ε ἰ πᾶσϊ ῥᾴδιον ἦν, τὰ τῶν θείων προφητῶν ἀναπτΰσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπϊφάνειαν, εἰς δὲ τὸ βάθος καταδύειν, καὶ τὸν ἐκεῖ κρϋπτόμενον τοῦ νοήμα- τος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλ- κον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν. πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσϊν τῆς προφητϊκῆς δϊανοίας ἐφϊ- κνουμένων ἴσος, ἐφϊκνουμένων · ἐπειδὴ δὲ, μίαν μὲν ἅπαντες φΰσιν ἐλάχομεν, οὐκ- ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν, ἑκάστῳ γὰρ δίδοται φησιν ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ σϋμφέρον; καὶ ἄλλῳ μὲν, δίδοται διὰ τοῦ πνεύματος διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ, λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματϊ· καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσϊν ἅπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσϊ τὰ θεῖα, τούτων ἔγγραφον παραδοίεν δϊδασκαλίαν· παιδόθεν γὰρ μὲν αὐτοῖς, ἐντραφείς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμϊκράν τϊ- να γνῶσιν ἐρανϊσόμενοις ἐρανϊσάμενος , καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων μεμαθήκαμεν τοὺς ἐκγόνους δϊδάσκειν· διδάξεις γὰρ αὐτά φησὶ τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάρϊν, καὶ ὁ μέγας διδάσκαλος δαβὶδ δαδ , προσέχετε λαός μου φησὶ τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόμα- τός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξομαι προ- βλήματα ἀπ’ ἀρχῆς· εἶτα δείκνυσϊ πόθεν ταῦτα μεμάθηκεν· ὅσα ἠκούσαμέν φησϊ, καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων εἰς γενεὰν ἑτέραν καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γὰρ φησὶν ἔθετο ἐν ἰσραὴλ ἰὴλ , ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν· τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσϊν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. καὶ τὴν ἐκ τῆς δϊδασκαλείας ὠφέλειαν δεικνῢς, ἐπαγει· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ , καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσ ου ω σϊ· ταύτην τοίνυν τὴν διδασ- καλίαν παρὰ τῶν πατέρων δεχόμενοι, χρέος δίκαιον τοῖς με- θ’ ἡμᾶς γενομένοις τὲ καὶ ἐσομένοις ὀφείλομεν· καὶ προσήκει τούτου τὴν ἔκτησϊν ἔκτισϊν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ἡμας ὁ θεῖος διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων σϋνή- θων, θερμῶς ἡμᾶς λειπαρήσαντες, θαῤῥῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασεν· φέρε τοίνϋν τοῦ θειοτάτου δανϊὴλ τὴν προφη- τείαν, ὡς ἔνϊ μάλιστα σαφῆ τοῖς ἀγνοοῦσι ποιήσομεν· ἴσως δὲ, οὔδε τοῖς γνώσεως ἠξιομένοις, ἄχρηστως ἴσος ἄχρηστος οὗτος ὁ πόνος γενή σεται· εἰ γὰρ πλείονα εὑρήσουσιν ὧν νενομίκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσι τῇ κοινωνίᾳ, τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων σϋγ- κατάθεσϊς κρατΰνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ εἴσμεν τοῦ θείου πνεύματος ὄργανα· ἀλλὰ πρῶτον μὲν, ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ σϋνήθεις ἐπήγγειλαν, καὶ προσήκον ἡγούμεθα, ἣν ᾐτήθημεν χάρϊν, ταύτην δοῦναι τοῖς ᾐτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια, παρασκευάζει, τοὺς μὲν ἄλλους ἐν τῷ παρόντϊ καταλϊπεῖν· τὰς δὲ τούτου προῤῥή- σεις γϋμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχϋν- τίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοι- νίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδεσμένον, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπει- δὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῷ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χρϊστοῦ προεθέσπϊσε παρουσίαν, οὐ μόνον ἃ ποιήσει προσαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προει ρηκὼς καὶ τῶν τὸν μέχρϊ τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθηκὼς ἀρϊθμὸν, καὶ ἅπαντα σαφῶς καταλέξας τὰ τούτοις αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λϋπηρά· εἰκότως ἅτε δὴ θεομϊσεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσϊν ἀναιδῶς λέγειν, ὡς οὐκ ἔστϊ προφήτης ὁ ταῦτα καὶ μϋρία ἕτερα χρησ- μολογήσας, ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασϊν εἰς τὴν τοῦ ψεύδους βεβαίωσϊν. θαυμαστὸν δὲ οὐδέν εἰ κατὰ τοῦ μο- νογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου σϋκοφαντοῦσι θεράποντας· σϋμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριος κς φησὶν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσϊν· καὶ πάλϊν· εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκάλεσαν, πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναί- δειαν αὐτῶν διελέγξωμεν, πϋθώμεθα αὐτῶν οὕτως· τί προφή- του ἴδιον εἶναί φατέ; ἀλλὰ γὰρ ἴσως ἂν εἴποιμεν, τὸ τὰ μέλ- λοντα προειδέναι τέ, καὶ προλέγειν· εἴδωμεν τοίνϋν εἰ μὴ ταῦτα κ αὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μακάρϊος δανϊήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χρϊστοῦ λόγον, τέως ἐπισχῶμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγομεν· εὑρίσκομεν τοίνϋν αὐτὸν, πολλὰ μὲν, περὶ τῆς βαβυλωνίων βασιλείας· πολ λὰ δὲ, περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς τῶν ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβϋ- λωνίων βασιλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειτα, ὅτι τούτους καταλύσας ὁ μακεδὼν· τελευτή- σει μὲν αὐτὸς, ὡς τάχιστα· τέτταρεις δὲ ἀνθ’ ἑνὸς κληρονομή- σουσϊ τῆς βασϊλείας· καὶ ὅτϊ ἐξ ἑνὸς τούτων βλαστήσας τὶς, μϋρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαν- τες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα, μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχΰν· καὶ ὅτϊ πάσας καταγωνϊσαμένοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομϊσουνται δασμόν· τί δεῖ λέγειν, ὅσα περὶ τοῦ τῶν αἰγϋπτίων, καὶ τοῦ τῶν σΰρων προηγόρευσε βασιλέων, καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινὰ, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ σϋγγενείας· εἶτα πάλϊν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνϋν ταῦτα πάντα προε- γνωκότα, καὶ προεἰρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν κα- ταλϊπόντα, πῶς οὐ δϋσσεβὲς καὶ ἀνόσϊον, τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, τὶνα προφητείας τὰ ἴδια; εἰ δὲ, ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγ ον ων τό, τάδε λέγει κΰριος, καὶ τούτου χάρϊν τῆς προφητϊκῆς αὐτὸν ἀποστεροῦσϊ σϋμμωρίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβ- ραὰμ ὁ πατρϊάρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῷ γὰρ ἀβραὰμ ἐλέχθη φησὶ· καὶ νῦν ἀπόδος τὴν γϋναῖκα τῷ ἀνδρί, ὅτϊ προφήτης ἐστϊ, καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήση σῢ καὶ πᾶς ὁ οἶκός σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ , περί τε αὐτοῦ καὶ τοῦ υἱέως, καὶ τοῦ ἐκγόνου φησίν· ὅτϊ ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς, λέγων· μὴ ἅπτεσθε τῶν χρϊστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ· ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς. ἢ δι’ ὀνειράτων, ἢ διὰ μεσημερϊνῶν τϊνῶν ἀποκαλΰ- ψεων προγνώσεις, ἐννοίας, καὶ προῤῥήσεις ἐδέξατο· πολε μῆτε τοίνϋν κᾀκείνοις ἀναφανδὸν, καὶ τοῦ σϋλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς, εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινΐαν, φεύγετε καὶ τὴν κατ’ ἀυτοῦ σϋκοφαντΐαν· προφήτης γάρ· καὶ προφήτης ἐπιθϋμΐᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσϊν δεξάμενος, ἱδρῶσϊ καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα δϊδαχθείς· οὐχ ἃ μόνοις ἰουδαίοις σϋμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομΐαν, καὶ προμαθὼν καὶ προδϊδάξας· σκοπήσατε τοίνϋν, εἰ μὴ λίαν ἄδϊκον, ἀβδϊοῦν μὲν, τὰ καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ, περὶ μϊᾶς πόλεως προθεσπίσαντας τῆς νϊνευεὶ, τοῖς προ- φήταις ἐγκατελέγειν· τὸν δὲ μακάρϊον δανϊὴλ, οὐ περὶ πό- λεως μϊᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγί- στων βασϊλειῶν προειρηκότα χαλδαϊκῆς περσικῆς, μα- κεδονϊκῆς, ῥωμαϊκῆς, καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενη- μένων. τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν. καὶ τῆς πνευ- ματϊκῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει· καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰδε- σθῆναι, τὸν δϋσσεβῆ· τὸν θηρϊώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμΰητον. βοῶντα περὶ τοῦ δανϊὴλ, καὶ λέγοντα, ὅτϊ πνεῦ- μα θεοῦ ἅγιον ἐστῒν ἐν αὐτῷ· καὶ γὰρ τῶ ὄντϊ τοῦ θείου πνεύ- ματος ἔργον ἦν καὶ τὸ ἐνύπνϊον εἰπεῖν, ὃ ἕτερος θεασά- μενος ἀπελέσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφή- του καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προ- φήτου πολεμεῖτε δεσπότῃ· ἀλλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνϋσι τὰ θεῖα σϋγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσϊν καὶ τὸ τῆς προῤῥήσεως τέλος· ἀλλὰ γὰρ νῧν ὁρῶντες τὰ πράγ- ματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν γραμμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν πραγμάτων κατάληψϊν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν κ αὶ διὰ τοῦτο δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐνκεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν· φέρε τοίνϋν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν, καὶ τὴν ἰουδαίων κατηγορίαν, ἀποχρών- τος ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα:- μετὰ τὸν ἰωσίαν, εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς, ἐβα- σίλεθσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ, τρεῖς μῆνας ὅλους, καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλεί- αις, καὶ τ αῖς οῖς παραλειπομέν αις οις , ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μα- κάριος ἰερεμίας αὐτὸν ὁ προφήτης, σελεὶμ προαγορεύει· τοῦτο δορϋάλωτον ὁ τῆς αἰγΰπτου βασϊλεὺς φαραὼ ἐχαῶ λα- βὼν αἰχμάλωτον, εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασϊλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος, ἓν καὶ δέκα ἔτη. πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῷ τρίτω ἔτει τῆς τούτου βασιλείας, ἐπϊστρατεύ- σας ναβουχοδονόσ ω ο ρ ὁ τῶν βαβϋλωνίων βασιλεύς, ἔλαβε μὲν οὐκ ὀλίγους δορϋαλώτους, τῶν ἐπ’ εὐγενΐᾳ λαμπρϋνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν, τῶν ταῖς θείαις λειτουρ- γίαις ἀφϊερωμένων· δασμὸν δέ τϊνα ἐπιθεὶς τῷ ἰωακεὶμ, ἀπῇρεν εἰς βαβυλῶνα· εἶτα τούτου τὸν ὁρϊσθέντα φόρον ἐκτίσαι μὴ βουλομένου, πάλϊν ἐπεστράτευσε τοῖς ἱεροσολύ- μοις· καὶ τὴν πόλϊν ἑλὼν, καὶ τοῦτον ἀνελὼν, καθίστησϊν ἀντ’ αὐτοῦ βασϊλέα, τὸν ἐξ αὐτοῦ ἰωακεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομα- σθέντα, ἐλιακὶμ δὲ πάλϊν μετωνομασθέντα· καὶ τοῦτον δὲ, ὁ μακά- ρϊος ἱερεμίας ὁ προφήτης ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ φησὶ λέγει κύριος κς , ἐὰν γενόμενος γενήται ἰεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξϊᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψϋ- χήν σου, ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλ- δαίων· καὶ τούτου τοίνϋν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρϋτανεύσαντος, τότε πάλϊν ὁ ναβουχοδονόσ ω ο ρ, ὁ τῶν βαβυλωνίων βασιλεύς στρατειὰν ἀποστείλας καὶ στρατηγὸν, τοῦ- τον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋλῶνα· τῷ δὲ σεδε- κίᾳ θείῳ πρὸς πατρὸς αὐτοῦ ὄντι, τὴν βασιλείαν ἐνεχείρϊσε· καὶ τούτου δὲ ἐνϊαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα, τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δϋνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύμοις τῶν βαβϋλωνίων ὁ βασιλεὺς· ἔπειτα πολϊορκήσας, καὶ τῷ λϊμῷ κατ’ αὐτῶν σϋμμάχῳ χρησά- μενος, καὶ μηχανήματα τοῖς περϊβόλοις προσενεγκὼν, ῥή- γνυσϊ μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπάγει δορϋαλώτους, πυρὶ τήν τε πόλϊν κ αὶ τὸ ἱερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεός θς , ὁ ταῦτα παθεῖν ἰουδαίους δϊὰ τὴν πολλὴν αὐτῶν σϋγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς, τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ, οἷόν τϊνας παιδο- νόμους ἐδεδώκει· τόν, τε οὐρίαν τὸν σαμαίου, καὶ ἱερεμίαν τὸν τοῦ χαλκίου, ἄνδρα ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορϋαλώτοις ἀπαχ- θεῖσϊν εἰς βαβυλῶνα, τοὺς περὶ τὸν μακάρϊον δανϊὴλ, σϋναπέστειλεν ἐζεκϊὴλ, καὶ ἀνανίαν, καὶ ἀζαρίαν, καὶ μϊ- σαήλ· ἵν’ ἔχοντες τῆς νομϊκῆς πολιτείας ἀκρϊβεῖς διδασ- κάλους, μὴ πολλὴν, ἐκ τῆς τῶν βαρβάρων ἐπϊμιξείας δέ- ξωνται λώβην· ἀλλ’ ἔχωσϊν ἀρχέτϋπα τῆς προγονϊκῆς αὐτοὺς ἀρετῆς καὶ φϊλοσοφίας ἀναμϊμνήσκοντα· τοσαύτην ὁ τῶν ὅ- λων θεὸς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν. ὅτι τοὺς εὐ- νοϊκῶς αὐτῷ δουλεύσαντας, καὶ θεραπεύειν αὐτὸν διαπαν- τὸς προθϋμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας. αἰχμα- λώτους σϋνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδΰνοις περϊπεσεῖν, καὶ διὰ κϋμάτων καὶ κλΰδωνος ὁδεῦσαι τὸν βίον οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου. οὕτω τὴν τῆς οἰκουμένης πραγματευό- μενος σωτηρίαν, τοὺς ἁγίους σϋνεχώρησεν ἀποστόλους, ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν. καὶ τοὺς περὶ τὸν μακάριον δανϊὴλ ᾠκονόμησε σῢν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὡς ὃς νέος ὢν, καὶ τῇ ὥρᾳ λάμπων, σῢν τοῖς φϊλοθέοις ἐκείνοις μειρακίοις, ἐν τοῖς βασϊλείοις ἀνατραφεὶς, καὶ παιδόθεν τὴν θείαν χάρϊν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας δὲ παντοδαπὴς καὶ σϋνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κᾀκείνῳ γεγένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσϊ τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε, νόμον τεθαι- κὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους, τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκϋνεῖν θεόν· ὅτε μὲν οὖν εἰς τὴν βαβϋλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης, καὶ τί- νος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμο- φύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, σϋντόμως εἰρήκα- μεν· τῆς δὲ προφητείας τὴν δΰναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμη νείας ἀκρϊβέστερον θησόμεθα. τὴν θείαν τοίνϋν χάρϊν κα λέσαντες σϋνεργὸν, σαφηνείας ἀρξώμεθα·