πρόλογος ε ἰ πᾶσι ῥάδιον ἦν· τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφά νειαν. εἰς δὲ τὸ βάθος καταδύειν. καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν ἐνομίσθη παρέλ κον. ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν, πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσιν, τῆς προφητικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δὲ μίαν μὲν φύσιν ἐλάχομεν ἅπαντες· οὐκ ἴσην δὲ γνῶσιν ἐλάβομεν. ἑκάστω γὰρ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον ὡς φησὶν ὁ ἀπόστολος· καὶ ὧι μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλω δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρω δὲ πίστις ἐν τῶ αὐτῶ πνεύματι πνι . καὶ τὰ ἑξῆς δὲ ὡς αὕτως καταδιαίρεσιν ἅπαντα διανέμεται, οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν. εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα, ἔγγρα φον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς. παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν. σμι κράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρα κελεύεται νόμος. ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτά φησι τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβο λαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· ε ἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν. ὅσα ἠκούσα μεν φησὶ καὶ ἔγνωμεν, καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· κ αὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ιηλ , ὅσα ἐνετείλατο τοῖς πατράσι. τοῦ γνωρί σαι αὐτά· ὅπως γνῶ γενεὰ ἑτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς, ἐπήγαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ , καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι· τ αύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμε νοι. χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις ὀφείλο μεν· καὶ προσήκει τούτου τὴν ἔκτισιν, εὐγνωμόνως ποιή σασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμας διεγείρειν νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπαρήσαντες. θαρρῆσαι πρὸς τὸν ἀγῶνα τοῦτον ἠνάγκασεν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ἔνι μά λιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἴσως δὲ οὔτε τοῖς γνώσεως ἠξιωμένοις, ἄχρηστος οὗτος ὁ πόνος γενή σεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν, νενοήκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσι τῆ κοινωνία τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσις. κρατύνειν τὰ νοηθέντα· τ οῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες μὴ γένοι το. ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος πνς ὄργανα, ἀλλὰ πρῶ τον μὲν. ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἤ τησαν· καὶ προσήκειν ἡγούμεθα, ἣν ἠτήμεθα χάριν, ταύτην μεταδοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν, τὰς δὲ τούτου προρρή σεις. γυμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυν τίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν. τοῦτον ἀπο σχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορί ας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδὲς μὲν. οὐκ ἀπόσκο ποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ προ εθέσπισε παρουσίαν· οὐ μόνον ἃ, ποιήσει προσαγορεύ σας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς· καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ παντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρά, εἰκότως, ἅτε δὴ θεο μισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ. τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν, ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας· ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν, εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυ μαστὸν δὲ οὐδὲν εἰ οἱ κατὰ τοῦ μονογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησίν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· καὶ πάλιν· εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐκάλεσαν, πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόν τος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν, πυθώμεθα αὐτῶν οὕτως· τί προφήτου ἴδιον εἶναί φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε. καὶ προείρηκεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ χριστοῦ χυ λόγον. τέως ἐπί σχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγω μεν· εὑρίσκομεν τοίνυν αὐτὸν. πολλὰ μὲν περὶ τῆς βαβϋλω νίων βασιλείας, πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβϋλωνίων βασιλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψωνται βασιλείαν· ἔπειθ’ ὅτι τούτους καταλύσας ὁ μακεδὼν, τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τις τούτων βλαστήσας. μυρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα· μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτι πάσας καταγωνισαμένη τὰς βασιλείας. τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὴ λέγειν ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγό ρευσε βασιλέως. καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους, μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν πάντα ταῦτα προεγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα. πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον. τοῦ τῶν προφη τῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, ποῖα τῆς προφητείας τὰ ἴδια· εἰ δ’ ὅτι τῶν οἰκείων οὐ προστίθησι λόγων τό τάδε λέγει κύριος κς · καὶ τούτου χάριν τῆς προ φητικῆς αὐτὸν ἀποστεροῦσι συμμoρίας. εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῶ γὰρ ἀβιμέλεχ φησι· καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶ ἀνδρὶ. ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήση σὺ καὶ ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περί ἑαυτοῦ· καὶ τοῦ υἱέως. καὶ τοῦ ἐκγό νου φησίν· ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς ὁ θεὸς θς λέγων· μὴ ἅπτεσθε τῶν χριστῶν μου. καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμου ήλ· ὁ παιδόθεν νεωκόρος. οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς· ἢ δι’ ὀνειράτων· ἢ διαμεσημβρινῶν τινῶν ἀποκαλύψεων, προγνώσεις ἐνίας, καὶ προρρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κα κείνοις ἀναφανδὸν. καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς, ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραι τεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαν τίαν· προφήτης γὰρ καὶ προφήτης. ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι τε καὶ πόνοις· νηστεία καὶ κακουχία. τὰ ἐσόμενα διδαχθείς· οὐ τίνα μόνοις ἰουδαίοις συμβήσεται ἅπερ ἔνιοι τῶν προ φητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν κοινωνίαν, καὶ προμαθὼν καὶ προδιδά ξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον· ἀβδιοῦ μὲν τὸν τὰ κακὰ τοὺς ἰδουμαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πό λεως προθεσπίσαντας τῆς νινευῒ, τοῖς προφήταις ἐγκατελέγειν· τὸν δὲ μακάριον δανιὴλ, οὐ περὶ πόλε ως μιᾶς· οὐδὲ περὶ ἔθνους βραχεος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλδαϊκῆς· περσικῆς· μακεδονικῆς· ῥωμαϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τού των γεγενημένων, τῆς προφητικῆς προσηγορίας ἀπο στερεῖν. καὶ τῆς πνευματι πνι κῆς χάριτος, ἀλλότριον εἶναι λέγειν· κ αὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχο δονόσορ αἰδεσθῆναι· τὸν δυσσεβῆ· τὸν θηριώδη· τὸν βάρβαρον. τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα. ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνύπνιον εἰπεῖν ὃ ἕτερος θεασάμενος ἐπελήσθη. καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει. τὴν κατὰ τοῦ προφήτου καταλύσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου, τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀ λλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν. καὶ τὸ τῆς προρρήσεως τέλος· αὐτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγμα τα. νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν, καὶ δια τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κε φαλαίω, τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησά μεθα· ἡ δὲ κατα μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν· καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν, δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως, τῆς κατα λέξιν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεὺς. ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς υις αὐτοῦ· τρεῖς ὅλους μῆνας. καὶ ὀλίγας ἡμέ ρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασι λείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελὴμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασιλεὺς φαραὼ νεχαὼ, εἰς τὴν αἴγυπτον ἀπή ἡ ὑπόθεσις· ὅτι μετὰ ἰωσίαν ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ὃς καὶ σελὴμ κατὰ τὸν ἱερεμίαν ἐξαγο ρεύται· μετὰ δὲ τοῦτον, ἐλιακεὶμ ὁ ἀδελ φὸς αὐτοῦ. ὃν φαραὼ ἰωακεὶμ προσηγό ρευσεν· μετὰ δὲ τοῦτον ἐλιακεὶμ ὁ υἱὸς υις αὐτοῦ. ὃς καὶ ἰωακεὶμ μετωνομάσθη· ὃν ἱερεμίας ἰεχονίαν ὀνομάζει· μεθ’ ὃν ὁ πρὸς πατρὸς πρς αὐτοῦ θεῖος σεδεκίας:- γαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασιλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ. καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασί λευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη. πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδο νόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς. ἔλαβεν μὲν οὐκ ὀλίγους δωριαλώτους τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων· ἔλαβεν δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν. τῶν ταῖς θείαις λειτουργίαις ἀφϊ ερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα τούτου τὸν ὡρισμένον φόρον ἐκτί σειν μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις· καὶ τὴν πόλιν ἑλὼν καὶ τοῦτον ἀνελὼν. καθ ἵστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, ἐλιακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνο μασθέντα. ἰωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ἱερεμίας ὁ προφήτης, ἰεχονίαν ὀνομάζει· ζ ῶ γὰρ ἐγώ φησι λέγει κύριος κς · ἐὰν γενόμενος γένηται ἰεχονίας υἱὸς υις ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα ἐκ τῆς χειρός μου τῆς δεξιᾶς. ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώ σω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου. ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μήνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλεί αν πρυτανεύσαντος, πάλιν ναβουχοδονόσορ ὁ τῶν βαβϋ λωνίων βασιλεὺς. στρατείαν ἀποστείλας καὶ στρατηγὸν. τοῦ τον μὲν. αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋλωνίαν· τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς πρς αὐτῶ ὄντι. τὴν βασιλείαν ἐνεχεί ρισεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύ σαντος· εἶτα· τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον. μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύ μοις τῶν βαβϋλωνίων ὁ βασιλεύς· ἔπειτα πολιορκήσας· καὶ τῶ λιμῶ κατ’ αὐτῶν συμμάχω χρησάμενος· καὶ μηχανήμα τα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδί σας, ἀπάγει δοριαλώτους, πυρὶ τὴν πόλιν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεός θς · ὁ ταῦτα παθεῖν ἰουδαίους δια τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν· οὔτε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύ μνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία, οἷόν τινας παιδονό μους ἐδεδώκει τόν τε οὐρίαν τὸν σαμαίου. καὶ ἱερεμίαν τὸν τοῦ χελκίου· ἄνδρας. ἱερωσύνη καὶ προφητεία λάμποντας· τ οῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δοριαλώτους ἀπα χθεῖσιν εἰς βαβυλῶνα. τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν. καὶ ἐζεκιὴλ. καὶ ἀνανίαν. καὶ ἀζαρίαν. καὶ μισαήλ· ἵνα ἔχοντες τῆς νομικῆς ἀκριβείας διδασκάλους. μὴ πολ λὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλ λ’ ἔχωσιν ἀρχέτυπα, τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς , τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διαπάντων προ θυμουμένους. τῆς ἐκείνων ἕνεκεν ὠφελείας. αἰχμαλώ τους συνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπο μεῖναι. καὶ πολλοῖς κινδύνοις περιπεσεῖν. καὶ δια κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς δού λους μου τοὺς προφήτας. ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σριαν . τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν. τὰ ἀνά γραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρό νοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς. τὴν βαβυλῶνα καταλαβεῖν· ὃς, νέος ὢν ἔτί· καὶ ὥρα λάμπων. σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς. καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχη κὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποὺς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρα τοῦντι παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον. ὠφελείας κακείνω πρόξενος γεγένηται· οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ, γὰρ ἔμαθεν ἐκεῖ νος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέ πεμψεν· νόμον τεθηκὼς τὸν διαρρήδην παρεγγυῶντα, ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · πότε μὲν οὖν εἰς τὴν βαβϋλῶνα· ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν· καὶ ὅσων ἀγα θῶν γεγένηται πρόξενος. οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις. συντόμως εἰρήκαμεν· τῆς δὲ προφη τείας τὴν δύναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας. ἀκρι βέστερον εἰσόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν, τῆς σαφηνείας ἀρξώμεθα: