.:· λόγος α: Ἐ ν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα· ἦλθεν ναβου χοδονόσορ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν: ναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων· καὶ τοῦ τηνικάδε βασιλέως ἐμνη μονευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν· ἵνα ἔχωμεν εἰδέναι σαφῶς, τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασι λείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ· ὃς ἐβασίλευσε μετ’ αὐτὸν ἰωάχαζ· πατὴρ πὴρ δὲ ἐγένετο ἰωάχαμ· ὃς καὶ ἰωακεὶμ καὶ ἱεχονίας ὠνομάζετο ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο τὸ τῶν βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους πρ ο φήτας ποιοῦντας ἐστὶν εὑρεῖν· ὄρασις γάρ φησιν ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὁζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου· οἳ ἐβασίλευσαν τῆς ἰουδαίας· καὶ ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα· ἔτους τρεισκαι δεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἱεζεκιὴλ δὲ· καὶ τῶν ἄλλων προ φητῶν ἕκαστος ὡς τὰ πολλὰ τούτω τῶ προοιμίω κέχρηνται τῆς προ φητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρα νομίαν· καὶ δεῖξαι προφήτην τὸν τῶ ὄντι προφήτην: καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ : καὶ τοῦτο δὲ τὴν πνευματικὴν πνικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντὸς ἦν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος· καὶ ἔγνω σαφῶς καὶ τοὺς ἄλλους διδάσκει· ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω καὶ τῶν ἱε ρῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τὸ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρη σάμενον· τῆς τῶ θεῶ θω ἀνακειμένης περιγενέσθαι πόλεως· μάθωσι δὲ δὲ πάντες ἀκριβῶς ὅτι τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρου ροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν ὑπὸ τοῖς πολεμίοις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς οὕτω φησί· μὴ, δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων, ἄνευ τοῦ ἔλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρων τὰς τιμωρίας κέχρηται ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις: καὶ ἤνεγκεν αὐτά φησιν εἰς γῆν σενναὰρ εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θη σαυροῦ τοῦ θεοῦ αὐτοῦ: καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων· τὰ ἅγια σκεύη τὰ τῶ θεῶ θω ἀνακείμενα, παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος , οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μωρία γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματικὸς πνικὸς ἀνακρίνει μὲν πάντα κατὰ τὸν θεῖον ἀπό στολον· καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενον· ἔστιν οὖν μαθεῖν τὸν πνευματικῶς πνικῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν οὐκ ἰουδαίοις μόνοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν ἐδιδάχθησαν ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεὲς· οὐ γὰρ ὡς δεόμενος ὁ τῶν ὅλων θεὸς θς τὰ παρὰ ἀνθρώπων ἀνων προσφερόμενα δέχεται· ἀλλ’ ἐκείνους εὐγνωμοσύνην διδάσκων καὶ διδοὺς θεραπείας τὲ καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν · εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλό μενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ τῆ ἐκείνων συγκατιὼν τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο· εἰκότως ἀποστραφεὶς αὐτοὺς καὶ αἰχμαλωσία παραδοὺς· καὶ τὰ ὑπ’ αὐτων προ σενεχθέντα σκεύη· δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον. σὺν αὐτοῖς αἰχμά λωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία, τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν, κατ’ οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· μᾶλλον δὲ πλέον ἥπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τὲ καὶ νέων φωτιζό μενοι προφητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι· κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα, θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων δια φέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἴσον ἐστὶν ὑμᾶς τὲ ταῦτα ἔχειν καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦσαι· καὶ ὠφέλειαν αὐτοῖς οὐ σμικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι· ἡνίκα μὲν ἐτίμησαν τὰ σκεύη ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνου μένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστι ώμενος, ἐκολάσθη μὲν παραυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδί δαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ θεοῦ θυ ἡ δύναμις τῶν σκευῶν ἐκείνων· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ· ἀλλ’ ἑκὼν αὐτὰ παρέδωκε· διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνεὶ καὶ φι νεὲς οἱ ἠλεὶ τοῦ ἱερέως παῖδες· παράνομοι λίαν ὄντες καὶ βδελυροὶ· ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον· ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεὸς θς · οὐδεμιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγῆ παραδοὺς· τὴν δὲ κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ἰὴλ διδάσκων καὶ παιδεύων· ὡς οὐκ αὐτῶ χρεία τῆς κι βωτοῦ, ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία· ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον· καὶ ἀσε βεία συζῆν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλό φυλοι· ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεόν θν · τεκμηρίω χρώμενοι τὴν τῶν οἰκείων εἰδώλων κατάλυσιν· καὶ πολλὴν ἐντεῦθεν ἐπισπάσωνται βλάβην· ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεόν θν · καὶ οἷόν τι ἄριστον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς παρασκευάζει μὲν τὸν δαγὼν· τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον· πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι· καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ· ἀλλὰ καὶ δὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν· καὶ ἀναθήματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα καὶ ἐπὶ τοῦ να βουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίους· ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώ ρησις: καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῶ ἀρχιευνούχω αὐτοῦ εἰσα γαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας· καὶ ἀπὸ τῶν φορθομμειν νεανίσκους· ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος· καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία· καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν· καὶ διανοουμένους φρό νησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς τοῦ ἐστάναι ἐν τῶ οἴκω τοῦ βασιλέως· καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλώσσαν χαλδαίων: ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ τὰ ἀσθενῆ· καὶ τὰ ἐξουθενημένα· ἵνα διὰ τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατοὺς· ἄνθρωποι ἄνοι δὲ σωμάτων ὥραν· καὶ μέγεθος· καὶ ῥώμην ἐπιζητοῦσι· καὶ σο φίαν· οὐ τὴν τὰ θεῖα γινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττίαν κεκοσμημένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν· ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν· τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν· ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασι λικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόρρησις· ἣν ἐζεκία προεῖπε τῶ βασιλεῖ· ἄκουσον γάρ φησι λόγον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡ μέρας ταύτης εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπε δὲ ὁ θεὸς θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήψονται· καὶ ποιήσουσι σπάδονας ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιήλ φησιν· προστάξαι τὸν βασιλέα εισαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας· καὶ ἀπὸ τῶν φορθομμεὶν νεανίσκους· φορθομμεὶν δὲ τοὺς παρθένους ἐκάλεσε τῆ ἑβραΐδι φωνῆ· ὁ δὲ σύμμαχος τὸ φορθομμεὶν ἐπιλέκτους ἑρμηνεύει: καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας· καθημέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως· καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ· καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς· ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα· δανιὴλ· καὶ ἀνανίας· καὶ ἀζαρίας· καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασι λέως ἡμᾶς διδάσκει φιλοτιμίαν· ὅτι οὐχ ὡς δοριαλώτους· εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχε τροφήν· ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσε· μετὰ δὲ βραχέα τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμία χρώ μενος· ἀλλ’ ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προστεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει διαπρέποντας καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε· καὶ τὴν τῆς βασιλείας συ γγένειαν ἔκρϋψε· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῶ δανιὴλ, βαλτάσαρ· καὶ τῶ ἀνανία σεδρὰχ· καὶ τῶ ἀζαρία, μισάχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ· καὶ τοῦτο δὲ παρά τισι, δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῆ τῆς προσηγορίας ἐναλλαγῆ τὴν δουλείαν γνωρίζωσι· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προ σηγορίας, χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίσκους ὁ βασιλεὺς παρηγγύησε: καὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασιλέως καὶ ἐν τῶ οἴνω τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἀλισγηθῆ: οἱ γὰρ φιλόθεοι· οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεόν θν · ἀλλ’ ἔνθα ἂν ἀφίκωνται, τὴν αὐτὴν αὐτῶ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι· καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην κατοικοῦντες καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν· ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων· ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας· τῆς ὁρω μένης καταφρονήσαντες σωτηρίας· καὶ τῆς βασιλικῆς πανδαι σίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παρα χωρῆσαί φησιν αὐτοῖς τῶν βασιλικῶν σιτίων παραιτούμενοι μεταλαβεῖν: καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου: ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κη δεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο· καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· καὶ αὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν· ἦν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτῶ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος· διδασκόμεθα τοίνυν καὶ ἐντεῦθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτι μέλητον πώποτε καταλέλοιπεν ὁ θεὸς θς · διὸ δὴ καὶ ἕτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν· τίς ἐνε πίστευσε τῶ κυρίω κω καὶ κατησχύνθη: καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δα νιὴλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ κα ταδικάσηται τὴν κεφαλήν μου τῶ θανάτω: οὐκ ἄλογον τοῦ ἀρχιευ νούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευματικῆς πνικῆς χάριτος οὐ γεγευμένος· ἀνθρω πίνως γὰρ σκοπῶν τὰ ἀνθρώπινα ἀνίνα · καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικε· μὴ τῶν μὲν πολυτελῶς τρεφομένων· τούτων δὲ ἀσκη τικῶς βιοτευόντων διαφορὰ τίς ἐν τοῖς προσώποις φανείη· καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν· ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα· αὐτοῦ τὲ καὶ ἀνανίου· καὶ ἀζαρίου· καὶ μι σαὴλ, καὶ φησί: πείρασον δὴ τοὺς παῖδας σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιό μεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἱ ἰ δέαι ὑμῶν καὶ αἱ ἱ ἰ δέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδης, ποίησον μετὰ τῶν παίδων σου: οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρότερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθεν ἔστι μαθεῖν· οὐχ ἥ κιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ ὅτι μὴ ἐσθίων, τῶν ἐσθιόντων καὶ τρυφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει· καλῶς δὲ καὶ τῶ πιθανῶ τὴν ἱκετείαν ἐκέρασε· πείρασον γάρ φησι τοὺς παῖδας σου ἡμέρας δέκα· καὶ δό τωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων· καὶ φαγόμεθα· καὶ ὕδωρ πιόμεθα· καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὕρης βλάβην τινὰ γενο μένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις· ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο: καὶ εἰσήκουσεν αὐτοῦ φησιν εἰς τὸ ῥῆμα τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν· ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ· καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως: ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένω· τῆς γὰρ θείας χάριτος ἀπολαύοντες, ὤφθησαν ἀμείνους πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης: καὶ ἐγένετο ἀμελάσαρ· ἀναιρού μενος τὸ δεῖπνον αὐτῶν· καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν· καὶ ἐδίδου αὐτοῖς σπέρματα: καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν καὶ νηστεία χρώμενον, σωματικὴν ῥώμην θέλει καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγου μένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἐπειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δα νιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ· καὶ φησί· τοῖς παιδαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πάση γραμματικῆ καὶ σοφία: οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνεν· ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας· καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρείττους ἁπάντων ἀνεδείχθησαν: καὶ δανιὴλ φησὶ συνῆκεν, ἐν πάση ὁράσει καὶ ἐνυπνίοις: παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν τὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀπο καλυπτόμενα· τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ καὶ ἐντεῦθεν· ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεός θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρη ταύτην ἐν νέω πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστὶν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω· καὶ ἐπεφάνη καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγο ρεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῶ μειρακίω χάριτος: καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρ χιευνοῦχος ἐνώπιον τοῦ ναβουχοδονόσορ· καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βα σιλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι· δανιὴλ· καὶ ἀνα νία· καὶ ἀζαρία· καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασιλεία αὐτοῦ: ἀλλ’ ὁ μὲν ἀμελασὰρ ᾔδει τὴν τῶν ἐδεσμάτων διαφοράν· καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθε· τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης· ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀναλισκομένης· ἀλλ’ ὅμως, οὐ μικρὰν καὶ οὕτος ὠφέλειαν ἐδέξατο· πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων αὐτοὺς ἐθνῶν ἐκ λεγέντων, ἀμείνους εὑρών· κάλλει μὲν καὶ μεγέθει σώματος· σοφία δὲ καὶ συνέσει ψυχῆς· ῥυθμῶ τὲ λόγων· καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ’ ἐρωτήσεις τινὰς προ σενεγκὼν, τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς, οὐχ ἁπλῶς ὑπερκειμένους· ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ἐπήγαγε: καὶ ἐγένετο δανιὴλ ἕως ἑνὸς ἔτους κύρου τοῦ βασιλέως: οὐχ ἁπλῶς δὲ τοῦτο προστέ θεικεν· ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδί δαξε· καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει· ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κύρον· καὶ ἐν τῶ παρόντι βίω παραψυχῆς ἀπήλαυσε· τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών. ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξε καὶ τὸν θεῖον ἀνεγεῖραι ναόν· παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθείς· ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ἱλὴμ οἰκοδομηθήση καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικη θήσεσθαι· ὁ λέγων κύρω φρονεῖν· καὶ πάντα τὰ θεληματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶ χρηστῶ μου κύρω οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ· ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προπορεύσομαι πρὸ προσώπου σου καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκὰς συντρίψω· καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θησαυροὺς σκο τεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡ μᾶς διδάσκει· ἔτους γάρ φησι πρώτου· κύρου τοῦ βασιλέως περσῶν· μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν· καὶ παρήγγειλε κύρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ· ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος ὁ βασιλεὺς περσῶν· πάσας τὰς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνοῦ · καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ἱερουσαλὴμ ἱλὴμ τῆ ἐν τῆ ἰουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ· καὶ ἀναβήτω τούτου χάριν ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον ἐντέθεικε τοῖς ἰδίοις συγγράμμασιν, τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρία καὶ ανθρωπία φιλανία χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν +