λογος β ος ἐ ν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ:· ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσε τῇ ἰουδαίᾳ, ἐν τῷ τρί τω ἔτει τῆς βασιλείας ἰωακεὶμ· καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμον· τοὺς δὲ, λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγα γε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὕτωσι λέγων· ὁ λόγος ὁ γενόμενος ἐπὶ ἱερεμίαν τὸν προφήτην επὶ πάντα τὸν λαὸν ἰούδα ἐν τῷ ἔτει τῷ τετάρτῷ ἰωακεὶμ υἱοῦ ἰωσίου βα σιλέως ἰούδα οὗτὸς ἐνιαυτὸς πρῶτος τῷ ναβουχοδονόσορ βασι λεῖ βαβυλῶνος: εὑρίσκομεν τοίνυν ἐνταῦθα, ὡς τοῦ τρίτου ἔ τους τῆς βασιλείας πληρουμένου τῷ ἰωακείμ, βασιλεύσας ὁ ναβουχοδονόσορ, τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρ χῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῷ βασιλεῖ ναβου χοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ, τὴν πρώτην αἰχμαλω σίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἐπήγαγε νῦν ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασι λείας ναβουχοδονόσορ, ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικ ε α , ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν: ἐν τῶ ἔτει τοίνυν τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ, ἐνυπνιάσθη ἐνύ πνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ:· ἡ μὲν οὖν τοῦ Θεοῦ οἰκονομία, τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βου λόμενος, τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους ἐντεῦθεν δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ’ ὥσπερ δήλη τοῦ Θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώριμος ἅπασι τοῖς εὐσε βέσι καὶ ἡ τοῦ βασιλέως παράνοια· πῶς γὰρ οὐκ ἄκρας παρα πληξίας τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην; ἀλλ’ ὅ μως, κληθέντές φησιν, ἦλθον. καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέ ως: καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἐνυπνιάσθην ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ συριστῒ, καὶ εἶπον· βασιλεῦ, εἰς τὸν αἰῶνα ζήθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου. καὶ τὴν σύγκρι σιν αὐτοῦ ἀπαγγελοῦμεν: καὶ τὴν μὲν αἴτησιν, τῷ ὄντι ἀκόλουθον ἐποι ήσαντο· ἀλαζονικὴν δὲ, τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας, θείας ἑρμηνεύειν ἀποκαλύψεις, δίχα τῆς ἄνω θεν συνεργείας· συριστὶ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποίηνται, ὡς ἐκ διαφόρων συνη ν λ εγμένος ἐθνῶν· καὶ ἰδίαν μὲν γλῶτταν ἐχόντων ἕκαστου ἕκαστου ἐχόντων , κοινῇ δὲ πάντων τῇ σύρων χρωμένων, διδάξαι βουλόμενος τὸ τῆς ἀποκρίσεως ἀκόλουθον· ἀλλ’ οὐδὲ οὕτως ἔπει σαν τὸν ἀλαζόνα βασιλέα μὴ ἀπαιτεῖν παρ’ ἀνθρώπων τὰ παρὰ τῆς φύσεως: ἀπεκρίθη γὰρ εὐθὺς ὁ βασιλεὺς, καὶ εἶπε τοῖς χαλδαίοις· ὁ λόγος ἀπέστη μου· ἐὰν οὖν μὴ γνωρίση τέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσε σθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δώματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγ κρισιν αὐτοῦ ἀπαγγείλατέ μοι: ταῦτα δὲ, οὐ μόνον αὐτοῦ τὸ θρασῢ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυ σιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι, ἢ τῇ ἀπειλῇ τῶν κακῶν, ἢ τῇ ὑποσχέσει τῶν ἀγαθῶν πλείονα τοῖς χαλδαίοις ἐγγενήσε σθαι γνῶσιν· αὐτίκα τοίνυν ἐκεῖνοι πρὸς αὐτὸν ἔφησαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου. καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγε λοῦμεν: τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν· ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν· καὶ ἑρμηνεῦσαι μὲν, εἰ μάθοιμεν τὸ ἐνύπνιον δυνησόμεθα· ἐρεῖν δὲ αὐτὸ, σοὶ μὲν γνωρισθὲν, εἶτα λήθῃ παραδοθὲν, οὐ δυνάμεθα· ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἀπέκειτο, τοῦ ἐνυπνΐου ζητῶν τὴν ἀνάμνησιν: ἀπεκρίθη γὰρ φη σιν ὁ βασιλεὺς, καὶ εἶπεν· ἐπ’ ἀληθείας οἶδα, ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε, ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἐπαγγείλητέ μοι, ἕν ἐστὶ τὸ δόγμα ὑμῶν· καὶ οἶδα, ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθη· τὸ ἐνύπνιόν μου εἴπα τέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι:· τούτων δὲ τῶν λόγων, ἡ μὲν ἀπαίτησις, αὐθάδης καὶ μανικὴ· ἡ δὲ κατηγορία, λίαν ἀληθής· βούλεσθε γὰρ μαθεῖν τὸ ἐνύπνιον. ἵνα κοινῆ, τινὰ πλασάμενοι ἑρμηνείαν, ψευδῆ φαινακίσετέ με συνήθως, συνεργον λαμβάνοντες τοῦ χρόνου τὸ μῆκος, καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες· τούτων ἀκούσαντες οἱ χαλδαῖοι· ὡς γὰρ ἔοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῶ παῤῥησίαν, ἀποφαντικῶς λοιπὸν διαλέγονται, καὶ παντελῶς ἀπα γορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν: οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ἀνος ἐπὶ τῆς ξηρᾶς, ὅστις δυνήσεται γνωρίσαι τῷ βασιλεῖ· καθότι βασι λεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ πάντα μάγον χαλδαῖον· ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾶ, βαρύς. καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀπαγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ’ οἱ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός: ὅθεν οὐκ ἐνδέ χεται γενέσθαι καθάπερ οἴει· ἀνθρώπινά φησι παρ’ ἡμῶν ἐπιζήτησον, μὴ τὰ παρὰ τῆς φύσεως· πάντων γὰρ μάλιστα βασι λεῦσιν ἁρμόττει δικαίως τὴν βασιλείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ δὲ νῧν ἀπαιτεῖς, οὐ δικαίως ἀπαι τεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ἀνων τῶν σάρκα περικειμένων ἡ τοιαύτη γνῶ σις, ἀλλὰ τῆς ἀσωμάτου φύσεως, τῆς ἀκριβῶς ἅπαντα γινωσ κούσης· ταῦτα μὲν οὖν παρὰ τῶν χαλδαίων ἐῤῥέθη· προῳκονονό μειτο δὲ ἡ τοῦ δανιὴλ ἀνάῤῥησις· τούτων γὰρ εἰρηκότων οὐκ ἔστιν ἀνθρώπων ἀνων , ἀλλ’ ἢ θεῶν τὸ ταῦτα γινώσκειν, ὁ θεσπέσιος δανιὴλ, ἀναμιμνήσ κει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα· ἀκριβῶς δὲ λίαν καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα, ὅτι ἡ τοιαύτη γνῶσις οὐκ ἀνθρώπών ἀνών ἐστι τῶν ἐπὶ τῆς γῆς ἑρπόντων· οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ τὰ σύμπαντα πεποιηκότος Θεοῦ· ἀλλὰ τούτων μὲν ἕκα στον ἐν τῷ οἰκείῳ χωρίῳ τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξ η ε ται: τότε φησὶν ὁ βασιλεὺς ἐν θυμῷ πολλῷ καὶ ὀργῇ, εἶπεν· ἀπολέσαι πάντας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τὸ δόγμα ἐξηλθε, καὶ οἱ σοφοὶ ἀπεκτένοντο· καὶ ἐζήτησαν τὸν δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν:· τυραννικὸν, ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα ἄδικον προφανῶς καὶ δικαιοσύνης ἔρημον, ἀλαζονεία γὰρ καὶ τύφος προσλαβὼν ἐξουσίαν, ὄλεθρον μηχανᾶται τοῖς ὑπη κόοις ἰουδαίοις, ἀλλ’ ὁ θειότατος δανιὴλ, τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος, πυνθάνεται τοῦ ἀριὼχ, ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρίσθη φόνον, λέγων· ἄρχων τοῦ βασιλέως: περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς, ἐκ προσώπου τοῦ βασιλέως; ἠγνό η ε γὰρ ὡς ἔοικεν, ἅτε μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρελύθη ἔτη ἐν οἷς αὐτοὺς τῇ βασιλικῇ τραφέντας τροφῇ, μετὰ τὸν ῥητὸν τοῦτον χρόνον εἰσαχθῆ ναι προσέταξεν αὐτὸ αὐτῶ τῶν βαβυλωνίων ὁ βασιλεύς. εἰ δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων. ὅτι καὶ εἰσῆλθον, καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους φανέντες ὀφθέντες , θαυμαζέτω μηδείς· ἐκεῖ νο γὰρ τὸ διήγημα συμπερᾶναι βουληθεὶς, ἅπαντα σαφῶς ἐδίδαξε τὰ τηνικαῦτα συμβάντα· εἶτα, μεταβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγημα τῶν ἐν τῶ μεταξὺ τῷ χρόνῳ γεγενημένων· ὅτι γὰρ οὐδέπω τὴν παῤῥησίαν ἐχόντων ἦν πρὸς τὸν βασιλέα ἡνίκα τοὺς σοφοὺς συνήγαγε βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια, μαρτυρεῖ· ταύτην γὰρ ἀγνοῶν τὴν αἰτίαν. τῶν ἀριὼχ ἠρώτα· καὶ ἐπειδὴ ἔμαθε, θαῤῥεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεκτον· ἀξιοῖ δὲ αὐτὸν, ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι, εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν, καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· εἶτα, διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον· οὐκ αὐτὸς φιλοτιμού μενος, ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος: εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ ἀνανίᾳ καὶ τῷ ἀζαρίᾳ καὶ τῷ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισε τὸ ῥῆμα· καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανίου ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται, δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοιπῶν σοφῶν βαβυλῶνος: ἀληθῶς πολῢ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργά ται, τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας, καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις. εὐσεβείας γεγυμνωμένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων ἀνων · οἱ δὲ τρόφιμοι τῆς ἀλη θείας. λέγειν, ἢ πράττειν ἀνέχονται οὐδὲν, δίχα τῆς ἄνωθεν βοη θείας· τὰ δὲ σφῶν αὐτῶν αἰτήματα, τῆς πάντα ἐφορώσης προμη θείας ἐξάπτοντες ἑστᾶσιν ἀκίνητοι μὴ κλονούμενοι· μηδὲ τῆδε κᾀκεῖσε περιφερόμενοι. ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων λογισ μῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτυς ὁ θεσπέσιος δανιὴλ· ὀλίγον μὲν χρόνον αἰτῆσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν. οὐκ εἰς λο γισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ’ εἰς ἱκετείαν καὶ προσευχὴν· καὶ οὐδὲ ἑαυτῷ μόνῳ θαῤῥήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβὼν, καὶ οὐκ ἐψεύ σθη τῆς ἐλπίδος: τότε γὰρ φησὶ τῷ δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς μυστήριον ἀπεκαλύφθη, καὶ ηὐλόγησε δανιὴλ τὸν Θεὸν θν τοῦ οὐρα νοῦ, καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου τοῦ Θεοῦ θυ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος· ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι, καὶ αὐτὸς ἀλοιοῖ καιροὺς καὶ χρόνους· καθιστᾷ βασιλεῖς, κ αὶ μεθιστᾷ· διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδό σι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· γινώσ κων τὰ ἐν τῷ σκότει· καὶ φῶς μετ’ αὐτοῦ ἐστίν: διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι, καὶ πλέκει τὸν ὕμνον. οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν· προσήκει γάρ φησι τὸν ἀΐδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν Θεὸν θν σοφίας ὄντα καὶ συνέσεως πηγὴν· ὀρθῶς ἅπαντα κ αὶ ἀγαθῶς πρυτανεύοντα· καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς. ἐλέγχοντα μὲν, τὸ τῆς ἀνθρωπίνης εὐημερίας ἀβέβαιον· δει κνύντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασιλέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως· καὶ διδοὺς ἐξουσίαν, ἀφαιρεῖται ταύτην, ὅταν ἐθέλῃ· καὶ σοφίας δὲ καὶ φρονήσεως αὐτός ἐστι χωρηγὸς· δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι αὐτὸν βουλομένοις· ἀποκαλύπτει δὲ, οἷς ἐθέλει τὰ μηδαμῶς φαινόμενα, ἀλλ’ οἷόν τινι βυθῷ κρυπτό μενα. τῷ μηδέπω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερὸν, φῶς οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῷ σκό τει γινόμενα: διό σοι ὁ Θεὸς θς τῶν πατέρων πρων ἐξομολογοῦμαι, καὶ αἰνῶ· ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι· καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ. ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρι σάς μοι τοῦ γνωρίσαι τῷ βασιλεῖ· πρὸς ταῦτα: τοιαῦται τῶν εὐσεβῶν αἱ ψυχαὶ, καὶ ἐν ταῖς χρείαις τὸν Θεὸν ἐπιστάμεναι χορηγὸν· καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι· καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν, οὐκ ἀνεχόμεναι λήθη παραδιδόναι τῶν δωρεῶν τὴν μνήμην· ἀλλ’ ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην Θεόν· ἄξιον δὲ ἐπισημείνασθαι τοῦ θείου τούτου ἀνδρὸς, καὶ τὸ μέτριον φρόνημα· καὶ γὰρ τὴν αἴτησιν ποιούμενος, κοι νωνοὺς ἔλαβε τοὺς ὁμοτρόπους τῆς ἀρετῆς προσευχῆς · καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε, πάλιν αὐτῶν ἐμνημόνευσεν· οὐ γὰρ εἶπεν ἐγνώ ρισάς μοι, ἃ ἠξίωσά σε, ἀλλὰ ἠξιώσαμεν παρὰ σοῦ· οὕτω τὸν θεῖον συμπεράνας ὕμνον. καὶ εὐθὺς, ἦλθε φησὶ δανιὴλ πρὸς ἀριὼχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπο λέσης· εἰσάγαθέ με δὲ ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῷ βασιλεῖ: πρέπων καὶ οὗτος τῷ προ φήτη ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων τῆς ἀδίκου ἀπαλλαγῆναι σφαγῆς, ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγματεύεται σωτηρίαν, ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος. καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν, καὶ τῷ τῶν ὅλων προσάξειν Θεῷ· ὁ δὲ ἀριωχ, τοῦτων ἀκούσας τῶν λόγων, σπουδῇ τὸν δανιὴλ εἰσή γαγεν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ· εὕρηκα ἄνδρα ἐκ τῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστις τῷ σύγκριμα τῷ βα σιλεῖ ἀναγγελεῖ: πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέγονεν, ὅτι οὐδέ πω τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφ ει η · οὐ γὰρ ἂν εἶπεν ἐγινώσκετο ὁ ἀριστως εἶπεν ὁ ἀριὼχ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ: ὁ δὲ βασιλεὺς, περιχαρὴς γενόμενος, εἶπεν τῷ δανιὴλ, οὗ τὸ ὄνομα βαλτάσαρ. εἰ δύνασαί ἀναγγεῖ λαι τὸ ἐνύπνιον, ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ, ἐπισημεί νασθαι δὲ δεῖ καὶ τοῦτο, ὅτι βαλτάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει. ἀλλ’ ὅτε τῷ βασιλεῖ διαλέγεται, ταύτην αὐτῷ τὴν προσηγορίαν ἐπιτέθεικοτι· ἐρωτηθεὶς δὲ ὅμως, εἰ δύναιτο καὶ τὸ ἐνύπνιον καὶ τὴν ἑρμηνείαν ἐπαγγεῖλαι τῷ βασιλεῖ. ἀπεκρίνατο. λέγων· τὸ μυστήριον ὡς ὃ ὁ βασιλεὺς ἐπερωτᾶ· οὐκ ἔστι σοφῶν μάγων ἐπαοίδων, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ· ἀλλ’ ἔστι Θεὸς ἐν οὐρανῷ ἀπο καλύπτων μυστήρια: θαυμαστῶς τῆς διδασκαλίας ἤρξατο· ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χορὸν, καὶ γυμνώσας αὐτῶν τὴν ἀσθένειαν, τὸν Θεὸν εἶναι ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδάσκαλον· προτέθεικε δὲ ἐν οὐρανῷ, τοὺς κάτω γινομένους καὶ προσκυνουμένους ἐκβαλὼν θεούς· καὶ τῷ μὲν ἐθνικῷ ὀνόματι, τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν· τῇ δὲ ἐν οὐρανῷ διαγωγῇ, τοὺς κάτω φαινομένους δείκνυ σιν οὐ θεοὺς· ἀλλ’ ἀπάτην ἀφορμῆν ἔχουσαν τῶν ἀνθρώπω ἀνω τὴν τέχνην· οὕτως ἐγνώρισεν ὁ θεὸς θς τῷ βασιλεῖ ναβουχοδονόσορ ἃ δεῖ γενέ σθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν· οὕτω προοιμιασάμενος. πάλιν ἐπισπᾶται τῇ εὐλογίᾳ εἰς ἔννοιαν εὔνοιαν τοῦ βασιλέως τὴν ἀκοήν· βα σιλεῦ γὰρ φησὶν, εἰς τοὺς αἰῶνας ζῆθι: ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν, καὶ τὴν ἑρμηνείαν ἐπάγειν, καὶ προλέγειν αὐτῷ τὴν τῆς βασιλείας κατάλυσιν, προοιμιαζόμενός φησιν· ὅτι ἐμοὶ ψυχῇ. ζῆν σε διηνεκῶ· μὴ τοίνυν ἐμοὶ ἐπιγράψης τὸ ὑπὸ τοῦ ἐνυπνίου δηλούμενον· εἶτά φησι· τὸ ἐνύπνιόν σου καὶ αἱ ἡ ὅρασ εις ις τῆς κεφαλῆς σου, ἐπὶ τῆς κοίτης σου ἀνέβησαν· τουτέστιν βασιλεῦς· ἅ νύκτωρ ἐθεάσω, ταῦτα ἐστὶν οἱ δια λογισμοί σου, ἐπὶ τῆς κοίτης σου ἀνέβησαν, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· ἐλογίζου φησὶ κατακείμενος ἐπὶ τῆς κλίνης· εἴτε ἐς ἀεὶ ζήση, εἴτε τῷ νόμῳ τῶν ἀνθρώπων ἀνων ὑπὸ τὸν θάνατον γενήσῃ· ἐπεθύμεις δὲ μαθεῖν καὶ τὰ μήπω γεγενημένα, καὶ ὁ ἀπο καλύπτων μυστήρια ἐγνώρισέ σοι, ἃ δεῖ γενέσθαι· παντα χοῦ δὲ τὸν ἕνα κηρύττει Θεὸν θν : τῆς πολυθεΐας ἐκβάλλων τὴν πλάνην· εἶτα, καὶ τοῦ οἰκείου φρονήματος τὴν μετριότητα δείκνυσιν: ἐμοὶ γὰρ φησὶν οὐκ ἐν σοφίᾳ τῆς οὔσης ἐν ἐμοι παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον ἀπεκαλύφθη, ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, καὶ ἵνα γνῶς τοὺς δια λογισμοὺς τῆς καρδίας σου: ταύτης γὰρ φησὶ τῆς ἀποκαλύψεως τέτυχον. οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων ἀνων σοφώτερος, ἀλλ’ ἵ να σὺ μάθης, ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνῳ ταύτης ἐχρήσατο τῆς γνώσεως, ὡς οἰκείῳ θεράποντι· ἄρχεται τοίνυν τῆς ἐξηγήσεως, καὶ ἄγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον: σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία· πολλὴ ἡ εἰκὼν ἐκείνη μεγάλη· καὶ ἡ ὄψις αὐτῆς ὑπερφερὴς, ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅρασις αὐτῆς φοβερά· εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς, ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροὶ, χαλκοῖ· καὶ αἱ κνῆμαι, σιδηραί· οἱ πόδες μέρος μέν τι σιδήρ ους ον . καὶ μέρος δέ τι ὀστρά κου κινος :· τέτταρας μὲν ὕλας διὰ τῶν προειρημένων ἐσήμανε· τὸν χρυσὸν. τὸν ἄργυρον. τὸν χαλκὸν· τὸν σίδηρον· τὸ γὰρ ὄστρακον, οὐ καθ’ ἁυτὸ εἶπεν, ἀλλὰ τῷ σιδήρῳ ἐ συ μμεμιγμένον· δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τὲ καὶ καθολικωτάτας βασιλείας, αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν, ἀλλήλας διαδεξάμεναι· ὅτι μὲν γὰρ καὶ ἄλλαι βασιλεῖ αι συνέστησαν. καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι, δῆλόν ἐστιν· οὐ μὴν τῶν πάντων, ἡ τῶν πλειόνων ἐστὶν αὐτὰς κρατούσας ἰδεῖν, ἀλλ’ ἢ ἑνὸς, ἢ δύο μόνον ἐθνῶν· λέγει τοίνυν πρώτην ἁπάντων γε γενῆσθαι τὴν τῶν ἀσσυρίων ἡγεμονίαν ἥτις αὕτη ἐστῒν ἡ τῶν βαβυ λωνίων· ἀσσύριοι γὰρ οὗτοι κᾀκεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῇ νίνω τῇ παρ’ ἑβραίοις νινευῆ καλουμένῃ, τὰ βασίλεια ἐσχήκασι· ποτὲ δὲ, ἐν βαβυλῶνι· ὅτε δὲ μίά ἐστιν ἡ βασιλεία τούτων κᾀκεί κων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον φησίν: ἡ κεφαλὴ ἡ χρυσῆ. σὺ εἶ βασιλεῦ· καὶ ὁ μακάριος δὲ ἱερεμίας ὁ προφήτης φησί· ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ οἴνου αὐτῆς ἐπί οσαν ἔθνη, διατοῦτο ἐσαλεύθησαν. καὶ ἄφνω ἔπεσε βαβυ λὼν καὶ συνετρίβη· εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην ἡ τῶν ἀσσυρί ων ἡ βασιλεία, ταύτης πρεσβυτέρα. ποίαν ἄν τις ὕλην αὐτὴν καλέσειεν; μαρτυρεῖ δὲ καὶ ὁ θειότατος μωυσῆς ταῦθ’ οὕτως ἔχειν· ἐν γὰρ τῇ κοσμογενία περὶ τοῦ νεβρώδους εἰρηκὼς, ὅτι γίγας κυνηγὸς ἔναντι κυρίου, ἐπήγαγε· καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ βαβυλὼν, ὀρὲχ, καὶ χαλάνη· καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς βαβυλωνίους ἀσσυρίους προσαγορεύουσι· καὶ μέχρι δὲ τοῦ παρόντος ἀσσυρίαν αὐτὴν ὀνομάζουσι πέρσαι· οὐκοῦν ἡ μὲν πρώτη ὕλη, ἥτις ἐστιν ὁ χρυσὸς, τὴν ἀσσυρίων καὶ βαβυλωνίων σημαίνει βασιλείαν· κεφαλὴν δὲ αὐτὴν ὀνομάζει. ὡς πρώτην γεγενημένην· ἡ δευτέρα δὲ, ἥτίς ἐστιν ὁ ἄργυρος, ἡ περ σῶν ἐστι καὶ μηδῶν· κῦρος γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρό θεν μὲν, ἐκ μηδῶν· πατρόθεν δὲ. ἐκ περσῶν· κατέλυσε μὲν ἀσσυ ρίων, εἴτουν βαβυλωνίων τὴν βασιλείαν εἰς πέρσας· στῆθος δὲ αὐτὸν προσηγόρευσε καὶ βραχίονας, ἵνα δείξη τὴν πρὸς δύο ἔθνη συγγένειαν· διὰ μὲν γὰρ τῆς δεξιᾶς, τὸ πατρῶον αὐτοῦ σημαίνει γένος· τὸ μητρῶον δὲ, διὰ τῆς εὐωνίμου, ὧν τὴν συνά φειαν τὸ στῆθος πεπίστευται, τὴν καρδίαν ἔχον, τῶν λογισμῶν τὸ ταμεῖον· λογισμῷ δὲ καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια· τὸν δὲ. χαλκὸν προσηγόρευσε, τὴν μακεδονικὴν βασιλείαν, μετὰ τὴν περσικὴν ἀναφανεῖσαν, καὶ αὐτὴν ὁμοίως ἁπάντων κρατήσα σαν· κοιλίαν δὲ αὐτῆς αὐτῃ καὶ τοὺς μηροὺς ἀπένειμεν, τήν τε μοναρ χίαν τοῦ ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων. καὶ διὰ τῶν μη ρῶν, τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γεγενημένην τῆς βασιλείας διαίρεσιν· σίδηρον δὲ τὴν ῥωμαικὴν προσηγόρευσε βασι λείαν· αὕτη δὲ τὴν μακεδονικὴν διεδέξατο· ἀπένειμε δὲ αὐτ ῇ ῆς τὰς κνήμας, ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώ ματος. καὶ φέρειν ἅπαν δυναμένας τὸ σῶμα· τὰς δὲ τῶν πο δῶν βάσεις, σιδηρᾶς μὲν καὶ αὐτὰς· ὀστράκω δὲ ἀναμεμιγ μένας· διὰ δὲ τούτου, οὐχ ἑτέραν αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν· ἀσθενεστέραν ἑαυτῆς ἐσομένην· καὶ τῇ τοῦ ὀστράκου ἀσθενείᾳ συμμεμιγμένην· τὴν δὲ τῶν ὑλῶν διαφορὰν ἀντέθη κεν. οὐ τῆς τιμῆς. ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρυσοῦ, ὁ ἄργυρος στεγανώτερος· τοῦ δὲ ἀργύρου. στεῤῥό τερος ὁ χαλκός· ὁ δὲ σίδηρος, καὶ αὐτοῦ τοῦ χαλκοῦ πολλῷ τῷ μέτρῳ στερεμνιώτερος· ἡ διαφορὰ τοίνυν, οὐκ ἐν τῇ τιμῇ, ἀλλ’ ἐν τῇ ἰσχύει τε καὶ δυνάμει· ἀναγκαῖον δὲ ζητῆσαι τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην; οὐδὲν γὰρ ἁπλῶς οὐδὲ μάτην ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀποκαλύπτεται· ἡ εἰκὼν, σχήματα ἀλλ’ οὐ πράγματα ἔχει. τοιοῦτος δὲ ὁ παρὼν βίος, οὐδὲν ἔχων διαρκὲς, οὐδὲ μόνιμον· διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ παραινῶν, λέγει· μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ· καὶ ὁ μακάριος δαβὶδ δαδ τῆς ἀνθρωπίνης εὐημερίας διελέγχων τὸ μάταιον φησί· πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ἀνος ζῶν· μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος ἀνος · θησαυρίζει, καὶ οὐ γι νώσκει τίνι συνάξει αὐτά· ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος ὀξυῤῥόπους ἔχει τὰς μεταβολὰς· θνητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα. καὶ πρόσκαιρα, καὶ ἐπίκηρα· καὶ ἡ εἰκὼν δὲ, τῶν μὲν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει. μόνα δὲ τὰ σχήματα δείκνυσι βασι λέων καὶ ἀρχόντων, καὶ ὑπηκόων· πρὸς δὲ τούτοις, καὶ αὐτὸ τὸ σχῆμα εὐδιάλυτον ἔχει· εἰκότως ὁ τῶν ὅλων Θεὸς θς , τὸν ἀλαζόνα ἐκεῖ νον παιδεῦσαι βουληθεὶς βασιλέα, τῆς ἀνθρωπίνης ὀφρύ ος τὸ μάταιον, καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀνθρώπινα τὴν μεταβολήν· εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι· τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις· τὰς συχνὰς καὶ ἐπαλλήλους διδάσ κων τῶν βασιλέων διαδοχὰς· καὶ πείθων ἅπαντας, ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος· ἄναρχόν τε καὶ ἀτελεύτητον· καὶ ἅπαξ ἁπλῶς αἰώνιον τὴν βασιλείαν· τούτοις ἐπάγων ὁ μακάριος δανιὴλ, τὰ λοιπὰ τοῦ ἐνυπνίου διδάσκων: ἐθεώ ρεις, ἕως ὅτου ἀπεσχίσθη λίθος ἀπὸ ὄρους ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς. καὶ ὀστρα κίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος τότε ἐλεπτύνθησαν εἰσ ἅπαξ. ὁ σίδηρος. τὸ ὄστρακον, ὁ χαλκὸς, ὁ ἄργυρος, ὁ χρυσὸν. καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν: τοιοῦτον μὲν τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας· ζητήσωμεν τοίνυν πρότερον, τίς ὁ λίθος προσαγορευόμενος, καὶ βραχῢς πρότερον φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος. καὶ τὴν οἰκουμένην ἐκάλυψεν· οὐκοῦν ἀκούσομεν αὐτοῦ τοῦ Θεοῦ θυ διὰ ἡσαΐου τοῦ προφήτου, λέγοντος· ἰδοὺ τίθημι ἐν σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον ἔντιμον, ἐκλεκτὸν εἰς τὰ θεμέλια αὐτῆς· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῆ: ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος, καὶ βοῶντος· λίθον. ὃν ἀπεδοκίμασαν οἱ ὀκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· ταύτην δὲ τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ δεσπότης χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἰουδαί ους οις προσή νεγκεν· οὐκ ἀνέγνωτε λέγων, λίθον. ὃν ἀπεδοκίμασαν, οἱ οἰκο δομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ κυρίου κυ ἐγένετο αὕτη. καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ ὁ μακάριος δὲ πέτρος ἐν ἰουδαίοις δημηγορῶν, καὶ τοῦ κυρίου τὴν προφητείαν εἰς μέσον παραγαγὼν, ἴσος. φησὶν οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς παρ’ ὑμῶν τῶν οἰκοδομούντων. ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας· καὶ ὁ μακάριος δὲ παῦλος, φησιν ἐποικο δομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄν τος ἀκρογωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ· καὶ ἀλλαχοῦ φησί· θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστῒν ἰησοῦς χριστός· καὶ πάλιν· ἔπινον φησὶν ἐκ πνευματικῆς ἀκολουθού σης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός· οὐκοῦν ὑπὸ παλαιᾶς καὶ νέας διαθήκης διδασκόμεθα τὸν κύριον κν ἡμῶν ἰησοῦν χριστον προσηγορεῦσθαι θεμέλιον· οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χει ρῶν, γεννηθεὶς ἐκ παρθένου γαμικῆς κοινωνίας· χωρΐς· οἶδε δὲ πολλάκις καὶ τὴν παρὰ φύσιν γέννησιν λατομίαν ἡ θεία προσαγορεύειν γραφή· ἰουδαίους γὰρ, τῆν παρὰ φύσιν ἡσαΐας γενομένης τῷ ἀβραὰμ παιδογονίαν ἀναμιμνήσκων, ἐμβλέ ψατε ἔλεγεν εἰς τὴν στερεὰν πέτραν ἐξ ἧς ἐλατομήθητε· οὐκοῦν, ὄρος μὲν, ἡ δαυιτικὴ φυλὴ· λίθος δὲ ὁ χριστὸς κατὰ τὸ ἀνθρώπινον· οὐ κατὰ τὸν νόμον τῆς φύσεως τμηθείς· οὗτος δὲ πάλαι σμικρὸς φαινόμενος δι’ ἣν περιέκειτο φύσιν, ἀθρώον ἐδείχθη ὄρος μέγιστον, πᾶσαν πληρώσας τὴν οἰκουμένην· ἐπληρώθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον κν , ὡς ὕδωρ πολὺ κατακαλύ ψαι θαλάσσας· οὗτος πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας· τοῦ ὀστρακίνου καὶ σιδηροῦ· τουτέστι καὶ τὴν ἐσχάτην καταπαύ σει βασιλείαν, φροῦδόν τε καὶ ἀφανῆ ποιήσει· οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλεία· ἀλλὰ τὴν οἰκείαν γυμνώσει, καὶ πᾶσι ταύτην ὑποδείξει· ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν. καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην κονιορτοῦ δίκην· ἐξ ἅλωνος μὲν τικτομένου· ὑπὸ δὲ πνεύματος σκεδαννυμένου· οὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῷ βασιλεῖ, ἐπήγαγε: τοῦτό ἐστι τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βα σιλέως· σὺ βασιλεῦ ἴσος, βασιλεὺς βασλιέων: οὐ κολακεύων τοῦτο εἴρηκεν. ἀλλὰ τῇ συνήθει προσηγορία χρησάμενος· κατὰ γὰρ πάντων τῶν τότε ἐθναρχούντων βασιλέων ὀνομαζομένων εἶχε τὸ κρά τος: σὺ φησὶ βασιλεῦ βασιλέων, ὧ ὁ θεὸς θς τοῦ οὐρανοῦ βασι λείαν κραταιὰν καὶ ἰσχυρὰν καὶ ἔντιμον ἔδωκεν ἐν παν τὶ τόπῳ: οὐ γὰρ ἀπὸ ἰσχύος φησιν ἀνθρωπίνης πάντων περι γεγένησαι. ἀλλὰ τοῦ Θεοῦ θυ τοῦ τὴν ἐπουράνιον ἔχοντος βασιλείαν ταύτην σοι δεδωκότος τὴν ἐξουσίαν, ὥστε τῶν ἐν παντὶ τόπῳ ὄντων ἀνθρώπων ἀνων ἡγεμονεύειν τὲ καὶ βασιλεύειν: θηρία τε ἀγροῦ καὶ πε τεινὰ οὐρανοῦ δέδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων:· καὶ θηρία μὲν καλεῖ, τοὺς θηριωδέστερον ζῶντας· βαρβάρους· πετεινὰ δὲ, τοὺς συνέσει κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώπων ὑπερτέρους, καὶ πτηνοὺς τὴν διάνοιαν· τούτων φησὶν ἁπάντων ἀπέφηνέ σε βασιλέα· σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσῆ· τουτέστιν ἡ σὴ βασιλεία· οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει, ἀλλὰ περὶ αὐτῆς τῆς βασιλείας· καὶ γὰρ μετὰ τὴν τελευτὴν αὐτοῦ, εὐιλὰδ μαραδὰχ ἐβασίλευσε τῶν βα βυλωνίων, καὶ μετ’ ἐκεῖνον βαλτάσαρ· εἰ δὲ περὶ αὐτοῦ τοῦ προ σώπου ἔφη, ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ, πῶς νοήσωμεν τό ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα, ἥττων σου· οὔτε γὰρ τὴν τῶν υἱῶν αὐτοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν περσικήν· οὐκοῦν κεφαλὴ ἡ χρυσὴ, οὐκαυτὸς ὁ ναβουχοδονόσορ, ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρίων, εἴτουν βαβυλωνίων βασιλεία· καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα. ἥττόν σου· ἡ περσι κή· ἥττωνα δὲ αὐτὴν καλεῖ, οὐχ ὡς ἀσθενεστέραν, ἀλλ’ ὡς δευτέραν: καὶ βασιλεία τρίτη, ἥτίς ἐστιν ὁ χαλκὸς, ἣ κυ ριεύσει πάσης τῆς γῆς· τὴν μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς ἀλέξανδρος ὁ φιλίππου, ἐν δώδεκα ἔτεσι. τῆς βασιλείας πάντας ὑποτάξας ἀνθρώπους ἀνους · καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδη ρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτύνει πάντα καὶ δαμάσει· τὴν ῥωμαικὴν λέγει βασιλείαν· ἰσχυροτάτην μὲν γενομένην· καὶ πάντων ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν περι γενομένην· δασμὸν δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην· τὸ γὰρ λεπτύνει, ἐπὶ τοῦτο τέθεικε· τὸ δὲ δαμάσει, ἐπὶ τῆς ὑπα κοῆς τὲ καὶ εὐταξίας, καὶ τῆς ἐννόμου πολιτείας: καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους, μέρος μέν τι σιδή ρ οῦν ου , μέρος δέ τι, ὀστράκου· βασιλεία ἄλλη διηρημένη ἔσται καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῇ ὃν τρόπον εἶ δες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῷ τῷ πηλίνω: ἄλλην οὐ κατὰ τὸ γένος εἶπεν, ἀλλὰ κατὰ τὴν ποιότητα τῆς δυνάμεως. εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν ἄλλην. εἶπεν ἂν αὐτὴν πέμπτην. ὥσπερ αὖ εἴρηκε τρίτην τὲ καὶ τετάρτην· ἐπειδὴ δὲ ἀσθενέστερα οἶδε τῆς σιδηρᾶς βασιλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν, καὶ μάλα εἰκότως· σφόδρα γὰρ αὐτὴν ἰσχυροτά την ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα· ἀλλ’ ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς παντελῶς ἀσθενῆ ἔσεσθαι λέγει· ἀπὸ γὰρ τῆς ῥίζης φησι τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρόπων ἀνων : καὶ οἱ δάκτυλοι τῶν ποδῶν, μέ ρος μέν τι σιδήρου· μέρος δέ τι, ὀστράκου: τοῦτο δὲ οὐδὲ τῆς ἡμε τέρας ἑρμηνείας προσδεῖται· αὐτὸς γὰρ ὁ προφήτης ἑρμη νεύων, φησί· μέρος τί τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον: τούτοις ἐπάγει· καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων: τοῦτο δὲ μάλιστα δείκνυσιν ὡς οὐκ ἑτέρα ἐστιν αὐτὴ ἡ βασιλεία παρὰ τὸν σίδηρον, ἀλλ’ ἢ αὐτὴ ἀσθενέστερον, διακειμένη· καὶ μέρος μέν τι αὐτῆς, ἰσχυρὸν. μέρος δέ, ἀσθενές· συγγενείας δὲ ὅμως θεσμὸς, συνάψει τὴν ἀσθενῆ μοῖραν τῇ ἰσχυρᾷ· τὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων , τοῦτο δηλοῖ· ἐπιμιξείά φησι τὶς ἔσται καὶ ἐπιγαμία τούτων κἀκεί νων· ἀλλ’ ὅμως ἡ διχόνοια τὰ τῆς συγγενείας δίκαια διαφε ρεῖ: οὐκ ἔσονται γὰρ φησὶ προσκολλώμενοι οὕτως μετὰ τούτου· καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται τῷ ὀστράκῳ: ἡμεῖς μὲν οὖν οὕτω τὴν ἑρμηνείαν τοῦ θεσπεσίου δανιὴλ νενοήκαμεν· προσήκει καὶ ἐνίων τῶν πρὸ ἡμῶν εἱρμηνευκότων τὰς δόξας εἰς μέσον αγαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθή σεται· τινὲς τοίνυν τῶν συγγραφέων, τὴν τετάρτην βασιλείαν· τουτέστι τὸν σίδηρον, ἀλέξανδρον ἔφ η α σαν εἶναι τὸν μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύλους, τῶν ποδῶν, ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους, τοὺς μετ’ αὐτὸν βασιλεύσαντας μακε δόνας πολεμαίους, καὶ σελεύκους, καὶ ἀντιόχους, καὶ δημητρίους τοὺς μὲν, ἀσθενῶς· τοὺς δὲ, λίαν ἀνδρικῶς κρατήσαντας· καὶ ἐπιγαμίαν δὲ ποιησαμένους συγγένειαν· ἔδει δὲ αὐτοὺς συνι δεῖν· πρῶτον μὲν, ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν ἔφη εἶναι τὸν ναβουχοδονόσορ· τουτέστι τὴν τῶν βαβυλωνίων· εἶ τ’ οὖν ἀσσυρίων