⁘ λόγος ι : ἐ ν ἔτει τρίτω κύρου τοῦ βασιλέως περσῶν· λόγος ἀπεκαλύφθη τῶ δανιὴλ οὗ τὸ ὄνομα ἐπεκλήθη βαλτάσαρ: τισὶ δοκεῖ τὸν χρόνον ἐσφάλθαι· ἀντὶ τοῦ καὶ ἐν ἔτει πρώτω τρίτω θεῖναι· τὸν ἐξ ἀρχῆς τὴν βίβλον γράψαντα· τούτου τεκμήριον δὲ ἐκ τοῦ τὸν μακάριον εἰπεῖν δανιὴλ εὐθὺς μετὰ τὴν ἀρχὴν τῆς προφητείας· καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· εἰ γὰρ μέχρι τοῦ πρώτου ἔτους μόνον τῆς κύρου βασιλείας· διήρκεσέ φησιν ὁ προφήτ’· πῶς ἐν τῶ τρίτω ἔτει τὴν ἀποκάλυψιν βλέπει· ἐγὼ δὲ ἡγοῦμαι, οὐ ρητὸν χρόνον τὸ πρότερον σημαίνειν· οὐδὲ τῶ πρώτω ἔτει τῆς κύρου βα σιλείας· τὴν τοῦ μακαρίου δανιὴλ περιορίσαι ζωήν· οὐδὲ γὰρ εἶπεν ἕως πρώτου ἔτους κύρου τοῦ βασιλέως· ἀλλ’ ἕως ἔτους ἑνός· βούλεταί γε ὡς ἔμοιγε δοκεῖ· διδάξαι τοὺς ἐν τάχει τυγχάνοντας τῆ προφητικῆ συγγραφῆ· ὅτι δὴ καὶ μέχρι κύρου τοῦ βασιλέως περσῶν διήρκεσεν· ὃς καὶ τῶν δοριαλώτων ἰουδαίων τοὺς βουλομένους ἐλευθέρους ἀπο φήνας, προσέταξεν εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν· καὶ τὸν θεῖον ἀνεγεῖραινεών· τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει καὶ ὁ ἅγιος ἄγγελος τῶ δανιὴλ μετὰ βραχέα διαλεγόμενος· φησὶ γάρ· καὶ ἐγένετο ἐν ἔτει πρώτω τοῦ κύρου, ἔστην εἰς κράτος καὶ ἰσχύν· ἀντὶ τοῦ εὐθὺς τοῦ κύρου βασιλεύσαντος, πάντα πραγματευόμενος διετέλουν· ὥστε τῆς αἰχμαλωσίας τὸν λαὸν ἀπαλλάξαι· καὶ ἐν τῶ τέλει δὲ τοῦ βιβλίου· παρέλαβέ φησι κύρος ὁ πέρσης τὴν βασιλείαν· καὶ ἦν δανιὴλ συμ βιωτὴς τοῦ βασιλέως· καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ· ὥστε πάντοθεν δείκνυσθαι τοῦ τρίτου ἔτους τὸν ἀριθμόν· ἐν τῶ τρίτω τοίνυν ἔτει τῆς κύρου βασιλείας· λόγος ἀπεκαλύφθη τῶ δανιὴλ· οὗ τὸ ὄνομα βαλτάσαρ: καὶ ἀληθινὸς ὁ λόγος· καὶ ἡ δύναμις μεγάλη· καὶ σύνεσις ἐδόθη αὐτῶ ἐν τῆ ὀπτασία: εἰκότως δὲ λόγον καὶ ὀπτασίαν καλεῖ· ἐθεάσατο μὲν γὰρ ἀγγέλους ἁγίους· ἤκουσε δὲ αὐτῶν διαλεγομένων· καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσό μενα· λέγει δὲ ἀληθῆ εἶναι τὸν λόγον· ὥστε ἀνενδοιάστως τὰ ῥη θησόμενα δέξασθαι: ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· ἄρτον ἐπιθυμιῶν οὐκ ἔ φαγον· καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου· καὶ ἄλειμα οὐκ ἠλειψάμην· ἕως τριῶν ἑβδομάδων ἡμερῶν: ἀναγκαῖον ζητῆσαι τὴν τοῦ πένθους αἰτίαν· ἀσαφῶς γὰρ αὐτὴν ἡ προφητεῖα διδάσκει· πρῶτον μὲν γὰρ· οὐδὲ ὑπέκειτο τῆς ἀθυμίας ἀφορμή· ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλ άνθρωπος ανος καὶ τὰ θεῖα τιμῶν· καὶ τοῦ δανιὴλ τὴν φιλίαν περι πολλοῦ ποι ούμενος· καὶ ὁ λαὸς εἰρήνης πολλῆς διὰ τὴν τοῦ βασιλέως ἀπή λαυσεν ἡπιότητα· μᾶλλον δὲ εἴ τις προσέχειν ἐθελήσειε· τῆ τε τοῦ μακαρίου ἱερεμίου προφητεία· καὶ τῆ τῶν παραλειπομένων ἱστορία· καὶ τῆ τοῦ ἔσδρα συγγραφῆ, εὑρίσκει τὸν κύρον ἐν τῶ πρώτω ἔτει τῆς βασιλείας· ἅπασι τοῖς βουλομένοις τῶν ἰου δαίων παρεγγυήσαντα· τὴν ἐνεγκοῦσαν καταλαβεῖν καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν· ὥστε πανταχόθεν θυμηδίας ἔχειν ἀφορμὰς τὸν προφήτην· ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς τούτων ἕκαστον ἐξετάσειεν, αὐτὰ ταῦτα εὑρήσει αἴτια τῆς τοῦ δανιὴλ ἀχθηδόνος· τοῦ γὰρ βα σιλέως ἐπιτρέψαντος ἅπασι τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον· οἱ μὲν πλείους οἰκίας ἐν βαβυλῶνι δειμάμενοι· καὶ ἁγροὺς κεκτημένοι· καὶ τούτων τῶ δεσμῶ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλαντο· μόνοι δὲ οἱ τῆς εὐσεβείας ἐρασταὶ καὶ τῶν πατρώων νόμων φύλακες· τῶν ἐν βαβυλῶνι κτημάτων καταφρονήσαντες, τὴν τῆς πατρίδ’ ἐρημίαν· καὶ αὐτῆς τῆς βασιλείας προυτίμησαν· τοῦτο τοίνυν τῶ μακαρίω δανιὴλ μέγιστον εἰργάσατο πένθος· τῆς τε γὰρ θείας ἐπαγγελίας τὸ ἀψευδὲς ὁρῶν· καὶ τοῦ βασιλέως τὸ ἥμερον καὶ φι λάνθρωπον· καὶ τοῦ λαοῦ τὸ δυσπειθὲς καὶ δυσήνιον, σφόδρα τὴν ψυχὴν ἐτρύχετο· καὶ πενθῶν καὶ θρηνῶν διετέλει· ζητήσειε δ’ ἄν τις εἰκότως· τί δήποτε τῶν ἄλλων ἕνεκεν ὡς ἐραθυμηκότων· καὶ τῆς ἐπανόδου καταπεφρονηκότων· θρηνῶν καὶ ὀλοφυρόμενος αὐτὸς οὐκ ἐπανῆλθεν εἰς τὴν πατρίδα· εὑρήσει δὲ τὴν λύσιν αὐτῆς τῆς αἰχμαλωσίας τὴν αἰτίαν σκοπούμενος· ὥσπερ γὰρ οὐ διὰ τὰς οἰ κείας πλημμελείας· εἴασεν αὐτὸν ὁ τῶν ὅλων θεὸς θς δοριάλωτον γενέσθαι· ἀλλὰ τῆς τοῦ λαοῦ προμηθούμενος ὠφελείας· καὶ οἷόν τινα κηδεμόνα καὶ διδάσκαλον αὐτοῖς συμπέμπων, οὕτω καὶ ἐν τῶ τῆς ἐπανόδου καιρῶ τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν βαβυ λῶνι στερξάντων, πάλιν ὁ θεῖος προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται· ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς πνικῆς κηδεμονίας γενόμενοι· εἰς ἀσέβειαν παντελῶς ἐξωκείλωσι· τούτου χάριν· βασιλέως τὴν εὐσέβειαν τιμῶντος· τοῦ τηνικάδε κρατοῦντος καὶ πᾶσαν αὐτῶ θεραπείαν προσφέροντος· καὶ τῶν ἄλλων προτιθέντος ἁπάντων· οὐδὲ μίαν ὁ μακάριος δανιὴλ λαμβάνει παραψυχήν· ἀλλ’ ἀνιᾶ· καὶ λίαν αὐτὸν ἀλγύνει, τοῦ λαοῦ τὸ δυσπειθὲς· καὶ ἡ τῆς ἁγίας πόλεως λήθη· οὗ χάριν καὶ τρεῖς ἑβδομάδας ἡμερῶν, ἄσιτος διετέλεσεν· ἄρτον γάρ φησιν ἐπιθυμιῶν οὐκ ἔφαγον· καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῶ στόματί μου· καὶ ἄλειμα οὐκ ἠλει ψάμην· ἕως τριῶν ἑβδομάδων ἡμερῶν· οὐδὲ μίαν γάρ φησιν ἐπι μέλειαν· ἐν ἁπάσαις ταύταις ταῖς ἡμέραις τῶ σώματί μου προ σενήνοχα· οὐκ ἀλοιφὴν ἔξωθεν· οὐ τροφὴν ἔνδοθεν· καλῶς δὲ καὶ μάλα προσφόρως οὐκ ἐπὶ τῶν κρεῶν· ἀλλ’ ἐπὶ τοῦ ἄρτου τὸ τῶν ἐπιθυμιῶν τέθεικεν· ὁ γὰρ ἄρτος, ἀναγκαία πάντων τροφή· κρεῶν δὲ ἀπολαύουσιν, οἱ εὐπορώτεροι· ἄρτου δὲ πρὸς τοῖς εὐπορωτέροις καὶ οἱ πενέστεροι· διατοῦτο τὸν ἄρτον ἐπιθυμιῶν προσηγόρευσεν ὡς καὶ κοινὴν ὄντα τροφὴν καὶ πάσης τροφῆς ἐρασμιώτατον: καὶ ἐν ἡμέρα εἰκάδι τετάρτη τοῦ μηνὸς τοῦ πρώτου· ἐν τῶ τρίτ’ ἔτει ἐγὼ ἤμη ν ἐχόμενος· τοῦ ποταμοῦ τοῦ μεγάλου αὐτός ἐστι τίγρ η ϊ ς: ἐπισημήνασθαι δεῖ καὶ τὸν μῆνα· καὶ τὰς τῆς νηστείας ἡμέρας εἰς ἔλεγχον τῆς ἰουδαίων παρανομίας· τῆ γὰρ τεσσαρεσκαιδεκάτη τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος ἐπιτελεῖν τὸ πάσχα· ὁ μακάριος δανιὴλ μέχρι τῆς τετάρτης καὶ εἰκάδος ἄσιτος διετέλει· εἰ δὲ εἴποιεν ἰουδαῖοι· ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον· ἅτε δὴ ἄρτους ἀζύμους ἐσθίων· πρῶτον μὲν τὴν οἰκείαν ἄνοιαν καὶ διὰ τούτων ἐλέγξουσιν· ἄρτος γὰρ καλεῖται καὶ ὁ ζυμίτης καὶ ὁ ἄζυμος· ἔπειτα δὲ τὰ ἐπαγόμενα· ἄντικρυς αὐτῶν ἐμφράττει τὸ ἀναίσχυντον στόμα· κρέας γάρ φησι καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου· εἰ δὲ κρεῶν οὐ μετέλαβε, πῶς τὸ πάσχα ἐπετέλει· τὸ γὰρ πάσχα οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμνὸς ἄρσην· ἐνιαύσιος· πρὸς ἑσπέραν θυόμενος καὶ ὀπτώμενος· ὁ τοίνυν κρεῶν μὴ μεταλαβὼν, πῶς τὸ πάσχα ἐπετέλει· οὐκ οὖν οὐκ ἐτέλεσε τὸ πάσχα τῶ νόμω πειθόμενος· ὃς διαρρήδην παρακελεύεται τὰς τρεῖς ἐπιτελεῖν ἑορτὰς· εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος κς ὁ θεὸς θς · ἐναργῶς τοίνυν παρανομοῦσιν ταῦτα οἱ ἰουδαῖοι· ταύτας ἐν τῆ ξένη τολμῶντες ἐπιτελεῖν· ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν: τῆ τε τάρτη φησὶ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐν τῶ τρίτω ἔτει· ἐγὼ ἤμην ἐχόμενος τοῦ ποταμοῦ τοῦ μεγάλου· καὶ αὐτός ἐστι τίγρ η ϊ ς: πάλιν καὶ ἐντεῦθεν διδασκόμεθα ὡς οὐκ έσφαλται ὁ χρόνος· καὶ γὰρ ἐνταῦθα τῶ τρίτω ἔτει· ἀλλ’ οὐ τῶ πρώτω ἔφη τὴν ὀπτασίαν ἑ ωρακέναι: καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδὴμ· καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίω ὀφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσεῖς: βαδιεὶμ δὲ τῆ ἑλλάδι φωνῆ τὰ βύσσινα σημαίνεται· λέγει τοίνυν· τὸ μὲν ἔνδυμα τοῦ ὀφθέντος, βύσσινον τεθεᾶσθαι· τὴν δὲ ζώνην ἐκ χρυσίου ὀφάζ· τουτέστι χρυσίου λαμπροτάτου καὶ καθαρωτάτου· τὸ δὲ σῶμα αὐτοῦ ὡσεὶ θαρσεῖς· ἀντὶ τοῦ ἐώκει τῶ δοκιμωτάτω χρυσίω τῶ ἐκ θαρσεῖς προσφερομένω· καὶ γὰρ τῶ σολομῶντι ἐκεῖθεν τὸ ἄνεφθον ἐκομίζετο χρυσίον: καὶ τὸ πρόσωπον δὲ αὐτοῦ ὡς εἶδος ἀστραπῆς: αἴγλη φησὶ φωτοειδὴς ἐκ τοῦ προσώπου ἐ φέρετο: καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς· καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ στίλβοντος· καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡσεὶ φωνὴ ὄχλου: εἶχε δέ φησι καὶ τοὺς ὀφθαλμοὺς πῦρ ἀφιέντας· τοὺς δὲ βραχίονας τῶ καλ λίστω χαλκῶ ἐοικότας· ἔδοξε δὲ πλήθους ἀκούειν διαλεγομένου πολλοῦ: καὶ εἶδον ἐγὼ δανιὴλ μόνος τὴν ὀπτασίαν· καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν· ἀλλ’ ἢ ἔκστασις μεγάλη ἐπέ πεσεν ἐπ’ αὐτοὺς καὶ ἔφυγον ἐν φόβω: ἀλλ’ ἴσως ἄν τις εἴποι· καὶ τί δήποτε ἔφυγον τὴν ὀπτασίαν μὴ θεασάμενοι· ἀλλ’ εἰκὸς τοῦτο πλέον αὐτοῖς ἐνεργάσασθαι τὸ δέος· μηδένα γὰρ θεώμενοι· καὶ φωνῆς μεγίστης ἀκούοντες, εἰκότως ἐκδειματωθέντες ἀπέδρασαν· ἔκστασιν δὲ ἐνταῦθα καλεῖ· οὐ τὴν δειλίαν μόνην· ἀλλὰ καὶ τὴν ἀο ρασίαν· ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ μακαρίου παύλου γεγενη μένοις, κατὰ τὴν ὁδὸν τὴν πλησιάζουσαν τῶ δαμασκῶ· καὶ γὰρ ἐκεῖ αὐτὸς μὲν εἶδε περιαστράψαν αὐτῶ φῶς· οἱ δὲ συνόντες αὐτῶ ἐθεάσαντο μὲν οὐδὲν μόνης ἀκούσαντες τῆς φωνῆς· μένει δὲ μόνος αὐτός· ἐγὼ γάρ φησιν ὑπελείφθην μόνος: καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην· καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς· καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθορὰν καὶ οὐκ ἐκράτησα ἰσχύος: τοσοῦτον γάρ μοι ἐπέπεσε δέος ἀπ’ ἐκείνης τῆς θεωρίας, ὡς δια λυθῆναί μου τῶν ἄρθρων τὴν ἁρμονίαν· ἀμειφθῆναι δὲ τῆς τοῦ σώματος ἐπιφανείας τὸ χρῶμα· πάσης δὲ ἰσχύος ἔρημόν με γε νέσθαι: καὶ ἤκουσά φησι τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῶ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου· καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν: παραυτίκα γάρ φησι τῆς μεγίστης ἐκείνης ἀκούσας φωνῆς· ἔπεσον μὲν πρηνὴς· ἰδεῖν δὲ μὴ δυνά μενος τὴν φρικώδη θεωρίαν, εἰς τὴν γῆν μου τὸ πρόσωπον τέ θεικα: καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου· καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μ’· καὶ ἐπὶ τὰ ἴχνη τῶν χειρῶν μου· οὕτω φησὶ διακείμενος ἠσθα νόμην οἷόν τινος χειρὸς ἁπτομένης μου καὶ ἀνορθούσης· ἐγὼ δὲ τοῖς τε γόνασι καὶ ταῖς χερσὶ χρώμενος· διέλυσε γάρ με τὸ δέος, ἐπειρώμην ἀνίστασθαι: ὁ δὲ εἶπε πρός με· δανιὴλ ἄνερ ἐπι θυμιῶν· σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σέ· καὶ στῆθι ἐν τῆ στάσει σου· ὅτι νῦν ἀπεστάλην πρὸς σέ: πρόσεχε φησὶν ἀκριβῶς τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· καὶ τὸ δέος ἀποθέμενος, μετὰ συνέσεως ἄκουε τῶν ῥηθησομένων· ταῦτα γὰρ ἀπεστάλην διδάξαί σε· ἐπειδὴ τῶν μὲν τοῦ σώματος ἐπιθυμιῶν κρείττων ἐφάνης· ἐραστὴς δὲ ἐγένου τῶν θείων· καὶ φιλοστόργως δὲ περὶ τὸν λαὸν διακείμενος· τὰ τούτω συμβησόμενα μαθεῖν ἐπεθύμησας· καλεῖ αὐτὸν, οὐ βαλτάσαρ· ἀλλὰ δανιήλ· τὸ μὲν γὰρ ἦν χαλδαίων· τὸ δὲ ἑβραίων ὄνομα· καὶ τὸ μὲν ὑπὸ εὐσεβῶν ἐτέθη· τὸ δὲ ὑπὸ δυσσεβῶν προσετέθη· σημαίνει δὲ τὸ δανιὴλ· τῆ ἑλλάδι φωνῆ κρίσιν θεοῦ θυ · ὡς εἶναι αὐτὸν καὶ φερώνυμον· καὶ δι’ αὐτῶν κηρύττειν τῶν πραγμάτων· ὡς ὀρθῆ καὶ δικαίαι κρίσει χρώμενος ὁ θεὸς θς , τῆς προφητικῆς αὐτὸν ἠξίωσε χάριτος· καὶ τὰ πολλαῖς ὕστερον γενεαῖς ἐσόμενα, δῆλα πεποίηκε: καὶ ἐν τῶ λαλῆσαι πρός με αὐτὸν τὸν λόγον· ἀνέστην ἔντρομος: ἤρκεσε μὲν γὰρ ὁ λόγος ἀναστῆσαί με· παντελῶς δὲ τὸ δέος οὐκ ἀπεθέμην: καὶ εἶπε πρός με· μὴ φοβοῦ δανιὴλ ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας· ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι· καὶ κακωθῆναι ἐναντίον κυρίου κυ τοῦ θεοῦ θυ σου, ἠκούσθησαν οἱ λόγοι σου· καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου: ἐντεῦθεν διδασκόμεθα ὅσον ἡμᾶς ἡ αὐθαίρετος ὀνίνησι κάκωσις· καὶ γὰρ ὁ μακάριος δανιὴλ· κακώσας ἑαυτὸν τῆ αὐθαιρέτω νηστεία καὶ τὸν κύριον κν ἐκζητήσας, παραυτίκα πέπεικε· καὶ ὧν ἐπεπόθησεν ἔτυχε· τοῦτο γὰρ καὶ ὁ ὀφθεὶς αὐτῶ δῆλον ποιεῖ· ἀπὸ γὰρ τῆς πρώτης ἡμέρας φησὶν ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακωθῆναι ἐναντίον κυρίου κυ τοῦ θεοῦ θυ σου, ἠκούσθησαν οἱ λόγοι σου· τεκμήριον δὲ τοῦτο μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν· ἐγὼ γὰρ ἦλθον φησιν ἐν τοῖς λόγοις σου· ἀντὶ τοῦ διὰ τοὺς λόγους σου· καὶ δι’ ἣν προσενήνοχας δέησιν: καὶ ὁ ἄρχων φησὶ βασιλείας περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν: ἐν αὐτῆ φησὶ τῆ πρώτη ἡμέρα τῆς προ σευχῆς σου· δεχθείσης σου τῆς ἱκετείας, ἀπεστάλην πρὸς σέ· πάσας δὲ ταύτας τὰς ἡμέρας, διεκώλυέ μου τὴν πρὸς σὲ ἄφιξιν ὁ τῆς τῶν περσῶν βασιλείας ἄρχων: καὶ ἰδοὺ μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων· ἦλθε βοηθῆσαί μοι· καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως περσῶν: ταῦτα σαφέστερον ἡμᾶς διδά σκει ὁ μακάριος μωϋσῆς· ὅτε γάρ φησι διεμέριζεν ὁ ὕψιστος ἔθνη· ὡς διέσπειρεν υἱοὺς ἀδὰμ· ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων ἄγγελον θεοῦ θυ · καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶ· τοῖς ἀποστόλοις· ὁρᾶτε μὴ καταφρονήσητε· ἑνὸς τῶν μικρῶν τούτων· ὅτι οἱ ἄγγελοι αὐτῶν καθ’ ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός πρς μου τοῦ ἐν οὐρανοῖς οὐνοῖς · καὶ ἄλλα δὲ πολλὰ τοιαῦτά ἐστιν εὑρεῖν ἐν τῆ θεία γραφῆ· διδασκόμεθα τοίνυν ἐκ τούτων· ὡς τῶν ἀγγέλων μὲν ἕκαστος, τὴν ἑκάστου ἡμῶν ἐπιμέλειαν ἐγκεχείρισται εἰς τὸ φρουρεῖν καὶ φυλάττειν· οἱ δὲ ἀρ χάγγελοι τὰς τῶν ἐθνῶν ἐπιστασίας ἐνεπιστεύθησαν· ὡς ὁ μακάριος ἐδίδαξε μωϋσῆς· συμφωνεῖ δὲ τούτοις καὶ ὁ μακάριος δανιὴλ· λέγει γὰρ καὶ αὐτὸς τῆς βασιλείας περσῶν ἄρχοντα· καὶ πάλιν μετὰ βραχέα, ἄρχοντα τῶν ἑλλήνων· καὶ τὸν μιχαὴλ ἄρχοντα τοῦ ἰσραὴλ ἰὴλ ἀποκαλεῖ· τούτων τοίνυν ἐντεῦθέν τε κἀκεῖθεν δήλων γεγενη μένων, ζητητέον· τί δήποτε ὁ τῆς περσικῆς βασιλείας ἄρχων, ἐναντιοῦσθαι ἐδόκει· τῶ τὴν ὑπὲρ τοῦ λαοῦ ποιουμένω συνηγορίαν· ὅτι γὰρ παθῶν μέν ἐστι τῶν ἀγγέλων ἡ φύσις ἀμείνων· καὶ ἁγιωσύνης ἀνάπλεως, παντί που δῆλον· ὅτι δὲ καὶ τοῖς θείοις νεύμασιν ἀνενδοιάστως ἕπονται, καὶ τοῦτο πανταχόθεν ἐστὶ καταμαθεῖν· πῶς τοίνυν τῆ τῶν ἰσραηλιτῶν κηδεμονία ἐναντιοῦσθαι δοκεῖ τῆς περσῶν βασιλείας ὁ ἄρχων· ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοῆσαι θελήσειεν, εὑρήσει τῶν εἰρημένων τὸν νοῦν· ὅτε γὰρ περσῶν ἄρχων· καὶ ὁ τῶν ἑλλήνων ἄρχων· τουτέστιν οἱ τὴν τούτων φυλακήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι· ἀναγκαίως ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι· ὧν τὴν κηδεμονίαν εἶχον· καὶ τοῦ ἰσραὴλ ἰὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς ἀπολαύοντας βλέποντες προμηθείας· οὐ δὲ γὰρ ἤδεισαν τὸ μυστήριον τὸ ἀπο κεκρυμμένον τῶ θεῶ θω · τῶ τὰ πάντα κτίσαντι· μετὰ γὰρ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐνανθρώπησιν· ὡς ὁ μακάριος ἔφη παῦλος· ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος τοῦ θεοῦ θυ σοφία· τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες· καὶ τὴν πολλὴν τοῦ θεοῦ θυ περὶ τὸν ἰσραὴλ ἰὴλ ὁρῶντες πρόνοιαν· οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέραινον· θεώμενοι μάλιστα μετὰ νόμον καὶ προφήτας· καὶ τοσαύτην διδασκαλίαν τὲ καὶ κηδεμο νίαν· χεῖρους τῶν ὑπ’ αὐτῶν ποιμαινομένων διακειμένους· καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς· τοῦτο καὶ ὁ τῶ μακαρίω δα νιὴλ ὀφθεὶς ἄγγελος αἰνιττόμενος ἔλεγε· καὶ ὁ ἄρχων βασιλείας περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν· ἀντὶ τοῦ ταύτας ἁπάσας τὰς ἡμέρας πείθων αὐτὸν διετέλουν· ὡς δικαίως ταύτης οὗτοι ἀξιοῦνται τῆς προμηθείας· συνηγόρει δέ μοι καὶ ὁ μιχαὴλ· εἷς τῶν πρώτων ὑπάρχων ἀρχόντων· καὶ αὐτόν φησι κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως περσῶν: καὶ ἦλθον συνετίσαι σε· ὅσα ἀπαντήσεται τῶ λαῶ σου ἐπεσχάτων τῶν ἡ μερῶν· ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας: καὶ ἐμοῦ φησὶν ἀγομένου πρὸς σὲ· ἐπὶ τὸ σὲ προδιδάξαι τὰ μετὰ πολὺν χρόνον συμβη σόμενα τῶ λαῶ σου· ἔμεινεν ὁ μιχαὴλ τῶ ἄρχοντι βασιλέως περσῶν διαλεγόμενος· καὶ οὐχ ἁπλῶς εἶπε τῶ ἄρχοντι περσῶν· ἀλλὰ τῶ ἄρχοντι βασιλέως περσῶν· ἀντὶ τοῦ καὶ αὐτοῦ τοῦ βα σιλέως περσῶν ἄρχειν πεπιστευμένου: καὶ ἐν τῶ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ κατὰ τοὺς λόγους τούτους· ἔδωκα τὸ πρόσωπόν μου εἰς τὴν γῆν καὶ κατενύγην: ἀκούσας γὰρ ὅτι καὶ τῶν ἀγγέλων οἱ πρῶτοι δυσχεραίνουσι τὴν γενομένην εἰς τὸν λαὸν κηδεμονίαν· ἀθυμίας πάλιν ἀναπλισθεὶς συγκεκυφὼς εἱστήκειν· ἄνωβλέπειν οὐ δυνάμενος: καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἀνου ἥψατο τῶν χει λέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· καὶ εἶπον πρὸς τον ἑστῶτα ἐναντίον μου· κύριε κε ἐν τῆ ὁράσει σου ἐστράφη τὰ ἐντός μ’ ἐν ἐμοὶ· καὶ ἰδοὺ οὐκ ἔχω ἰσχὺν· καὶ πῶς δυνήσεται κύριε κε ὁ παῖς σου λαλῆσαι μετὰ τοῦ κυρίου κυ τούτου· καὶ ἐγὼ ἠσθένησα· καὶ ἀπο του νῦν οὐ στήσει ἐν ἐμοὶ ἰσχύς· καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί: θεασά μενός με φησὶ πάλιν ἀγωνίας ἀνάπλεων· οἷόν τινι ἀνθρωπεία χειρὶ τῶν χειλέων μου ἁψάμενος, ἐντέθεικέ μοι διαλέξεως δύναμιν· καὶ εἶπον αὐτῶ· ὅτι καὶ μόνη σου ἡ θεωρία· δυνάμεως μὲν ἁπάσης με ἀπέφην εν ἔρημόν· θορύβου δὲ καὶ ταραχῆς τὴν ψυχήν μου ἐπλήρωσε· καὶ τῆς προτέρας εὐταξίας τὸν λογισμὸν ἐγύμνωσε· τοσαύτην γὰρ ἀσθένειαν ἐκ τοῦ δέους ἐδεξάμην· ὡς μὴ δὲ συνήθως ἀναπνεῖν δύνασθαι τὸν ἀέρα· πῶς οὖν δυνήσομαι· ἢ συνιέναι τῶν ὑπὸ σοῦ λεγομένων· ἢ ἀπόκρισιν τὴν ἁρμόττουσαν ἀποδοῦναι· μηδεὶς δὲ νομιζέτω τὸν ὀφθέντα αὐτὸν εἶναι τὸν δεσπότην· ἐπειδὴ κύριον κν αὐτὸν ὁ δανιὴλ προσαγορεύει· οὗτος γὰρ αὐτὸς ἐν τῶ τέλει τῆς ὀπτασίας ἀνατείνας φησὶν εἰς τὸν οὐρανὸν οὐνὸν τὰς χεῖρας αὑτοῦ· ὤμοσεν ἐν τῶ ζῶντι κυρίω κω τὴν δουλείαν εὐγνωμόνως ὁμολο γῶν· κύριον κν τοίνυν αὐτὸν ὁ δανιὴλ ἀποκαλῶν· οὐχ ὡς θεὸν θν · ἀλλὰ τιμὴν ἀπονέμων τὴν προσήκουσαν· καὶ γὰρ ἡμεῖς τοῖς ἐντιμοτέροις τῶν ἀνθρώπων ἀνων διαλεγόμενοι, τούτω κεχρῆσθαι εἰώθαμεν τῶ προσρήματι· ὥσπερ καὶ ὁ μακάριος ἁβραὰμ τοὺς ἀγγέλους ὡς ἄνδρας θεασάμενος καὶ ὡς ἀνδράσι διαλεγόμενος· δέομαι κύριε κε εἶπεν· εἰ ἄρα εὗρον χάριν ἐναντίον σου· μὴ παρέλθης τὸν παῖδα σου· καὶ ἡ μακαρία δὲ ῥεβέκκα τῶ οἰκέτη τοῦ μακαρίου ἁβραὰμ· πίε ἔφη κύριε κε · καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι· οὐκ οὖν καὶ ἐνταῦθα τὸ κύριος κς οὐ τὸν τῶν ὅλων σημαίνει θεὸν θν · καὶ τοῦτο σαφέστερον ἐκ τοῦ τέλους γνωσόμεθα· τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα: καὶ προσέθετο φησὶ καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου ἀνου καὶ ἐνίσχυσέ με καὶ εἶπε μοι· μὴ φοβοῦ ἄνερ ἐπιθυμιῶν· εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε: ἀντὶ τοῦ μηδὲν ἀγωνιάσης· οὐ γὰρ ἐπὶ λύμη σοι παρεγενόμην· ἀλλ’ ὥστε γνωρίσαι σοι ὧν μαθεῖν ἐπεθύμησας· τὸ δέος τοίνυν ἀπορρίψας, ἀνδρίζου καὶ ἴσχυε· καὶ τῶ λόγω τὸ ἔργον ἐπηκολούθησε: καὶ ἐν τῶ φησὶ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ, ἐνίσχυσα καὶ εἶπον· λαλείτω ὁ κύριός κς μ’ ὅτι ἐνίσχυσάς με· καὶ εἶπεν· εἰ οἶδας τί ἦλθον πρὸς σέ· καὶ νῦν ἐπι στρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος περσῶν· καὶ ἐγὼ ἐξεπο ρευόμην· καὶ ὁ ἄρχων τῶν ἑλλήνων ἤρχετο· ἀλλ’ ἢ ἀναγγελῶ σοι τὸ τε ταγμένον ἐν γραφῆ ἀληθείας· καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ’ ἐμοῦ περὶ τούτου· ἀλλὰ μιχαὴλ ὁ ἄρχων ὑμῶν: τί δήποτε γάρ φησιν ἕνα ἢ δύο λέγω· τόν τε περσῶν ἄρχοντα· ἢ τῶν ἑλλήνων· οὐδεὶς γὰρ τῶν ἐπ ουρανίων ουνίων δυνάμεων βούλεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν λαὸν· ἢ μόνος μιχαὴλ· ὃς τὴν ὑμετέραν ἐνεχειρίσθη κηδεμο νίαν· τὸ δὲ πολεμῆσαι, ἀντὶ τοῦ διαλεχθῆναι καὶ πεῖσαι τέθεικε· δεῖξαι βουλόμενος τήν τε ἐκείνου δικαίαν κατὰ τοῦ λαοῦ ἀγανά κτησιν· καὶ τὴν αὐτοῦ περὶ τὸν λαὸν εὔνοιαν· εἰκὸς δὲ τὸν διαλε γόμενον εἶναι τὸν ἅγιον γαβριήλ· οὗτος γὰρ αὐτῶ καὶ ἤδη τὰς ἄλλας ἀποκαλύψεις ἑρμήνευσεν: ⁘ : κ αὶ ἐγώ φησιν ἐν ἔτει πρώτω κύρου· ἔστην εἰς κράτος καὶ ἰσχύν: εὐθύς φησι τοῦ κύρου βασιλεύσαντος· καὶ τοῦ ὅρου τῆς αἰχμαλωσίας συμπληρωθέντος, ἀνέστην ἕως οὗ τὴν ἄφεσιν τῶ λαῶ καὶ τὴν ἐλευ θερίαν ἐπραγματευσάμην: καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν: λέγω δέ σοι μετὰ ἀληθείας τὰ ἐσόμενα: ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῆ περσίδι: μετὰ κύρον· ἐβασίλευσε καμβύσης· τοῦτον οἱ μάγοι διαδεξάμενοι δέκα μῆνας ἐβασίλευσαν· μετ’ ἐκείνους δαρεῖος ὁ ὑστάσπου: καὶ ὁ τέταρτός φησι πλουτήσει πλοῦτον μέγ’ παρὰ πάντας: τὸν ξέρξην λέγει τὸν τοῦ δαρείου υἱόν: καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου, ἐπαναστήσεται πάσαις ταῖς βα σιλείαις τῶν ἑλλήνων: τούτου καὶ οἱ ἔξω τοῦ καθ’ ἡμᾶς λόγου ἱστο ριογράφοι· καὶ συγγραφεῖς σοφισταί τε καὶ ῥήτορες μέμνηνται· καὶ διηγοῦνται αὐτοῦ· τήν τε ὑπερήφανον στρατιὰν καὶ τὴν κατα γέλαστον ἀναχώρησιν· εἶτα μέχρις αὐτοῦ τὰ περσικὰ ἐν κεφαλαίω διδάξας· καὶ τοὺς μετὰ τοῦτον βασιλεύσαντας ὡς ἀσθενεστέρους γεγενημένους καταλιπὼν, ἐπὶ τὸν μακεδόνα τὸν λόγον με τήνεγκε· καὶ φησὶ: καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς· καὶ κυρι εύσει κυρείας πολλὰς· καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ἕως ἂν στῆ ἡ βασιλεία αὐτοῦ συντριβήσεται· καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐνοῦ : τοῦ γὰρ ἀλεξάνδρου ὡς καὶ ἤδη προειρήκαμεν· τὴν ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς οἰκουμένης ἀναδησαμένου βασιλείαν· εἶτα τὸ κοινὸν τῶν ἀνθρώπων ἀνων δεξαμένου τέλος, τετραχῆ ἡ βασιλεία διῃρέθη· ὡς καὶ ἤδη πολλάκις προειρή καμεν· καὶ ἐνταῦθα δὲ πάλιν ὁ θεῖος ἀρχάγγελος οὕτως ἔφη: καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐνοῦ · καὶ οὐ κ εἰς τὰ ἔσχατα αὐτοῦ· οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ· ἣν ἐκυρίευσεν: ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ ἀλέξανδρος δώδεκα ἔτη τὰ πάντα βασιλεύσας· ἐν τοῖς ἓξ τοῖς τελευταίοις ἔτεσι· καὶ τὴν τῶν περ σῶν καὶ τῶν αἰγυπτίων κατέλυσε βασιλείαν· καὶ τὰ ἐν μέσω δὲ ἔθνη ἅπαντα, ὑφ’ ἑαυτὸν ἐποιήσατο· λέγει τοίνυν· ὅτι οἱ με τ’ αὐτὸν βασιλεύσαντες, οὐδὲν ἐοικότες ὀφθήσονται τῶ ἀλεξάνδρ’· οὔτε κατὰ τὴν ῥώμην· οὔτε κατὰ τη ἐξουσίαν ἣν ἐν τοῖς ἔτεσι τοῖς τελευταίοις ἐκτήσατο· τοῦτο γὰρ λέγει εἰς τὰ ἔσχατα αὐτοῦ· οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐκυρίευσεν: ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ· καὶ ἑτέροις ἐκτὸς τούτων: οὐ μόνον γάρ φησιν εἰς τοὺς τοὺς τέσσαρας διαιρεθήσεται, ἀλλὰ καὶ ἑτέροις χωρὶς τούτων: δοθήσεται: ἐπὶ γὰρ τούτων· καὶ ἀρσάκης ὁ πέρσης πολέμω κρατήσας, ἀνεδήσατο τὴν βασιλείαν· καὶ μέρος τί τῆς περ σικῆς ἀρχῆς ἀνεκτήσατο· ἐξ οὗ μέχρι τοῦ παρόντος οἱ περσῶν βασιλεῖς ἀρσακῖδαι προσαγορεύονται· τῶν προτέρων οὐ κ ἀρσακιδῶν· ἀλλὰ χαιμενιδῶν ὀνομαζομένων· καὶ ῥωμαῖοι δὲ τῆς μακεδονικῆς βασιλείας διαιρεθείσης, μείζονα ἔσχον τὴν ἰσχύν· ἀμέλει καὶ παρ’ αὐτῶν τούτων τῶν βασιλέων, δασμὸν ἐκομίζοντο· οὕτω τὴν διαίρεσιν προμηνύσας, τῶν μὲν δύο βα σιλέων καταλιμπάνει τὴν μνήμην· οὔτε γὰρ ὁ τῆς ἀσίας· οὔτε ὁ τῆς μακεδονίας ἐπὶ πολὺ διήρκεσαν χρόνον· ἄλλως τε δὲ οὔτε συνέβη τί διὰ τούτων λυπηρὸν τοῖς ἰουδαίοις· μόνον οὖν τῶν δύο μέμνηται· δι’ ὧν τῶν χαλεπῶν συμφορῶν ἐπειρά θησαν οἱ ἰουδαῖοι· οὗτοι δέ εἰσιν· ὅτε τῆς αἰγύπτου βασιλεὺς· καὶ ὁ τῶν πρὸς ἕω κειμένων ἐθνῶν τὴν ἀρχὴν πεπιστευμένος· εἶχον δὲ τὰ βασίλεια· ἔν τε ἀντιοχεία καὶ βαβυλῶνι· προ σήκει δὲ πρότερον ἡμᾶς τῶν ῥηθησομένων εἰπεῖν τὴν ὑπο θεσιν· εἶθ’ οὕτω τῆς κατὰ μέρος ἑρμηνείας ἅψασθαι· ὁ τράγ’ ὃν ὁ μακάριος εἶδεν δανιὴλ· μετὰ τὴν συντριβὴν τοῦ ἑνὸς κέρατος· τέσσαρα ἐβλάστησε κέρατα· τούτους αὐτοὺς τοὺς βα σιλέας· ἐκ δὲ τοῦ ἑνὸς αὐτῶν, ἕτερον ἔφυ κέρας· ὃ τήν τε αἴγυπτον σφόδρα κατεπολέμησε· καὶ μυρίαις συμφοραῖς τὸ ἰουδαίων περιέβαλεν ἔθνος· σημαίνεται δὲ διὰ τούτου τοῦ κέρατος, ἀντίοχος ὁ ἐπιφανής· καὶ τὸ τέταρτον δὲ θηρίον· ὃ ὁ μακάριος εἶδεν δανιὴλ· δέκα κέρατα ἐσχηκὼς· καὶ μεταξὺ τῶν κεράτων· μικρὸν κέρας ἀνέβαινεν· ὀφθαλμοὺς ἔχον· καὶ στόμα λαλοῦν μεγάλα· καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁ γίων· πάλιν δὲ διὰ τούτων μανθάνομεν· ὡς ἐν τῶ τέλει τῆς ῥωμαϊκῆς βασιλείας· δέκα καταταυτὸν ἀναστήσονται βα σιλεῖς· πολλὰ καταλλήλων ἐργαζόμενοι κακὰ καὶ τὰς ἀλλήλων καταγωνϊζόμενοι βασιλείας· ὃν τρόπον διετέλουν οἱ μακε δόνες ποιοῦντες· καὶ ὅτε τούτων οὕτω γιγνομένων φανήσεται ὁ ἄνθρωπος ἄνος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας· τουτέστιν ὁ ἀντί χριστος· ἐπειδὴ τοίνυν ἔοικε τῆς ῥωμαίων βασιλείας τὰ τέλ’· τῆ διαιρέσει τῆς μακεδονικῆς βασιλείας· τὰ ὑπὸ τούτων κἀκείνων γενησόμενα, καταταυτὸν ὁ μακάριος διδάσκεται δανιήλ· τινὰ μὲν γὰρ τῶν ῥηθησομένων, τοῖς μακεδόσιν ἁρμόττει· τινὰ δὲ τοῖς ἐσομένοις δέκα κέρασι· καὶ τῶ μεταξὺ αὐτῶν βλαστή σαντι· καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, ἐξ αὐτῆς μαθησόμεθα τῆς προ φητείας· προσήκει τοίνυν ἡμᾶς μετὰ πάσης προσέχειν ἀ κριβείας· καὶ διαιρεῖν προσφόρως· τά τε τούτοις τά τε ἐκείνοις ἁρμόττοντα· ἔχομεν δὲ τούτου παράδειγμα, τὴν εὐαγγελικὴν διδασκαλίαν· καὶ γὰρ τοῦ κυρίου κυ περὶ τοῦ ναοῦ τοῦ ἐν ἱεροσολύμοις εἰρηκότος τοῖς ἀποστόλοις· ἀμὴν λέγω ὑμῖν· οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῆ· εἶτα ἐκείνων ἐρομένων πότε ταῦτα ἔσται· καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας· καὶ διπλὴν ἐρώτησιν προσαγαγόντων, ὁ κύριος κς ἀναμὶξ ποιεῖται τὴν ἀπόκρισιν· καταταυτὸν λέγων· τά τε τοῖς ἱεροσολύμοις συμβησόμενα· καὶ κατὰ τὸν τῆς συντελείας καὶρὸν γενη σόμενα· οἱ δὲ τὰ θεῖα μεμυημένοι διαιροῦσιν εὐκρινῶς· τά τε τούτοις τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς· τοῦτο το ιγα ροῦν καὶ ἡμεῖς ἐνταῦθα μετὰ τῆς προσηκούσης ποιή σωμεν ἀποδείξεως· διδάξας τοίνυν τὸν μακάριον δανιὴλ ὁ προσδιαλεγόμενος· ὅτι τέτραχα διαιρεθήσεται ἡ βασιλεία· καὶ τοὺς δύο καταλιπὼν· τόν τε τῆς μακεδονίας φημὶ καὶ τῆς ἀσίας· ἤτοι τοῦ ἑλλησπόντου· ὡς καὶ πρὸς βραχὺ διαρκέσαντας χρόνον· καὶ ἰουδαίους ἥκιστα λελυπηκότας, ἐπάγει: καὶ ἐνισχύσ’ ὁ βασιλεὺς τοῦ νότου· καὶ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ εἷς ἐνισχύσ’ ἐπ’ αὐτόν· καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ: πτολεμαῖον δὲ λέγει τὸν φιλοπάτορα· μὴ ἀρκεσθέντα τῆ τῆς αἰγύπτου βασιλεία ἀλλὰ καὶ φοινίκην καὶ σαμάρειαν καὶ τὴν ἰου δαίαν προσλαβόντα· ἕνα δὲ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ ἰσχύοντα· τὸν σκοπᾶν λέγει· οὗ καὶ ἰώσηπος ὁ ἑβραῖος μέμνηται συγγραφεύς· ὃς ἄριστα στρατηγήσας· πολλὰ τῶν ἔξω τῆς τοῦ πτολεμαίου βασιλείας τῶ πτολεμαίω ὑπέταξε· τοῦτο αἰνιττόμενος λέγει· καὶ κυριεύσ’ κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὐτοῦ· τουτέστι κρατήσει πολλῶν ἐθνῶν ἔξω τῆς ἀφωρισμένης αὐτῶ ἐξουσίας ὄντων: καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται· καὶ θυγάτηρ τοῦ βασιλέως τοῦ νότ’· εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ βορρᾶ· τοῦ ποιῆσαι συν θήκας μετ’ αὐτοῦ: μετὰ τὴν τοῦ φιλοπάτορος πτολεμαίου τελευτὴν· ἐβασίλευσε πτολεμαῖος ὁ υἱὸς αὐτοῦ· ὁ ἐπιφανὴς προ σαγορευόμενος· τοῦτοι οὖν λέγει ὅτι μετὰ τὰ ἔτη αὐτοῦ συμμιγή σονται· καὶ διδάσκων πῶς συμμιγήσονται, θυγάτηρ φησὶ τοῦ βα σιλέως τοῦ νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ βορρᾶ· τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ· βασιλέα δὲ τοῦ βορρᾶ, τὸν ἀντίοχον λέγει· οὐ τὸν ἐπιφανῆ· ἀλλὰ τὸν καλούμενον μέγα· τὸν τοῦ ἐπιφανοῦς ἀντιόχου πατέρα πρα · οὗτος γὰρ ἦν τοῖς πτολεμαίοις ἐκείνοις ὁμόχρονος: καὶ οὐ κρατήσει ἰσχὺς βραχίονος· καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ· καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν· καὶ ἡ νεᾶνις· καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς: ἀλλ’ ὁ μὲν γάμος φησὶ γενήσεται· οὐ μὴν ἐπι πολὺ διαρ κέσει τὸ συνοικέσιον· ἀλλ’ ἀποδοθήσεται τῶ πεπομφότι αὐτὴν διὰ τῶν ἀγαγόντων αὐτὴν μετὰ τῶν προσενηνεγμένων αὐτῆ· τοῦτο γὰρ λέγει ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς· ὁ τὸν γάμον ἰσχυρόν τε καὶ ποθεινὸν ἐργαζόμενος πλοῦτος: καὶ ἀνα στήσεταί φησιν ἐκ τοῦ ἄνθους· ἐκ τῆς ῥίζης αὐτῆς· ἐπὶ τῆς ἐτοιμασίας αὐτοῦ: ἀντὶ τοῦ ἀποδοθήσεται μὲν τῶ γεγενηκότι· παιδο ποιήσει δὲ βασιλέα, τῆ βασιλεία τοῦ δεδωκότος ἐναντιωθη σόμενον: καὶ ἥξει φησὶ πρὸς τὴν δύναμιν: δύναμιν δὲ καλεῖ τὴν ἱερουσαλὴμ ἱλὴμ ὡς τῆς θείας χάριτος ἀπολαύουσαν· καὶ διὰ τῶν κατὰ καιρὸν γιγνομένων θαυμάτων· τὴν θείαν ὑποδεικνύ ουσαν δύναμιν· καὶ τοῦτο δὲ ἡμᾶς, ἡ τρίτη τῶν μακκαβαίων ἐδίδαξε βίβλος· νενικηκὼς γὰρ παρελπίδα πᾶσαν· ἀντίοχον τὸν μέγαν ὁ πτολεμαῖος ἀφίκετο μὲν εἰς τὰ ἱεροσόλυμα· προ σενήνοχε δὲ τῶ θεῶ θω θυσίας πολυτελεῖς· πειραθεὶς δὲ τῶν ἀδύτων τοῦ ναοῦ ἐπιβῆναι· καὶ τοῖς ἱερεῦσι μεθ’ ἱκετείας ἀπείργουσιν· εἷξαι μὴ βουληθεὶς· μαστιγοῦται μὲν μάστιξιν ἀοράτοις· ἀπει λήσας δὲ τοῖς ἰουδαίοις, καταλαμβάνει τὴν ἀλεξάνδρειαν· καὶ ποιεῖν ἐκεῖνα ἐπιχειρεῖ, ἃ ἡ ἱστορία διδάσκει· τοῦτο καὶ ἡ προφητεία προλέγει: ἥξει φησὶ πρὸς τὴν δύναμιν· καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ· καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει· ὑποστηρίγματα δὲ καλεῖ, τὰς τὸν φόρον αὐτῶ παρεχούσας πόλεις· οἷον γάρ πως στηρίζει καὶ ὑπερείδει τὴν βασιλείαν τὰ προσφερόμενα τέλη· δι’ ὧν ἡ στρατιωτικὴ τρέφεται δύναμις: καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν· πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας εἰσοίσει εἰς αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ: ἐν γὰρ τῆ πρώτη καὶ δευτέρα συμπλοκῆ οἱ πτολεμαῖοι νενικήκασιν ὡς αἱ ἱστο ρίαι διδάσκουσι· λέγει δὲ καὶ ἰώσηπος οὕτω· τοὺς γὰρ ἰουδαίους ἐπ’ ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς ἀσίας, ἔτυχεν αὐ τούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουμένης· καὶ τοὺς τὴν κοίλην συρίαν νεμομένους· πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν φιλοπάτορα πτολεμαῖον· καὶ πρὸς τὸν υἱὸν αὐτοῦ πτολεμαῖον· ἐπικληθέντα δὲ ἐπιφανῆ κακοπαθεῖν συνέβαινεν αὐτοῖς· καὶ νικῶντος αὐτοῖς καὶ πταίοντος ταῦτὰ πάσχειν καὶ μετὰ βραχέα· νικήσας μέντοι τὸν πτολεμαῖον ὁ ἀντίοχος, τὴν ἰουδαίαν προσάγεται· τελευτήσαντος δὲ τοῦ φιλόπάτορος, ὁ παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύναμιν· καὶ στρατηγὸν σκο πᾶν ἐπὶ τοὺς ἐν τῆ κοίλη συρία· ὃς πολλάς τε αὐτῶν πόλεις παρέλαβε· καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ αὐτῶ προσέθηκε· μετ’ οὐ πολὺ δὲ τὸν σκοπᾶν ὁ ἀντίοχος νικᾶ· συμ βαλὼν αὐτῶ πρὸς ταῖς πηγαῖς τοῦ ἰορδάνου· καὶ πολλὴν αὐτοῦ τῆς στρατιᾶς διέφθειρεν· ὕστερον δὲ ἀντιόχου χειρωσαμένου τὰς ἐν τῆ κοίλη συρία πόλεις ἃς ὁ σκοπᾶς κατεσχήκει· καὶ τὴν σα μάρειαν ἑκουσίως αὐτῶ προσέθεντο ἰουδαῖοι· καὶ τῆ πόλει δε ξάμενοι πᾶσαν αὐτοῦ τῆ τε στρατιᾶ καὶ τοῖς ἐλέφασιν, ἀφθονίαν παρέσχον· καὶ τοὺς ὑπὸ τοῦ σκοπᾶ καταλειφθέντας ἐν τῆ ἄκρα τῶν ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν· καὶ ἵνα μὴ καὶ τ’ ἆλλα λέγων· πέρα τοῦ μέτρου μηκύνω τὸ σύγ γραμμα, εἰς ἐκεῖνα τὸν βουλόμενον παραπέμψω: καὶ εἰσελεύ σεταί φησιν εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου· καὶ ἀνα στρέψει εἰς τὴν γῆν αὐτοῦ· καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυ νάμεων πολλῶν: υἱοὺς δὲ αὐτοῦ καλεῖ τοὺς τὴν στρατεγίαν πεπι στευμένους· ὡς υἱοὺς ἀνθρώπων ἀνων τοὺς ἀνθρώπους ἀνους · καὶ υἱοὺς προφητῶν τοὺς προφήτας· ἰδίωμα γάρ ἐστι τῆς ἑβραίων διαλέκτου: καὶ εἰσε λεύσεται ἐρχόμενος καὶ κατακλύζων: ἀντὶ τοῦ ῥύμη φερόμενος καὶ κατακλυσμοῦ δίκην ἅπαντα διαφθείρων: καὶ παρελεύ σεται καὶ καθιεῖται· καὶ συμπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ: ἀντὶ τοῦ παντὶ σθένει χρώμενος, ὁρμήσει μὲν κατὰ τῆς αἰγύπτου· σπουδῆ δὲ στρατοπαιδεύσει· καὶ ἐν ἐκείνη τῆ χώρα μεταθήσει τὸν πόλεμον· τούτοις ἐπάγει: καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολὺν· καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ· καὶ λήψεται ὄχλον· καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ· καὶ καταβαλεῖ μυριάδας καὶ οὐκ ἰσχύσει: τοῦ γὰρ βασιλέως τοῦ νότου· ἀντιπαραταττομένου μετὰ πλήθους πολλοῦ, περιγενήσεταί φησιν ὁ ἀντίοχος· καὶ λή ψεται τὸν ὄχλον ὑποχείριον· καὶ ὡς νενικηκὼς ὑπερηφανία χρήσεται· καὶ γὰρ πολλὰς κατακοντίσει μυριάδας· ἀλλ’ ὅμως οὐ περιγενήσεται τῆς αἰγύπτου· οὐδὲ κρατήσει τῆς τοῦ πτο λεμαίου βασιλείας· οὐ χάριν δυσχεραίνων· πάλιν φησὶν: ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ· καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον· καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐπελεύσεται εἰσό δια ἐν δυνάμει μεγάλη καὶ ἐν ὑπάρξει πολλῆ: αὖθις γάρ φησιν μείζω τῆς προτέρας συναγαγὼν στρατιὰν· ὁρμήσει κατὰ τῆς αἰγύπτου· ποιήσει δὲ τοῦτο, περὶ τὸ τέλος τῆς ἑαυτοῦ βα σιλείας· τοῦτο γὰρ σημαίνει εἰς τὸ τέλος τῶν καιρῶν· καὶ ἐπελεύσεται εἰσόδια· ἐν δυνάμει μεγάλη· ἐνταῦθα διπλα σιασμός ἐστιν ἑβραϊκὸς· ἐβουλήθη γὰρ εἰπεῖν· ὅτι εἰσόδω με γάλη χρήσεται· ἰδίωμα δέ ἐστι καὶ ἑβραίων καὶ σύρων· καὶ οὗτοι γὰρ κἀκεῖνοι λέγειν εἰώθασιν· εἰσερχόμενος εἰσελήλυθε· καὶ ἐξερχόμενος ἐξελήλυθε· καὶ ἐσθίων ἐσθίει· καὶ τ’ ἆλλα πάντα ὁμοίως τὰ τοιαῦτα· πλείονι τοίνυν οἱ ἑρμηνευταὶ ἀκριβεία χρώμενοι, καὶ τοῖς ἑβραίων ἰδιώμασιν ἠκολούθησαν: καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φησὶ πολλοὶ ἐπαναστήσονται ἐπὶ βασι λέα τοῦ νότου: οὕτω γὰρ τοῦ ἀντιόχου καταγωνισαμένου τὸν πτολεμαῖον, ὡς ἀσθενοῦς λοιπὸν καὶ οἱ πλησιόχωροι καταφρο νήσουσι: καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ καὶ ἀσθενήσουσι: πάλιν ἐνταῦθα υἱοὺς λοιμῶν, τοὺς λοιμοὺς προσηγόρευσεν· οὐ γὰρ πονηρία φησὶ καὶ μοχθη ρία τρόπων συζῶντες· καὶ τὸ δυσσεβῶς ζῆν τῆς εὐσεβείας προαιρούμενοι· πειραθήσονται διὰ τούτων τῶν βασιλέων· τὴν νομικὴν καταλῦσαι λατρείαν· καὶ οὐκ ἰσχύσουσιν· ἧττον γὰρ ὄντες ἀσεβεῖς οὗτοι· θεραπεύοντες τὸ ἰουδαῖον διετέλεσαν ἔθνος: καὶ εἰσελεύσεται φησὶ βασιλεὺς τοῦ βορρᾶ· καὶ ἐκ χεεῖ πρόσχωμα· καὶ συλλήψεται πόλεις ὀχυράς: ἀντὶ τοῦ πολιορκῶν· καὶ χώμασι· καὶ μηχανήμασι χρήσεται: καὶ βρα χίονες βασιλέως τοῦ νότου οὐ στήσονται: τουτέστι πάσης δυ νάμεως ἔρημος γενήσεται: καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ· καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι: καὶ τοὺς ἀριστέας δὲ αὐτοῦ συλλέγων ὀνήσει πλέον οὐδέν: καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ· καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ: ῥᾴδιον γάρ φησι λοιπὸν ἑκάστω καταφρονεῖν αὐτοῦ· τῶ μὴ δύνασθαι λοιπὸν ἀνταγωνίζεσθαι καὶ τῶν ἐναντίων περιγίνεσθαι: καὶ στήσεται ἐν τῆ γῆ τοῦ σαβείρ: ἔνια τῶν ἀντι γράφων ἐν τῆ γῆ τοῦ σαβαεὶμ ἔχει· τινὲς δὲ τῶν τὴν ἑβραίαν φωνὴν εἰς τὴν ἑλλάδα μεταβεβληκότων γῆν θελήσεως τὴν γῆν τοῦ σαβεὶρ κεκλήκασι· σημαίνει δὲ τὴν τῆς ἐπαγγελίας γῆν θελήσεως οὖσαν· καὶ τὸ ὄρος τὸ σιὼν· ὃ ἠγάπησε καὶ ηὒδόκησεν ὁ θεὸς θς κατοικεῖν ἐν αὐτῶ· καὶ τὸ σαβαεὶμ δὲ δυνάμεως ἑρμηνεύεται· εἴτε οὖν γῆ εὐδοκίας· εἴτε γῆ δυνάμεως ἡ ἰουδαία κέκληται· καὶ γὰρ καὶ ἄνω δύναμιν αὐτὴν προσηγόρευσε· καὶ ἐνταῦθα· σα βαεὶμ εἴτουν σαβεὶρ· εἰσελεύσεταί φησιν ὁ βασιλεὺς τοῦ βορρᾶ· καὶ εἰς ταύτην τὴν γῆν: καὶ συντελεσθήσεται ἐν τῆ χειρὶ αὐτοῦ: τουτέστιν εὐοδωθήσεται· οὕτω γὰρ ἡμᾶς καὶ ὁ ἰώσηπος διὰ τῆς ἱστορίας ἐδίδαξεν· ὅτι αὐτόματοι τὸν ἀντίοχον οἱ ἰου δαῖοι δεξάμενοι, σφόδρα ὑπ’ αὐτοῦ ἐτιμήθησαν: καὶ τάξει φησὶν τὸ πρόσωπον αὑτοῦ εἰσελθεῖν· ἐν ἰσχύϊ· πάσης τῆς βασιλείας αὐτοῦ: ἐπιχειρήσει γὰρ ἅπασαν τοῦ βασιλέως τοῦ νότου σφετερίσασθαι τὴν βασιλείαν: καὶ εὐθεῖα φησὶν πάντα μετ’ αὐτοῦ ποιήσει: ἀποδώσει γὰρ αὐτῶ πάντα ἃ ἥρπασε: καὶ θυγα τέρα τῶν γυναικῶν, δώσει αὐτῶ· τοῦ διαφθεῖραι αὐτὴν· καὶ οὐ μὴ παραμείνη· καὶ οὐκ αὐτῶ ἔσται: ὅπερ ἄνω ἀσαφῶς εἴρηκε, τοῦτο ἐνταῦθα σαφῶς· δώσει μὲν γὰρ αὐτῶ φησὶ γυναῖκα τὴν ἑαυτοῦ θυγατέρα· οὐκ εἰς μακρὰν δὲ αὕτη ἀποδοθήσεται τῶ δεδωκότι· καὶ τὸ συνοικέσιον διαλυθήσεται· οὕτω δέ φησι διαθεὶς τὴν αἴγυπτον: ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους· καὶ συλλήψεται πολλοὺς· καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτοῦ· πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῶ: πολλὰς γὰρ τῶν νήσων ὑφ’ ἑαυτὸν ποιησάμενος· καὶ τοὺς ἐν ἀρχαῖς ἐκείνων τοῦ ἄρχειν παύσας καταγελάστους ἐποίησεν· ἀλλὰ τούτου φησὶ τοῦ ὀνειδισμοῦ, καὶ αὐτὸς ἀπολαύσει· ῥω μαῖοι γὰρ ἐν θερμοπύλαις αὐτὸν καταγωνισάμενοι· καὶ τῆς πολλῆς αὐτὸν θρασύτητος παύσαντες, δασμὸν αὐτῶ χιλίων ταλάντων ἐπέθεσαν· καὶ τοῦτον φέρειν καθ’ ἕκαστον ἐνιαυτὸν κατηνάγκασαν· καὶ τὸν υἱὸν δὲ αὐτοῦ ἀντίοχον τὸν ἐπικλη θέντα ἐπιφανῆ· ὅμηρον λαβόντες, ἐν τῆ ῥώμη ἐφρούρουν· καὶ τοῦτο ἡμᾶς ἡ πρώτη τῶν μακκαβαίων διδάσκει· εἰρηκὼς γὰρ ὁ συγγραφεὺς περὶ τῶν τὴν ἀλεξάνδρου διαδεξαμένων βασιλείαν, ἐπήγαγε· καὶ ἐξῆλθεν ἀπ’ αὐτῶν ῥίζα ἁμαρτωλὸς· ἀντίοχος ὁ ἐπιφανὴς υἱὸς ἀντιόχου τοῦ βασιλέως· ὃς ἦν ὅ μηρα ἐν ῥώμη· τοῦτο προσημαίνων ὁ δανιὴλ ὁ προσδιαλεγό μενος αὐτῶ ἔφη· πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῶ· τούτοις ἐπάγει: καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατι σχύσαι τῆς γῆς αὐτοῦ: ταῦτά φησιν ἐν ταῖς νήσοις διαπραξά μενος, εἰς τὴν οἰκείαν ἐπανήξει βασιλείαν: καὶ ἀσθενήσει· καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται· καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας· καὶ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παρα βιβάζων: ἀντίοχον λέγει τὸν ἐπιφανῆ· ὃς ἀποδρὰς ἀπὸ τῆς ῥώμης, σέλευκον τὸν ἀδελφὸν αὐτοῦ διεδέξατο· ἀντίοχον γὰρ τὸν μέγαν σέλευκος ὁ καλούμενος φιλοπάτωρ διεδέξατο· υἱὸς ὢν αὐτοῦ· τοῦ δὲ σελεύκου τελευτήσαντος· ἀντίοχος ὁ ἐπι φανὴς παραλαμβάνει τὴν βασιλείαν· περὶ τούτου φησὶν ἀνα στήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας· καὶ ἐπὶ τὴν ἑτοι μασίαν αὐτοῦ παραβιβάζων· τουτέστι τὴν τοῦ πατρὸς πρς δυναστείαν μιμούμενος· καὶ ἱκανὸς ὢν· τὴν ἑτοιμασθεῖσαν ὑπ’ ἐκείνου κατασχεῖν βασιλείαν· τοῦτο γὰρ παραδηλῶν ἐπήγαγε: καὶ πράσσων δόξαν βασιλείας: ἀντὶ τοῦ ὑπεράγαν τῶ δραστηρίω χρώμενος: καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσονται· καὶ οὐκ ἐν προσώποις· οὐδὲ ἐν πολέμω: ἱκανὸς γάρ φησιν ἔσται καὶ μόνη τῆ φήμη· ἀμαχητὶ καὶ ἀναιμωτὶ καταπλῆξαι πάντ’, καὶ ἑαυτῶ ὑποτάξαι: καὶ στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ: τοσαύτη δέ φησι χρήσεται δυναστεία· ὡς καὶ ἄνευ συμπλοκῆς κρατῆσαι· τῆς πατρόθεν εἰς αὐτὸν παραπεμφθείσης βασιλ’: ἐξουδενώθη· καὶ οὐκ ἐδόθη ἐπ’ αὐτὸν δόξα βασιλείας: καὶ μήν φησιν οὐκ ἦν ἐπίδοξος ὡς βασιλεὺς ὢν· ἀλλ’ εὐτελὴς τίς ἐδόκει ἐν τῆ ῥώμη φρουρούμενος: καὶ ἐπανήξει ἐν εὐθηνία καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήματι: ἀλλ’ ὅμως φησὶ· καὶ λίαν ὢν ἐξουθενημένος μετὰ πολλῆς ἥξει περιουσίας καὶ πλείστης δυνάμεως· καὶ κρατήσει τῆς βασιλείας· δόλω συνεργῶ μᾶλλον καὶ ἐξαπάτη χρώμενος· τοῦτο δὲ καὶ ἐν τῆ δευτέρα ὀπτασία ὁ μακάριος ἐθεάσατο δανιὴλ· καὶ ἤκουσε τοῦ ἁγίου γαβριὴλ λέγοντος· δόλος ἐν χειρὶ αὐτοῦ· καὶ ἐν καρδία αὐτοῦ μεγαλυνθήσεται· καὶ διαφθερεῖ πολλοὺς· καὶ ἐπὶ ἀπω λεία πολλῶν στήσεται· καὶ ἐνταῦθα ὡσαύτως: καὶ κατισχύσει φησὶ βασιλείας ἐν ὀλισθήμασι· καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται: πάλιν δὲ ἐνταῦθα τὴν τῶν αἰγυπτίων ᾐνίξατο βασιλείαν· ὅτι κἀκεῖνοι οἱ τὰ μεγάλα δυνάμενοι· καὶ δίκην κατακλυσμοῦ τοὺς ἀνθισταμένους διαφθείροντες· καὶ ἀφανεῖς καὶ φρούδους ἀπο φαίνοντες: καὶ οὗτοι ὑπ’ αὐτοῦ κατακλυσθήσονται καὶ συντρι βήσονται: οὐχ οὗτοι δὲ μόνοι· ἀλλὰ καί γε ἡγησάμενος διαθήκης καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον: ἐνταῦθα προσημαίνει τὴν γενομένην ἐπανάστασιν ὀνία τῶ ἀρχιερεῖ· ὑπὸ ἰησοῦ τοῦ ἰάσονος· καὶ ὀνίου τοῦ μενελάου· τούτων γὰρ πρό τερος μὲν ὁ ἰάσων· πρὸς ἀντίοχον δραμὼν τὸν οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύνης ἐξέβαλεν· ὁ δὲ μενέλαος δῶρα καὶ χρυσίον ἀποσταλεὶς κομίσαι τῶ ἀντιόχω εἰς ἑαυτὸν πάλιν τὴν ἀρχιε ρωσύνην μεταθεὶς ἐξήλασε τὸν ἰάσονα· ἐντεῦθεν αἱ δειναὶ καὶ χαλεπαὶ συμφοραὶ τὸ ἰουδαῖον κατέλαβον ἔθνος· ταῦτα ὁ μακάριος προδιδασκόμενος δανιὴλ ἀκούει· ὅτι βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπ’ αὐτοῦ· λέγει δὲ πτολεμαῖον τὸν φιλομήτορα· οὗτος γὰρ πτολεμαῖον τὸν ἐπι φανῆ διεδέξατο· τούτοις ἐπήγαγε· καί γε ἡγούμενος διαθήκης· λέγει δὲ τὸν ἀρχιερέα τὸν εὐσεβῆ τὸν τοῦ ἰάσονος ἀδελφὸν· καὶ προδιδάσκει· ὅτι κἀκεῖνον τοῦ ἱερατεύειν παύσει· εἶτα διδάσκει τὸν τρόπον· καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον· χρήσεται γάρ φησι διακόνοις· τὸ αὐτὸ γένος ἔχειν σεμνυνομένοις· καὶ δόλω συνεργῶ χρώμενος, μυρία δεινὰ εἰς τὸ ἔθνος ἐργάσεται: ἀναβήσεται δὲ καὶ ὑπερισχύσει ἐν ὀλίγω ἔθνει αὐτοῦ: ἐξαπατήσας γὰρ τοὺς τὰ ἱεροσόλυμα οἰκοῦντας· ὡς μετ’ εἰρήνης μέλλων εἰσιέναι· πρῶτον μὲν ἐπι βῆναι τῶν ἀδύτων ἐτόλμησε τοῦ θείου νεὼ· ἔπειτα ἅπαντα τὸν ἐπικείμενον κόσμον ἀφελὼν· καὶ τὰ ἀφιερωμένα τῆ θεία λειτουργία σκεύη, οὕτως ἐξελήλυθεν· αὖθις δὲ πάλιν ἐπιστρα τεύσας τῆ πόλει· ὀκτὼ μὲν μυριάδας ἀνθρώπων ἀνων κατέσφαξεν· ἄλλας δὲ τοσαύτας ἐξανδραποδίσας διαπραθῆναι προσέταξε· καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς τοὺς ἑαυτοῦ στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν φόνους μυρίους εἰργάσατο· ταῦτα προσημαίνων φησὶ· καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγω ἔθνει: καὶ ἐν εὐθηνία καὶ ἐν πίοσι χώραις ἥξει: οὔτε γὰρ δι’ ἀπορίαν φησὶ μετ’ ὀλίγων ἀφίξεται· ἀλλὰ διὰ τὴν τοῦ φρονήματος ἀλαζονείαν· ἔστι γὰρ αὐτῶ καὶ εὐθηνία καὶ ἀπόλαυσις μυρίων ἐθνῶν πιόνων· καὶ φόρον πολὺν χορηγούντων: καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες πρες αὐτοῦ καὶ οἱ πατέρες πρες τῶν πατέρων πρων αὐτοῦ· προνομὴν καὶ σκύλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ: πάντων γὰρ αὐτοῦ τῶν πατέρων πρων καὶ τῶν προγόνων ἁπάντων τὸ ἰουδαίων ἔθνος τετιμηκότων, τἀναντία οὗτος ἐργάσεται· ἀνελὼν καὶ ληϊζόμενος καὶ ἐξανδραποδιζόμενος· καὶ τοῖς συστρα τευομένοις τὰ τούτων δωρούμενος: καὶ ἐπ’ αἴγυπτόν φησι λογιεῖται λογισμοὺς αὐτοῦ· καὶ ἕως καιροῦ: ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ κρατήσει: καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ· καὶ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου· ἐν δυνάμει μεγάλη: ταύτην αὐτοῦ τὴν κατὰ τῆς αἰγύπτου ἔφοδον, καὶ ἡ πρώτη τῶν μακ καβαίων διδάσκει ἱστορία· εἰσῆλθε γάρ φησιν ἀντίοχος εἰς αἴγυπτον ἐν ὄχλω βαρεῖ καὶ ἐν ἄρμασι καὶ ἐν ἐλέφασι· καὶ ἐν ἱππεῦσι· καὶ ἐν στόλω μεγάλω· καὶ συνεστήσατο πόλεμον πρὸς πτολεμαῖον βασιλέα αἰγύπτου· καὶ ἐνετράπη πτολε μαῖος ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔφυγε· καὶ ἔπεσον τραυ ματίαι πολλοί· καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῆ αἰγύπτω· καὶ ἔλαβον τὰ σκῦλα τῆς αἰγύπτου· ταῦτα προ διδασκόμενος ὁ μακάριος δανιὴλ ἤκουε: καὶ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον πρὸς αὐτὸν ἐν δυνάμει μεγάλη καὶ ἰσχυρᾶ σφόδρα· καὶ οὐ στήσεται ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λο γισμούς: ἀντὶ τοῦ πολλαῖς καὶ παντοδαπαῖς ἐνέδραις χρή σονται κατ’ αὐτοῦ: καὶ φάγονταί φησι τὰ δέοντα αὐτοῦ: τουτέστι καταναλώσουσιν αὐτοῦ πᾶσαν τὴν πρόσοδον· καὶ τὸν τελούμενον αὐτῶ φόρον ληϊζόμενοι· εἰς ἑαυτοὺς μετα θήσουσι: καὶ συντρίψωσιν αὐτὸν· καὶ δυνάμεις αὐτοῦ κατα λύσει καὶ πεσοῦνται τραυματίαι πολλοί: οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ τὴν στρατιὰν αὐτοῦ δίκην κατακλυσμοῦ διαφθερεῖ· καὶ πολὺν ἐργάσεται φόνον: καὶ ἀμφότεροί φησιν οἱ βασιλεῖς· αἱ καρδίαι αὐτῶν ἐπὶ πονηρίαν· καὶ ἐπὶ τραπέζη μιᾶ· ψευδῆ λαλήσουσι καὶ οὐ κατευθυνεῖ: ῥωμαῖοι γὰρ ὡς ἰώσηπος ἡμᾶς ὁ ἱστοριογράφος διδάσκει· ταύτην αὐτοῦ μαθόντες τὴν στρα τιὰν· παρηγγύησαν ἀποστῆναι τῆς αἰγύπτου· ὅθεν σπεισάμενοί φησιν εἰρήνην καὶ τραπέζης ἐκοινώνησε τῶ πτολεμαίω· τὸ δὲ ὕπουλον τῆς φιλίας διδάσκων ὁ προσδιαλεγόμενος τῶ δανιὴλ· καὶ ἀμφότεροί φησιν οἱ βασιλεῖς· καὶ αἱ καρδίαι αὐτῶν ἐπὶ πονηρίαν· καὶ ἐπὶ τραπέζη μιᾶ ψευδῆ λαλήσουσι· καὶ οὐ κα τευθυνεῖ· ἀντὶ τοῦ οὐ βεβαία ἔσται εἰρήνη· ὅτι ἔτι πέρας ἔσται εἰς καιρόν· τουτέστιν· αὖθις γὰρ τοῦ καιροῦ τούτου διαδραμόντος, συμπλακήσονται καὶ παρατάξονται: καὶ ἐπιστρέψει φησὶν εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῆ: ἀλλ’ ὅμως τότε φησὶ μετὰ πολλοῦ πλούτου καὶ πολλῆς περιουσίας, εἰς τὴν οἰκείαν ἀνα στρέψει βασιλείαν: καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν: μίαν δὲ λοιπὸν σχήσει σπουδὴν· ὥστε καταλύσαι τὸν ὑπὸ τοῦ θεοῦ θυ τοῖς ἰουδαίοις δεδομένον νόμον· ταῦτα δὲ βουλευσάμενος καὶ εἰς πέρας ἄξει τὰ βουλεύματα: καὶ ποιήσει γάρ φησι καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ: καὶ τοῦτο δὲ ἥ τε τῶν μακκα βαίων βίβλος· καὶ ἡ ἰωσήπου ἱστορία διδάσκει: καὶ εἰς τὸν καιρὸν αὐτοῦ ἐπιστρέψει· καὶ ἥξει ἐν τῶ νότω· καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη: ἀντὶ τοῦ οὐχ ὁμοίως νικήσει· ἀλλ’ ἡτ τηθεὶς ἐπανήξει· τὸ δὲ εἰς καιρὸν αὐτοῦ, ἐπιτήδειον τῶ πολέμ’ σημαίνει καιρόν: καὶ εἰσελεύσονται ἐν αὐτῶ οἱ εἰσπορευόμενοι κιτιεῖς καὶ ταπεινωθήσονται: παραλαβὼν γὰρ πολλοὺς κυπρίους καὶ ἑτέρους νησιώτας· τὸ γὰρ κίτιον μέχρι τῆς σήμερον· πόλισμά ἐστι τῆς κύπρου· ὁρμήσει μὲν κατὰ τῆς αἰγύπτου· ἡττηθεὶς δὲ καὶ ταπεινωθεὶς ἐπανήξει· καὶ ἐπιστρέψ’ φησὶ καὶ θυμωθήσεται, ἐπὶ διαθήκην ἁγίαν· πάντα γάρ φησι τὸν θυμὸν τὸν διὰ τὴν ἧτταν αὐτῶ προσγινόμενον, κατὰ τῆς ἁγίας διαθήκης ἐμέσει· καὶ δεικνὺς τὸ ἔργον: καὶ ποιήσει φησὶν: ἐν γὰρ τῆ δευτέρα παρουσία τὸν πολὺν εἰργάσατο φόνον· καὶ τῶν διαφυγόντων τὸν ἀνδραποδισμὸν: καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν: πᾶσάν φησι ποιήσεται πρόνοιαν τῶν παρανομησάντων· καὶ τὸ μὲν ἰουδαΐζειν ἀρνησαμένων τὸ δὲ ἑλληνίζειν ἀσπασα μένων: καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται· καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας· καὶ μεταστήσουσι τὸν ἐνδελεχησμὸν· καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα ἠφανισμένον: βραχίονας καλεῖ· ὡς καὶ ἤδη προειρήκαμεν, τοὺς ὑπουργοῦντας αὐτῶ· στρατηγοὺς· ἅτε δὴ δίκην βραχιόνων, τὰ τοῦ βασιλέως πλη ροῦντας προστάγματα· πέμψει το ιγ αροῦν τινὰς τὸ μὲν ἁγίασμα τῆς δυναστέιας βεβηλοῦντας· ἀντὶ τοῦ τὸν τῶ θεῶ θω τῶ πάντα δυναμένω ἀνακείμενον ναόν· βωμὸν δὲ εἰδωλικὸν ἔνδον ἀναστήσαντας· τοῦτο γὰρ καλεῖ βδέλυγμα ἠφανισμένον· διδάσκει δὲ ἡμᾶς τοῦτο, καὶ ἡ δευτέρα τῶν μακκαβαίων φησὶ δὲ οὕτω· περὶ δὲ τὸν καιρὸν τοῦτον· τὴν δευτέραν ἔφοδον ἀν τίοχος εἰς τὴν αἴγυπτον ἐστείλατο· εἶτα ἐν μέσω ὁ γραφεὺς τινὰς περὶ τῆς τῶν νόθων ἀρχιερέων φιλονεικίας εἰρηκὼς, ἐπήγαγε· προσπεσόντων δὲ τῶ βασιλεῖ περὶ τῶν γεγονότων, ὑπέλαβεν ἀποστατεῖν τὴν ἰουδαίαν· ὅθεν ἀναστρέψας ἐξ αἰγύπτου τεθη ριωμένος τὴν ψυχὴν, ἔλαβε τὴν πόλιν δοριάλωτον· καὶ ἐκέλευσε τοῖς στρατιώταις, κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας· εἶτα διηγησάμενος ὡς κατὰ πάσης ἡλικίας ὁ φόνος ἐχώρει· καὶ ὀκτὼ μυριάδες νεκρῶν ἠρίθμησαν, πάλιν μετὰ βραχέα φησὶ· ἀ πεχθῆ δέ φησι πρὸς τοὺς ἰουδαίους διάθεσιν ἔχων ὁ ἀντίοχος, ἔπεμψε λυσάρχην ἀπολλώνιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοὺς χιλίους· προστάξας τοὺς ἐν ἡλικία πάση πάντας κατασφάξαι· καὶ μετὰ βραχέα δὲ πάλιν φησὶν· μετ’ οὐ πολὺν δὲ χρόνον· ἀπέστειλεν ὁ βασιλεὺς γέροντα ἀθηναῖον· ἀναγκάζειν τοὺς ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ θεοῦ θυ νόμοις μὴ πολιτεύεσθαι· μολύναι δὲ καὶ τὸν ἐν ἱερουσαλὴμ ἱλὴμ νεὼν· καὶ προσονομάσαι διὸς ὀλυμπίου· ταῦτα προαγορεύων ὁ τῶ μακαρίω δανιὴλ προσδιαλεγόμενος, ἔφη· καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται· καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας· καὶ μεταστήσουσι τὸν ἐνδελεσχησμόν· τουτέστι τὴν καθ’ ἡμέραν τῶ θεῶ θω προσφερομένην θυσίαν· καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα ἠφανισμένον· τὸν βωμὸν ὃν τῶ δϊῒ ἀνέστησεν ὁ δυσσεβὴς βα σιλεὺς· καὶ χοῖρον ἐπ’ αὐτοῦ προσενήνοχε: καὶ τοὺς ἀνομοῦντας φησὶ διαθήκην ἀπάξουσιν ἐν ὀλισθήμασι: τοὺς γὰρ παρανο μία συζῶντας προφανῶς δυσσεβεῖν παρασκευάσουσι τοῖς ἁπατηλοῖς χρώμενοι λόγοις: καὶ λαὸς γινώσκοντες θεὸν θν αὐτῶν· κατισχύσουσι καὶ ποιήσουσι: τοὺς περὶ τὸν μακάριον ἐνταῦθα ματθίαν αἰνίττεται· ὃς πρῶτος τοῖς τοῦ ἀντιόχου δόγμασιν ἀντιστὰς· καὶ σὺν τοῖς υἱέσι τὴν ἔρημον καταλαβὼν· μετ’ ὀλίγων στρατευόμενος, τοὺς ἐκείνου κατηγωνίσατο στρατηγούς: καὶ οἱ συ νετοὶ λαοῦ φησὶ συνήσουσιν εἰς πολλά: οἱ γὰρ εἰς δέον τῆ παρὰ τοῦ θεοῦ θυ δοθείση γνώσει χρώμενοι, σφόδρα τῶν ἐκείνου κατα φρονοῦσι νόμων· καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τελευτὴν· τῆς μετ’ ἀσεβείας ζωῆς προτιμήσουσι· καὶ τοῦτο σημαίνων ἐπή γαγε: καὶ ἀσθενήσουσιν ἐν ῥομφαία καὶ ἐν φλογὶ· καὶ ἐν αἰχμα λωσία καὶ ἐν διαρπαγῆ ἡμερῶν αὐτοῦ: διαφόροις γὰρ καὶ παντο δαποῖς κολαστηρίοις ὁ δυσσεβὴς χρώμενος, καταπλήττειν ἐπει ρᾶτο τοὺς εὐσεβεῖς· ἄωρον αὐτοῖς ἐπιφέρων θάνατον· καὶ οἱ ονεὶ τὰς ὑπολοίπους αὐτῶν διαρπάζων ἡμέρας· εἶτα τὰ ὑπὸ τοῦ μακαρίου ματθίου καὶ τῶν υἱέων αὐτοῦ ἐσόμενα προλέγει: καὶ ἐν τῶ ἀσθενῆσαι αὐτοὺς, βοηθηθήσονται βοήθειαν μικράν: τῆς γὰρ θείας χάριτος ἀπολαύουσι· καὶ τέως τῶν πολεμούντων περιγενήσονται· οὐ μὴν εἰρήνης καὶ πολέμων ἀπαλλαγῆς ἐν ταῖς τούτων ἀπολαύσουσιν ἡμέραις· διὸ βοήθειαν μικρὰν, τὰς γενομένας ἐν μέσω τῶν πολέμων ἀνακοχὰς προσηγόρευσε: καὶ προστεθήσονταί φησι πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι: ταύτην γάρ φησι τὴν ἀνδραγαθίαν ὁρῶντες καὶ τῶν ὀλισθη σάντων πολλοὶ· καὶ τὴν εὐσέβειαν ἀρνηθέντων· μετα μελεία χρησάμενοι, πρὸς αὐτοὺς δραμοῦνται: καὶ ἀπὸ τῶν συνιέντων φησὶν ἀσθενήσουσι πολλοί: καὶ τῶν εὐσεβεῖν δοκούντων, εἰς τοὐναντίον τραπήσονται: τοῦ πυρῶ σαί φησιν ἐν αὐτοῖς· καὶ τοῦ ἐκλέξασθαι· καὶ τοῦ ἐκλευκάναι ἕως καιροῦ πέρας· διότι ἔτι εἰς καιρόν: οὐδὲ ταῦτα δέ φησι βλάψει τοὺς ἐσομένους ἀνθρώπους ἀνους · διδαχθήσονται γὰρ ἐντεῦθεν τοῖς προτέροις μὴ θαρρεῖν κατορθώμασιν· ἀλλ’ ἀεὶ δεδοικέν’ καὶ τρέμειν, κατὰ τὴν τοῦ μακαρίου παύλου παραίνεσιν· ὁ δοκῶν γάρ φησιν ἑστάναι, βλεπέτω μὴ πέση· αἱ γὰρ τῶν καιρῶν μεταβολαὶ· οἱονεὶ πυροῦσι καὶ δοκιμάζουσι· καὶ ἀποκρίνουσι τοῦ δοκίμου, τὸ κίβδηλον· οὐ μὴν δὲ, ἀλλὰ καὶ ἐκλευκαίνουσιν οἱονεὶ ἔριον· καὶ δοκιμάζουσιν· εἴτε φυσικὴν· εἴτε ἐπείσακτον ἔχει τὴν χρόαν· καὶ εἴτε ὅλον δι’ ὅλου ἐμπε φυκὸς τὸ χρῶμα· εἴτε τῆ ἐπιφανεία ἐπικείμενον μόνη· ταῦτα δέ φησι κατὰ μὲν τὸν παρόντα βίον, μερικῶς γίνεται· ἐν δὲ τῶ μέλλοντι χρόνω, ἡ καθόλου τῶν ἀνθρώπων ἀνων ἐξέτασις ἔσται ταῦτα· περὶ ἀντιόχου τοῦ ἐπιφανοῦς εἰρηκὼς, μεταβαίνει λοιπὸν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον· ἀρχέτυπον δὲ τοῦ ἀντιόχου, ὁ ἀντίχριστος· καὶ τοῦ ἀντιχρίστου εἰκὼν, ὁ ἀντίοχος· ὥσπερ γὰρ ἐκεῖνος ἀσεβεῖν ἠνάγκαζεν ἰουδαίους, καὶ πολιτεύεσθαι παρα νόμως, οὕτως ὁ ἄνθρωπος ἄνος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας· ὁ ὑπεραι ρόμενος ὑπὲρ πάντα λεγόμενον θεὸν ἢ σέβασμα ἧ φησὶν ὁ μακά ριος παῦλος· ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ θυ εἰσελθόντα καθίσ’· ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεὸς· ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, οὕτως οὗτος πάντα εἰς ἀπάτην τῶν εὐσεβῶν διαπράξεται· νῦν μὲν ταῖς ἀπατηλαῖς θαυματουργίαις ἐξαπατεῖν καὶ φενα κίζειν πειρώμενος· νῦν δὲ τῆ δυναστεία χρώμενος καὶ πᾶν εἶδος τιμωρίας ἐπιφέρων τοῖς τῆς εὐσεβείας τροφίμοις· εἰ δέ τις τὴν ἀκολουθίαν τῆς προφητείας ἐπιζητῶν μὴ πιστεύει ταῦθ’ οὕτως ἔχειν, εἰς νοῦν τὴν εὐαγγελικὴν διδασκαλίαν λαβέτω· καὶ γὰρ ἐκεῖ κατα ταυτὸν ὁ κύριος κς τὰ περὶ τῆς κοινῆς συντελείας προλέγει· καὶ τὰ περὶ τῆς συντελείας τῆς ἱερουσαλὴμ ἱλὴμ · εἰρηκὼς γὰρ προσεύχεσθε ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μὴ δὲ σαββάτου· τοῦτο δὲ ἰουδαίοις μόνοις ἁρμόττει, εὐθὺς ἐπήγαγεν· ἔσται γὰρ θλίψις μεγάλη οἵα οὐ γέγονεν ἀπαρχῆς κόσμου ἕως τουνῦν· οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώ θησαν αἱ ἡμέραι ἐκείναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι· καὶ δεικνὺς ὡς οὐδὲν τούτων ἰουδαίοις προσήκει, ἐπήγαγε· τότε ἐάν τις ὑμῖν εἴπη ἰδοὺ ὧδε ὁ χριστὸς χς ἢ ὧδε, μὴ πιστεύσητε· καὶ προειρηκὼς περὶ τοῦ ψευδοχρίστου ὀλίγα, ἐπήγαγεν· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἔρχεται ἀπὸ ἀνατολῶν· καὶ φαίνεται ἕως δυσμῶν, οὕτω καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀνου · καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως ἵνα μὴ καθ’ ἕκαστον λέγω· ἐντεῦθεν τοίνυν ποδηγούμενοι, καὶ τὴν προφητείαν νοήσομεν· μεταβᾶσαν μὲν ἀπὸ τοῦ ἀντιόχου ἐις τὸν ἀντίχριστον ὡς ἀπὸ εἰκόνος εἰς ἀρ χέτυπον· σαφῶς δὲ ἡμᾶς τὰ κατ’ ἐκεῖνον προδιδάσκουσαν: ποιήσει γάρ φησι κατὰ τὸ θέλημα αὐτοῦ ὁ βασιλεὺς· καὶ ὑψω θήσεται καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν· καὶ ἐπὶ τὸν θεὸν θν , τῶν θεῶν· καὶ λαλήσει ὑπέρογκα· καὶ κατευθυνεῖ· ἀντὶ τοῦ εὐο δωθήσεται: ἀλλ’ οὐκ εἰς τέλος: μέχρι γὰρ τοῦ συντελεσθῆναι τὴν ὀργήν: ἕως ἂν σφόδρα τὴν θείαν ὀργὴν ἐκκαύση· καὶ ταύτην ἐπισπάσηται· ὀργὴν δὲ τὴν τιμωρίαν καλεῖ· ἀπαθὲς γὰρ τὸ θεῖον: εἰς γὰρ συντέλειάν φησι καὶ σπουδὴν γίνεται: καὶ γὰρ αὐτός φησι προγινώσκων τὸ ἑαυτοῦ τέλος, πολλῆ χρήσεται σπουδῆ· εἰς ἀσέ βειαν ἅπαντας ἐκκαλούμενος· καὶ πολλοὺς κοινωνοὺς τῆς τι μωρίας λαβεῖν βουλόμενος· τὰ δὲ ἐπαγόμενα, σαφέστερον ἐλέγχει τὴν ἄνοιαν· τῶν οἰομένων περὶ ἀντιόχου ταῦτα εἰρῆσθαι· φησὶ γὰρ καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων πρων αὐτοῦ οὐ συνήσει: εὑρίσκομεν δὲ τὸν ἀντίοχον εἰδωλικῶν βωμῶν· τήν τε ἱερουσαλὴμ ἱλὴμ καὶ πᾶσαν τὴν ἰουδαίαν ἐμπλήσαντα· καὶ ἐν τῶ ναῶ τοῦ θεοῦ θυ τῶ δϊῒ θύσαντα· καὶ διὸς μὲν ὀλυμπίου τὸν ἐν ἱεροσολύμοις νεὼν προσαγορεύ σαντα· διὸς δὲ ξενίου· τὸν ἐν τῶ γαριζείμ· πῶς τοίνυν ὁ οὕτως δεισιδαίμων· ὁ οὕτως εἰδωλολάτρης ἐπὶ θεοὺς τῶν πατέρων πρων αὐτοῦ συνήσει· πᾶν γὰρ τοὐναντίον ὁ ἀντίοχος ποιῶν διετέλ’· τοὺς πατρώους γὰρ σέβων θεοὺς τὸν ὑπὸ τῶν ἰουδαίων προσ κυνούμενον ἠρνεῖτο θεόν θν · οὐδαμῶς τοίνυν τῶ ἀντιόχω ταῦτα ἁρμόττει· ἀλλ’ αὐτῶ τῶ ἀρχετύπω τοῦ ἀντιόχου· οὗ εἰκὼν καὶ τύπος ὁ ἀντίοχος γεγονὼς νικήσειν εἰς ἀσέβειαν ἅπαντας τοὺς πρὸ αὐτοῦ γενομένους βασιλέας ἐφιλονείκησε· περὶ δὲ τοῦ ἀντιχρίστου τοίνυν λέγει· ὅτι ἐπὶ πάντας θεοὺς πατέρων πρων αὐτοῦ οὐ συνήσει: καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν· καὶ ἐπὶ πάντα θεὸν οὐ συνήσει: καὶ τοῦτο δὲ ἄντικρυς· ἐναντίον τοῖς τοῦ ἀντιόχου ἐπιτηδεύμασιν· οὗτος γὰρ οὐδὲ ταῖς γάμου νόμω συνημμέναις ἠρκεῖτο· ἐξ ὧν ἀντίοχόν τε τὸν εὐπάτορα καὶ ἀλέξανδρον ἐπαιδοποίησεν· ἀλλὰ καὶ παλλακίσιν ἀκολάστοις ἐμίγνυτο· τῆς δὲ μιᾶς καὶ ἡ δευτέρα τῶν μακκαβαίων μνη μονεύει· καί φησὶν ὁ συγγραφεὺς οὕτω· συνέβη δὲ ταρσεῖς καὶ μαλεώτας στασιάζειν διὰ τῆ ἀντιοχίδι τῆ παλλακῆ τοῦ βασιλέως ἐν δωρεᾶ δίδοσθαι· ὁ τοίνυν τοσαύτη δουλεύων ἀκολασία ὡς πόλεις τοιαύτας καὶ τηλικαύτας ἑταιρικῶ δω ρεῖσθαι γυναίω, πῶς ἐπὶ ἐπιθυμίαν γυναικῶν οὐ συνήσει· οὐκ οὖν καὶ ἐντεῦθεν σαφῶς ἁμαρτάνον τες ἐξελέγχονται οἱ εἰς ἀντίοχον ταῦτα λαμβάνειν ἐπιχειροῦντες· ἡμεῖς δὲ ἐπανέλθωμεν, ὅθεν ἐξήλθομεν· καὶ ἐπιθυμίαν φησὶ γυναικῶν οὐ συνήσει· καὶ ἐπὶ πάντα θεὸν θν οὐ συνήσει: ὅτι ἐπὶ πάντας μεγαλυν θήσεται: ἀντὶ τοῦ οἰήσεται πάντων εἶναι μέγιστος: καὶ θεὸν θν μαωζεὶμ ἐπὶ τόπω αὐτοῦ δοξάσει· καὶ θεὸν θν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες πρες αὐτοῦ δοξάσει· ἐν ἀργυρίω καὶ ἐν χρυσίω καὶ ἐν λίθω τι μίω· καὶ ἐν ἐπιθυμήμασι: τῶν γὰρ πατέρων πρων αὐτοῦ πάντων τὴν οἰκείαν φύσιν ἐγνωκότων· καὶ τὸν ἐπὶ πάντων θεὸν θν σφὰς αὐτοὺς ὀνομάσαι μὴ τετολμηκότων· οὗτος θεὸν θν ἰσχυρὸν καὶ δυ νατὸν· τοῦτο γὰρ σημαίνει τὸ μαωζεὶμ· ἑαυτὸν προσαγορεύσει· τὸ γὰρ ἐπὶ τόπω αὐτοῦ· ἀντὶ τοῦ ἑαυτὸν τέθεικε: καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφύγων· μετὰ θεοῦ ἀλλοτρίου ὃν ἐγνώρισε καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει πολλούς· καὶ γῆν διέλη ἐν δώροις: ἀναστήσει γάρ φησιν ἑαυτῶ ναοὺς· καὶ χρυσῶ καὶ ἀργύρω καὶ λίθοις τιμίοις αὐτοὺς καλλωπίσει· καὶ ὑπο τάξει αὐτοῖς πολλοὺς· τοὺς ἐξαπατωμένους δη λον ότι τοῖς τέρασιν· ἢ ταῖς κολάσεσι χαυνουμένους· ἀλλὰ καὶ γῆν διέλη ἐν δώροις· τοῖς γὰρ ὑπηκόοις καὶ ἀσεβεῖν αἱρουμένοις· καὶ γῆν δωρήσεται πλείστην: καὶ ἐν καιρῶ πέρατί φησι συγκερατισθή σεται μετ’ αὐτοῦ βασιλεὺς νότου καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλ’ τοῦ βορρᾶ ἐν ἅρμασι καὶ ἱππεῦσι· καὶ ἐν ναυσὶ πολλαῖς· καὶ εἰσε λεύσεται εἰς τὴν γῆν ἐν ταῖς κατακλύσεσι· καὶ συντρίψει: πολ λάκις εἴπομεν· ὅτι τοῦ τετάρτου θηρίου τὰ δέκα κέρατα κατα ταυτὸν φανέντα, δέκα βασιλέας σημαίνει· ἐν τῶ τέλει τῆς ῥωμαϊκῆς βασιλείας καταταυτὸν βασιλεύσαντας· ἐκ τούτων τοίνυν πάλιν ὁ τοῦ νότου βασιλεὺς πολεμήσει τούτω· ὃς τοῦ βορρᾶ καλεῖται βασιλεὺς· ἀπὸ βορρᾶ γάρ φησιν ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· καὶ ἀντίοχος δὲ ὃς τούτου τύπος ἐτύγχανε, τοῦ βορ ρ ᾶ βασιλεὺς ὠνομάζετο· τοῦ τοίνυν βασιλέως τοῦ νότου συμπλακέντος αὐτῶ· μετὰ πλήθους οὗτος καὶ ὀχήματων ἐγγείων τὲ καὶ θαλαττίων ἐπι στρατεύσει αὐτῶ· καὶ τὴν νίκην ἀναδήσεται· τούτους δὲ τοὺς πο λέμους, καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις προεῖπεν ὁ κύριος κς · ἐγερθή σεται γὰρ φησιν ἔθνος ἐπὶ ἔθνος· καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων· ἔχοντες τοίνυν τῆ προφητεία τῆδε τὴν δεσποτικὴν πρόρρησιν συμφωνοῦσαν, νοήσωμεν τὰ προ κείμενα: καὶ παρελεύσεταί φησι καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβεὶρ: πάλιν διὰ τοῦ σαβεὶρ τὰ ἱεροσόλυμα παρεδήλωσε: καὶ πολλοὶ ἀσθενήσουσιν: ἐξαπατώμενοι δη λο νότι· ἢ τῶ μεγέθει τῶν τιμωριῶν χαυνούμενοι: καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ· ἐδὼμ καὶ μωὰβ· καὶ ἀρχὴ υἱῶν ἀμμών: οὐδὲ ταῦτα δὲ ἁρμόττει τῶ ἀντιόχω· καὶ γὰρ τοὺς καταστρεψαμένους, ἡγεμόνας αὐτοῖς ἐπέστησεν· ὧν εἶς ἦν τιμό θεος ἀμμανιτῶν ἡγούμενος· ἐπὶ δὲ τούτου τοῦ δυσσεβοῦς· εἰκὸς τούτους διαφυγεῖν· ἅτε δὴ μὴ δὲ σπουδαίως εὐσεβοῦντας· τοῖς γὰρ σπουδαίοις πᾶσιν ὁ δυσσεβὴς ἐπιστρατεύσει· εἰ δὲ καὶ τροπικῶς ταῦτα δὴ νοῆσαι τὰ ὀνόματα, ἐδὼμ ἑρμηνεύεται ὁ πυρρός· τούτου γὰρ χάριν καὶ ὁ ἡσαῦ ἐδὼμ προσηγορεύθη· ὡς τοῦ ἑψή ματος τοῦ φακοῦ ἐρυθροῦ ὄντος ἐπιθυμήσας· καὶ τὸ αἷμα δὲ ἐρυθρὸν ἔχει τὸ εἶδος· οἱ τοίνυν τοῦ δεσποτικοῦ αἵματος ἀξιού μενοι, καὶ ἀξίως τῆς δωρεᾶς ταύτης ἀπολαύουσιν, ἐπανθοῦσαν αὐτοῖς ἔχουσι τὴν τοῦ δεσποτικοῦ αἵματος χάριν· καὶ μωὰβ δὲ προσαγορεύεται· ὁ ἐκ τοῦ πατρὸς πρς γεννηθεὶς· οὕτω γὰρ ἡ πρεσβυ τέρα τοῦ λὼτ θυγάτηρ· ἐκ τοῦ πατρὸς πρς συλλαβοῦσα· εἶτα· τεκοῦσα· προσηγόρευσε τὸν τεχθέντα· οἱ τοίνυν υἱοὶ θεοῦ θυ προσαγορευό μενοι· οἳ οὐκ ἐξ αἱμάτων· οὐδὲ ἐκ θελήματος σαρκὸς· ἀλλ’ ἐκ θεοῦ θυ ἐγεννήθησαν, εἰκότως μωὰβ ὀνομάζονται· καὶ ὁ ἀμμὰν δὲ τὸν υἱὸν τοῦ γένους σημαίνει· τοῦτο γὰρ ἡ θεία διδάσκει γραφή· λέγει γὰρ ὁ μακάριος παῦλος ἐν ἀθηναίοις δημηγορῶν· γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ θυ · οὐκ ὀφείλομεν νομίζειν· χρυσῶ ἢ ἀργύρω ἢ λίθω χαράγματι τέχνης τὸ θεῖον εἶναι ὅμοιον· καὶ αὐτὸς δὲ ὁ θεὸς θς γένος αὐτοῦ, τοὺς ἁγίους προσαγορεύσει· ποιήσω γάρ φησι τὸ γένος μου τὸ ἐκλεκτὸν· λαὸν ὃν περιεποιη σάμην τὰς ἀρετάς μου διηγεῖσθαι· οὐδὲν οὖν ἀπεικὸς καὶ τοὺς τῆς θείας συγγενείας διὰ τῆς θείας χάριτος ἠξιωμένους, ἀμμὰν ὀνομάζεσθαι· εἰ μὲν οὖν τροπικῶς βούλει νοῆσαι τὰ ὀνόματα, οὕτω νοήσεις· εἰ δὲ ἱστορικῶς ὡς ἤδη προειρήκαμεν ὅτι τούτων καταφρονήσει· ὡς τῶν μὲν πλειόνων ἀσεβεία συζώντων· αὐτῶν δὲ τῶν ὀλίγων τῶν ἐν αὐτοῖς εὐσεβῶν· οὐ θερμῶς περὶ τὰ θεῖα διακειμένων: καὶ ἐκτενεῖ φησὶ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν αἰγύπτου· καὶ ἡ γῆ αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν σριαν · καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου· καὶ τοῦ ἀργυρίου· καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς αἰγύπτου· καὶ λι βύων καὶ αἰθιόπων· καὶ ἐν τοῖς ὀχυρώμασιν αὐτῶν: καὶ ταῦτα ἥκιστα ἁρμόττει τῶ ἀντιόχω· οὔτε γὰρ λιβύης· οὔτε αἰθιοπίας ἐκράτησεν· οὔτε δὲ αὐτῆς τῆς αἰγύπτου· προσταχθεὶς γὰρ ὑπὸ ῥωμαίων ἀνέστρεψεν· ὥστε ἐντεῦθεν σημαίνεσθαι τὰ τρία κέρατα· ἃ τὸ μικρὸν κέρας ἀνέτρεψε· καὶ γὰρ ἐνταῦθα τρία ἔθνη μέγιστα· αἴγυπτον· αἰθιοπίαν· καὶ λιβύην· ἀπὸ τριῶν ὡς εἰκὸς βασιλέων κατεχόμενας, κατα λύσει οὗτος· καὶ ὑφ’ ἑαυτὸν ποιήσεται: καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ καὶ ἥξει ἐν θυμῶ πολλῶ· τοῦ ἀναθεματίσαι καὶ τοῦ ἀφανίσαι πολλούς: οὐδὲ τοῦτο τῶ ἀντιόχω ἁρμόττει· ἐκεῖνον γὰρ οὐ φῆμαι διαταράξασαι τῆς αἰγύπτου ἀπέστησαν· ἀλλὰ τὸ δόγμα ῥωμαίων ἀπὸ τῆς ἑσπέρας· οὐκ ἀπὸ τῆς ἕω ἐπέμφθη· περὶ δὲ τούτου φησὶν· ὅτι λαβὼν τὴν αἴγυπτον· καὶ τὴν λιβύην καὶ τὴν αἰθιοπίαν· καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος· ὑπὸ φήμης τινὸς ταραχθεὶς ἀναστρέψει καὶ ἥξει ἐν θυμῶ πολλῶ τοῦ ἀναθεματίσαι καὶ ἀφανίσαι πολλούς· ταυτὸν δὲ λέγει δι’ ἀμφοτέρων· ἀφανίσαι γάρ ἐστι τὸ τῆς εὐσεβείας γυμνῶσαι· καὶ τὸ ἀναθεματίσαι, τὸ ἀλλότριον ἐκείνης ἀπο φῆναι: καὶ πήξει φησὶ τὴν σκηνὴν αὐτοῦ ἐν ἀπαδανῶ· ἀνὰ μέσον τῶν θαλασσῶν· εἰς ὄρος σαβεὶρ ἅγιον: οὐδὲ τοῦτο δὲ εὑρίσκομεν ὑπὸ ἀντιόχου γεγενημένον· ἐπεὶ εἰπάτωσαν τίς ὁ τόπος οὗτος ἐν ὧ τὴν σκηνὴν αὐτοῦ κατέπηξεν ὁ ἀντίοχος· ἀνὰ μέσον τῶν δύο θαλασσῶν διακείμενος· ἀλλ’ οὐχ ἕξουσι δεῖξαι· οὐκ οὖν τούτων οὐδὲν οὐδέπω πέρας εἴληφεν· ἀλλὰ γενήσεται ταῦτα πάντα ὑπὸ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἀνων ἀλάστορος· σαβεὶρ δὲ πάλιν, τὴν τῶ θεῶ θω ἀνακειμένην καλεῖ γῆν· ἀπαδανὸν δὲ· τόπον τινὰ οὕτως ὠνο μασμένον· οὐ πόρρω τῶν ἱεροσολύμων διακείμενον· ἐκεῖ γὰρ δέξεται τὸν ὄλεθρον: ἥξει γάρ φησιν ἕως μέρους αὐτοῦ· καὶ οὐκ ἔστιν ὀρυώμενος αὐτόν: ἐκεῖνος γὰρ ὁ τοιαῦτα καὶ τοσαῦτα τετολμηκὼς καὶ τοσούτω φρονήματι χρησάμενος, ἐξαίφνης δέξεται τὴν τιμωρίαν· οὐδενὸς αὐτὸν δυναμένου ταύτης ἐλευ θερῶσαι· τοῦτο δὲ καὶ ὁ μακάριος σαφῶς λέγει παῦλος· ὃν ὁ κύριος κς – Hinc incipit in editione capitulum 12. φησὶν ἀναλώσει τῶ λόγω τοῦ στόματος αὐτοῦ· καί τῶ πνεύματι πνι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ: καὶ ἐν τῶ καιρῶ φησὶν ἐκείνω ἀνα στήσεται μιχαὴλ ὁ ἄρχων ὁ μέγας ὁ ἐφεστηκὼς τοῖς υἱοῖς τοῦ λαοῦ σου: ὁ γάρ φησι τὴν ὑμετέραν κηδεμονίαν πεπιστευμένος ἀρχάγγελος· εἰς ἐπικουρίαν τῶν τηνικαῦτα πολεμουμένων ἀναστήσεται· καὶ τοῦτο δὲ δι’ ἑτέρας ἑρμηνείας, δῆλον τοῖς ἀ γνοοῦσι γενήσεται· διὰ γὰρ μαλαχίου τοῦ προφήτου φησὶν ὁ θεὸς θς πρὸς τοὺς ἰουδαίους· ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν ἠλίαν τὸν θεσβίτην· πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου κυ τὴν μεγάλην καὶ ἐπι φανῆ· ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρς πρὸς υἱὸν· καὶ καρδίαν ἀνθρώπου ἀνου πρὸς τὸν πλησίον αὐτοῦ · μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· διδάσκει δὲ ἡμᾶς ὅτι τοῦ ἀντιχρίστου ἐκεῖνα τολμῶντος, φανήσεται ὁ μέγας ἠλίας· κηρύττων ἰουδαίοις τὴν τοῦ κυρίου κυ παρουσίαν· καὶ πολλοὺς ἐπιστρέψει· τοῦτο γὰρ λέγει τὸ ἀποκα ταστήσει καρδίαν πατρὸς πρς πρὸς υἱὸν· τουτέστι τοῖς ἐξ ἐθνῶν πε πιστευκόσιν ἰουδαίοις· τούτους γὰρ ἐκάλεσε πατέρας πρας · ὡς πρεσ βυτέρους κατὰ τὴν γνῶσιν· διατοῦτο οὐκ εἶπεν ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα πρα · ἀλλὰ καρδίαν πατρὸς πρς πρὸς υἱὸν· τὸν γὰρ ἰουδαῖον πιστεύσαντα, συνάψει τῆ ἐκκλησία· καὶ ἐπειδὴ κατὰ μὲν τὴν γνῶσιν ὁ ἰουδαῖος πρεσβύτερος· μία δὲ κἀκείνων καὶ τούτων ἡ φύσις, εἰκότως ἐπήγαγε· καὶ καρδίαν ἀνθρώπου ἀνου πρὸς τὸν πλησίον αὐτοῦ· διδάσκων ὅτι μία μὲν τούτων κἀκείνων ἡ φύσις· ἡ δὲ θεογνωσία πρότερον ἰουδαίοις ἐδόθη· ἀπιστή σαντες δὲ, ἔσχατοι ἀπεδείχθησαν· πιστεύσαντες δὲ διὰ τῶν τοῦ μεγάλου ἠλιοῦ κηρυγμάτων, καὶ τοῖς τὴν πεμφθεῖσαν αὐτοῖς σωτηρίαν σρίαν ἁρπάσασιν ἔθνεσι συναφθέντες, εἰς μίαν τε λέσουσιν ἐκκλησίαν· τοῦτο καὶ ἐνταῦθα αἰνίττεται· ὅτι τούτων γινομένων ὑπὸ τοῦ ἀντιχρίστου, ὁ ἅγιος μιχαὴλ ὁ ἀρχάγγελος πάντα πραγματεύσεται· ὡς τὸν ἠλίαν ἀφικέσθαι· καὶ προμη νύσαι τοῦ δεσπότου τὴν παρουσίαν· ἵνα τῆς σωτηρίας σρίας τύχωσιν, οἱ τηνικαῦτα ἰουδαῖοι· εἶτα διηγούμενος τὴν ὑπερβολὴν τῶν κακῶν· ὧν ὁ δυσσεβὴς ἐκεῖνος διαπράξεται, φησὶ: καὶ ἔσται καιρὸς θλίψεως· θλίψις, οἵα οὐ γέγονεν ἀφ’ οὗ γένηται ἔθνος ἐπὶ τῆς γῆς· καὶ ἕως τοῦ καιροῦ ἐκείνου: τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· ἔσται γὰρ θλίψις, οἵα οὐ γέγονεν ἀπ’ ἀρχ’ αἰῶνος· οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτούς κολοβώσ’ τὰς ἡμέρας ἐκείνας· συμφωνεῖ τοίνυν τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς θεσπίσμασι· τούτοις ἐπάγει· καὶ ἐν τῶ καιρῶ ἐκείνω σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῆ βίβλω: ἀντὶ τοῦ οἱ τῆς σωτηρίας σρίας ἄξιοι· οἱ τῶ κηρύγματι τοῦ ἠλία ὑπακουσάμενοι· οὓς ἄνωθεν ἐξ ἀρχῆς ὁ θεὸς θς προγινώσκει· τὴν γὰρ τοῦ θεοῦ θυ γνῶσιν, βίβλον ὠνόμασε: καὶ πολλοί φησι τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται· οὗτοι εἰς ζωὴν αἰ ώνιον· καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον: εἰπάτωσαν οἱ τῶ ἀντιόχω ταῦτα προσαρμόττειν ἐπιχειροῦντες· τίνες ἀνέστησαν ἐπ’ ἐκείνου· καὶ οἱ μὲν ζωῆς ἔτυχον αἰωνίου· οἱ δὲ ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐκαρπώσαντο· εἰ δὲ τοὺς μακ καβαίους εἴποιεν διὰ τούτων δηλοῦσθαι· ἐκ τῶν σπηλαίων ἐξιόντας, μείζονα ὀφλήσουσι γέλωτα· εὑρεθήσονται γὰρ οἱ αὐτοὶ εὐσεβείας ἐρασταὶ· καὶ ἀσεβείας ἐργάται· ἡ γὰρ προφητεία φησὶ· πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται· οὗτοι εἰς ζωὴν αἰώνιον· καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· ὥστε εἰ εἰς τοὺς μακκαβαίους ταῦτα λάβοιεν, αὐτοὺς τοὺς μακκαβαίους φήσουσι· καὶ πονηροὺς καὶ ἀγαθοὺς· ἢ τινὰς μὲν ἐξ αὐτῶν ἀγαθοὺς· τινὰς δὲ κακούς· ἀλλ’ οὐδὲ τοῦτό ἐστιν εὑρεῖν· εὐσεβὴς γὰρ ἅπασα αὐτῶν ἡ συμμορία· οὔτε δὲ ἡ ζωὴ αἰώνιοις κατὰ τὸν παρόντα βίον αὐτοῖς ἁρμόττει· ἅπαντες γὰρ ἀναιρεθέντες, ὑπεξῆλθον τὸν βίον· οὐκ οὖν τοὺς γραώδεις ἐκείν’ μύθους καταλιπόντες, τὴν κοινὴν ἐντεῦθεν τῶν τετελευτη κότων μανθάνομεν ἀνάστασιν· καὶ τὴν μετὰ τὴν ἀνάστασιν γενομένην διάκρισιν· οἱ μὲν γὰρ αὐτῶν, ζωῆς αἰωνίου κληρο νομήσουσιν· οἱ δὲ καταγέλαστοι καὶ ἐπονείδιστοι εἰς αἰῶνας γενήσονται· πολλοὶ δὲ, ἀντὶ τοῦ πάντες ἔφη· καὶ γὰρ ὁ μακά ριος παῦλος, ἀντὶ τοῦ πάντες, οἱ πολλοὶ τέθεικε· λέγων· εἰ γὰρ τῶ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῶ μᾶλλον ἡ χάρις τοῦ θεοῦ θυ · καὶ ἡ δωρεὰ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου ἀνου ἰησοῦ ἰυ χριστοῦ χυ · εἰς τοὺς πολλοὺς ἐπερίσσευσε: καὶ οἱ συνιέντες φησὶν ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος: καὶ ὁ κύριος κς δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶν· τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος: καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι: οἱ μὲν γὰρ δοκιμώτατοι καὶ ἔκκριτοι· τῆ τε τοῦ στερεώματος λαμπρότητι· καὶ αὐτῶ τῶ ἡλιακῶ παρει κασθήσονται φωτί· οἱ δὲ τούτων ἐλάττους· τοῦτο γὰρ ἐσήμανε διὰ τῶν πολλῶν, τὰς τῶν ἀστέρων λαμπηδόνας μιμήσονται· δι’ αἰῶνος ταύτην ἀφιέντες τὴν αἴγλην· οὕτω δὴ καὶ ὁ μακάριος παῦλος τῶν εὐσεβῶν διεῖλε τὰ τάγματα· ἄλλη γὰρ δόξα ἡλίου· καὶ ἄλλη δόξα σελήνης· καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξη· ταῦτα εἰπὼν ὁ τῶ δανιὴλ προσδιαλεγόμενος, ἐπήγαγε: καὶ σὺ δανιὴλ· ἔμφραξον τοὺς λόγους· καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας· ἕως δϊδαχθῶσι πολλοὶ· καὶ πληθυνθῆ ἡ γνῶσις: ἐπίθες φησὶ τῶ βιβλίω τὰς τῆς ἀσαφείας σφραγίδας· καὶ μὴ δῆλα ἅπασι καταστήσης ἕως ἂν πληθυνθῆ ἡ γνῶσις καὶ πληρωθῆ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον κν · ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας κατὰ τὴν προφητείαν· ταύτας ἡ τοῦ θείου πνεύματος πνς χάρις μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφά νειαν ἀφελοῦσα τὰς σφραγίδας σαφῆ τὰ ἀσαφῆ πεποίηκε τοῖς πιστεύουσι: καὶ εἶδόν φησιν ἐγὼ δανιὴλ· καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἷς ἐντεῦθεν τοῦ ποταμοῦ· καὶ εἷς ἐντεῦθεν· καὶ εἶπον τῶ ἀνδρὶ τῶ ἐνδεδυμένω τὸ βαδδεὶμ· ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων καὶ ὁ καθαρισμὸς τούτων: ἐγὼ μὲν γὰρ εἱστήκειν σιγῶν· καὶ ἐρωτῶν μὴ τολμῶν· δύο δὲ ἑκατέρωθεν ταῖς ὄχθαις ἐφεστῶτες τοῦ ποταμοῦ ἤροντο τὸ τὴν συσσίνην περιβεβλη μένον ἐσθῆτα· τῆ τε τοῦ ὕδατος ἐποχούμενον ἐπιφανεία πόσον καθέξει χρόνον· τὰ φοβερὰ ταῦτα καὶ φρίκης γέμοντα· καὶ πότε ἡ τούτων ἀπαλλαγὴ γενήσεται: καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὸ βαδδεὶμ ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ πο ταμοῦ· καὶ ὕψωσε τὴν δεξιὰν αὐτοῦ· καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν οὐνὸν · καὶ ὤμωσεν ἐν τῶ ζῶντι εἰς τὸν αἰῶνα ὅτι εἰς καιρὸν· καὶ καιροὺς καὶ ἥμισυ καιροῦ: ἐντεῦθεν ἀκριβῶς μεμαθήκαμεν ὅτι ὁ τότε διαλεγόμενος, οὐκ αὐτὸς ἦν ὁ δεσπότης· ὁ γὰρ δεσπότης ἐπεὶ κατ’ οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι ἧ φησιν ὁ θεῖος ἀπό στολος, καθʹ ἑαυτοῦ ὤμοσε λέγων· ζῶ ἐγὼ λέγει κύριος κς · καὶ ὁ μακάριος μωϋσῆς δείκνυσιν αὐτὸν λέγοντα· ἀρῶ εἰς τὸν οὐρανὸν οὐνὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῆ δεξιᾶ μου καὶ ἐρῶ ζῶ ἐγὼ εἰς τὸν αἰῶνα· οὗτος δὲ εἷς ὦν τῶν ὑπο κειμένων· καὶ εὐνοϊκῶς περὶ τὸν δεσπότην διακειμένων· ἐξέτεινε μὲν εἰς τὸν οὐρανὸν οὐνὸν ἄμφω τὼ χεῖρε· ὤμοσε δὲ ἐν τῶ ζῶντι εἰς τὸν αἰῶνα· χεῖρας δὲ λέγει αὐτὸν ἔχειν ὁ δανιὴλ τοῦτο θεασάμενος· ἀσώματον δὲ ἴσμεν τῶν ἀγγέλων τὴν φύσιν· σχηματίζουσι δὲ τὰς ὄψεις πρὸς τὸ χρήσιμον τῶν ὁρώντων· καὶ πολλάκις μὲν ἡμερώτερον φαίνονται συγκαταβάσει πλείονι χρώμενοι· πολλάκις δὲ φοβερώτερον σπου δαιοτέρους τοὺς ὁρῶντας ἐργαζόμενοι· ὤμοσε τοίνυν τῶ ζῶντι εἰς τὸν αἰῶνα ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ· σημαίνει δὲ τρία ἥμισυ ἔτη· τοῦτο δὲ ἐπὶ τοῦ κέρατος τοῦ ποιοῦντος πόλεμον μετὰ τῶν ἁγίων· ὃ μετὰ τὰ δέκα βλαστήσει κέρατα· ἐν τῶ τέλει τῆς ῥωμαϊκῆς βασιλείας· ὁ ἅγιος ἔφη γαβριήλ· εἰρηκὼς γὰρ τρεῖς βασιλείας ταπεινώσει· καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει· καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει ἐπήγαγε· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ· ἕως καιροῦ καὶ καιρῶν καὶ ἡμίσους καιροῦ· τρία δὲ ταῦτα ἥμισυ ἔτη· τὸν γὰρ ἐνιαυτὸν καιρὸν προσηγόρευσε· καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα σαφέστερον μα θησόμεθα· ὅτι εἰς καιρὸν φησὶ καὶ καιροὺς καὶ ἥμισυ καιροῦ: ἐν τῶ συντελεσθῆναι διασκορπισμὸν λαοῦ ἡγιασμένου, γνώσονται ἅγιον· καὶ συντελεσθήσονται πάντα ταῦτα: τρία γάρ φησι καὶ ἥμισυ ἔτη ὁ τοῦ ἡγιασμένου λαοῦ κρατήσει διασκορπισμός· καὶ συν τελεσθήσεται ταῦτα πάντα· εἶτα γνώσονται τὸ ἅγιον· τὸν μέγαν ἠλίαν ἐνταῦθα αἰνίττεται· περὶ γὰρ τὰ τέλη τῆς ἐκείνου δυναστείας ἀνα φανεὶς ὁ μέγας ἠλίας, τὴν δευτέραν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν προ κηρύξει· τούτοις ἐπάγει ὁ μακάριος δανιήλ: καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα· καὶ εἶπον· κύριε κε τί τὰ ἔσχατα τούτων: μὴ συνείς φησι τὸ εἰρημένον περὶ τοῦ χρόνου· ἠναγκάσθην ἐρέσθαι σαφέστερον μαθεῖν ἐφιέμενος· ἐπόθουν δὲ, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα δειχθῆναι· ὁ δὲ ἔφη πρός με: δεῦρο δανιὴλ ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος· ἕως ἐκλεγῶσι· καὶ ἐκλευκανθῶσι· καὶ πυρωθῶσιν οἱ πολλοὶ· καὶ ἀνομήσουσιν ἄνομοι· καὶ οὐ συνήσουσι πάντες ἀσεβεῖς· καὶ οἱ νοήμονες νοήσουσιν: οὐ μάτην φησὶν ἀσαφέ στερον ταῦτα εἴρηκα· καὶ οἱονεὶ σφραγίδας, τοῖς λόγοις τὴν ἀσάφειαν ἐπέθηκα· οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖσθαι· ἀλλ’ οἱ μὲν νοή μονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως συνήσουσιν· οἱ δὲ ἀνομία καὶ δυσσεβεία συζῶντες, οὐδὲν τῶν ἐγκειμένων νοῆσαι δυνήσονται· ὅταν δὲ ἔλθη τὰ πράγματα, σαφῶς τὰς περὶ τούτων μαθήσονται προφητείας· τότε καὶ ἀποκριθήσονται τῶν δικαίων οἱ τῆς πονηρίας ἐργάται· πάντα γὰρ ἡ πύρωσις δοκιμάσει· τοῦτο γὰρ καὶ ὁ μακάριος παῦλος ἔφη· ἑκάστου γάρ φησι τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον· ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει· πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ κύριος κς ἐν τοῖς θείοις εὐαγγελίοις φησὶ· μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ· μὴ δὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· τὸν δὲ μακάριον δανιὴλ· ἅγιον ὄντα καὶ εὔνουν τοῦ δεσπότου θεράποντα· ὁ θεῖος ἄγγελος διδάσκει τῆς τοῦ ἀντιχρίστου τυραννίδος τὸν χρόνον καί φησὶ: ἀποκαιροῦ πα ραλλάξεως τοῦ ἐνδελεχησμοῦ· καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα: ἐπειδὴ γὰρ εἰρηκὼς εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, εἶδε μὴ νενοηκότα τὸν μα κάριον δανιὴλ· ἀναλύσας εἰς ἡμέραν τὸν χρόνον, δῆλον αὐτῶ τὸ ἀγνοούμενον πεποίηκε· τοῖς δὲ ἄλλοις οὕτως ἀσαφῆ τὸν λόγον κα τέλιπε· βδέλυγμα δὲ ἐρημώσεως, αὐτὸν καλεῖ τὸν ἀντίχριστον· ἐναλλαγὴν δὲ τοῦ ἐνδελεχησμοῦ, τῆς ἐκκλησιαστικῆς λειτουργίας τὴν τάξιν· ὑπὸ τῆς ἐκείνου μανίας καὶ λύττης, σκεδαννυμένην τὲ καὶ παυομένην· τούτοις ἐπιφήσει ὁ θεῖος ἄγγελος: μακάριος ὁ ὑπο μένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριακοντα πέντε· αἰνίττεται δὲ καὶ παραδηλοῖ· ὡς τούτου τὴν θεήλατον δεξα μένου πληγὴν· ἐπιμένει ὁ μέγας μὲν ἠλίας, κηρύττων τὰς ὑπολοίπʹ πέντε καὶ σαράκοντα· φανήσεται δὲ ὁ δεσπότης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνοῦ ἐρχόμενος· καὶ στεφανώσει τοὺς ἄσυλον τῆς ὑπομονῆς τὸ κτῆμα φυλάξαντας· τοῦτο δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ ἐντεῦθεν δέ ἐστι μαθεῖν ἀκριβῶς· ὡς οὐδὲν τούτων ἁρμόττει τῶ ἀντιόχω· ἐπ’ ἐκείνου μὲν γὰρ δισχιλίας τριακοσίας ἡμέρας ἔφη· ἐπὶ δὲ τοῦ ἀντιχρίστου, χιλίας διακοσίας ἡμέρας καὶ ἐννενήκοντα κρατήσειν τὴν συμφοράν· ὥστε καὶ τοῦ χρόνου τὴν διαφορὰν μαρτυρεῖν τῆ τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾶ: καὶ σύ φησι δεῦρο καὶ ἀναπαύου: καιρός φησι τοῦ δέξασθαί σε τοῦ βίου τὸ τέλος: ἔτι γὰρ ἡμέραι, εἰς ἀναπλήρωσιν συντελείας: οὐκ ὀλίγος γάρ φησιν ἔτι χρόνος ὑπολέλειπται τῆ τοῦ παρόντος βίου συστάσει· καὶ ἐν ταῦθα δὲ σαφῶς ἡμᾶς ἐδίδαξε τὴν συντέλειαν· καὶ ὅτι ἐν ἐκείνη τὰ προειρημένα γενήσεται: καὶ ἀναπαύση καὶ ἀναστήσει εἰς τὸν καιρόν σου εἰς συντέλειαν ἡμερῶν: νῦν μὲν γάρ σε φησὶ προσήκʹ τὸ κοινὸν δέξασθαι τέλος· ἀναστήση δὲ· καὶ οὐχ ἁπλῶς ἀναστήση· ἀλλ’ εἰς τὸν κλῆρόν σου· τουτέστι· μετὰ τῆς τῶν ὁμοτρόπων συμμορίας· καὶ δεικνὺς πότε ἐπήγαγεν· εἰς συντέλειαν ἡμερῶν· οὕτω σαφῶς ἡμᾶς ὁ θεῖος ἀρχάγγελος διὰ τοῦ μακαρίου καὶ τρισμακαρίου δανιὴλ· ἐδίδαξε τὴν ἀνάστασιν· οὕτω πληρώσας τὴν ἀποκάλυψιν, ἐπήγαγεν ὁ προφήτης: ⁘ ὅρασις ιβ in editione sequitur idem capitulum κ αὶ ὁ βασιλεὺς ἀστυάγης· προσετέθη πρὸς τοὺς πατέρας πρας αὐτοῦ· καὶ πα ρέλαβε κύρος ὁ πέρσης τὴν βασιλείαν αὐτοῦ· καὶ ἦν δανιὴλ συμβιωτʹ τοῦ βασιλέως· καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ: ὁ δὲ ἀστυάγης, τοῦ κύρου μητροπάτωρ· ἐκείνου δὲ τελευτήσαντος καὶ κυαξάρου τοῦ υἱέως αὐτοῦ οἰκονομῆσαι τὴν βασιλείαν οὐ δυ νηθέντος· ὁ κύρος τὴν τῶν ἀσσυρίων καὶ χαλδαίων καταλύσας βασιλείαν, τὸ μήδων κράτος εἰς πέρσας μετέθηκε· σύσσιτος δέ φησιν ἦν τοῦ βασιλέως καὶ σύνοικος· καὶ πάντων αὐτοῦ τῶν συνήθων προτεταγμένος· ταύτην γὰρ ἔχων τὴν παρρησίαν· καὶ τὰ εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ θυ διὰ τοῦ προφήτου ἡσαΐου προρρηθέντα ὑπέδειξε· καὶ τὴν ἄφεσιν τοῦ λαοῦ ποιήσασθαι παρεσκεύασεν· ἡμεῖς μὲν οὖν ταῦτα ἐκ τῆς θείας τοῦ δανιὴλ μεμαθήκαμεν προφητʹ· ἰουδαίους δὲ θρηνεῖν δίκαιον· ἔξω τοῦ προφητικοῦ καταλόγου τάττειν τὸν θεῖον τοῦτον προφήτην τολμῶντας· καὶ ταῦτα τῆ πείρα μεμαθηκότας τῆς προφητείας τὸ ἀληθές· ἀλλὰ γὰρ εὔδηλον ὡς σὺν ταῖς ἄλλαις ἀσεβείαις καὶ ταύτην προστεθείκασι τὴν βλασφημίαν· τῆς τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφανείας· τὴν προφανῆ μαρτυρίαν τῆ ἀρνήσει τῆς προφητείας συσκιάζειν ἐπιχει ροῦντες· ἀλλ’ οὐδὲν πλέον αὐτοῖς ὑπάρξει ταύτην ἀρνουμένοις τὴν προφητείαν· οἵ τε γὰρ ἄλλοι προφῆται μαρτυροῦσι· καὶ αὐτὰ βοᾶ τὰ πράγματα τὰς περὶ αὐτοῦ προρρήσεις ἁρπάζοντα· ὅτι δὲ οἱ πάλαι ἰουδαῖοι τὸν μακάριον δανιὴλ μέγιστον ἀπεκάλουν προ φήτην, μάρτυς ἀξιόχρεως ἰώσηπος ὁ ἑβραῖος· τὸ μὲν χριστιανικὸν οὐ δεξάμενος κήρυγμα· τὴν δὲ ἀλήθειαν κρύπτειν οὐκ ἀνασχόμενος· οὗτος ἐν τῶ δεκάτω τῆς ἰουδαϊκῆς ἀρχαιολογίας πολλὰ μὲν καὶ ἕτερα περὶ τοῦ μακαρίου εἴρηκε δανιὴλ· προστίθησι δὲ καὶ ταῦτα· ἅπαντα γὰρ αὐτῶ φησὶ παραδόξως ὡς ἑνί τινι τῶν μεγίστων ἐχαρίσθη προ φητῶν καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους· τελευτήσας δὲ, μνήμην αἰώνιον ἔχει· τὰ γὰρ βιβλία ὅσα δὴ συγγραψάμενος κατέλιπεν, ἀναγινώσκεται παρ’ ἡμῖν ἔτι καὶ νῦν· καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν· ὅτι δανιῆλος ὡμίλει θεῶ θω · οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει κα θάπερ οἱ προφῆται, ἀλλὰ καὶ τὸν καιρὸν ὤριζεν εἰς ὃν ταῦτα ἀπο βήσεται· καὶ μετὰ βραχέα δὲ· ἀπὸ δὲ τοῦ τέλους φησὶ τῶν προρρή σεων· ἀληθείας πίστιν καὶ δόξαν θειότητος καὶ μυρία τοιαῦτα περὶ αὐτοῦ λέγει· ὡσαύτως δὲ καὶ ἐν τῆ δεκάτη τῆς ἀρχαιολογίας πάλιν οὕτω φησὶν· τὴν δὲ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν δανιήλου προφητείαν, πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἔδειξε γὰρ ὅτι μακεδόνες καταλύσουσιν αὐτόν· καὶ ταῦτα μὲν ὁ ἰώσηπος τῶ προφήτη προσμαρτυρεῖ· ἰουδαῖοι δὲ πᾶσαν ἀναι σχυντίαν νοσοῦντες, οὐδὲ τοὺς ἑαυτῶν αἰσχύνονται διδασκάλους· ἀλλ’ ἡμεῖς παρακαλῶ ὡς παρὰ θείου προφήτου τὴν τοῦ μελλόντος δεξάμενοι πρόγνωσιν, εὐτρεπεῖς ἡμᾶς αὐτοὺς ἐπ’ ἐκείνην τὴν φο βερὰν καταστήσωμεν ἡμέραν· ἵνα μὴ αἰσχύνην αἰώνιον· ἀλλ’ εἰς ζωὴν ἀναστῶμεν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλ ανθρωπία ανία τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν: +