·:·λογος β : ἐ ν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ· ἐνυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ: ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺ καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσε τῆ ἰουδαία· ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ· καὶ τὸν μὲν, ἐκέλευσε φέρειν δασμὸν· τοὺς δὲ, λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτω λέγων· ὁ λόγος ὁ γενό μενος πρὸς ἱερεμίαν πρὸς ἅπαντα τὸν λαὸν ἰούδα· ἐν τῶ ἔτει τῶ τε τάρτω τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα αὐτὸς ἐνιαυτὸς πρῶτος τῶ ναβουχοδονόσορ τὴν κατὰ τῶν ἰουδαίων στρατιὰν ἐποιήσατo· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προσφέρων ἔφη· πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῶ ναβουχοδονό σορ· καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γε γενῆσθαι ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπή γαγε νῦν· ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ· ἐνυπνι άσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα· ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου γὰρ χάριν καὶ οἱ θεῖοι προφῆται μεμνη μένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας, ἐνυπνιάσθη ἐνύπνιον ναβουχοδο νόσορ· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς· καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους· καὶ τοὺς φαρμακοὺς· καὶ τοὺς χαλδαίους· τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ: ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία, τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτῶ τὸν οἰκεῖον βου λόμενος ποιήσασθαι προφήτην· ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σριους ἐντεῦθεν δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω· ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμή θεια, οὕτω γνώριμος πᾶσι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ἄκρας παραπληξίας, τὸ παρ’ ἑτέρου ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὅμως κληθέντές φησιν ἦλθον· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς· ἐνυπνιάσθην ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συριστὶ καὶ εἶπον· βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν: καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι, ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας θείας ἑρμηνεύειν ἀποκαλύψεις δίχα τῆς ἄνωθεν ἐνεργείας· συριστὶ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποίηνται τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν· καὶ ἰδίαν μὲν γλῶτταν ἑκάστων ἐχόντων· κοινῆ δὲ πάντων τῆ σύρω ἐχρῶντο φωνῆ· διδάξαι βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον· ἀλλ’ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βα σιλέα μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ανων τὰ πέρα τῆς φύσεως· ἀπεκρίθη γάρ φησι καὶ εἶπε τοῖς χαλδαίοις: ὁ λόγος ἀπέστη ἀπ᾿ ἑμοῦ· ἐὰν δὲ μὴ γνω ρίσηταί μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε· καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγ κρισιν αὐτοῦ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρί σατέ μοι: ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι· ἢ τῆ ἀπειλῆ τῶν κακῶν ἢ τῆ ὑποσχέσει τῶν ἀγαθῶν πλείονα τοῖς χαλδαίοις ἐγγενή σεσθαι γνῶσιν· αὐτίκα τοίνυν ἐκεῖνοι πάλιν πρὸς αὐτὸν ἔφασαν: εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγ γελοῦμεν: τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν· ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν· καὶ ἑρμηνεῦσαι μὲν εἰ μάθοιμεν τὸ ἐνύπνιον δυνη σόμεθα· εὑρεῖν δὲ αὐτὸ· σοὶ μὲν γνωρισθὲν· εἶτα λήθη παραδοθὲν οὐ δυνάμεθα· ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν: ἀπεκρίθη δὲ ὁ βασιλεὺς καὶ εἶπεν· ἐπ’ ἀληθείας ἐγὼ οἶδα ὅτι τὸν καιρὸν ὑμεῖς ἐξαγοράζεσθε· καθότι οἴδατε ὅτι ἀ πέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι, ἕν ἐστι τὸ δόγμα ὑμῶν· καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου· ἕως οὗ ὁ καιρὸς παρέλθη· τὸ ἐνύπνιόν μου εἴπα τέ μοι· καὶ γνώσομαι· ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελεῖτέ μοι: τούτων δὲ τῶν λόγων· ἡ μὲν ἀπαίτησις, αὐθάδης καὶ μανικὴ· ἡ δὲ κα τηγορία, λίαν ἀληθής· βούλεσθε γάρ φησι μαθεῖν τὸ ἐνύπνιον· ἵνα κοινήν τινα πλασάμενοι ἑρμηνείαν ψευδῆ, φενακίσητέ με συνήθως· συνεργὸν λαμβάνοντες τοῦ χρόνου τὸ μῆκος· καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες· τούτων ἀκούσαντες οἱ χαλδαῖοι· ὡς γὰρ ἔοικεν οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῶ παρρησίαν, ἀποφαντικῶς διαλέγονται· καὶ παντελῶς ἀπαγορεύουσι, τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν: οὐκ ἔστι γὰρ ἄνθρωπος ανος ἔλεγον ἐπὶ τῆς ξηρᾶς ὅστις δύναται γνωρίσαι τῶ βα σιλεῖ τὸ ῥῆμα· καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων· ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾶ πάντα μάγον χαλδαῖον· ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐρωτᾶ βαρύς· καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως· ἀλλ’ ἢ, θεοὶ· ὧν οὐκ ἔστιν ἡ κατοικία αὐτῶν μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴεται: ἀνθρώπινα φησὶ παρ’ ἡμῶν ἐπιζήτησον· μὴ τὰ πέρα τῆς φύσεως· πάντων γὰρ μάλιστα βασι λεῦσιν ἁρμόττει δικαίως τὴν βασιλείαν ἰθύνειν· καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ανων τῶν σάρκα περικειμένων ἡ τοιάδε γνῶσις· ἀλλὰ τῆς ἀσω μάτου φύσεως τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης· ταῦτα μὲν οὖν παρὰ τῶν χαλδαίων ἐρρήθη· προωικονήμητο δὲ ἡ τοῦ δανιὴλ ἀνάρ ρησις· τούτων γὰρ εἰρηκότων οὐκ ἔστιν ἀνθρώπων ανων ἀλλὰ θεῶν τοῦ ταῦτα γι νώσκειν ὁ θεσπέσιος δανιὴλ· ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα· ἀκριβῶς δὲ λέγει καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα· ὅτι ἡ τοιαύτη γνῶσις, οὐκ ἀνθρώπων ανων ἐστὶ τῶν ἐπὶ γῆς ἑρπόντων· οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων· ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ · ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῶ οἰκείω χωρίω τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξεται· ἐπὶ δὲ τὰ συνεχῆ τῆς ἱστορίας τὸν λόγον μετενέγκωμεν: τότε φησὶν ὁ βασιλεὺς ἐν θυμῶ καὶ ὀργῆ εἶπεν, ἀπολέσαι πάντας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτείνοντο· καὶ ἐζή τησαν τὸν δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν: τυραννικὸν· ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα· καὶ ἄδικον προφανῶς, καὶ δικαιοσύνης ἔρημον· ἀλαζονεία γὰρ καὶ τῦφος προσλαβὼν ἐξουσίαν, ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις· ἀλλ’ ὁ θειότατος δανιὴλ τὴν ἄδικον ταύτην σφαγὴν θεα σάμενος, πυνθάνεται τοῦ ἀριὼχ ὃς τὸν ὠμότατον ἐνεχειρίσθη φόνον· λέγων· ἄρχων τοῦ βασιλέως περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως· ἠγνόει γὰρ ὡς ἔοικεν· ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρε ληλύθει ἔτη· ἐν οἷς αὐτοὺς τῆ βασιλικῆ τραφέντας τροφῆ μετὰ τὸν τρίτον χρόνον εἰσαχθῆναι αὐτοὺς προσέταξεν ὁ βασιλεὺς αὐτῶ τῶν βαβυλωνίων· εἰ δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων· ὅτι καὶ εἰσῆλθον· καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ διήγημα συμπεράναι βουλόμενος, ἅπαντα σαφῶς ἐδίδαξε τὰ τη νικαῦτα συμβάντα· εἶτα μεταβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγημα τῶν ἐν τῶ μεταξὺ χρόνω γεγενημένων· ὅτι γὰρ οὐδέπω τῶν παρρησίαν ἐχόντων ἦν πρὸς τὸν βασιλέα· ἡνίκα τοὺς σοφοὺς συνήγαγε βαβυ λῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύτης γὰρ ἀγνοῶν τὴν αἰτίαν, τὸν ἀριὼχ ἠρώτα· καὶ ἐπειδὴ ἔμαθε· θαρρεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν· ἀξιοῖ δὲ αὐτὸν ὀλίγον χρόνον αὐτῶ ἐνδοῦναι· εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν, καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον· οὐκ αὐτὸς φιλοτιμούμενος· ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος: εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ· καὶ τῶ ἀνανία· καὶ τῶ ἀζαρία· καὶ τῶ μι σαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισε τὸ ῥῆμα· καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ ουνου ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ, μετὰ τῶν λοιπῶν σοφῶν βαβυλῶνος: ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται, τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας· καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις ανινοις εὐσεβείας γεγυμνωμένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων ανων · οἱ δὲ τρόφιμοι τῆς ἀλη θείας, οὐδὲν δίχα τῆς ἄνωθεν βοηθείας λέγειν ἢ πράττειν ἀνέχονται. τὰ δὲ σφῶν αὐτῶν πείσματα τῆς πάντα ἐφορώσης προμηθείας ἐξάπτοντες· ἑστᾶσιν ἀκίνητοι· μὴ κλονούμενοι· ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων ανινων λογισμῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτυς ὁ θεσπέ σιος δανιὴλ· ὀλίγον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν· οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ’ εἰς ἱκετείαν καὶ προσευχὴν· καὶ οὐδὲ αὐτῶ μόνω θαρρήσας, ἀλλὰ καὶ τοὺς ὁμο τρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος: τότε γάρ φησι τῶ δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυ στήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν θεὸν θν τοῦ οὐρανοῦ ουνου δανιὴλ καὶ του θεοῦ θῦ εἶπεν· εἴη τὸ ὄνομα κυρίου κυ εὐλογημένον· ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος: ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους· καθιστᾶ βασιλεῖς καὶ μεθιστᾶ· διδοὺς σοφίαν τοῖς σο φοῖς· καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· γινώσκων τὰ ἐν τῶ σκότει· καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστι: διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι· καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς· ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν· προσήκει γάρ φησι τὸν ἀίδιον καὶ αἰώνιον διηνεκῶς ὑμνεῖν θεόν θν · σοφίας ὄντα καὶ συνέσεως πηγὴν· ὀρθῶς ἅπαντα καὶ ὡς δεῖ ἀγαθῶς πρυτανεύοντα· καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς· ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρωπίνης ανινης εὐημερίας ἀβέβαιον· δεικνύντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασιλέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως· καὶ διδοὺς ἐξουσίαν, ἀφαιρεῖται ταύτην ὅταν θέλη· σοφίας δὲ καὶ φρονήσεως αὐτός ἐστι χορηγός· δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐτὸν βουλομένοις· ἀποκαλύπτει δὲ οἷς θέλει τὰ μηδαμῶς φαινόμενα, ἀλλ’ οἷόν τινι βυθῶ κρυπτόμενα τῶ μὴδέπω γενέσθαι· καὶ φῶς ὑπάρχον νοερόν· φῶς τὲ οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῶ σκότει γινόμενα: διὸ σοὶ ὁ θεὸς θς τῶν πατέρων πρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι· καὶ νῦν ἐγνώρισάς μοι· ἃ ἠξίωσα μαθεῖν παρὰ σοῦ ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι· τοῦ γνωρίσαι τῶ βασιλεῖ πρὸς ταῦτα: τοιαῦται τῶν εὐσεβῶν αἱ ψυχαί· καὶ ἐν ταῖς χρείαις τὸν θεὸν θν ἐπιστάμεναι χορηγόν· καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι· καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν οὐκ ἀνεχόμεναι λήθη παραδιδόναι τῶν δωρεῶν τὴν μνήμην· ἀλλ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην θεόν θν · ἄξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς καὶ τὸ μέτριον φρόνημα· καὶ γὰρ τὴν αἴτησιν ποιούμενος, κοινωνοὺς ἔλαβε τοὺς ὁμοτρόπους τῆς προσευχῆς· καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε, πάλιν αὐτῶν ἐμνημόνευσεν· οὐ γὰρ εἶπεν ἐγνώρισάς μοι ἃ ἠξίωσά σε· ἀλλὰ ἃ ἠξιώσαμεν παρὰ σοῦ· οὔτω τὸν θεῖον συμπεράνας ὕμνον, εὐθύς φησιν: ἦλθε δανιὴλ πρὸς ἀριὼχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶνος· καὶ εἶπεν αὐτῶ· τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπολέσης· εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῶ βασιλεῖ: πρέπον καὶ οὗτος τῶ προφήτη ὁ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων τῆς ἀδίκου σφαγῆς ἀπαλλαγῆναι, ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγμα τεύεται σωτηρίαν σριαν · ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν καὶ τῶ τῶν ὅλων προσάξειν θεῶ θω : τότε ἀριὼχ τούτων ἀκούσας τῶν ὸν λόγων, ον σπουδῆ τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτῶ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰ χμαλωσίας τῆς ἰουδαίας· ὅστις τὸ σύγκριμα τῶ βασιλεῖ ἀναγγελεῖ: πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέγονεν ὅτι οὐδέπω τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει· οὐ γὰρ ἂν εἴπερ ἐγινώσκετο ἀο ρίστως εἶπεν ἀριὼχ εὕρηκα ἄνδρα· ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας ὅστις τὸ σύγκριμα τῶ βασιλεῖ ἀναγγελεῖ: ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος, εἶπε τῶ δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ· εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον; καὶ τὴν σύγκρισιν αὐτοῦ; ἐπισημήνασθαι δεῖ καὶ τοῦτο ὅτι βαλτάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει· ἀλλ’ ὅτε τῶ βασιλεῖ διαλέγεται τῶ ταύτην αὐτῶ τὴν προσηγορίαν ἐπιτεθεικότι· ἐρωτηθεὶς δὲ ὅμως εἰ δύναται καὶ τὸ ἐνύπνιον καὶ τὴν ἑρμηνείαν ἀναγγεῖλαι τῶ βασιλεῖ ἀπεκρίνατο λέγων: τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾶ, οὐκ ἔστι σοφῶν· μάγων ἐπαοιδῶν γαζαρηνῶν· δυναμένων ἀπαγγεῖλαι τῶ βασιλεῖ· ἀλλ’ ἔστι θεὸς θς ἐν οὐρανῶ ουνω ἀποκαλύπτων μυστήρια: θαυμαστῶς τῆς διδασκαλίας ἤρξατο· ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χορὸν· καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν, τὸν θεὸν θν ἔφη εἶναι τῆς τῶν μυστηρίων ἀποκαλύ ψεως διδάσκαλον· προστέθεικε δὲ ἐν οὐρανῶ οωνω · τοὺς κάτω γινομένους καὶ προσκυνουμένους ἐκβαλὼν θεούς· καὶ τῶ μὲν ἑνικῶ ὀνόματι, τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν· τῆ δὲ ἐν οὐρανῶ οωνω διαγωγῆ, τοὺς κάτω φαινομένους δείκνυσιν οὐ θεούς· ἀλλ’ ἀπάτην· ἀφορμὴν ἔχουσαν τῶν ἀνθρώπων ανων τὴν τέχνην· ὁ θεὸς θς φησὶ ἐγνώρισε τῶ βασιλεῖ ναβουχοδο νόσορ, ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτου τῶν ἡμερῶν: οὕτω προοιμιασάμενος, πάλιν ἐπισπᾶται τῆ εὐλογία, εἰς εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν· βασιλεῦ γάρ φησιν εἰς τοὺς αἰῶνας ζῆθι: ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν· καὶ τὴν ἑρμηνείαν ἐπάγειν· καὶ προλέγειν αὐτῶ τὴν τῆς βασιλείας κατάλυσιν, προοιμιαζόμενός φησιν· ὅτι ἐμοὶ εὐχὴ ζῆν σε διηνεκῶς· μὴ τοίνυν ἐμοὶ ἐπιγράψης τὸ τοῦ ἐνυπνίου δηλούμενον· εἶτα φησὶ: τὸ ἐνύπνιόν σου καὶ ἡ ὅρασις τῆς κεφα λῆς σου ἐπὶ τῆς κοίτης σου: τουτέστι βασιλεῦ· ἂ νύκτωρ ἐθεάσω, ταῦτά ἐστιν: οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν· τί δεῖ γενέσθαι μετὰ ταῦτα: ἐλογίζου φησὶ κατακείμενος ἐπὶ τῆς κλίνης· εἴτε εἰς ἀεὶ ζήσεις, εἴτε τῶ νόμω τῶν ἀνθρώπων ανων ὑπὸ τὸν θάνατον γενήση· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μηδέπω γεγενημένα: καὶ ὁ ἀποκαλύπτων μυστήρια, ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι: πανταχοῦ δὲ τὸν ἕνα κηρύττει θεόν θν · τῆς πολυθείας ἐκβάλλων τὴν πλάνην· εἶτα καὶ τοῦ οἰκείου φρονή ματος τὴν μετριότητα δείκνυσιν: ἐμοὶ γάρ φησιν οὐκ ἐν σοφία τῆ οὔση ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον ἀπεκαλύφθη· ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῶ βασιλεῖ γνωρίσαι· ἵνα γνῶς τοὺς διαλογισμοὺς τῆς καρδίας σου: ταύτης γάρ φησι τῆς ἀποκαλύψεως ἔτυχον· οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων ανων σοφώτερος· ἀλλ’ ἵνα σὺ μάθης, ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνω ταύτης ἐχρήσατο τῆς γνώσεως, ὡς οἰκείω θεράποντι· ἄρχεται τοίνυν τῆς ἐξηγήσεως· καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον: σὺ βασιλεῦ ἐθεώρεις καὶ ἰδοὺ εἰκὼν μία μεγάλη· ἡ εἰκὼν ἐκείνη μεγάλη· καὶ ἡ πρόσωψις αὐτῆς ὑπερφερὴς ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅρασις αὐτῆς φοβερά· εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροί· ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοὶ· καὶ αἱ κνῆμαι σιδηραί· οἱ πόδες· μέρος μέν τι σιδηροῦν· μέρος δέ τι ὀστράκου: τέσσαρας μὲν ὕλας διὰ τῶν προειρημένων ἐσήμανε· τὸν χρυσὸν· τὸν ἄργυρον· τὸν χαλκὸν· τὸν σίδηρον· τὸ γὰρ ὄστρακον οὐ καθεαυτὸ εἶπεν· ἀλλὰ τῶ σιδήρω συμμεμιγμένον· δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τὲ καὶ καθο λικωτάτας βασιλείας· αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν, ἀλλήλας διαδεξάμεναι· ὅτι μὲν γὰρ καὶ ἄλλαι βασιλεῖαι συνέστησαν καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι, δῆλόν ἐστιν· οὐ μὴν πάντων ἢ τῶν πλειόνων ἐστὶν αὐτὰς κρατούσας ἰδεῖν· ἀλλ’ ἑνὸς ἢ δύο μόνων ἐθνῶν· λέγει τοίνυν πρώτην ἁπάντων γεγενῆσθαι τὴν ἀσσυρίων ἡγεμονίαν· ἥτις ἐστὶν ἡ βαβυλωνίων· ἀσσύριοι γὰρ, καὶ οὗτοι κἀκεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῆ νίνω τῆ παρ’ ἑβραίοις νινευὶ καλουμένη, τὰ βασίλεια ἐσχήκασι· ποτὲ δὲ ἐν τῆ βαβυλῶνι· ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κἀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιόν φησι· ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ βασιλεῦ· καὶ ὁ μακάριος δὲ ἱερεμίας ὁ προφήτης φησὶ· ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου κυ · μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ οἴνου αὐτῆς· ἔπιον ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν· καὶ ἄφνω ἔπεσε βαβυλὼν καὶ συνετρίβη· εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην ἡ τῶν ἀσσυρίων ἡ βασιλεία ταύτης πρεσβυτέρα, ποίαν ἄν τις αὐτὴν ὕλην καλέσειε· μαρτυρεῖ δὲ καὶ ὁ θεσπέσιος μωυσῆς ταῦθ’ οὕτως ἔχειν· ἐν γὰρ τῆ κοσμο γενεία περὶ τοῦ νεβρὼθ εἰρηκὼς ὅτι γίγας ἦν κυνηγὸς ἔναντι κυρίου κυ , ἐπήγαγε· καὶ ἐγένετο ἐν ἀρχῆ τῆς βασιλείας αὐτοῦ βαβυλὼν· ὁρὲχ· καὶ χαλμήνη· καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς βαβυλωνίους, ἀσσυρίους προσαγορεύουσι· καὶ μέ χρι δὲ τοῦ παρόντος ὥς φασιν, ἀσσυρίαν αὐτὴν ὀνομάζουσι πέρσαι· οὐκοῦν ἡ μὲν πρώτη ὕλη ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν ἀσσυρίων καὶ βαβυλωνίων ση μαίνει βασιλείαν· κεφαλὴν δὲ αὐτὴν ὀνομάζει ὡς πρώτην γεγενημένην· ἡ δευτέρα δὲ· ἥτις ἐστὶν ὁ ἄργυρος, περσῶν καὶ μήδων· κύρος γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρόθεν μὲν, ἐκ μήδων· πατρόθεν δὲ ἐκ περσῶν· κατέλυσε μὲν ἀσσυρίων εἴτουν βαβυλωνίων τὴν βασιλείαν· μετατέθεικε δὲ τὴν βα σιλείαν εἰς πέρσας· στῆθος δὲ αὐτὸν προσηγόρευσε καὶ βραχίονας, ἵνα δείξη τὴν πρὸς τὰ δύο ἔθνη συγγένειαν· διὰ μὲν γὰρ τῆς δεξιᾶς, τὸ πα τρῶον αὐτοῦ σημαίνει γένος· τὸ μητρῶον δὲ διὰ τῆς εὐωνύμου· ὧν τὴν συνάφειαν τὸ στῆθος πεπίστευται· τὴν καρδίαν ἔχον· τῶν λογισμῶν τὸ τα μιεῖον· λογισμῶ δὲ καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια· τὸν δὲ χαλκὸν προσηγόρευσε τὴν μακεδονικὴν βασιλείαν· μετὰ τὴν περσικὴν ἀναφα νεῖσαν· καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν· τὴν κοιλίαν δὲ αὐτῆ καὶ τοὺς μηροὺς ἀπένειμε, τὴν μοναρχίαν τοῦ ἀλεξάνδρου· διὰ τῆς κοιλίας μηνύων καὶ διὰ τῶν μηρῶν τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γενοημένην τῆς βασιλείας διαίρεσιν· σίδηρον δὲ τὴν ῥωμαικὴν προσηγόρευσε βα σιλείαν· αὕτη δὲ τὴν μακεδονικὴν διεδέξατο· ἀπένειμε δὲ τὰς κνήμας αὐτῆ· ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώματος· καὶ φέρειν ἅπαντα δυναμένας τὸ σῶμα· τὰς δὲ τῶν ποδῶν βάσεις, σιδηρὰς μὲν καὶ αὐτὰς ὀστράκω δὲ ἀναμεμιγμένας· διὰ δὲ τούτου οὐχ ἑτέραν αἰνίττεται βασιλείαν· ἀλλὰ τὴν ἀσθενεστέραν ἑαυτῆς ἐσομένην· καὶ τῆ τοῦ ὀστράκου ἀσθενεία συμμεμιγμένην· τὴν δὲ τῶν ὑλῶν διαφορὰν τέθεικεν· οὐ τῆς τιμῆς· ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρυσοῦ, ὁ ἄργυρος στεγα νώτερος· τοῦ δὲ ἀργύρου στεγανώτερος ὁ χαλκός· ὁ δὲ σίδηρος, καὶ αὐτοῦ τοῦ χαλκοῦ πολλῶ τῶ μέτρω στερεμνιώτερος· ἡ διαφορὰ τοίνυν· οὐκ ἐν τῆ τιμῆ· ἀλλ’ ἐν τῆ ἰσχύι τὲ καὶ δυνάμει· ἀναγκαῖον δὲ ζητῆσαι τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην· οὐδὲν γὰρ ἁπλῶς οὐδὲ μάτην ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἀποκαλύπτεται· ἡ εἰκὼν σχήματα, ἀλλ’ οὐ πράγματα ἔχει· τοιοῦτος δὲ ὁ παρὼν βίος· οὐδὲν ἔχει διαρκὲς οὐδὲ μόνιμον· διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα· ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ παραινῶν λέγει· μὴ συσχηματίζεσθε τῶ αἰῶνι τούτω· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ τῆς ἀνθρωπίνης ανινης εὐημερίας διελέγχων τὸ μάταιον, φησί· πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ανος ζῶν· μέντοι γε ἐν εἰκόνι διαπο ρεύεται ἄνθρωπος ανος · θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος· ὀξυρρόπους ἔχει τὰς μεταβολὰς· θνητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα καὶ πρόσκαιρα· καὶ ἡ εἰκὼν γὰρ τῶν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει· μόνα δὲ τὰ σχήματα δείκνυσι· βασιλέων καὶ ἀρχόντων καὶ ὑπη κόων· πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιάλυτον ἔχει, εἰκότως ὁ τῶν ὅλων θεὸς θς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουλόμενος βασιλέα· τῆς ἀνθρωπίνης ανινης ὀφρύος τὸ μάταιον· καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀνθρώπινα ανινα τὴν μεταβολὴν· εἰκόνα μὲν αὐτῶ ὄναρ προτίθησι· τὰ δὲ ταύτης μόρια, μερίζει ταῖς ὕλαις· τὰς συχνὰς καὶ ἐπαλλήλους τῶν βασιλέων διδάσκων διαδοχὰς· καὶ πείθων ἅπαντας ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος· ἄναρχόν τε καὶ ἀτελεύτητον· καὶ ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν· τούτοις ἐπάγει ὁ μακάριος δανιὴλ τὰ λοιπὰ τοῦ ἐνυπνίου διδάσκων: ἐθεώρεις ἕως ότου ἀπεσχίσθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰ κόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους· καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύνθησαν εἰς ἅπαξ· ὁ σίδηρος· τὸ ὄστρακον· ὁ χαλκὸς· ὁ ἄργυρος· ὁ χρυσὸς· καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος πνς · καὶ πᾶς τόπος οὐχ εὑ ρέθη ἐν αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν: τοῦτο μέν ἐστι τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας· ζητήσωμεν τοίνυν πρότερον, τίς ὁ λίθος προσαγορευόμενος· καὶ βραχὺς μὲν πρότερον φαινόμενος ὕστερον ἐδείχθη μέγιστος καὶ τὴν οἰκουμένην ἐκάλυψεν· οὐκ οὖν ἀκούσωμεν αὐτοῦ τοῦ θεοῦ θυ διὰ ἡσαίου τοῦ προφήτου λέγοντος· ἰδοὺ τίθημι ἐν σιὼν λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον θεμέλιον· εἰς τὰ θεμέλια αὐτῆς· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῶ οὐ μὴ καταισχυνθήσεται· ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος καὶ βοῶντος· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας· ταύτην τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἰουδαίοις προσήνεγκεν· οὐκ ἀνέγνωτε λέγων· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας; παρὰ κυρίου κυ ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ ὁ μακά ριος δὲ πέτρος ἐν ἰουδαίοις δημηγορῶν· καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον παραγαγὼν, ἑρμηνεύει τὴν προφητείαν οὕτω λέγων· οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδομούντων· ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας· καὶ ὁ μακάριος δὲ παῦλος φησὶν· ἐποικοδομηθέντες ἐπὶ τῶ θεμελίω τῶν ἀποστόλων καὶ προφητῶν· ὄντος ἀκρογωνιαίου αὐτοῦ ἰησοῦ ιυ χριστοῦ χυ · καὶ ἀλλαχοῦ δέ φησι· θεμέλιον δὲ ἄλλον, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον· ὅς ἐστιν ἰησοῦς ις χριστὸς χς · καὶ πάλιν· ἔπινόν φησιν ἐκ πνευματικῆς πνικης ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός χς · οὐκ οὖν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς διδασκόμεθα τὸν κύριον κν ἡμῶν προσηγορεῦσθαι λίθον· οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν· γεννηθεὶς ἐκ παρθένου· γαμικῆς κοινωνίας χωρίς· οἶδε δὲ πολλάκις καὶ τὴν παρὰ φύσιν γέννησιν λατομίαν ἡ θεία προσα γορεύειν γραφή· ἰουδαίοις γὰρ ἡσαίας τῆς παρὰ φύσιν γενομένης τῶ ἀ βραὰμ παιδογονίας ἀναμιμνήσκων, ἐμβλέψατε λέγει εἰς τὴν στερεὰν πέτραν ἐξ ἧς ἐλαττομήθητε· οὐκ οὖν ὄρος μὲν ἡ δαυιτικὴ φυλὴ· λίθος δὲ ὁ χριστὸς χς κατὰ τὸ ἀνθρώπινον ανινον · οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμηθεὶς· οὗτος δὲ πάλιν σμικρὸς φαινόμενος δι’ ἣν περιέκειτο φύσιν ἀθρόον ἐδείχθη ὄρος μέγιστον πᾶσαν πληρώσας τὴν οἰκουμένην· ἐπληρώθη γὰρ πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον κν · ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας· οὗτος πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους· τουτέστι καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν φροῦδον δὲ καὶ ἀφανῆ ποιήσει· οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλείαν ἀλλὰ τὴν οἰκείαν γυμνώσει καὶ πᾶσι ταύτην ὑποδείξει· ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην· κονιορτοῦ δίκην ἐξ ἅλωνος μὲν τικτομένου· ὑπὸ δὲ πνεύματος πνς σκεδαννυμένου· oὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῶ βασιλεῖ ἐπήγαγε: τοῦτό ἐστι τὸ ἐνύπνιον καὶ τὴν σύγ κρισιν αὐτοῦ ἐροῦμεν ἔμπροσθεν τοῦ βασιλέως: οὐ κολακεύων δὲ τοῦτο τέθεικεν· ἀλλὰ τῆ συνήθει προσηγορία χρησάμενος· κατὰ γὰρ πάντων τῶν ἐθναρχούντων βασιλέων ὀνομαζομένων εἶχε τὸ κράτος: σύ φησι βασιλεῦ βασιλέων ὧ ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπω: oὐ γὰρ ἀπὸ ἰσχύος φησὶν ἀνθρωπίνης ανινης πάντων περιγεγένησαι· ἀλλὰ τοῦ θεοῦ θυ τοῦ τὴν ἐπουράνιον ἐπούνιον ἔχοντος βασιλείαν· ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν· ὥστε τῶν ἐν παντὶ τόπων ἀνθρώπων ανων ἡγεμονεύειν τὲ καὶ βασιλεύειν: ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων ανων · θηρία τὲ ἀγροῦ· καὶ πετεινὰ οὐρανοῦ οὐνοῦ δέδωκεν ἐν τῆ χειρί σου· καὶ κατέστησέ σε κύριον πάντων: καὶ θηρία μὲν καλεῖ τοὺς θηριωδέστερον ζῶντας βαρβάρους· πετεινὰ δὲ τοὺς συνέσει κεκοσμημένους καὶ τῶν ἄλλων ἀνθρώπων ανων ὑπερτέρους· καὶ πτηνοὺς τὴν διάνοιαν· τούτων φησὶν ἁπάντων ἀπέφηνε βασιλέα: σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσῆ: τουτέστιν ἡ βασιλεία· οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει· ἀλλὰ περὶ αὐτῆς τῆς βασιλείας· μετὰ τὴν τε λευτὴν γὰρ αὐτοῦ· εὐιλὰδ· μαρωδὰχ ἐβασίλευσε τῶν βαβυλωνίων· καὶ μετ’ ἐκεῖνον βαλτάσαρ· εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη· ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ, πῶς νοήσομεν· τό ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα· ἥττων σοῦ· οὔτε γὰρ τὴν τῶν υἱῶν αὐτοῦ βασιλείαν μηνύει· ἀλλὰ τὴν περσικήν· οὐκ οὖν κεφαλὴ χρυσῆ οὐκ αὐτὸς ὁ να βουχοδονόσορ· ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρίων εἴτουν βαβυλωνίων βασιλεία: καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα· ἥττων σου ἡ περσική· ἥττονα δὲ αὐτὴν καλεῖ· οὐχ ὡς ἀσθενεστέραν· ἀλλ’ ὡς δευτέραν: καὶ βασιλεία τρίτη· ἥτις ἐστὶν ὁ χαλκὸς· ἣ κυριεύσει πάσης τῆς γῆς: τὴν μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς ἀλέξανδρος ὁ φιλίππου ἐν δώδεκα ἔτεσι· πάντας ὑποτάξας ἀνθρώπους ἀνούς : καὶ βασιλεία τετάρτη· ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος λε πτύνει· καὶ δαμάζει πάντα, οὕτω λεπτυνεῖ πάντα καὶ δαμάσει: τὴν ῥωμαικὴν λέγει βασιλείαν· ἰσχυροτάτην μὲν γενομένην· καὶ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἐθνῶν περιγενομένην· δασμὸν δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην· τὸ γὰρ λεπτυνεῖ, ἐπὶ τοῦτο τέθεικε· τὸ δὲ δαμάζειν ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας· καὶ τῆς ἐννόμου πο λιτείας: καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους· μέρος μέν τι σιδήρου· μέρος δέ τι ὀστράκου· βασιλεία ἄλλη διηρημένη ἔσται· καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῆ· ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμε μιγμένον τῶ ὀστράκω τῶ πηλίνω: ἄλλην οὐ κατὰ γένος εἶπεν· ἀλλὰ κατὰ τὴν ποιότητα τῆς δυνάμεως· εἰ γὰρ κατὰ γένος ἔλεγεν ἄλλην, εἶπεν ἂν αὐτὴν πέμπτην ὥσπερ εἴρηκε τρίτην καὶ τετάρτην· ἐπειδὴ δὲ ἀσθενέστερα οἶδε τὰς σιδηρᾶς βασιλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν. καὶ μάλα εἰκότως· σφόδρα γὰρ αὐτὴν ἰσχυροτάτην ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα· ἀλλ’ ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς ἀσθενῆ παντελῶς γενήσεσθαι λέγει· ἀπὸ γὰρ τῆς ῥίζης φησὶ τοῦ σι δήρου ἔσται ἐν αὐτῆ ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω: καὶ οἱ δάκτυλοι τῶν ποδῶν· μέρος μέν τι σιδηροῦν· μέρος δέ τι ὀστράκου: τοῦτο δὲ οὐδὲ τῆς ἡμετέρας ἑρ μηνείας προσδεῖται· αὐτὸς γὰρ ὁ προφήτης ἑρμηνεύων φησί: μέρος τί τῆς βασιλείας ἔσται ἰσχυρόν· καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον· τούτοις ἐπάγει· καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω· συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ανων : τοῦτο δὲ μάλιστα δείκνυσιν· οὐχ ὡς ἑτέρα αὕτη ἡ βασιλεία παρὰ τὸν σίδηρον· ἀλλ’ αὐτὴ ἀσθενέστερον διακειμένη· καὶ μέρος μέν τι αὐτῆς ἰσχυρὸν· μέρος δέ τι ἀσθενὲς· συγγενείας δὲ ὅμως δεσμὸς· συνάψει τὴν ἀσθενῆ μοῖραν τῆ ἰσχυρᾶ· τὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων τοῦτο δηλοῖ· ἐπι μιξία φησὶ τίς ἔσται καὶ ἐπιγαμία τούτων κἀκείνων· ἀλλ’ ὅμως ἡ διχό νοια, τὰ τῆς συγγενείας δίκαια διαφθερεῖ· οὐκ ἔσονται γάρ φησι προσ κολλώμενοι οὗτος μετὰ τούτου· καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται τῶ ὀστράκω· ἡμεῖς μὲν οὕτω τοῦ μακαρίου δανιὴλ τὴν ἑρμηνείαν νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων· τὰς δόξας εἰς μέσον παραγαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθήσεται· τοίνυν τινὲς τῶν συγγραφέων· τὴν τετάρτην βασιλείαν· τουτέστι τὸν σίδηρον, ἀλέξανδρον ἔφασαν εἶναι τὸν μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δα κτύλους τῶν ποδῶν· ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους· τοὺς μετ’ αὐτὸν βασιλεύσαντας μακεδόνας· πτολεμαίους· καὶ σελεύκους· καὶ ἀντιόχους· καὶ δημητρίους· τοὺς μὲν, ἀσθενῶς· τοὺς δὲ, λίαν ἀνδρικῶς κρατήσαντας· καὶ ἐπιγαμίαν δὲ ποιησαμένους· καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγγένειαν· ἔδει δὲ αὐτοὺς συνιδεῖν· πρῶτον μὲν· ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν ἔφη εἶναι τὸν ναβουχοδο νόσορ· τουτέστι τὴν τῶν βαβυλωνίων· εἴτουν ἀσσυρίων βασιλείαν· διε δέξατο δὲ αὐτὴν ἡ περσῶν καὶ μήδων βασιλεία· κατὰ ταυτὸν γὰρ ὁ κύρος ἐξ ἑκατέρου ἔθνους ἦν ὁρμώμενος· καὶ τούτων κἀκείνων κρατῶν· τῶν βαβυλωνίων γὰρ καταλύσας τὴν βασιλείαν, ἐκράτυνε τῶν περσῶν· τὴν δὲ περσῶν δευτέραν οὖσαν, ἀλέξανδρος ὁ μακεδὼν καταλύει· καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ κυριεῦσαι πάσης τῆς γῆς· ταύτην δὲ τὴν βασι λείαν, τρίτην ὠνόμασεν· οὐδεμία δὲ αὐτὴν ἑτέρα, ἀλλ’ ἡ τῶν ῥωμαίων διεδέξατο· ἔδει τοιγαροῦν πρῶτον αὐτοὺς· ἐκ τοῦ ἀριθμοῦ καὶ τῶν πα ραδηλωθέντων πραγμάτων συνιέναι καὶ μαθεῖν· ὡς τρίτη ἐστὶν ἡ τῶν μακεδόνων βασιλεία· τουτέστιν ὁ χαλκός· τετάρτη δὲ ἡ ῥωμαίων· τουτέστιν ὁ σίδηρος· εἰ δὲ καὶ ὅλως σαφέστερα αὐτοῖς ἔδοξαν εἶναι ἐκεῖνα, ἀπὸ γοῦν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόρρησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον, τέλος ἐπήγαγε: καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων: τουτέστι τοῦ ὀστράκου καὶ τοῦ σιδήρου τὴν ἐπιμιξίαν ἐχόντων· καὶ τὴν μὲν ἀλλήλων συγγένειαν ἀσπασαμένων· ὁμόνοιαν δὲ ἐκ τῆς συγγενείας ἐσχηκότων: ἀναστήσει ὁ θεὸς θς τοῦ οὐρανοῦ ουνου βασιλείαν· ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ λαῶ ἑτέρω οὐχ ὑπολhφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ αναστήσεται εἰς τοὺς αἰῶνας· ὂν τρόπον εἶδες ὅτι ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν· καὶ ἐλέπτυνε τὸν ὄστρακον καὶ τὸν σίδηρον· τὸν χαλκὸν· τὸν ἄργυρον· τὸν χρυσόν: ταῦτα δὲ ἄντικρυς δείκνυσι τῶν μὲν παρόντων πραγ μάτων τὸ τέλος· τῆς δὲ τῶν οὐρανῶν ουνων βασιλείας τὸ ἀτελεύτητον· τῆς δὲ σιδηρᾶς βασιλείας ἀσθενέστερον διατεθείσης· καὶ τοῦ ὀστράκου τὴν ἐπιμιξίαν λαβούσης, φανήσεται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν· καὶ λεπτυνεῖ τὸν ὄστρακον· τὸν σίδηρον· τὸν χαλκὸν· τὸν ἄργυρον· τὸν χρυσὸν· καὶ φροῦδα ποιήσει παντελῶς· καὶ ἀδιάδοχον· καὶ αἰώνιον· καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει· εἰς γὰρ τοὺς αἰῶνας φησὶν οὐ διαφθαρήσεται· καὶ λαῶ ἑτέρω οὐχ ὑπολειφθήσεται· καὶ λε πτυνεῖ καὶ δαμάσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας· εἰ δέ τις ζυγομαχεῖ· καὶ ταῦτ’ ἔχειν οὕτως οὐ βούλεται, δειξάτω τί τῶν ἀνθρωπίνων ανινων αἰώνιον· ποία δὲ τῶν ἀνθρώπων ανων βασιλεία τέλος οὐ λήψεται· εὔηθες γὰρ καὶ λίαν ἀνόητον· συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος· βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύτητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ· διὰ τούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ θεοῦ θυ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι· οὐκ ἄρα τὴν μακεδονικὴν βασιλείαν ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκείνης κρατούσης ὁ παρὼν βίος ἐδέξατο τέλος· ἀλλ’ ἡ ῥωμαικὴ τὴν μακεδονικὴν καταλύσασα, κατέχει τῆς οἰκουμένης τοὺς οἴακας· εἰ δέ φασι τὴν προτέραν τοῦ κυρίου κύ παρουσίαν διὰ τούτων τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν καταλυθεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν εὐθὺς· μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν· πᾶν γὰρ τοὐναντίον ἔστιν ἰδεῖν κρατυνθεῖσαν αὐτὴν, ἀλλ’ οὐ καταλυθεῖσαν· ἅμα τῆ τοῦ σωτῆρος σρς γεννήσει· αὐγούστου γὰρ βασιλεύοντος, ὁ δεσποτικὸς ἐγέ νετο τόκος· ὂς δεύτερος μὲν ἐβασίλευσε· πάντας δὲ ὡς ἔπος εἰπεῖν ἀνθρώπους ανους , ὑπηκόους ἐποιήσατο· ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν· καὶ δασμὸν φέρειν ἐνομοθέτησεν· ὑπ’ ἐκείνου δὲ ἡ ῥωμαίων κρατυνθεῖσα βασιλεία, μέχρι καὶ νῦν διήρ κεσεν· οὐκ οὖν ἡ προτέρα γέννησις τοῦ κυρίου κυ . τὴν προτέραν ἡγεμονίαν οὐ κατέλυσε· λείπεται τοίνυν αὐτοῦ δευτέραν ἐννοεῖν ἐπιφάνειαν· ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν· γενόμενος εἰς ὄρος μέγα καὶ τὴν οἰκουμένην καλύψας, οὗτος ἐν τῆ δευτέρα παρουσία πα τάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους· τουτέστιν· ἐν αὐτῶ τῶ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας· ἀσθενοῦς ἤδη γεγενημένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας· καὶ λήθη τινὶ παραδώσει· τὴν δὲ αἰωνίαν αὑτοῦ βασιλείαν, τοῖς ἀξίοις αὐτοῦ παρέξει· ταῦθ’ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ, ἀναγκαίως ἐπήγαγεν: ὁ θεὸς θς ὁ μέγας ἐγνώρισε τῶ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον· καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ: ἄξιον δὲ θαυμάσαι τὴν τοῦ θεοῦ θυ τῶν ὅλων περὶ πάντας τοὺς ἀνθρώπους ανους κηδεμονίαν· οὐδὲ γὰρ τοὺς δυσσεβεία συζῶντας τῆς οἰκείας προμηθείας γυμνοῖ· ἀλλὰ καὶ τούτοις ἁπάσης ἐπιμελείας ἀξιοῖ· ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θηριώδη καὶ δυσσεβῆ οὐ καταλέλοιπεν ἀτημέλητον· ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύ ψεων τῆς εὐκληρίας τοῦ παρόντος βίου, δείκνυσιν αὐτῶ τὸ ἐπίκηρον· καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύρροπον· καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης ανινης εὐημερίας· ἀλλὰ δίκην ἀνθῶν ἐαρινῶν μαραίνεται καὶ σβέννυται· ἱκανὰ δὲ ταῦτα ἦν· τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρὺν καταλύσαι· καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα ανινα · καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασιλείας τὸ τέλος· πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν· ἔπειτα τῆ λήθη τοῦ ἐνυπνίου