βασιλείαν· διεδέξατο δὲ αὐτὴν ἡ περσῶν καὶ μηδῶν βασιλεία κατὰ τ’ αὐτὸν. ὁ γὰρ κῦρος ἐξ ἑκατέρου ἔθνους ἦν ὁρ μώμενος, καὶ τούτων κᾀκείνων κρατῶν τῶν βαβυλωνίων· καταλύσας τὴν βασιλείαν ἐκράτησε τῶν τὴν περσῶν· τὴν δὲ περσῶν δευτέραν οὖσαν, ἀλέξανδρος ὁ μακεδὼν καταλύει· καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ κυριεῦσαι πάσης τῆς γῆς· ταύτην τὴν βασιλείαν τρίτην ὠνόμασεν· οὐδὲ μία δὲ αὐτὴν ἑτέρα, ἀλλ’ ἡ τῶν ῥωμαίων διεδέξατο· ἔδει τοιγαροῦν τοὺς αὐτοὺς , πρῶτον μὲν ἐκ τοῦ ἀριθμοῦ, καὶ τῶν παραδηλωθέντων πραγμάτων συνιέναι καὶ μαθεῖν, ὡς τρίτή ἐστιν ἡ τῶν μακεδόνων βασιλεία τουτέστιν ὁ χαλκός· τετάρτη δὲ, ἡ ῥωμαίων· τουτέ στιν ὁ σίδηρος· εἰ δὲ καὶ ὅλως σαφέστερα αὐτοῖς ἔδοξεν εἶναι ἐκεῖνα, ἀπὸ γοῦν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρὀῥ ησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος, ἐπήγαγε· καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων· τουτέστι τοῦ ὀστρακίνου, καὶ τοῦ σιδήρου τὴν ἐπιμιξείαν ἐχόντων, καὶ τὴν μετ’ ἀλλήλων συγγένειαν ἀσπα ζο σα μένων· ὁμόνοιαν δὲ μηδὲ ἐκ τῆς συγγενείας ἐσχηκότων: ἀνα στήσει ὁ Θεὸς θς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ δια φθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφ θήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας· ὅν τρόπον εἶδες ὅτι ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον καὶ τὸν σίδηρον· τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν:· ταῦτα δὲ ἄντικρυς δείκνυσι, τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος. τῆς δὲ τῶν οὐρανῶν βασιλείας, τὸ ἀτελεύτητον· τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενῶς διατεθείσης, καὶ τοῦ ὀστράκου τὴν ἐπι μιξείαν λαβούσης, φανήσεται μὲν ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν· καὶ λεπτύνει τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν· τὸν ἄργυρον, τὸν χρυσὸν, καὶ φροῦδα ποιήση παντελῶς· καὶ ἀδιά δοχον καὶ αἰώνιον, καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει· εἰς γὰρ τοὺς αἰῶνας φησὶν οὐ διαφθαρήσεται· καὶ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. καὶ λεπτύνει καὶ δαμάσει πάσας τὰς βα σιλείας, καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας· εἰ δέ τις ζυγομαχεῖ καὶ ταῦθ’ οὕτως ἔχειν οὐ βούλεται, δειξάτω τί τῶν ἀνθρωπίνων αἰ ώνιον· ποῖα δὲ τῶν ἀνθρώπων ἀνων βασιλεία τέλος οὐ λήψεται· εὔηθες γὰρ καὶ λίαν ἀνόητον. συντέλειαν μὲν, ἀναμένειν τοῦ παρόντος αἰῶνος· βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτε λεύτητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ διὰ τούτων τῶν λόγων, τὴν δοθησομένην ὑπὸ τοῦ Θεοῦ θυ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι· οὐκ ἄρα τὴν μακεδονικὴν βασιλείαν ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκείνης κρατούσης, ὁ παρὼν βίος ἐδέξατο τέλος· ἀλλ’ ἡ ῥω μαικὴ τὴν μακεδονικὴν καταλύσασα, κατέχει τῆς οἰκου μένης τοὺς οἴακας· εἰ δέ φασὶ τὴν προτέραν τοῦ κυρίου παρου σίαν διὰ τούτων τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν κατα λυθεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν, εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν· πάντα γὰρ τοὐναντίον ἔστῒν εὑρεῖν κρατυνθεῖσαν αὐτὴν, ἀλλ’ οὐ καταλυθεῖσαν ἅμα τῆ τοῦ σω τῆρος γεννήσει· αὐγούστου γὰρ βασιλεύοντος, ὁ δεσποτικὸς ἐγένετο τόκος· δεύτερος μὲν ἐβασίλευσε· πάντας δὲ, ὡς ἔπος εἰπεῖν ἀνθρώπους ἀνους · ὑπηκόους ἐποιήσατο· ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην· κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν· ὑπ’ ἐκείνου δὲ ἡ ῥωμαίων κρατυνθεῖσα βασιλεία, μέχρι καὶ νῧν διήρκεσεν· οὐκοῦν εἰ ἡ προτέρα γέννησις τοῦ κυρΐου. τὴν ῥω μαίων ἡγεμονίαν οὐ κατέλυσε, λείπεται τοίνυν αὐτοῦ τὴν δευτέ ραν νοεῖν ἐπιφάνειαν· ὁ γὰρ ἡδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψας, οὗτος ἐν τῇ δευτέρᾳ παρουσίᾳ πατάξει τὴν εἰκό να ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους· τουτέστιν ἐν αὐτῷ τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας, καὶ λήθη τινὶ παρα δώσει· τὴν δὲ αἰωνίαν αὑτοῦ βασιλείαν τοῖς ἀξίοις παρέξει· ταῦ θ’ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ, ἀναγκαίως ἐπήγαγεν:· ὁ Θεὸς θς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ:· ἄξιον δὲ θαυμάσαι τὴν τοῦ θεοῦ τῶν ὅλων περὶ πάντας ἀνθρώπους ἀνους κηδεμονίαν· οὐδὲ γὰρ τοὺς δυσσεβείᾳ συζῶντας τῆς οἰκείας προμηθείας γυ μνοῖ· ἀλλὰ καὶ τούτους πάσης ἐπιμελείας ἀξιοῖ· ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θηριώδη καὶ δυσσεβῆ οὐ κα ταλέλοιπεν ἀτημέλητον· ἀλλὰ πρῶτον μὲν, διὰ τῶν ἀποκαλύ ψεων τῆς εὐκληρίας τοῦ παρόντος βίου δείκνυσιν αὐτῷ τὸ ἐπίκηρον, καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύῤῥοπον· καὶ ὅτι οὐ δὲν μόνιμον τῆς ἀνθρωπίνης εὐημερίας, ἀλλὰ δίκην ἀνθῶν ἢ κρίνων μαραίνεται τε καὶ σβέννυται· καὶ ἱκανὰ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρῢν καταλῦσαι, καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα. καὶ ἀναμένειν καὶ τῆς ζωῆς, καὶ βασιλείας τὸ τέλος· πρῶτον μὲν οὖν διὰ τούτων, αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν· ἔπειτα τῇ λήθη τοῦ ἐνυπνίου ἐλέγχει τὴν τῶν μά γων καὶ χαλδαίων ψευδολογίαν· δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν· καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας, τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ· καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ. τοὺς ἀγνωοῦντας· μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν τοὺς ἁγίους αὐτοῦ θεράποντας προσκυνεῖν· ἀναγκάζει· καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει· τότε γάρ φησὶν ὁ βασιλεὺς ναβουχοδονόσ ω ο ρ ἐπὶ πρόσωπον ἔπεσεν, καὶ τῷ δα νιὴλ προσεκύνησε, καὶ μανναὰ μαναὰ καὶ εὐωδίαν εἶπε σπεῖσαι αὐτῷ: ἐνθυμήθητι δὴ ἡλίκον ἐστῒν, ἐκεῖνον τὸν ἀλαζονα τὸν μεμηνότα, τὸν καὶ Θεὸν θν εἶναι νομίσαντα. δι’ ἑτέρου γὰρ προφή του φησὶν ὁ Θεὸς θς πρὸς αὐτόν, σὺ δὲ εἶ ἄνθρωπος ἀνος καὶ οὐ Θεός, τὸν πάντας ἀνθρώπους ὑπηκόους εἶναι ποιησάμενον, τὸν αἰχμάλω τον προσκυνεῖν· τὸν ἰουδαῖον· τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα, καὶ ἡγεῖσθαι διὰ τούτου τὸν τούτου προσκυνεῖν Θεόν θν · τούτου γὰρ χάριν μανναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῷ· τουτέστι λιβανωτὸν καὶ θυμίαμα προ σ ενεχθῆναι αὐτῷ ἐνε τείλατο· αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρεγγύησεν· ὁ γὰρ προσκυνήσας, πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει, εἴπερ ἱερατεύειν εἰώθει· ἐπειδὴ δὲ. τοῦτο πάντως ἑτέροις ἁρμόττ ει ον ἦν, αὐτὸς μὲν, οὐκ ἐπεχείρει ποιεῖν, ἃ μὴ προσῆκον ἦν· τοῖς δὲ ποιεῖν εἰωθόσι τοῦτο ποιῆσαι παρακελεύεται· καὶ ἵνα μὴ δόξη μάτην ἄνθρωπον ἀνον προσκυνεῖν, λέγει τῷ δανιήλ· ἐπ’ ἀληθείας ὁ Θεὸς θς ὑμῶν, οὗτός ἐστι Θεὸς θς θεῶν, καὶ κύριος τῶν βασιλέων. καὶ ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο: τοσαύτην ἔκ τε τοῦ ἐνυπνίου, καὶ τὴς τοῦ ἐνυπνίου λήθης ὠφέλειαν αὐτῷ τῶν ὅλων ὁ πρύτανης προ σενήνοχε· πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν· ἔπει τα μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προσκυνουμένων θεῶν τὴν ἀσθένειαν· πρὸς τούτοις ἐδιδάχθη τὴν ἐνέργειαν τοῦ ὄντ ως ος θεοῦ· οὗ χάριν βοᾷ· ἐπ’ ἀληθείας, ὁ Θεὸς θς ὑμῶν, οὗτός ἐστι Θεὸς θς τῶν θεῶν θων , καὶ κύριος κς τῶν βασιλέων. καὶ ἀποκαλύπτων μυστήρια· Θεὸν θν δὲ θεῶν προσαγορεύει, οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεία γραφὴ τοὺς ἠξιωμένους ἱερωσύνης ὀνομάζει θεούς. θεοὺς γὰρ φησὶν οὐ κακολογήσης· καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· οὗτος δὲ, θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέ πω γὰρ ἠδυνήθη τὸ παντελῶς αὐτῶν ἀσθενὲς συνιδεῖν· μεμάθη κε δὲ ὅμως τὸ διάφορον· διὸ καὶ Θεὸν τῶν θεῶν τὸν τῶν ὅλων προσαγορεύει θεὸν, καὶ κύριον τῶν βασιλέων· ταῦθ’ οὕτως ὁμολογή σας, ἐμεγάλυνε τὸν δανιὴλ· καὶ δόματα πολλὰ ἔδωκεν αὐτῷ· καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν· καὶ ἐπὶ πάντας τοὺς σοφοὺς βαβυλῶνος:· καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον· μεγίστη φέρει τοῖς ὑπη κόοις τὴν ὠφέλειαν τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης· καὶ συντομώτερον ὁ μακάριος δαβὶδ δαδ τὰ κατ’ αὐτὸν διηγούμενος, καὶ τὴν θείαν πρόνειαν ὑμνῶν. φησίν· ἐξαπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον ἀνoν , εἰς δοῦλον ἐπρά θη ὁ ἰωσήφ· εἶτα τὰ συμβεβηκότα αὐτῷ δυσχερήματα λέξας, καὶ τῆς εἱρκτῆς καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπή γαγεν· ἀπέστειλε βασιλεὺς, καὶ ἤγαγεν ἔλυσεν αὐτὸν· ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν· καὶ κατέστησεν αὐτὸν ἄρχων τοῦ οἴκου αὐτοῦ· καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ. παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτῷ σοφίσαι· οὕτω κἀντεῦθεν πεποίηκεν τῶν ὅλων ὁ πρύτανης· ἄρχοντα γὰρ σατραπῶν, καὶ τῶν σοφῶν βαβυλῶνος, τὸν τρισμακάριον δανιὴλ καταστήσας, ἀρχαίτυπον αὐτὸν εὐσεβείας, καὶ τῆς ἄλλης προύθηκεν ἀρετῆς· ἀλλ’ ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης, ἀλλὰ τοὺς κοινω νοὺς τῆς εὐχῆς. κοινωνοὺς ἔλαβε καὶ τῆς τιμῆς: ᾐτήσατο γὰρ φησι παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔρ γα τῆς χώρας βαβυλῶνος τὸν σεδραχ μισαχ καὶ ἀβδεναγῶ· καὶ δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως· συμβαίνει καὶ ταῦτα τῇ τοῦ ἀποστόλου διδασκαλίᾳ· νῦν γάρ φησι μένει πίστις ἐλπίς· ἀγάπη· τὰ τρία ταῦτα· μεῖζων δὲ πάντων ἡ ἀγάπη· καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης, ἠγάπησε μὲν τὸν θεὸν ἐξ ὅλης καρδίας. καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης ἰσχύος. καὶ ἐξ ὅλης δυνάμεως· ἀγαπήσας δὲ θερμῶς, ἐπίστευσεν εἰλικρινῶς· εἰλικρινῶς δὲ πιστεύσας, ἤλπισε τῆς παρ’ αὐτοῦ τεύξεσθαι βο ηθείας· τυχὼν δὲ ὧν ἤλπισεν. ἔδειξε τὴν περὶ τὸν πέλας ἀγάπην. καὶ κοινωνοὺς τοὺς ὁμοφύλους ὧν ἔλαβεν ἐποιήσατο· ὅσα δὲ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη. ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν ἐν χριστῷ ἰησοῦ· μεθ’ οὗ τῷ πατρὶ δόξα σῢν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν: