λογος α ος Ἐ ν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ, βασιλέως ἰούδα, ἦλθε ναβουχοδονόσ ω ο ρ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτήν· ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδί δαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρότης αἰχμαλω σίας καιρόν· ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακεὶμ, τοῦ καὶ ἐλιακεὶμ, ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ· πατὴρ δὲ ἐγέ νετο τοῦ ἰωάχαζ, ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο, τῶν τό τε βασιλέων μεμνῆσθαι, καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδεί κνυσι χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦν τας εὑρεῖν· ὅρασις γὰρ φησὶν, ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς, ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ, καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβα σίλευσαν τῆς ἰουδαίας· καὶ ἐγένὴθη λόγος κυρίου πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα· ἔτους τρισ καιδεκάτου ἐν τῆ βασιλείᾳ αὐτοῦ· καὶ ἰεζεκιὴλ δὲ, καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ, τοῦτῳ τῳ προοιμίῳ τῆς προφη τείας κέχρηται· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγ ξαι παρανομίαν· καὶ διδάξαι προφήτην τὸν τῷ ὄντι προφήτην· κ αὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ· καὶ τοῦτο δὲ τὴν πνευμα τικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ πάντὼν ἐστι τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ Θεοῦ τῶν ὅλων συγχωρήσαντος, διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγέ νετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τό, ἔδωκε κύριος ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα, ἵνα μή τις ὑπο λάβῃ οἰκείᾳ δυνάμει τὸν ναβουχοδονόσ ω ο ρ χρησάμενον, τ οῖς ῆς τῷ Θεῷ ἀνακειμέν οις ης περιγενέσθαι πόλεως· μάθωσιν ἅπαντες δὲ ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολεμίους ἐγένετο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς Θς , οὕτώ φησι· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον τος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρΐὼν, ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσ κει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώποις ἐπιφέρει τὰς τιμω ρίας· κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις: καὶ ἤνεγκεν αὐτὰ φησιν εἰς γῆν σενναὰρ, εἰς οἶκον θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ αὐτοῦ ∴ κ αὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἡμαρτηκότων, τὰ ἅγια σκεύη, τὰ τῷ Θεῷ ἀνακείμενα, παρεδόθη δυσσεβέσιν ἀνθρώποις ἀνοίς ; φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνο οῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ θυ · μωρία γὰρ αὐτῷ ἐστὶν· ὁ δὲ πνευματικός, ἀνακρίνει πάντα, κατὰ Τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθίας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος. καὶ τὰς αἰτίας μανθάνει, ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενόν ἐστι καταμαθεῖν τὸν πνευματικῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν, οὐχὶ ἰουδαίοις μό νον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος τῶν ὅλων Θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται, ἀλλ’ ἐκείνους εὐγνωμοσΰνην διδάσ κων, καὶ διδοὺς θεραπείαν τὲ καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν. ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δυνατὸν, ἀμείψασθαι τὸν εὐεργέτην Θεὸν θν , εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο; πεῖσαι τοίνυν βουλόμενος ἰουδαί οις ους , ὡς οὐ τὴν οἰκείαν χρείαν ἀνα πληρῶν, ἀλλὰ τῆν ἐκείνων ἀσθενείαν συγκατιὼν, τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο· εἰκό τως των , ἀποστραφεὶς αὐτοὺς. καὶ αἰχμαλωσίᾳ παραδοὺς, καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη, δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σῢν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίᾳ, τί δήποτε τῶν ἀψύχων ἐφείδετο; διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν κατ’ οὐδὲν δια φέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δε ξάμενοι, οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κα τείχοντο· οἱ δὲ, ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων Θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα θερα πεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς, ταῖς παρανομίαις μολΰνετε· καὶ ἴσόν ἐστιν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κᾳ’ κείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ βα βυλώνιοι, ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη, ἀνθρω πείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες. τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν, ἑτιώμενος, ἐκολάσθη μὲν, παραυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας πόση ἐκείνων τῶν σκευῶν ἡ δύναμις· καὶ ὅτι οὐκ ἄκων ἀπεστε ρήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προσέδωκε, διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν. ἐπειδὴ γὰρ ὁ φνὶ καὶ φινεὲς, οἱ ἡλὶ, τοῦ ἱερέως παῖδες παρά νομοι καὶ βδελυροὶ, ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμο φύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ Θεὸς θς , οὐδε μιᾶς ἀξιώσας προνοίας· ἀξίᾳ δὲ σφαγῇ παραδοὺς· τὴν δὲ κιβω τὸν παραδίδωσι τοῖς ἀλλοφΰλοις· πάλιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς. τὸν θεῖον νόμον παραβαίνουσι παραβαίνουσι νόμον , καὶ ἀσεβείᾳ συζῇν προαιρουμένοις. ἵνα δὲ, μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ περιγενό μενοι τοῦ Θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν, αὐτὸν εἶναι τῶν τῶν ἰουδαίων Θεὸν, τεκμῃρίῳ χρώμενοι τὴν τῶν οἰκείων εἰδώλων κατασκευὴν· καὶ ἵνα μὴ πολλὴν ἐντεῦθεν ἐπισπάσονται βλάβην, ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων Θεὸν, καὶ οἷόν τι ἄρι στον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς, παρασκευάζει μὲν τὸν δαγὼν, τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον, πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑπο δεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν, καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο, οὐχ ἅ παξ, ἀλλὰ καὶ δὶς, καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς δια φόρους πληγὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν, καὶ ἀναθέ ματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ ναβουχοδονόσ ω ο ρ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαί οις ους , ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν, ἡ πρὸς βραχὺ παρὰ τοῦ Θεοῦ γενομένη συγχώρησις ∵ καὶ εἶ πεν ὁ βασιλεὺς ἀσφανὲχ τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν πορθομεῖν φορθομμὶν νεανίσκους, ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος· καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πᾶσι σοφίᾳ· καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἱστάναι ἐν τῷ οἴκω τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλώσσαν χαλ δαίων· ὁ μὲν οὖν τῶν ὅλων Θεὸς θς , ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα, ἵνα διατούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι δὲ σώματων ὧραν καὶ μέ γεθος καὶ ῥώμην ἐπιζητοῦσι· καὶ σοφίαν, οὐ τὴν τὰ θεῖα γινώ σκουσαν, ἀλλὰ τὴν εὐγλωττίαν κεκομψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὁ πόσον τῶν θεῖων καὶ ἀνθρωπίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονίαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόῤῥησις, ἣν ἐζεκίᾳ προεῖπεν τῷ βασιλεῖ· ἄκουσον γὰρ φησὶν· ὁ λόγος κυρίου σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου, ἕως τῆς ἡμέ ρας ταύτης, εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλΐπω σιν εἶπεν ὁ Θεός θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου εἶπεν ὁ θεός θς ὧν γέν νησεις λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνή σκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν πότῶν πόρθμιν· πόρθμιν δὲ τοὺς παρθένους ἐκάλεσε τῇ ἑβραί ᾳ ων φωνῇ· ὁ δὲ σύμμαχος, τὸ πορθμιν ἐπιλέκτους ἐκαλεσε εἱρμήνεθσε : καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέ ζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου ἀπὸ τοῦ αὐτοῦ, καὶ ἐκ θρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπι ον ων τοῦ βασιλέως· καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δανι ὴλ καὶ ἀνανίας, καὶ ἀζαρίας, καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν· ὅτι οὐχ ὡς δορυαλώτους εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ τῆς βασιλικῆς αὐτοῦς τραπέζης ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλ’ ὠφελείας διδασ καλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς. ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω, ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν Ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας κάλλει λάμποντας, καὶ με γέθει διαπρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε· καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρυψε ∵ καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχι ευνοῦχος ὀνόματα· τῷ δανιὴλ βαλτάσαρ· καὶ τῷ ἀνανίᾳ, σε δράχ· καὶ τῷ μισαὴλ, ἀβδεναγώ ∴ καὶ τοῦτο δὲ παρά τισι δεσπο τείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγο ρίας ἀμείβουσι· ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν γνωρίζωσι· καὶ τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραικὰς ἀφελὼν προσηγορίας, χαλδαικὰς ἐπιτέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βα σιλεὺς παρενεγγύησε: καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρδίαν αὑτοῦ τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγη θῇ: οἱ γὰρ φιλόθεοι, οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων Θεὸν· ἀλλ’ ἔνθα ἂν ἀφήκονται, τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρου σι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦ σι δημιουργὸν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαύματος ὑπερ βολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι, καὶ τὴν τοπι κὴν τοῦ Θεοῦ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦντες, καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν, ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρῶαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολΰναντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὁρωμένης καταφρονήσαντες σω τηρίας, καὶ τῆς βασιλικῆς πανδεισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχωρῆσαι φησὶ τῶν βασιλικῶν σιτίων παραιτούμενοις μεταλαβεῖν: καὶ ἔδωκεν ὁ Θεὸς θς τὸν δα νιὴλ εἰς ἐλέον καὶ οἰκτιρμῶν ἐνώπιον τοῦ ἀρχιευνούχου: ἀκολου θεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προ είλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν· ἦν γὰρ φησὶ κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον καὶ χάριν ἐναν τίον τοῦ δεσμοφύλακος: διδασκόμεθα τοίνυν κἀντεῦθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητόν πως ποτὲ καταλέλοιπεν ὁ Θεός θς · διὸ καὶ ἕτερος προφήτης βοᾷ: ἐρωτή σατε γενέ ́ὰς τὰς γεναμένας προτέρας ἠ ὑ μῶν, τίς ἐνεπίστευσε κυρίῳ κῳ . καὶ κατησχύνθη; καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ δανιήλ φοβοῦμαι ἐγὼ τὸν κύριόν κν μου τὸν βασιλέα τὸν ἐντάξαντά με τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυ θρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδι κάσ η ε τ αι ε τὴν κεφαλήν μου τῷ βασιλεῖ: οὐ καλόν γοῦν τοῦ ἀρχι ευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευ μένος· ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπεια, καὶ ἡγούμενος ἐκ μόνης δΰνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε. μὴ τῶν μὲν πολυτελῶς τρεφο μένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, διαφορά τις ἐν τοῖς προσώποις φανῇ, καὶ τιμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμε λάσαρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμὸνα αὐτοῦ τε καὶ ἀνανία, καὶ ἀζαρία, καὶ μισαὴλ, καὶ φησί: πεί ρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγ ό ώ μεθα, καὶ ὕδωρ πιώμεθα, καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παι δαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδῃς ποίησῳν μετὰ τῶν παίδων σου ∵ οὐδὲν τῆς εἰς Θεὸν πίστεως ἰσχυρότερον· καὶ δία τοῦτο πολλαχόθεν, καὶ ἀλλόθεν ἔστι μαθεῖν· οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων. τὸ γὰρ πιστεῦσαί τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥωπῆς ἀπολαύ σεται, καὶ μὴ ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαβόντων χλιδῆς, εὐπρεπέστερός τε, καὶ περικαλλέτερος φα νήσεται καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει; καλῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασε· πείρασον γὰρ φησὶ· τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερ μάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σΰ τῶν προ σώπων κριτής· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμα σιν ἐκ τῆς τοιαύτης τροφῆς· τὸ μὲν δοκοῦν σοι κελεύσεις· ἡμεῖς δὲ, οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέ την· καὶ ὁ μὲν, ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο: καὶ εἰσή κουσε γὰρ αὐτῶν φησὶν εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν, ὡράθησαν αἰ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν, ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως: ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης, καὶ τὰς ὑπο σχέσεις ὑπέδειξεν ἀληθεῖς, τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκε χειρισμένῳ· τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες, ὤφθησαν ἀμείνους, πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελάσαρ ἀναιρούμενος τὸν δεῖπνον αὐτῶν· καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα, καὶ διπλοῦν ἐκαρπώσατο κέρδος: πρῶτον μὲν γὰρ μεμαθήκαμεν ὡς δυνατὸν καὶ νηστείᾳ χρώμενον σωματικὴν ῥώμην καὶ εὐ πρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διε ξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καὶ φησί· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρ σιν ἔδωκεν αὐτοῖς ὁ Θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμ ματικῇ καὶ σοφίᾳ ∵ οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνε τοὺς αὐτοὺς εποίησε ἀπέφηνε , καὶ σοφίας ἁπάσης ἐνέπλησεν, ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας, καὶ πάσης ὐθ ιστή μης ἀξιωθέντες κρείττους ἁπάντων εδείχθησαν: καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάσῃ ὁράσει, καὶ ἐν ὕπνοις: παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν δε ἠδΰνατο, τὰ τοῖς ἄλλοις ἀποκαλυψόμενα· τὸ γὰρ συνῆκε, τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κᾀντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων Θεὸς θς · ἀλλ’ εὐσέβειαν μόνον καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρῃ ταύτην ἐν νέῳ, πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα, καὶ ἐπὶ σαμουὴλ τοῦ προφή του· παιδίῳ γὰρ ὄντι κομιδῆ νέῳ, καὶ ἐπιφανῆ, καὶ τὰς κατὰ τοῦ πρεσβυτέρου τιμωρίας προαγορεύειν ἐκάλεσεν ἐκέλευσεν · εἰς κατη γορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῷ μει ρακΐῳ χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βα σιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον ναβουχοδονόσορ, καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς· καὶ οὐχ ηὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι, δανιὴλ ἀνανίᾳ ἀζαρίᾳ καὶ μισαήλ· καὶ ἕστησαν ἐνώπιον τοῦ βασιλέως. καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὑπὲρ ὧν ἐζήτη σε παρ’ αὐτοῦ ὁ βασιλεὺς, ηὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους, τοὺς ὄντας ἐν τῇ βασιλεία αὐτοῦ :- ἀλλ’ ὁ μὲν ἀμελάσαρ εἶδε τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμα θε πάντως τῆς θείας χάριτος τὴν ἰσχΰν· ὁ δὲ βασιλεὺς, ἴσ ως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἔμαθε τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀμελάσαρ ἀναλισκομένης; ἀλλ’ ὅ μως οὐ σμικρὰν καὶ οὗτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν κελευσθέντων ἀμείνους εὑρὼν· κάλλει μὲν καὶ μεγέθει σώματος, σοφίᾳ δὲ καὶ συνέσει ψυχῆς, ῥυθ μῷ τε λόγων, καὶ πάσῃ λογικῇ ἐπιστήμῃ· τὰς δὲ συγκρίσεις, οὐχ ἁ πλῶς ἐποιήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσαγαγὼν προσενεγκὼν , τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον· καὶ ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίρας ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν, ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς, ἐπήγαγε: καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως: οὐχ ἁπλῶς δὲ τοῦτο προστέ θεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποι ῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασι λέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποι ησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κῦρον· καὶ τῷ παρόντι βίῳ παραψυχῆς ἀπήλαυσε, τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ κῧρος εἰς τὴν ἰουδαίαν. τοὺς βουλομένους ἰουδαίων προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς· ἐκεῖ νος γὰρ διαῤῥήδην ἐβόα, λέγων ἰηλ ἱλημ οἰκοδομηθήσῃ, καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικησθήσεσθαι, ὁ λέγων κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος τῷ χριστῷ μου κύρῳ· οὐκ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθή σονται· ἐγὼ γὰρ προπορεύσομαι πρὸ προσώπου σου, καὶ ὄρη ὁμα λιῶ· πύλας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συν θλάσω· θησαυροὺς σκοτινοὺς ἀποκρύφους ὀρατοὺς ἀοράτους ἀνοίξώ σοι· ταῦτα μαθὼν ὁ κῦρος, τῆς βουλομένοις τῶν ἰουδαίων, τὴν εἰς τῆν ἐνεγκοῦσαν ἐπ άνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν πα ραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησὶ πρώ του κύρου τοῦ βασιλέως περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος ἱερεμίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα κύρου τοῦ βασιλέως περσῶν, καὶ παρήγγειλε κῦρος κηρύξαι ἐν πάσῃ τῇ βα σιλείᾳ αὐτοῦ ἐν λόγοις γραφῆς, λέγων· τάδε λέγει κῦρος ὁ βασι λεὺς περσῶν, πάσ αις ας ταῖς τὰς βασιλεί αις ας τῆς γῆς, ἔδωκέ μοι κύριος ὁ Θεὸς θς τοῦ οὐρανοῦ, καὶ αὐτὸν ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἱερουσαλὴμ, τῇ ἐν τῇ ἰουδαίᾳ· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ, κύριος κς ὁ Θεὸς θς ἔσται μετ’ αὐτοῦ, καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐντέ θεικε τοῖς ἰουδαίων συγγράμμασι, τό ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατά σσοντα καὶ ἰώμενον, μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρίᾳ καὶ φιλανθρωπίᾳ χρώμενον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.