ἐλέγχει. τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν· δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν· καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας, τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ· καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας· μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν· τοὺς ἁγίους αὐτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει· καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει: τότε γάρ φησιν ὁ βασιλεὺς ναβουχοδονόσορ ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶ δανιὴλ προσεκύνησε· καὶ μαναὰ καὶ εὐωδίαν εἶπε σπεῖσαι αὐτῶ: ἐνθυμήθητι ἡλίκον ἐστὶν· ἐκεῖνον τὸν ἀλαζόνα· τὸν μεμηνότα· τὸν καὶ θε ὸν ἑαυτὸν εἶναι νομίσαντα· δι’ ἑτέρου γὰρ προ φήτου ὁ θεὸς θς φησὶν πρὸς αὐτόν· σὺ δὲ εἶ ἄνθρωπος ανος καὶ οὐ θε ὸς · τὸν πάντας ἀνθρώπους ἀνους ὑπηκόους ποιησάμενον, τὸν αἰχμάλωτον προσκυνεῖν· τὸν ἰουδαῖον· τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα· καὶ ἡγεῖσθαι διὰ τούτου, τὸν τούτου προσκυνεῖν θεόν θν · τούτου γὰρ χάριν φησὶν εἶπε μαναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῶ· τουτέστι λιβανωτὸν καὶ θυμίαμα προσενε χθῆναι αὐτῶ ἐνετείλατο· αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρεγγύησεν· ὁ γὰρ προσκυνήσας, πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει· εἴπερ ἱερατεύειν εἰώθει· ἐπειδὴ δὲ τοῦτο οὐ πάντως ἁρμόττον ἦν· αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν· ἃ μηδὲν προσῆκον ἦν· τοῖς δὲ ποιεῖν εἰωθόσι, τοῦτο ποιῆσαι παρα κελεύεται· καὶ ἵνα μὴ δόξη μάτην ἄνθρωπον ἄνον προσκυνεῖν λέγει τῶ δανιήλ: ἐπ᾿ ἀληθείας ὁ θεὸς θς ὑμῶν· οὗτός ἐστι θεὸς θς θεῶν· καὶ κύριος κς τῶν βασιλέων· καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο: τοσαύτη ἐκ τῆς τοῦ ἐνυπνίου λήθης ὠφέλειαν αὐτῶ τῶν ὅλων ὁ πρύ τανις προσενήνοχε· πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν· ἔπειτα μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προσκυνουμένων θεῶν τὴν ἀσθένειαν· πρὸς τούτοις ἐδιδάχθη τοῦ ὄντως θεοῦ θυ τὴν ἐνέργειαν· oὗ χάριν βοᾶ· ἐπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν οὗτός ἐστι θεὸς θς θεῶν· καὶ κύριος κς βασιλέων· καὶ ἀπο καλύπτων μυστήρια· θεὸν θν δὲ θεῶν προσαγορεύει· οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεία γραφὴ τοὺς ἱερωσύνης ἠξιωμένους ὀνομάζει θεούς· θεοὺς γάρ φησιν, οὐ κακολογήσεις· καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδυνήθη τὸ παντελῶς αὐτῶν ἀσθενὲς συνιδεῖν· μεμά θηκε δὲ ὅμως τὸ διάφορον· διὸ θεὸν θν τῶν θεῶν τὸν τῶν ὅλων προσαγο ρεύει θεὸν θν καὶ κύριον κν τῶν βασιλέων· ταῦθ’ οὕτως ὁμολογήσας, ἐμεγάλυνε τὸν δανιὴλ· καὶ δώματα πολλὰ καὶ μεγάλα ἔδωκεν αὐτῶ· καὶ κα τέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος· καὶ ἄρχοντα σατραπῶν· καὶ ἐπὶ πάντας τοὺς σοφοὺς βαβυλῶνος: καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον· μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις τὴν ὠφέλειαν, τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης· καὶ συντομώτερον ὁ μακάριος δαβὶδ δαδ · τὰ κατ’ αὐτὸν διηγούμενος· καὶ τὴν θείαν πρόνοιαν ἀνημνῶν φησίν· ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον ανον · εἰς δοῦλον ἐπράθη ἰωσήφ· εἶτα τὰ συμβεβηκότα αὐτῶ δυσχερῆ καταλέξας· καὶ τῆς εἱρκτῆς· καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπήγαγεν· ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν· ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτὸν· κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ· καὶ ἄρχοντα πάσης τῆς κτίσεως αὐτοῦ· τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν· καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σο φίσαι· οὔτω καὶ ἐνταῦθα πεποίηκε τῶν ὅλων ὁ πρύτανις· ἄρχοντα γὰρ σατραπῶν· καὶ τῶν σοφῶν βαβυλῶνος, τὸν τρισμακάριον δα νιὴλ καταστήσας ἀρχέτυπον αὐτὸν εὐσεβείας καὶ τῆς ἄλλης προὔ θηκεν ἀρετῆς· ἀλλ’ ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης· ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς, κοινωνοὺς ἔλαβε τῆς τιμῆς: ἠ.τήσατο γάρ φησι παρὰ τοῦ βασιλέως· καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα βαβυλῶνος τὸν σεδρὰχ· μισὰχ· καὶ ἀβδε ναγώ· καὶ δανιὴλ ἐν τῆ αὐλῆ τοῦ βασιλέως: συμβαίνει καὶ ταῦτα τῆ τοῦ ἀποστόλου διδασκαλία· νῦν γάρ φησι μένει πίστις· ἐλπὶς· ἀγάπη· τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἡ ἀγάπη· καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης· ἠγάπησε μὲν τὸν θεὸν θν . ἐξ ὅλης καρδίας· καὶ ἐξ ὅλης ψυχῆς· καὶ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως· ἀγαπήσας δὲ θερμῶς, ἐπίστευσεν εἰλικρινῶς· εἰλικρινῶς δὲ πιστεύσας, ἤλπισε τῆς παρ’ αὐτοῦ τεύξεσθαι βοηθείας· τυχὼν δὲ ὧν καὶ ἤλπισεν, ἔδειξε τὴν περὶ τὸν πέλας ἀγάπην· καὶ κοινωνοὺς τοὺς ὁμοφύλους ὧν ἔλαβεν ἐποιήσατο· ὅσα δὲ ἐγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρα κλήσεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν· ἐν χριστῶ χω ἰησοῦ ιυ μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν: