · εἶτα τὴν ἀρδείαν ἧς δέονται· εὐλογεῖτε αἱ πηγαὶ τὸν κύριον κν · καὶ ἐπειδὴ τῆς κάτω μοίρας καὶ ἡ θάλασσα καὶ οἱ ποταμοὶ, ἀναγκαίως καὶ τὴν τούτων ἐποιήσαντο μνήμην· μνημονεύουσι δὲ καὶ τῶν τῆς θαλάττης τρο φίμων· εὐλογεῖτε γάρ φησι κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον κν · μετὰ ταῦτα τὰ πετεινὰ καλοῦσι· καὶ τὰ θηρία καὶ τὰ κτήνη· καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων ανων τὴν φύσιν· τῆς κοσμογενείας τὴν τάξιν φυλάξαντες· καὶ γὰρ ὁ μακάριος μωυσῆς πρῶτα μὲν φᾶναι τῶ θείω λόγω τὰ δένδρα συνέγραψεν· εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη· ἐπὶ τούτοις καὶ σὺν τούτοις τῶν ἀεροπόρων ὀρνίθων τὴν φύσιν· μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη· τελευταῖον δὲ τῶν ἀνθρώπων ανων τὴν φύσιν εἰς ὑμνωδίαν καλέσαντες, πάλιν κατὰ διαίρεσιν ὑμνεῖν παρεγγυῶσι τὸν ποιητήν· καὶ πρώτους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς ἰσραὴλ ιηλ τοῦτο ποιεῖν παρακε λεύονται· καὶ τούτους δὲ πολλαχῶς διαιροῦσι καὶ τάττουσι· πρώτους εἰς ἱερεῖς· ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους· εἶτα ἵνα μὴ νομισθῶσι μόνοις τοῖς ἱερεῦσι περιγράφειν τὴν ὑμνω δίαν, ἐπάγουσιν· εὐλογεῖτε δοῦλοι κυρίου κυ τὸν κύριον κν · μονονουχὶ λέγοντες· ὅτι δυνατὸν εὐνοικῶς δουλεύειν τῶ. δεσπότη. καὶ τὸν ἱερωσύνης γεγυμνωμένον· προκηρύττουσι καὶ τὴν ἀνάστασιν· εὐλογεῖτε γάρ φησι, πνεῦμα πνα τα καὶ ψυχαὶ δικαίων τὸν κύριον κν · τουτέστιν αἱ πνεύματι πνι καὶ τῶν δικαίων ψυχαὶ· αἱ τῶν ἀνθρωπίνων αννων παθῶν ὑπέρτεραι γενενημεναι· αἱ τοῦ πνεύματος πνς τὴν χάριν ὑποδεξάμεναι· ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κεκτη μένους· εὐλογεῖτε φασὶν ὅσιοι καὶ ταπεινοὶ τῆ καρδία τὸν κύριον κν · δυνατὸν γάρ φησι τοῖς ἀδικίας ἀπηλλαγμένοις· καὶ ταπεινῶ φρο νήματι κεχρημένοις· καὶ ἀρέσκειν θεῶ θω · καὶ τὸν ἁρμόττοντα ὕμνον προσφέρειν· ταῦτα δὲ οὐκ ἀδολεσχία χρώμενοι κατέλεξαν ἅπαντα· ἀλλὰ πρῶτον μὲν τὸ περὶ τὸν δεσπότην πυρσεύοντες φίλτρον· καὶ σφᾶς αὐτοὺς ἀναμιμνήσκοντες τῶν ἀρρήτων εὐεργεσιῶν· καὶ τῆς τῶν ἀνθρώπων ανων ἕνεκεν ἐξ ἀρχῆς γεγενημένης δημιουργίας· διὰ γὰρ τούτων μηνύουσι τῶν λόγων· ὅτι ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν ὅτι δι’ ἀγγέλων ἡμᾶς εὐεργετεῖς· ὅτι οὐρανὸν ουνον ἡμῶν χάριν ἐδημιούργησας ἡλίω δὲ τὴν ἡμέραν φωτίζεις· σελήνη τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγὲς καὶ τοῦ χρόνου ἡμᾶς διδάσκεις τὰ μέτρα· ὑμνοῦμέν σε ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν οὐρανὸν ουνον παρεσκεύασας· καὶ ἄνθεσιν ἀμαράντοις, ἑστιᾶς ἡμῶν τὰς ὄψεις· καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέτρα γινώσκειν· καὶ τίς ἄν σε πρὸς ἀξίαν ὑμνήσειεν ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς καὶ τῶν τρόπων τὰς ἐναλλαγάς· καῦμα προσφόρως ἐν θέρει γινόμενον· εἶτα πνευμάτων αὔρας ἀναψυχούσας· ψύχος ἐν χειμῶνι καὶ ὑετὸν ἐπιφερόμενον· καὶ ἕκαστον ῥυθμῶ καὶ τάξει προβαίνων· ἀστραπὰς τὸν ὑετὸν μηνυούσας· νεφέλας τὸν ὑετὸν ὠδινούσας· ὄρη καὶ πεδία ληίοις κομῶντα, καὶ ἄλσεσι· πηγὰς ἀναβλυζούσας καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας· ποταμοὺς ἄπαυστα τρέχοντας, καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομένους· θάλατταν ἐν μέσω κειμένην φιλίας καὶ ὁ μονοίας αἰτίαν· καὶ χωρίον κοινὸν τούτων κἀκείνων δεχόμενον τὰ σύμβολα· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγω· πρῶτον μὲν τούτων ἁπάντων ἐμνημόνευσαν οἱ μακάριοι τὴν οἰκείαν ἐπιδεικνῦντες εὐγνωμοσύνην· καὶ θερμότερον ἐπιτελέσαι τῆ μνήμη τῶν εὐερ γεσιῶν τὸν ὕμνον βουλόμενοι· ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν ὑπακούοντας παιδεῦσαι βουλόμενοι· ὅτι τὰ ὑπ’ αὐτῶν προσκυ νούμενα στοιχεῖα· τοῦ θεοῦ θυ τῶν ὅλων ποιήματα· καὶ δια τοῦτο καὶ πυρὸς καὶ ὑδάτων· ἡλίου τὲ καὶ σελήνης· οὐρανοῦ ουνου τὲ καὶ γῆς ἐναργῶς μνημονεύουσι· πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους· παύσασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα· τὸν δὲ τούτων δεσπότην ἐπιγνῶναι· καὶ πρέπουσαν αὐτῶ θεραπείαν προσενεγκεῖν· εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦ μα θεωμένους· καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας καὶ αὐτῶν δὲ καὶ τοῦ βασιλέως αὐτῶν τὴν αἰσχύνην· τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων τὴν σωτηρίαν σριαν τὲ καὶ παρρησίαν· δέξασθαι διὰ τῆς ὑμνωδίας τὴν τῆς εὐσεβείας διδασκαλίαν· οὕτως ὑμνήσαντες, τελευταῖον ἐπάγουσιν: εὐλογεῖτε ἀνανία· ἀζαρία· μισαὴλ τὸν κύριον κν : οὕτως ἑαυτοὺς ἡγοῦντο ἐσχάτους τῆς κτίσεως· καὶ πάντων ἀνθρώπων ανων εὐτελεστάτους· τοιοῦτος ἦν ὁ μακάριος παῦλος λέγων· ἐμοὶ τῶ ἐλαχιστοτέρω πάντων ἁγίων ἐδόθ η ἡ χάρις αὕτη· καὶ ἀλλαχοῦ· χριστὸς χς φησὶν ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμὶ ἐγώ· καὶ τῶν μὲν ἁμαρτωλῶν, πρῶτον ἑαυτὸν ὀνομάζει· τῶν δὲ ἁγίων, ἔσχατον ἀποκαλεῖ· οὕτω καὶ οἱ μακάριοι οὗτοι ἐσχάτους ἑαυτοὺς παρακελεύονται ὑμνεῖν τὸν κύριον κν καὶ ὑπερυψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας· εἶτα διηγοῦνται τὸ θαῦμα· ὅτι ἐρ ρ ύσατο ἡμᾶς ἐξ ἅδου· καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου· ἀνθρωπίναις γὰρ ἀπηγορεύθημεν ψήφοις· καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός· καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς· ἐξομολογεῖσθε τοίνυν τῶ κυρίω κω ὅτι χρηστὸς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τί γὰρ χρηστότερον· ἢ τί δὲ ἀγαθώτερον· τοῦ τοσούτω ἐν τοῖς καθ’ ἡμᾶς χρησαμένου ἐλέω· καὶ τοσαύτην ἀρετὴν ἐπιδειξάμενοι· ἐλέω φασὶ τῆς σωτηρίας σριας τετυχηκέναι· εἶτα ἐπειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ιηλ ἐμνη μόνευσαν ἄνω, καλοῦσι καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας· καὶ τὸν θεὸν θν θεραπεύειν ἐσπουδακότας· εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον κν · κύριον κν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα καὶ εἰς πάν τας αἰῶνας τὸ ἔλεος αὐτοῦ· καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· καὶ τὸ ἄπειρον αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦντες καὶ ἡττώμενοι· πολ λάκις τὸ τῶν αἰώνων ἀναστρέφουσιν ὄνομα· τοιοῦτος τῶν ἁγίων τούτων ὁ ὕμνος· οὗτος καὶ τὸν θηριώδη καὶ ἀπηνῆ βασιλέα ἐκπλήξας ὀμοῦ καὶ καταπλήξας, τῶν μὲν βασιλικῶν ἐξανέστησε θρόνων· δραμεῖν δὲ παρ’ αὐτοὺς παρεσκεύασε· καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῆ καμίνω χορεύοντας· καὶ λέγει τοῖς μεγιστάσιν αὐτοῦ: οὐχὶ ἄνδρας τρεῖς ἐβά λομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσω τοῦ πυρός· καὶ δια φθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῶ θεοῦ θυ : ὢ τῆς ἀρρήτου μακροθυμίας· εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ· καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύτη καὶ τύφω χρησάμενον καὶ τὸ θεῖον σέβας ἁρπάσαι φιλονεικήσαντα· καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριωδῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ὁδηγεῖ· καὶ τὴν οἰκείαν αὐτοῦ θαυματουργίαν ὑποδείκνυσι· καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον, δῆλον αὐτὸν ποιεῖ· καὶ ἐκπλήττει μὲν αὐτὸν πρῶτον τῶ ἀριθμῶ· ἀντὶ τριῶν τέσσαρας ὑποδείξας· ἔπειτα τῆ λύσει τῶν δεσμῶν· λελυμένους γὰρ ἀντὶ δεδεμένων ἑώρα· ἔπειτα τῆ σωτηρία σρια · διαφθορὰ γάρ φησιν οὐκ ἔστιν ἐν αὐτοῖς· ὅθεν ἐκπλαγεὶς καὶ κα ταλύσας τὸν τῦφον, προσέρχεται καὶ φησί: σεδρὰχ· μισὰχ· ἀβδεναγώ· οἱ δοῦλοι τοῦ θεοῦ θυ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον· σεδρὰχ· μισὰχ· ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός: μεμάθηκεν ὁ μάταιος ὁ λέγων τί ἐστι θεὸς θς ὅς ρύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου· ὅτι ἔστι θεὸς θς ἄρρητον ἔχων τὴν δύναμιν· τῶ πυρὶ κελεύων ἐναντίαν δείξαι τοῖς ἁγίοις ποιότητα· ὅν γὰρ θεὸν θν ἐκεῖνος οὐκ ἐνόμιζεν, ἔγνω ὅτι ἔστι θεὸς θς · καὶ ὕψιστος θεὸς θς · ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες· σατράπαι· καὶ τοπάρχαι· καὶ στρατηγοί· θεωροῦντες ἀκήρατον διατηρηθὲν τῶν ἁγίων τὸ σῶμα· καὶ τὰς τρίχας αὐτὰς οὐδὲ μίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθῆτα· καὶ τὰ ὑποδή ματα ἀκέραια μείναντα· ὡς καὶ αὐτῆς ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς· εἶτα ὑμνεῖ ταῦτα θεασάμενος ναβουχοδονόσορ καὶ λέγει: εὐλογητὸς κύριος κς ὁ θεὸς θς τοῦ σεδρὰχ· μισὰχ. ἀβδεναγὼ· ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ· καὶ ἐρρύσατο τοὺς παῖδας αὐτοῦ. ὅτι ἐπεποίθησαν ἐπ’ αὐτῶ· καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν· καὶ παρέδωκαν τὰ σώματα αὐτῶν ὅπως μὴ λατρεύσωσι· μὴ δὲ προσκυνήσωσι θ ε ῶ παντὶ ἑτέρω ἀλλ᾽ ἢ τῶ θεῶ θω αὐτῶν: ἀεὶ τῆ πείρα παραλαμβάνων ὁ μάταιος τοῦ θεοῦ θω τὴν δύ ναμιν· λήθη τὰ θαύματα παραδίδωσι· τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε δανιήλ· ἀναστὰς γὰρ προσεκύνησεν αὐτῶ· καὶ μαναὰ καὶ εὐωδίαν προσενεχθῆναι αὐτῶ παρηγγύησε· καὶ νῦν δὲ ὡσαύτως θεα σάμενος καὶ τῶν ἁγίων τούτων τὴν σωτηρίαν σριαν ὑμνεῖ τὸν θεὸν θν καὶ θαυμάζει, τοὺς ἄνδρας ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως· καὶ προετίμησάν φησιν εὐσεβῆ θάνατον παρανόμου ζωῆς: καὶ νῦν φησὶν ἰδοὺ ἐκτί θημι δόγμα· ὅπως πᾶς λαὸς φυλὴ γλῶσσα ἢ ἐὰν εἴπη βλασφημίαν κατὰ τοῦ θεοῦ θυ σεδρὰχ μισὰχ ἀβδεναγὼ· εἰς ἀπώλειαν ἔσονται· καὶ οἱ οἶκοι αὐτῶν διαρπαγήσονται· καθότι οὐκ ἔστι θεὸς θς ἕτερος ὃς δυνήσεται ῥύσασθαι οὕτω· καὶ τῶ ὄντι τῆ πείρα τοῦτο μεμάθηκε· πολλῶν γὰρ καλουμένων θεῶν· καὶ τεμένη καταλύσας· καὶ τὰ τίμια συλήσας· βωμοὺς ἀνασπάσας· καὶ τοὺς ἱερωμένους αὐτοῖς κατασφάξας· οὐδὲ μιᾶς θείας ενεργείας ἐδέξατο πεῖραν· κατὰ δὲ τῶν τῶ θεῶ θω ἀνακειμένων τῆ λύττη χρησάμενος, εἶδε τοῦ θεοῦ θυ καὶ τὴν ἄπειρον δύ ναμιν· καὶ τὴν μακροθυμίαν τὴν ἄρρητον· τοὺς μὲν γὰρ οἰκείους θεράποντας, ἀκραιφνεῖς διεφύλαξεν· αὐτὸν δὲ δίκας τῆς μανίας τέως οὐκ εἰσεπράξατο· ἐπιμείναντα δὲ τῆ δυσσεβεία μετὰ βραχὺ, μετρίως ἐκόλασεν· εἶτα μετανοία χρησάμενον, φιλανθρωπίας φιλανιας ἠξίωσε: τότε δὲ ὅμως κατηύθυνέ φησιν ὁ βασιλεὺς τὸν σεδρὰχ· μισὰχ ἀβδε ναγὼ· ἐν τῆ χώρα βαβυλῶνος· καὶ ηὔξησεν αὐτούς· καὶ ἠξίωσεν ἡγεῖσθαι πάντων τῶν ἰουδαίων τῶν ἐν τῆ βασιλεία αὐτοῦ: τοσαύτην ὁ δεσπότης τῶν θεραπεύειν αὐτὸν ἐσπουδακότων, ποιεῖται προμή θειαν· καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες· ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί· καὶ ἡμεῖς τοίνυν ταύτην κτησώμεθα τὴν ἐλπίδα· πάσης ὁμοῦ προτιμῶντες τῆς κτίσεως· τὸν τῆς κτί σεως καὶ ποιητὴν· καὶ κυβερνήτην· καὶ γενέσθωσαν ἡμῖν οἱ μα κάριοι οὗτοι παῖδες ὠφελείας παράδειγμα· εὐσεβείας ἀρχέτυπον· ποδηγοὶ πρὸς θεὸν θν · καὶ τὰ ὑπὸ θεοῦ θυ τοῖς ἀξίοις χορηγούμενα· ὧν γέ νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπία φιλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν: