+ τόμος γ ἔ τους ὀκτωκαιδεκάτου· ναβουχοδονόσορ ὁ βασιλεὺς, ἐποίησεν εἰκόνα χρυσῆν· ὕψος αὐτῆς, πήχεων ἐξήκοντα. καὶ εὖρος αὐτῆς, πήχεων ἕξ· καὶ ἔστησεν αὐτὴν ἐν πεδίω δεηρᾶ, ἐν χώρα βαβυλῶνος: ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος φιλανος δεσπότης· ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς, βούλεται πάντας ἀνθρώπους ἀνους σωθῆναι. καὶ εἰς ἐπίγνωιν ἀληθείας ἐλθεῖν· καὶ oὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν· οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύ εται σωτηρίας σριας · οἱ δὲ ἀναλγησίαν νοσοῦντες· καὶ τῶ ἀνηκέστωι πάθει τῆς ἀλαζονείας δουλεύοντες, οὐδὲμίαν ἐκ τῶν θεί ων φαρμάκων τὴν ὠφέλειαν καρποῦνται· ἀλλ’ ἐοίκασί τισιν ἀρρώστοις· ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ἰατρικῆς τέχνης προσφερομένην αὐτοῖς θεραπείαν, ἀκρασία δὲ πολλῆ καὶ ἀταξία χρωμένοις. καὶ τὴν ἐπικειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον· τοιοῦτος ἦν, οὗτος ὁ ἀλαζὼν βασιλεύς· ὃς τοῦ θεοῦ θυ τῶν ὅλων ἀμέτρω φιλανθρωπία φιλανια χρησαμένου· καὶ μετὰ τὰς μυρίας δυσσεβείας καὶ παρανομίας θεραπ εί αν αὐτῶ προσε νηνοχότος· καὶ ὑποδείξαντος τῆς παρούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον· καὶ τῆς ἀρετῆς τὸ ὑψηλόν τε καὶ περίβλεπτον· ἣ καὶ δορυαλώτους καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν φέρειν ἠναγκασμένους ἀποφαίνει λαμπροὺς, εὐθὺς μὲν ἐθαύμασε τὴν τοῦ προφήτου σοφίαν, καὶ τὸν τούτου θεόν θν . τῶν ὅλων εἶναι θεὸν θν ὡμολόγησεν· ὀλίγου δὲ χρόνου διελθόντος, εἰς ἑαυτὸν ἐπανῆλθεν. ὥσπερ κύων ἐπὶ τὸν ἴ,διον ἔμετον, ἥ φησιν ἡ θεία γραφή· καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν· τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἑξήκοντα· τὸ δὲ εὖρος, πήχεις ἕξ· καὶ ταύτην ἐν ἰσοπέδω στήσας χωρίω ὥστε ὁμοίως παρὰ πάντων ὁρᾶσθαι, παρὰ πάν των αὐτὴν κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων· οὐχ ἁπλοῦς δὲ οὗτος τῆς ἀλαζονείας ὁ τρόπος, ἀλλ’ ἀντίθεος ἄντικρυς καὶ θεομισής· ἐπειδὴ γὰρ ὁ θεὸς θς ὄναρ αὐτῶ μεγίστην ὑπέ δειξεν εἰκόνα· ἐκ τεττάρων ὑλῶν πεποιημένην· καὶ διὰ τού των αὐτῶ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδή λωσεν, ἀντιστρατεύει μὲν τῶ θεῶ θω . τὸν οἰκεῖον τύφον· κατα σκευάζει δὲ καὶ αὐτὸς εἰκόνα· μέγεθος αὐτῆ δεδωκὼς. ὅσον ἡ ἀνθρώπων ἀνων παρασχεῖν ἠδύνατο τέχνη· oὐκἔτι δὲ αὐτὴν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου ποιεῖ. ἀλλ’ ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ κατασκευάζει· οἰόμενος ὁ δείλαι ος αὐτῶ ψευδεῖς ἀποδείξειν τοῦ θεοῦ θυ τὰς προρρήσεις· καὶ ἐπειδὴ ὁ μακάριος δανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων αὐτὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴν χρυσην· τοῦτ ἔστι τὴν τῶν βαβυλωνίων εἴτ’ οὖν ἀσσυρίων βασιλείαν· τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν αἳ τὴν κεφαλὴν διεδέ ξαντο, αὐτὸς πᾶσαν ἐκ χρυσίου τὴν εἰκόνα κατασκευ άζει· οὕτως ἡγούμενος ὁ μάταιος, ἀτελεύτητον ἔχε ιν τὴν βασιλείαν· στήσας δέ φησι τὴν εἰκόνα, συνήγαγεν πάντας τοὺς σατράπας· ὑπάτους τε καὶ στρατηγοὺς καὶ τοπάρχας· ἡγουμένους τε καὶ τυράννους. καὶ τοὺς ὑπεξου σιῶν. καὶ πάντας τοὺς ἄρχοντας τῶν χώρων, ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν ναβουχοδονόσορ ὁ βασιλεύς· κ αὶ τούτων δὲ ἕκαστον, τὴν ἄκραν ὑπερηφανίαν παραδη λοῖ· οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων. εἰς τὴν τῆς εἰκόνος ἐκάλεσεν ἑορτὴν. ἀλλὰ τούς τε τοπάρχας. οἵ τῶν οἰκείων ἐθνῶν ἐβασίλευον· καὶ τοὺς ὑποκειμένους τούτοις, σατράπας· καὶ τοὺς στρατηγοὺς, τοὺς τῶν σατραπῶν τὴν ἡγεμονίαν πεπιστευμένους· καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς, πα ρ’ ἐκείνοις νενόμιστο· καὶ εὐθὺς μὲν ἡ κλῆσις, ἁπλῆ τις ἐνομίζετο· ὕστερον δὲ, τὸ διὰ τῆς κλήσεως τυρευόμενον ἐφωράθη· ἐπειδὴ γὰρ συνῆλθον ἅπαντες. ὁ κήρυξ φησὶν ἐβόα ἐν ἰσχύϊ· τοῦτ έστι μεγίστη χρώμενος τῆ φωνῆ· ὑ μῖν λέγεται ἔθνη λαοὶ φυλαὶ γλῶσσαι· ἧι ἂν ὥρα ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος· σύριγγός τε καὶ κιθάρας· σαμ πύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικοῦ, πίπτοντες προσκυνεῖτε τῆ εἰκόνι τῆ χρυσῆ, ἧ ἔστησεν ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἐὰν μὴ πεσὼν προσκυνήση αὐτῆ τῆ ὥρα. ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· oὕτως ἥρπασεν ὁ δείλαιος ὡς ἐνόμισε τὴν θείαν τιμήν· καὶ οὐκ απέχρησεν αὐτῶ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῆ εἰκόνι προσ φέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνομοθέτησεν· καὶ κατα πλήττει μὲν ἅπαντας. τῆ τε ὕλη καὶ τῆ τέχνη καὶ τῶ μεγέθει τῆς εἰκόνος· κατακηλεῖ δὲ καὶ καταθέλγει. τῆ παντοδαπεῖ τῶν μουσικῶν ὀργάνων ἠχῆ· τοὺς δὲ μήτε τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους· μήτε ὑπὸ τῆς τῶν ὀργά νων ὠδῆς τε καὶ ἡδονῆς καταθελγομένους. τῆ ἀπειλῆ τῆς καμίνου δεδίττεται· καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων, οὐ διήμαρτεν τοῦ σκοποῦ· ἑώρα γὰρ ἅπαντας τὸ κελευό μενον ποιοῦντας. καὶ φόβω καὶ ἡδονῆ δουλεύειν εἰθισμένους· μόνοι δὲ· οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι· οἱ τὴν πατρώι αν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλεία φυλάξαντες. ἀνανίας καὶ ἀζαρίας καὶ μισαὴλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν, οὐκ ἔλαθον δὲ τοὺς δυσσεβεία συζῶντας χαλδαίους· οἳ κοινωνοὺς ἅπαντας ἔχειν τῆς ἀσεβείας ἐβούλοντο· αὐτί κα τοίνυν προσίασι μὲν τῶ βασιλεῖ, ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου· διαρρήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα, καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις ἀπειλοῦντος τὴν κάμινον· εἰσαγγέλλουσι δὲ τοὺς ἱεροὺς ἐκείνους ἄνδρας, λέγοντες ὅτι εἰσὶν ἄνδρες ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας βαβυλῶνος· σεδράχ· μισάχ, ἀβδεναγώ· οἱ ἄνδρες οὗτοι, οὐχ’ ὑπήκουσαν τῶ δόγματί σου βασιλεῦ. καὶ τόν τε οἰκεῖον φθόνον διατούτων παραδηλοῦσι, τοῦ τε βασιλέως ἐξάπτουσι τὴν ὀργήν· αἰνιττόμενοι διατούτων καὶ μόνον οὐχὶ λέγοντες· ὅρα τίνας ἡμῶν προετίμησας· τίσι τῶν βαβυλωνίων τὴν ἡγεμονίαν ἐπίστευσας· οἳ οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἠβουλήθησαν. καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι· ἀλλὰ τῆς τιμῆς τὸ μέγεθος, ἀτιμίας ἀφορμὴν ἐποιήσαντο· ἄντικρυς τοῖς σοῖς ἀντιλέ γοντες νόμοις. καὶ τὰ σὰ πληροῦν οὐκ ανεχόμενοι δόγματα· κ αὶ οὐκ εντεῦθεν μόνον ἐστὶν θεωρῆσαι τὸ τυραννικόν τε καὶ ἀγνῶμον, ἀλλὰ καὶ ἑτέρωθεν καταμαθεῖν δυνατὸν. ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον· οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσι, καὶ τὴν προσήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυ νουμένοις θεοῖς θοις , οὐ προσφέρουσι· καὶ τῆς εἰκόνος δὲ τὴν προ σκύνησιν ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν, ἠρνή θησαν προφανῶς· τούτων ἀκούσας ὁ φρενοβλαβὴς ἐκεῖ νος βασιλεὺς· καὶ ἐπιλαθόμενος τῶν ὑπ ̓ αὐτοῦ πρὸς τὸν δανιὴλ εἰρημένων· ἐπ αληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστι θεὸς θς τῶν θεῶν θων καὶ κύριος κς τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον· πυνθά νεται δὲ εἰ τῶ ὄντι κοινωνεῖν αὐτῶ τῆς τῶν θεῶν θων οὐκ εθέλου σι θεραπείας. καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν· 2εἶ2τα παραινεῖ καὶ συμβουλεύει τούτοις τοῦτο ποιεῖν, τῆ τοῦ πυ ρὸς ἀπειλῆ δεδιττόμενος· ἐὰν γάρ φησι μὴ προσκυ νήσητε αὐτῆ τῆ ὥρα, ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· ἔπειτα, τὴν ἄρρητον ἐκεί νην καὶ θηριώδη βλασφημίαν τολμᾶ· καὶ τίς ἐστι θεός θς , ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οὕτω ταχέως. ὃν ὡμολόγησεν ἐβλασφήμησεν· καὶ ὃν θεὸν θν θεῶν θων ἀπεκάλεσεν ἀνθρώπου ἀσθενέστερον ὑπέλαβεν εἶναι· ὃν δὲ κύριον κν βασιλέ ων προσηγόρευσε, νικᾶν ὁ δείλαιος ἐνεανιεύσατο· προγονι κὰ δὲ αὐτοῦ τὰ τοιαῦτα τολμήματα· καὶ γὰρ ὁ σεναχηρεὶμ ἐκεῖνος· στρατεία μεγίστη κατὰ τῆς ἱερουσαλὴμ χρησάμε νος. ἐπιστέλλων τῶ ἐζεκία, τοιαῦτα ἐφθέγξατο· μή σε ἀπατάτω ὁ θεός θς σου ἐφ ὧ σὺ πέποιθας ἐπ’ αὐτῶ. ὅτι ῥύσεται τὴν ἱερουσαλὴμ ἱλημ ἐκ χειρός μου· μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; ποῦ ὁ θεὸς θς αἰμὰθ. καὶ ποῦ ὁ θεὸς θς ἀρφαδ· καὶ ποῦ ὁ θεὸς θς τῆς πόλεως σεπφαρείμ· μὴ ἠδυνήθησαν σαμάρειαν ῥύσασθαι ἐκ χειρός μου, ὅτι ῥύ σεται κύριος κς τὴν ἱερουσαλὴμ ἱλημ ἐκ χειρός μου; ἀλλ’ εὐθὺς. καὶ παραχρῆμα, ἔλαβεν τῆς βλασφημίας τὰ ἐπίχειρα· καὶ αἱ πολλαὶ μὲν ἐκεῖναι μυριάδες, ὑφ’ ἑνὸς ἀνηρέθησαν ἀγγέλου· αὐτὸς δὲ φυγὼν καὶ τὴν ἐνεγκοῦσαν καταλαβὼν, σφαγέας οὓς ἐγέν νησεν ἔσχηκεν· ἐπειδὴ γὰρ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐκίνησεν, δέχεται τὴν σφαγὴν παρὰ ἀνδρῶν ὧν ἐγέννησεν· ἀλλ’ οὐδὲ τοῦτο τὸ παράδειγμα, τοῦ ναβουχοδονόσορ ἐχαλίνωσε τὴν γλώτταν· οὔτε τὸ ἐνύπνιον ἐκεῖνο. τὰς τῶν βασιλέων ὑποδεῖξαν διαδοχὰς ἐδίδαξε σωφρονεῖν, ἀλλ’ ἔμεινε κατὰ τοῦ πεποιηκότος λυττῶν· ἀντιστρατεύει δὲ αὐτῶ ὁ θεός θς · οὐ κ ἄγγελον. ὥσπερ ἐπὶ τοῦ σεναχηρεὶμ ἐκείνου πεποίηκεν, ἀλλὰ τρία παιδάρια· αἰχμάλωτα· δοριάλωτα· τὴν ξέ νην οἰκεῖν ἠναγκασμένα· τὸν τῆς δουλείας ἕλκοντα ζυγὸν. νέαν ἄγοντα τὴν ἡλικίαν, ἐν αὐτῶ ὄντα τῶ ἔαρι τοῦ χρόνου· οὗτοι γὰρ παρ αυτίκα τῆς λύττης ἐκείνης. καὶ μανικῆς βλασφημίας ἀκούσαντες, θυμοῦ καὶ ζήλου πλήρεις ἐγένοντο, καὶ ἀπεκρίθησαν καὶ εἶπαν τῶ βασιλεῖ· ο ὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκρι θῆναί σοι· περιττή φησιν ἡ πεῦσις. ἡ παρὰ σοῦ ἡμῖν προσφερομένη· ἃ γὰρ ἐφρονοῦμεν, ταῦτα καὶ νῦν φρο νοῦμεν· καὶ οὐδὲμίαν μεταβολὴν. ἐκ τῶν σῶν ἀπειλῶν δεξό μεθα· ἔστι γὰρ ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς οὐνοις ὧ ἡμεῖς λατρεύο μεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· τ ίς οὐκ ἂν εἰκότως ἐκπλαγείη. τῶν μακαρίων τούτων νέων τὴν ἀνδρείαν· τὴν σοφίαν· τὴν εὐσέβειαν· τὴν περὶ τοὺς νόμους δικαιοσύνην· τὴν περὶ πάντα σωφροσύνην· τὸ μὲν γὰρ μὴ καταπλαγῆναι τὸν τοσοῦτον ἐκεῖνον τύραννον μετὰ πάντων ὡς ἕπος εἰπεῖν ἀνθρώπων ἀνων ἀντιτεταγμένον. καὶ τὴν μεγί στην ἐκείνην πυρὰν, οὐ Β μόνον Α λόγοις ἀπειλουμένην, ἀλλὰ καὶ ὁρωμένην. τὴν ἀδάμαντος στερροτέραν αὐτοῖς ἀνδρεί αν μαρτυρεῖ· τὸ δὲ τοὺς θείους νόμους τῆς παρούσης προ τιμῆσαι ζωῆς, ποίας δικαιοσύνης ὑπερβολὴν κατα λείπει· τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλία πάλιν καταισχύναι τὸ γένος· τὴν δὲ φρόνησιν καὶ σοφίαν, ἡ τοῖς δυσσεβέσι καὶ βλασφήμοις λόγοις ἀντιτεθεῖσα εὐ σέβεια· ὁ μὲν γὰρ ἔλεγεν· τίς ἐστι θεὸς θς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου· οἱ δὲ, ἐβόων· ἔστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς οὐνοις ὧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς, ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς· μὴ γὰρ δὴ νομίσης τὸν ἡμέτερον θεόν θν , τοῖς σοῖς ἐοικέναι θεοῖς θοις · ἐκείνων γὰρ εἰκότως καταφρονεῖς. ἐξ ὕλης καὶ τέχνης ἐσχηκότων τὸ εἶναι· ὁ δὲ ἡμέτερος θεὸς θς οὐρανοῦ οὐνου καὶ γῆς καὶ τῶν ἁπάντων δημιουργὸς, δύναμιν ἔχων ἣν δείκνυσι τὰ ὁρώμενα· τὴν γὰρ ὑπὲρ ταῦτα τοῖς τῶν θείων ἀμυήτοις. οὐ ῥάδιον κατιδεῖν· τοῦτον πρεσβεύοντες, τὴν παρ’ αὐτοῦ βοήθειαν ἀναμένομεν· ἱ κανὸς γὰρ ἡμᾶς καὶ τῶν σῶν ἀπαλλάξαι χειρῶν. καὶ τῆς κα μίνου τοῦ πυρὸς, ἣν σὺ κατεσκεύασας· τὰ δὲ μετὰ ταῦτα ῥηθέντα, οὐδὲμίαν ἀνδρείας καὶ φιλοθεΐας ὑπερβο λὴν καταλείπει· εἰρηκότες γάρ ὅτι ἐστιν ὁ θεὸς θς ἡμῶν ἐν οὐρανοῖς οὐνοις ὧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς, εὐθὺς ἐπήγαγον· καὶ ἐὰν μὴ γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς θοις σου οὐ λα τρεύομεν. καὶ τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησας οὐ προσκυ νοῦμεν· οὐ γὰρ ἐπὶ μισθῶ, τῶ ἡμετέρω δεσπότη δουλεύ ομεν, ἀλλὰ φίλτρω καὶ πόθω νυττόμενοι, πάντων ὁμοῦ τὴν τοῦ θεοῦ θυ ἡμῶν προαιρούμεθα θεραπείαν· οὗ χάριν. οὐδὲ τὴν ἀπαλλαγὴν τῶν κακῶν ἀορίστως αἰτοῦμεν, ἀλλὰ τοῦ δεσπότου τὴν οἰκονομίαν καὶ προμηθείαν στέργομεν· καὶ τὸ συνοῖσον μᾶλλον οὐκ ειδότες, τῶ κυβερνήτη παρα χωροῦμεν ἰθύνειν ὡς ἂν ἐθέλη· ὅτι μὲν γὰρ ἀπαλ λάττειν ἡμᾶς τῶν ἠπειλημένων ἰσχύει κακῶν, σαφῶς ἐπιστάμεθα· εἰ δὲ καὶ βούλεται τοῦτο ποιεῖν, ἀγνοοῦμεν· σ οφῶ δὲ ὄντι. παραχωροῦμεν πρυτανεύοντι· καὶ δεχόμεθα τὴν ψῆφον, ταύτην ἡμῖν συμφέρειν πιστεύοντες· εἴτε οὖν ῥύεται· εἴτε καὶ μὴ, καὶ τῆς εἰκόνος σου καὶ τῶν θεῶν θων σου φεύγο μεν τὴν προσκύνησιν· πρὸς τοιαύτας σοι ψυχὰς ἡ παρά ταξις· ὃν ἂν θέλης τρόπον ἀνταγωνίζου· οὔτε κατα θέλξεις τιμῶν, οὔτε καταπλήξεις ἀπειλῶν· πάντων γὰρ ὁ θεὸς θς ἡμῶν, ἐρασμιώτατός τε καὶ φοβερώτατος· – τ ί τούτων ὑψηλότερον τῶν ῥημάτων· τούτοις, τὴν ἀποστο λικὴν ἐκείνην ἐφαρμόσαι προσήκει φωνήν· τὸ γὰρ τί προσευξόμεθα καθ’ ὃ δεῖ. οὐκ οίδαμεν· ἀλλ’ ὁ θηριώδης ἐκείνος καὶ μανικώτατος τύραννος ἔμπλεως θυμοῦ γενό μενος. ὡς καὶ δηλῶσαι τῶ προσώπω τὴν τῆς ψυχῆς ταραχὴν. ἐπὶ πλεῖστον μὲν ἐκκαυθῆναι τὴν κάμινον παρηγ γύησεν· πεδηθῆναι δὲ τοὺς ἁγίους τρεῖς ἄνδρας παρε κελεύσατο· καὶ ὥστε μηδὲμίαν γενέσθαι τῆς τιμωρίας ἀνα βολὴν τῆς ἐσθῆτος· καὶ τῶν ὑποδημάτων ἀφαιρουμένων, σὺν αὐτοῖς τούτοις τῆ πυρᾶ παραδοθῆναι προσέταξεν· τ οῦτ ἔστι σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνη μίσι· σαράβαρα δέ ἐστι, περσικῶν περιβολαίων εἴδη· τιάραι δὲ, τῶν κεφαλῶν τὰ καλύμματα· περικνημίδας δὲ, τὰς καλουμένας ἀναξυρίδας λέγει· ἢ τὰς σκυτίνας τὰς ἔξωθεν· οὕτω πεδηθέντες οἱ ἅγιοι ἄνδρες, παρε δόθησαν τῆ πυρᾶ· καὶ ὁ μὲν τάχους χάριν καὶ συντομίας, οὕ τως αὐτοὺς κατακαυθῆναι προσέταξεν· ἡ δὲ θεία χάρις, ἕτερον ἐντεῦθεν ὠκονόμει μυστήριον· τὰ μὲν γὰρ ἐπιβλη θέντα αὐτοῖς ἐκ σιδήρου δεσμὰ, συνήθως ἡ τοῦ πυρὸς διέλυσεν φύσις· εὔπρηστα δὲ ὄντα λίαν τὰ περιβόλαια, ἀκήρατα διεφύλαξεν· καὶ τοὺς μὲν τῶν ἁγίων ἀνδρῶν κατηγόρους καὶ τοῦ δυσσεβοῦς προστάγματος διακόνους εστῶτας ἐκτὸς, ἡ φλὸξ κατανάλωσεν· αὐτοῖς δὲ τοῖς ἁγίοις, προσπελάζειν οὐκ ίσχυσεν· ἀλλὰ τοῖς ἔνδον τὰ νῶ τα παραχωροῦσα, κατὰ τῶν οἰκείων ἐχώρει προσκυνη τῶν· ὥσπερ δίκας αὐτοὺς, ὑπὲρ τῶν τοῦ δεσπότου θερα πόντων εἰσπραττομένη· τοσαύτης δὲ ἔνδον οἱ τῆς εὐ σεβείας κήρυκες ἀδείας καὶ θεραπείας ἀπήλαυον. ὅτι τῶν ἀνθράκων οἷόν τινων ἐπιβαίνοντες ῥόδων, περι επάτουν φησὶν ἐν μέσω τῆς φλογὸς, ὑμνοῦντες τὸν θεὸν θν καὶ εὐλογοῦντες τὸν κύριον κν · καὶ ταῦτα δὲ, ἔμφασιν τῆς ἄκρας αὐτῶν ἔχει φιλοσοφίας· οὔτε γὰρ ἤτουν φησὶ τῶν δεινῶν ἀπαλλαγὴν, ἀλλ’ ὕμνουν τὸν οὕτως τὰ κατ’ αὐτοὺς πρυτανεύσαντα, καὶ τῆς καλῆς ταύτης αὐτοὺς ὁμολο γίας ἀξιώσαντα· ἔστι δὲ ἰδεῖν, ἐοικότα τοῖς νέοις τὰ παλαιά· καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι πέτρος καὶ ἰωάννης ιω , ὑπὸ τῆς τῶν φαρισαίων αἰκισθέντες συμμορίας, ἐξῆλθον χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ θυ ἀτιμασθῆναι· καὶ ὁ θειότατος δὲ παῦλος σὺν τῶ σίλα μετὰ τὰς αἰκίας ἐκείνας τὰς ἐν φιλίπποις ὑπὸ τῶν στρατηγῶν αὐτοῖς προσενεχθείσας· δεσμωτήριον οἰκοῦντες καὶ ποδοκάκη προσδεδεμένοι. κατὰ τὸ μεσονύ κτιον φησὶ προσευχόμενοι. ὕμνουν τὸν θεόν θν · οὕτω καὶ οἱ μακά ριοι παῖδες οὗτοι· ἐν καμίνω χορεύοντες, τὸν θεῖον ὕμνον διετέλουν ὑφαίνοντες· καὶ πρῶτος μὲν ἀζαρίας στόμα κοινὸν γενόμενος· καὶ ὑπὸ τῶν τῆς φλογὸς κυμάτων περι κλυζόμενος. ἀνοίξας φησὶ τὸ στόμα αὐτοῦ, ἐν μέσω τοῦ πυ ρὸς εἶ πεν· εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον, τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας· τ ίς ἂν πρὸς ἀξίαν, τοῦ προοιμίου τὴν σοφίαν θαυμάσειεν· oὐδὲ γὰρ ἐν εὐημερία ὢν καὶ εὐκληρία· οὐδὲ κατὰ ῥοῦν τοῦ βίου φερομένου, ἀλλ’ ἐν καμίνω τοσαύτη τὸν τῶν ὅλων ὕμνει θεόν θν · καὶ ἐκάλει αὐτὸν τῶν πατέρων πρων θεόν· καὶ τὴν τοῦ φρονήμα τος δεικνὺς μετριότητα. καὶ τῶν πατέρων πρων ἀνακηρύττων τὴν ἀρετήν· ὑμνοῦμεν γάρ σε φησὶν ὦ δέσποτα ἡμεῖς. οἱ πατέρας ἔχοντες ἐκείνους, ὧν ἠθέλησας κληθῆναι θεός θς · σ ὺ γὰρ εἶπας τῶ θεράποντί σου μωσεῖ· ἐγὼ θεὸς θς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακώβ· τοῦτό σου τὸ ὄνομα. αἰνετόν ἐστι καὶ δεδο ξασμένον· οὐκ ἐν καιρῶ τινι καὶ χρόνω ῥητῶ, ἀλλ’ εἰς πάντας τοὺς αἰῶνας· ὅτι δίκαιος εἶ ἐπι πᾶσιν οἷς ἐποίησας ἡμῖν. ὑμνοῦμεν δέ σε φησὶ. τὸ δίκαιον τῆς σῆς ἐπιστά μενοι κρίσεως· ὀρθῆ γὰρ καὶ δικαία ψήφω χρησάμενος. ἐξανδραποδισθῆναι ἡμᾶς, καὶ πόρρω τῶν οἰκείων γε νέσθαι προσέταξας· καὶ πάντα φησὶ τὰ ἔργα σου ἀλη θινὰ. καὶ εὐθεῖαι αἱ ὁδοί σου· καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς, καὶ κρίματα ἀληθείας ἐποίησας· κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν. καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων πρων ἡμῶν ἱερουσαλήμ ἱλημ · ὅτι ἐν ἀληθεία καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα ἐφ ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν· τὴν αὐτὴν μὲν διάνοιαν, ἅ παντα ἔχει τὰ εἰρημένα· διαφόρως δὲ αὐτὰ εἴρηκεν, τὴν δικαίαν τοῦ θεοῦ θυ κρίσιν ὑμνῶν, καὶ χώραν οὐδὲμίαν τῆ ἀχα ριστία διδούς· διὰ τοῦτο καὶ τῆς ἱερουσαλὴμ ἱλημ μνημονεύσας. καὶ ἁγί αν αὐτὴν ὀνομάσας· καὶ τῶν πατέρων πρων ἐκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορεύσας, εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπήγαγεν· ταῦτα πάντα φησὶν ἐπήγαγες ἐφ’ ἡμᾶς. διὰ τὰς ἁμαρτίας ἡμῶν· ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀπο στῆναι ἀπο σοῦ· οὐ γὰρ μάτην φησὶ καὶ ἣν ἀφιέρωσας παραδέδωκας πόλιν τοῖς πολεμίοις. καὶ ἡμᾶς εἴασας δοριαλώτους γενέσθαι, ἀλλ’ ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ· πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ· ἀντὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ· τοῦ ἀγαθοῦ δεσπότου καὶ τρο φέως καὶ φύλακος· τοῦ τῆς αἰγυπτίων δουλείας ἀπαλλά ξαντος· τοῦ θάλατταν τεμόντος· τοῦ δι’ ἀβύσσου ποδη γήσαντος· τοῦ πέτραν ξηρὰν ὠδῖσι πληγῶν κατακλύσαν τος· τοῦτ’ ἄλλα πάντα τὰ ἀνάγραπτα ἀγαθὰ χορηγή σαντος· ἡμάρτομεν τοίνυν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσιν· οὐ γὰρ τόδε. ἢ τόδε παρέ βημεν, ἀλλὰ πάντα σου τὰ προστάγματα· καὶ τῶν ἐν τολῶν σου οὐκ ηκούσαμεν· οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ημῖν; ἵνα εὖ ἡμῖν γένηται· κ αὶ ἐνταῦθα πάλιν, τὴν τῆς σοφίας ἔδειξαν ὑπερβολήν· ἡ γὰρ τῶν νόμων φησὶ καὶ τῶν ἐντολῶν φυλακὴ. σοὶ μὲν τῶ νομοθέτη. παρεῖχεν οὐδέν· ἡμῖν δὲ. ἀγαθῶν ἀφθο νίαν προεξένει· τούτου Β χάριν Α τοίνυν καὶ τοὺς νόμους ἐτεθεί κεις ἐκείνους. ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας σριας · ἐπειδὴ τοίνυν φησὶ παρέβημεν, πάντα ὅσα ἡμῖν ἐπήγαγες· καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῆ κρίσει ἐποίησας· ἀ ξία γὰρ τῆς ἁμαρτίας, ἡ τιμωρία· εἶτα ταύτην δεικνὺς, ἐπάγει· καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἀνόμων· ἐχθίστων ἀποστατῶν· καὶ βασιλεῖ ἀδίκω καὶ πονηροτάτω παρὰ πᾶσαν τὴν γῆν· ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ εθεραπεύσαμεν βασιλέα· ἀλλὰ τῆς σῆς κατεφρο νήσαμεν ἀγαθότητος, εἰκότως ἡμᾶς ὠμοτάτω καὶ ἀπηνεστάτω καὶ οὐδαμῶς εἰδότι τὸ δίκαιον, δουλεύειν πα ρέδωκας βασιλεῖ· ἔχοντα καὶ τοὺς ὑπηκόους. τῆ βασιλικῆ πονηρία συμβαίνοντας· ἀλλ’ ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς. πάσης ἐστερήμεθα παρρησίας. καὶ προσφέρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα· τοῦτο γὰρ σημαί νει. λέγων καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. αἰσχύνη καὶ ὄ νειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε· ἐ μφράττει φησὶν ἡμῶν τὸ στόμα. τῆς παρανομίας τὸ πλῆ θος· ἀλλ’ ὅμως ἐπονείδιστοι καὶ καταγέλαστοι καὶ λίαν ἐπίχαρ τοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς οἱ δοῦλοι σου προσαγο ρευόμενοι. ἱκετεύομέν σε διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα. δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν. καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προμηθείας ἀπαλ λοτριώσης· μὴ παραδῶς γάρ φησιν ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου· καὶ μὴ διασκεδάσης τὴν διαθή κην σου. καὶ μὴ ἀποστήσης τὸ ἔλεός σου ἀφ’ ἡμῶν· τολμῶ μεν φησὶ ταῦτα λέγειν πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθό τητος ἔχοντες· πρῶτον μὲν, αὐτὸ τῆς σῆς δεσποτείας τὸ ὄνομα· ἔπειτα, τὸν ἀμέτρητον ἔλεον· ὧ κεχρημένος. ἰθύνεις τὰ σύμπαντα· πρὸς τούτοις, τὰς πρὸς τοὺς πατέρας πρας ἡμῶν συνθήκας· ὑπέσχου γὰρ ἐκείνοις περίβλε πτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν· εἶτα καὶ τῶν ὀνομάτων τῶν πατέρων πρων μέμνηται· τῆ μνήμη τῶν δικαίων. τὸν ἀγαθὸν δεσπότην εἰς ἔλεον ἐκκαλούμενος· διὰ ἀβραὰμ φησὶ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ ἰσαὰκ τὸν δοῦλόν σου. καὶ ἰσραὴλ ιηλ τὸν ἅγιόν σου· οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων· πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ οὐνου , καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· τ αῦτα φησὶν ἐκείνοις ὑπέσχου δέσποτα, οὓς ἠγάπησάς τε καὶ ἀοιδίμους ἐποίησας· ὥστε τῆ ψάμμωι μὲν κατὰ τὸν ἀρι θμὸν, παραβάλλεσθαι τὸ γένος· τοῖς δὲ ἄστροις, παρα πλησίως εἶναι λαμπρόν τε καὶ ὑψηλὸν καὶ περιφανές· εἶτα ἐκ παραλλήλου ταῖς ἐπαγγελίαις τὰ πράγματα τιθείς· ὅ τι δέσποτα φησὶν ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάση τῆ γῆ· καὶ ἵνα μὴ ψεῦδος κα τηγορήση τῶν ὑποσχέσεων, εὐθὺς τὴν αἰτίαν ἐπήγαγεν. λέγων διὰ τὰς ἁμαρτίας ἡμῶν· οὐ γὰρ σὺ δέσποτα τὰς ὑπο σχέσεις ἐψεύσω, ἀλλ’ ἡμεῖς τὰς συνθήκας παρέβημεν· καὶ πολλοὶ ὄντες κατὰ τὴν ὑπόσχεσιν καὶ ἀριθμοῦ κρείττους, διὰ τὰς ἁμαρτίας ἡμῶν ὠλιγώθημεν· τοῦτο γὰρ ἠνίξατο. εἰρηκὼς καὶ ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη· τοῦ τ ἔστιν· ἐγενόμεθα μὲν ἀριθμοῦ κρείττους κατὰ τὴν ὑπό σχεσιν· παραβάντες δέ σου τὰς ἐντολὰς, ὀλίγοι ἀντὶ πολ λῶν ἐγενόμεθα· εἶτα ὑποδείκνυσι τῶ θεῶ θω τὴν κατέχου σαν συμφοράν· οὐχ’ ὡς ἀγνοοῦντα διδάσκων, ἀλλὰ τῆ διη γήσει τῶν συμφορῶν, εἰς φιλανθρωπίαν φιλανιαν ἐκκαλούμενος· καὶ οὐκ ἔστιν ἐν τῶ καιρῶ τούτω ἄρχων καὶ προφήτης καὶ ἡγούμε νος· ἀπεστερήμεθα γάρ φησι. βασιλείας· προφητείας. ἱερωσύνης· τῶν θείων σου δωρεῶν καὶ μεγάλων, δι’ ὧν κυβερ νώμενοι διετελοῦμεν· οὐδὲ ὁλοκαύτωσις φησὶν οὐδὲ θυσία, οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα· καὶ δεικνὺς τὴν αἰτίαν δι’ ἣν ἀδύνατον θῦσαι, ἀκολούθως ἐπήγαγεν· οὐ δὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος· ὁ γὰρ σὸς νόμος τὴν τῶν θυσιῶν λειτουργίαν, ἑνὶ περιέγρα ψεν τόπω· καὶ παρανομία σαφὴς, τὸ ἐν ἑτέρω τόπω προσε νεγκεῖν σοι θυσίαν· τούτων ἀκούειν, οὐκ εθέλουσιν οἱ ἰουδαῖ οι· ἀλλὰ τοὺς ὀφθαλμοὺς μύσαντες· καὶ τὰ ὦτα βύσαν τες, πάντα τολμῶσι παρανόμως ἐπιτελεῖν· οἱ δὲ ἅγιοι παῖδες οὗτοι. τοῦ νόμου τὸν σκοπὸν ἐπιστάμενοι, ἔλεγον μὴ εἶναι τόπον τοῦ καρπώσασθαι ἐνώπιον αὐτοῦ καὶ εὑρεῖν ἔλεος· κ αὶ ἐπειδὴ τούτου φησὶ τυχεῖν ἀδύνατον. πόρρω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θερα πείας ὦ δέσποτα· ἐν ψυχῆ γὰρ συντετριμμένη καὶ πνεύματι πνι τα πεινώσεως προσδεχθείημεν· προσφέροντές σοι τὴν ἱκετείαν ταύτην. παρακαλοῦμεν· ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων. καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων. οὕ τως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον. καὶ ἐκ τελείσθω ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποι θόσιν ἐπὶ σοί· ἐπειδὴ γάρ φησιν ὁ σὸς νόμος ἐν παντί σοι τόπω προσφέρειν τὰς νενομισμένας θυσίας οὐ Δ συγχωρεῖ, ἀντι κριῶν καὶ ταύρων· καὶ ἀρνῶν ἀριθμὸν νικώντων, συντετριμμένην σοι καὶ τεταπεινωμένην καρδίαν προσφέρο μεν· καὶ παρακαλοῦμεν γενέσθαι σοι ταῦτα, πάσης θυσίας ἡδίω· ἐπειδὴ εἴωθας τοὺς πεποιθότας ἐπὶ σοὶ. πάσης αἰσχύνης ἐλευθεροῦν· ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως εἴρη κεν ὁ ἅγιος οὗτος ἀνὴρ, ἀλλ’ ὑπὸ τοῦ προφήτου δεδιδαγμέ νος δαβίδ δαδ · ὃς ἐν τῶ πεντηκοστῶ λέγει ψαλμῶ· ὅτι εἰ ἠθέ λησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα, οὐκ ευδοκή σεις· θυσία τῶ θεῶ θω . πνεῦμα πνα συντετριμμένον· καρδίαν συν τετριμμένην καὶ τεταπεινωμένην. ὁ θεὸς θς οὐκ εξουδενώσει· κ αὶ πάλιν ἐκ προσώπου τοῦ θεοῦ θυ · μὴ φάγωμαι κρέα ταύρων. ἢ αἷμα τράγων πίομαι; θῦσον τῶ θεῶ θω θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῶ ὑψίστω τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέ ρα θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με· καὶ μετὰ βρα χέα. θυσία αἰνέσεως δοξάσει με. καὶ ἐκεῖ ὁδὸς. ἣν δείξω αὐτῶ τὸ σωτήριον σριον τοῦ θεοῦ θυ · ταῦτα δεδιδαγμένος ὁ θεῖος οὗτος ἀνὴρ. τὴν συντετριμμένην καρδίαν ἀντὶ πάσης δεχθῆναι θυσίας ἱκέτευεν· εἶτα ἐπάγει· καὶ νῦν ἐξακολοῦ θοῦμεν ἐν ὅλη καρδία καὶ φοβούμεθά σε. καὶ ζητοῦμεν τὸ πρό σωπόν σου μὴ καταισχύνης ἡμᾶς· τὸ γὰρ πλῆθος τῶν συμφορῶν, ἑτέρους ἡμᾶς ἀνθ’ ἑτέρων εἰργάσατο· καὶ παρα βάτας ὄντας τῶν σῶν ἐντολῶν, ἐν ὅλη σε καρδία. καὶ φο βεῖσθαι καὶ ζητεῖν παρεσκεύασεν· πρόσωπον δὲ θεοῦ θυ ἐν ταῦθα, τὴν εὐημερίαν ἐκάλεσεν· καὶ τὴν τῆς ἐλευθερί ας ἀπόδοσιν, καὶ τὴν τῆς κηδεμονίας ἀπόληψιν· ἧς ἀπολαύοντας, δυνατὸν ἦν ὁρᾶν καὶ τὸν θεῖον ναὸν. καὶ τὰς ἐπιτελουμένας αὐτόθι λατρείας· δι’ ὧν ἀσώματον ὄντα τὸν θεὸν θν καὶ ἀόρατον. ὁρᾶν ἐφαντάζοντο· ἐπειδὴ τοίνυν τοσαύτην ἡμῶν διὰ τῆς τιμωρίας εἰργάσω μεταβολὴν, μὴ καταισχύνης ἡμᾶς. ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου· καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῶ ὀνόματί σου ὕψιστε· διὰ ταῦτα φησὶ πάντα, ἡμᾶς οἴκτου καὶ φιλανθρωπίας φιλανιας ἀξίωσον· ἐλεεῖν τε γὰρ πέφυκας, καὶ μακροθυμία κεχρῆσθαι πρὸς ἅπαντας· σύνδρομόν τε ἔχεις, τῆ βουλήσει τὴν δύνα μιν· καὶ μαρτυρεῖ. τὰ διηνεκῶς ὑπὸ σοῦ γινόμενα θαύμα τα· τὰ γὰρ εἰς ἡμᾶς γινόμενα, καὶ τὸ σὸν ὄνομα ὑμνεῖσθαι παρασκευάσει· οὐχ ὑφ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὴν ἡμετέραν σωτηρίαν σριαν ὁρώντων· δὸς δόξαν τοίνυν, τῶ ὀνόματί σου ὕψιστε· καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύ μενοι τοῖς δούλοις σου κακά· καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας. καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶ κύριος κς ὁ θεὸς θς μόνος, καὶ ἔνδοξος ἐφ’ ὅ λην τὴν οἰκουμένην· ταύτης γὰρ εἰς ἡμᾶς γενομέ νης τῆς φιλανθρωπίας φιλανιας , καταλυθήσεται μὲν τῶν ἐναντίων τὸ θράσος. σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα, καὶ τὸ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συντριβήσεται· καὶ γνώσονται σὲ μόνον εἶναι κύριον κν τε καὶ θεόν θν , ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰ κουμένης· καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεούς θους , τῶν μὲν οἰκείων θεῶν θων , γνώσονται τὴν ἀσθένειαν, τὴν δὲ σὴν. προσκυνήσουσι δύναμιν· οἱ μὲν οὖν ἔνδον ἐν τῆ καμί νω χορεύοντες. οὕτω τὸν θεὸν θν ὑμνοῦντες καὶ ἱκετεύοντες δι ετέλουν· οἱ δὲ τοῦ βασιλέως ὑπηρέται καὶ τῶν ἁγίων κατή γοροι, οὐκ έληγον ὕλην τῆ φλογὶ χορηγοῦντες, πίσσαν καὶ κληματίδας καὶ στίππυον καὶ νάφθαν· εἶδος δὲ τοῦτό ἐστιν ἐν ἐκείνη τῆ χώρα γινόμενον, ἐξάψαι τὴν φλόγα δυνάμενον· τοσαύτη δὲ ἦν ἡχορηγουμένη τῆ πυρᾶ τροφὴ, ὡς ἐπ’ ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυ θῆναι. καὶ τῶν χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζον τας· καὶ οἱ μὲν ἔξωθεν ἐξῆπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα· καὶ τὸ μὲν τῆς κα μίνου, τῶν ἀνθράκων ἐγύμνου. καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν. καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην ὠδίνειν τὸ πῦρ παρεσκεύαζεν, καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν· ἐποί ησε γάρ φησι τὸ μέσον τῆς καμίνου, ὡς πνεῦμα πνα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ· οὐδὲ ἐλύπησεν, οὐδὲ παρηνόχλησεν αὐτούς· ἀλλὰ μηδεὶς εἰς ταῦτα ἀφορῶν, σμικρυνέτω τοὺς τῶν ἁγίων ἀγῶ νας· τῶν δὲ ἱερῶν ἐκείνων, ἀναμιμνησκέσθω λόγων· ἔστι θεὸς θς ἐν οὐρανοῖς οὐνοις ὧ ἡμεῖς λατρεύομεν, ὅς δύναται ἐξελέ σθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ· ὅτι τοῖς θεοῖς θοις σου οὐ λατρεύ ομεν, καὶ τῆ εἰκόνι τῆ χρυσῆ ἧ ἔστησας οὐ προσκυνοῦ μεν· ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖνοι τῆς φλογὸς ἐκεί νης κατεφρόνησαν. οὐ τοῦτο τὸ τέλος ὁρῶντες, ἀλλὰ θάνατον προσδεχόμενοι· ὁ δὲ ἀγωνοθέτης. ἐβράβευ σεν ὡς ἠθέλησεν· καὶ τούς τε ἁλιτηρίους ἐκείνους κα τήσχυνεν. καὶ τούτους ἀοιδίμους ἀπέφηνεν· ταύτης τοίνυν τῆς σωτηρίας σριας ἀπολαύσαντες οἱ μακάριοι καὶ τρισμα κάριοι παῖδες· καὶ πολλάκις τοῦτο, οὐκ ἔτι ἑνὶ τὸν θεὸν θν ὑμνεῖν παρεχώρησαν, ἀλλ’ ὡς ἐξ ἑνός φησι στόματος, ὕμνουν καὶ ἐδόξαζον τὸν θεὸν θν ἐν τῆ καμίνω· τὴν ἀρίστην αὑτῶν συμφωνίαν καὶ θαυμαστὴν ὑμνωδίαν, τῆ παρὰ τὴν εἰκό να συμφωνία καὶ τοῖς μουσικοῖς ἀντιτάξαντες ὀργά νοις· καὶ δεικνῦντες ὅσω τὸ μὴ προσκυνῆσαι τὴν εἰκό να, τοῦ προσκυνῆσαι λυσιτελέστερον· ἄρχονται δὲ οὕ τως τοῦ ὕμνου· εὐλογητὸς εἶ κύριε κε ὁ θεὸς θς τῶν πατέρων πρων ἡμῶν. καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογη μένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον. καὶ ὑπερασπιστὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας· ἔρωτός ἐστι θερ μοτάτου καὶ ἀπληστοτάτου, τὰ ῥήματα· τούτω γὰρ τετρω μένοι. ζητοῦσιν ὀνόματα, τοῦ ὑμνουμένου τὴν ἀξίαν πα ραδηλῶσαι δυνάμενα· καὶ μὴ εὑρίσκοντες. ταῖς ὑπερ θετικαῖς αὐτὰ προθέσεσιν ἐξυφαίνουσιν· ὑπερυψού μενον ὀνομάζοντες, καὶ ὑπεραινετόν· καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ· καλῶς δὲ παντα χοῦ κύριον κν καὶ θεὸν θν τῶν πατέρων πρων ἀποκαλοῦσι· σφὰς αὐτοὺς, ἀναξί ους εἶναι ταύτης τῆς προσηγορίας ὁμολογοῦντες· εὐ λογημένος εἶ ἐν τῶ ναῶ τῆς ἁγίας δόξης σου. καὶ ὑπεραι νετὸς καὶ ὑπερυψούμενος· ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην· καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐν νόμως προσεύχονται· ἀντὶ τοῦ εἰς ἐκεῖνον ἀποβλέποντες τὸν ναὸν, ἔνθα σου ἡ δόξα ἐπιφαίνεσθαι εἰώθεν, τοῦτόν σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυριάκις ἐμπέ πρησται. τῆς σῆς ἁγιωσύνης μετέχει· καὶ ἵνα μή τις ὑπο λάβη περιγράφειν αὐτοὺς τῶ τόπω τὸν ἀσώματόν τε καὶ ἀπεριόριστον θεόν θν , ἀναγκαίως ἐπάγουσιν· εὐλο γητὸς εἶ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ὑπερυ μνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· εἶτα δει κνύντες τίνα θρόνον καλοῦσιν. εὐθὺς ἐπιφέρουσιν· ε ὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους. καθήμενος ἐπι χε ρουβεὶμ. καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰ ῶνας· καὶ ἐπειδὴ ὁ νεὼς ἐκεῖνος εἶχεν τῶν χερου βὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν μὴδὲ μία τοῖς ἀκούουσιν ἐντεῦθεν γένηται βλάβη· καὶ περιγε γράφθαι νομίσωσι τὸν θεὸν θν . θεραπεύουσι τὸν ἀκροατὴν λέγοντες· εὐλογημένος εἶ ἐν τῶ στερεώματι τοῦ οὐρανοῦ οὐνου · καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· π ανταχοῦ γάρ φησιν εἶ. καὶ τὰ σύμπαντα πληροῖς. καὶ πᾶσαν περιέχεις τὴν κτίσιν· οὕτως ὑμνήσαντες. καλοῦσιν ἅπα σαν τὴν γενητὴν φύσιν. εἰς κοινωνίαν τῆς ὑμνωδίας· οὐ μόνον τὴν λογικὴν, ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον· εὐλο γεῖτε γάρ φησι πάντα τὰ ἔργα κυρίου κυ τὸν κύριον κν · καὶ οὐκ ανέχονται τῆς κοινῆς κλήσεως μόνης, ἀλλὰ καὶ ἰδία ἕκαστον συγκαλοῦ σι· καὶ οὐ μόνον τὰ ὁρώμενα, ἀλλὰ καὶ τὴν ἀόρατον φύσιν· εὐλο γεῖτε γάρ φησιν ἄγγελοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε· καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰωνας· κ αὶ ἵνα μὴ καθ εκάστην ἑρμηνεύων εἰς μῆκος ἄπειρον ἐκτεί νω τὸν λόγον. καλοῦσιν εἰς τὴν χορείαν καὶ οὐρανόν οὐνον . καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν οὐνων · καὶ τὰς δυνάμεις. τὰς τὸν θεῖον θρόνον περιπολούσας· καλοῦσι καὶ ἥλιον καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ κατ’ οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐν τῶ ἀέρι γινόμενα· ὄμβρον καὶ δρόσον καὶ πνεύματα πνατα · εἶτα τὰς ἐναν τίας ποιότητας, ψυχος καὶ καῦμα· εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν. πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ, φύσεως ὄνομα· τὸ δὲ καῦμα. οὐκέτι οὐσία, ἀλλὰ πυρὸς ἐνέργεια· καλοῦσι δὲ καὶ δρόσον καὶ νιφετὸν· καὶ πάγον καὶ ψύχος· καὶ πάχνας καὶ χιονας. τὰ συγγενῆ καὶ ὁμόφυλα· εἶτα νύκτας καὶ ἡμέρας. καὶ τὰ τούτων ποιητικὰ. φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα. τὰ δὲ πράγματα· ἐκάλεσε γάρ φησιν ὁ θεὸς θς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσεν νύκτα· εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶν καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμά ἐστι συμβεβηκὸς, καὶ τῆς νυκτὸς ποιητικόν· καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσεν, ἀναγκαίως δείκνυσι καὶ τὰς τούτων πηγάς· εὐλογεῖτε γὰρ ἔλεγον, ἀστραπαὶ καὶ νεφέλαι· αἱ μὲν τίκτουσαι, αἱ δὲ τὰς ὠδίνας προμηνύουσαι· ἀστραπὰς γάρ φησιν ὁ προφή της εἰς ὑετὸν ἐποίησεν· οὕτω μνημονεύσαντες τῶν κα τ’ οὐρανὸν οὐνον καὶ ἀέρα. καὶ ἑκάστω ὑμνεῖν παρακελευσάμενοι. ἐπὶ τὴν κοινὴν μητέρα μρα τὴν γῆν μεταφέρουσι τοῦ ὕμνου τὴν παρακέ λευσιν καὶ φασίν· εὐλογείτω ἡ γῆ τὸν κύριον κν · ὑμνείτω καὶ ὑπερυψούτω· εἶτα κατα διαίρεσιν· εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν κύριον κν · ἔπειτα τὰς ταύτης ὠδίνας· εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῆ γῆ τὸν κύριον κν · εἶτα τὴν ἀρδείαν ἧς δέονται· εὐλογεῖτε αἱ πηγαὶ τὸν κύριον κν · καὶ ἐπειδὴ τῆς κάτω μοίρας καὶ ἡ θάλασσα καὶ οἱ ποταμοὶ, ἀναγκαίως καὶ τὴν τούτων ἐποιήσαντο μνήμην· μνημονεύουσι δὲ καὶ τῶν τῆς θαλάττης τροφίμων· εὐλο γεῖτε γάρ φησι κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον κν · μετὰ ταῦτα. τὰ πετηνὰ καλοῦσι καὶ τὰ θηρί α καὶ τὰ κτήνη· καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων ἀνων τὴν φύσιν. τῆς κοσμογενείας τὴν τάξιν φυλάξαντες· καὶ γὰρ ὁ μα κάριος μωσῆς, πρῶτα μὲν φῦναι τῶ θείω λόγω, τὰ δέν δρα συνέγραψεν· εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη· ἐ πὶ τούτοις καὶ συν τούτοις, τῶν ἀεροπόρων ὀρνίθων τὴν φύ σιν· μετὰ δὲ ταῦτα, θηρία καὶ κτήνη· τελευταῖον δὲ. τῶν ἀνθρώπων ἀνων τὴν φύσιν εἰς ὑμνωδίαν καλέσαντες , πάλιν κατα διαίρεσιν. ὑμνεῖν παρεγγυῶσι τὸν ποιητήν· καὶ πρώτους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς ἰσραὴλ ιηλ τοῦτο ποιεῖν παρα κελεύονται· καὶ τούτους δὲ, πολλαχῶς διαιροῦσι καὶ τάττου σι· πρώτους εἰς ἱερεῖς, ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους· εἶτα· ἵνα μὴ νομισθῶσι μόνοις τοῖς ἱερεῦ σι περιγράφειν τὴν ὑμνωδίαν. ἐπάγουσιν· εὐλογεῖτε δοῦλοι κυρίου κυ τὸν κύριον κν ὑμνεῖτε· μόνονοὐχὶ λέγοντες. ὅτι δυνατὸν εὐνοϊκῶς δουλεύειν τῶ δεσπότη, καὶ τοῦς ἱερωσύνης γεγυμνω μένους· προκηρύττουσι. καὶ τὴν ἀνάστασιν· εὐλογεῖτε γάρ φησι πνεύματα πνατα καὶ ψυχαὶ δικαίων τὸν κύριον κν · τοῦτ’ ἔστιν αἱ πνευ ματικαὶ τῶν δικαίων ψυχαί· αἱ τῶν ἀνθρωπίνων ἀνινων παθῶν ὑπέρ τεραι γεγενημέναι· αἱ τοῦ πνεύματος πνς τὴν χάριν ὑποδεξάμεναι· 2ἔπ2ειτα. καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κεκτημένους· εὐλογεῖτε φασὶν ὅσιοι καὶ ταπεινοὶ τῆ καρδία τὸν κύριον κν : δυνατὸν γάρ φησι τοὺς ἀδικίας ἀπηλλαγμένους· καὶ ταπεινῶ φρονή ματι κεχρημένους. καὶ ἀρέσκειν θεῶ θω , καὶ τὸν ἁρμόττοντα ὕ μνον προσφέρειν· ταῦτα δὲ οὐκ ἀδολεσχία χρώμενοι· κατέλεξαν ἅπαντα, ἀλλὰ πρῶτον μὲν. τὸ περὶ τὸν δεσπότην πυρσεύοντες φίλτρον· καὶ σφὰς αὐτοὺς ἀναμιμνήσκον τες, τῶν ἀρρήτων εὐεργεσιῶν· καὶ τῆς τῶν ἀνθρώπων ἀνων ἕνεκεν ἐξ ἀρχῆς γεγενημένης δημιουργίας· διὰ γὰρ τούτων μηνύ ουσι τῶν λόγων, ὅτι ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν· ὅτι δι’ ἀγγέ λων ἡμᾶς εὐεργετεῖς· ὅτι οὐρανὸν οὐνον ἡμῶν χάριν ἐδημιούργησας· ἡλίω δὲ τὴν ἡμέραν φωτίζεις. καὶ τῆ σελήνη. τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγές· καὶ τοῦ χρόνου ἡμᾶς τὰ μέτρα διδά σκεις· ὑμνοῦμέν σε, ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆ σαι τὸν οὐρανὸν οὐνον παρεσκεύασας, καὶ ἄνθεσιν ἀμαράντοις ἑστιᾶς ἡμῶν τὰς ὄψεις· καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέτρα γινώσκειν· καὶ τίς ἄν σε πρὸς αξίαν ὑ μνήσειεν. ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς. καὶ τῶν τροπῶν τὰς ἐναλλαγάς· καῦμα προσφόρως ἐν θέρει γινόμενον. εἶτα πνευμάτων πνων αὔρας ἀναψυχούσας· ψυχος ἐν χειμῶνι καὶ ὑετὸν ἐπιφερόμενον. καὶ ἕκαστον ῥυθμῶ καὶ τάξει προβαῖνον· ἀστρα πὰς. τὸν ὑετὸν μηνυούσας· νεφέλας, τὸν ὑετὸν ὠδινούσας· ὄρη καὶ πεδία, ληΐοις κομῶντα καὶ ἄλσεσιν· πηγὰς ἀνα βλυζούσας, καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας· ποταμοὺς ἄπαυστα τρέχοντας. καὶ τοῦ δρόμου παύλαν οὐ δεχομένους· θ άλατταν ἐν μέσω κειμένην, φιλίας καὶ ὁμονοίας αἰτίαν· καὶ χωρί ον κοινὸν. τούτων κακείνων δεχόμενον τὰ συμβόλαια· καὶ ἵνα μὴ καθ έκαστον λέγω· πρῶτον μὲν τούτων ἁπάντων ἐμνη μόνευσαν οἱ μακάριοι, τὴν οἰκείαν ἐπιδεικνῦντες εὐγνωμο σύνην, καὶ θερμότερον ἐπιτελέσαι τῆ μνήμη τῶν εὐεργεσιῶν, τὸν ὕμνον βουλόμενοι· ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν ὑπακούοντας παιδεῦσαι βουλόμενοι, ὅτι τὰ ὑπ’ αὐτῶν προ σκυνούμενα στοιχεῖα, τοῦ θεοῦ θυ τῶν ὅλων ποιήματα· καὶ διὰ τοῦτο καὶ πυρὸς καὶ ὑδάτων· ἡλίου τε καὶ σελήνης· οὐρανοῦ οὐνου τε καὶ γῆς. ἐναργῶς μνημονεύουσι, πεῖσαι βουλόμενοι τοὺς ἀνο ήτους· παύσασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα. τὸν δὲ τούτων δεσπότην ἐπιγνῶναι. καὶ πρέπουσαν αὐτῶ θεραπεί αν προσενεγκεῖν· εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους· καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας. καὶ αὑτῶν δὲ καὶ τοῦ βασιλέ ως αὐτῶν τὴν αἰσχύνην. τῶν αἰχμαλώτων δὲ ἐκείνων παί δων τὴν σωτηρίαν σριαν τὲ καὶ παρρησίαν, δέξασθαι διὰ τῆς ὑμνω δίας, τὴν τῆς εὐσεβείας διδασκαλίαν· οὕτως ὑμνήσαν τες. τελευταῖον ἐπάγουσιν· εὐλογεῖτε ἀνανία ἀζαρία μισαὴλ· τὸν κύριον κν ὑμνεῖτε καὶ ὑπερυψοῦτε· οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦν το τῆς κτίσεως. καὶ πάντων ἀνθρώπων ἀνων εὐτελεστάτους· τοι οῦτος ἦν ὁ μακάριος παῦλος λέγων ἐμοὶ τῶ ἐλαχιστοτέρω πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη· καὶ ἀλλαχοῦ χριστὸς χς φησὶν ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ· καὶ τῶν μὲν ἁμαρτωλῶν, πρῶτον ἑαυτὸν ὀνομάζει· τῶν δὲ ἁγίων, ἔσχατον ἀποκαλεῖ· οὕτω καὶ οἱ μακάριοι οὗτοι, ἐσχάτους ἑαυτοὺς παρακελεύονται ὑμνεῖν τὸν κύριον κν . καὶ ὑπερυ ψοῦν αὐτὸν εἰς τοὺς αἰῶνας· εἶτα διηγοῦνται τὸ θαῦμα· ὅτι ἐρρύσατο ἡμᾶς ἐξ άδου. καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου· ἀνθρωπίναις ἀ νιναις γὰρ ἀπηγορεύθημεν ψήφοις· καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέ σου καιομένης φλογός· καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς· ἐξο μολογεῖσθε τοίνυν τῶ κυρίω κω ὅτι χριστός χς , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τί γὰρ χρηστότερον, ἢ τί ἀγαθώτερον, τοῦ τοσούτω ἐν τοῖς καθ’ ἡμᾶς χρησαμένου ἐλέω· καὶ τοσαύτην ἀρετὴν ἐπιδειξάμενοι, ἐλέω φασὶ τῆς σωτηρίας σριας τετυχηκέναι· εἶτα· ἐ πειδὴ μόνων τῶν υἱῶν ἰσραὴλ ιηλ ἐμνημόνευσαν ἄνω, καλοῦσι καὶ τοὺς ἐν τοῖς ἔθνεσιν εὐσεβοῦντας, καὶ τὸν θεὸν θν θεραπεύειν ἐσπου δακότας· εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον κν · κύριον κν τῶν θεῶν θων ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα καὶ εἰς πάντας αἰῶνας τὸ ἔλεος αὐτοῦ. καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· κ αὶ τὸ ἄπειρον αὐτοῦ τῆς ἀγαθότητος δεῖξαι φιλονεικοῦν τες καὶ ἡττώμενοι, πολλάκις τὸ τῶν αἰώνων ἀναστρέφου σιν ὄνομα· τοιοῦτος τῶν ἁγίων τούτων, ὁ ὕμνος· οὗτος καὶ τὸν θηριώδη καὶ ἀπηνῆ βασιλέα ἐκπλήξας ὁμοῦ καὶ καταπλήξας, τῶν μὲν βασιλικῶν ἐξανέστησε θρόνων, δρα μεῖν δὲ παρ ̓ αὐτοὺς παρεσκεύασεν· καὶ θεωρεῖ τέτταρας ἀντὶ τριῶν ἐν τῆ καμίνω χορεύοντας, καὶ λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσω τοῦ πυρὸς. καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου, ὁμοί α υἱῶ θεοῦ θυ · ὦ τῆς ἀρρήτου μακροθυμίας· εἰκότως ἐβό ων οἱ ἅγιοι παῖδες. ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων· ἰδοὺ γὰρ καὶ τοῦτον ὠμό τητι τοσαύτη καὶ τύφω χρησάμενον· καὶ τὸ θεῖον σέβας ἁρπάσαι φιλνονεικήσαντα· καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριωδῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐ σέβειαν ὁδηγεῖ, καὶ τὴν οἰκείαν αὐτοῦ θαυματουργίαν ὑπο δείκνυσι· καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον. δῆλον αὐτῶ ποιεῖ· καὶ ἐκπλήττει μὲν αὐτὸν πρῶτον τῶ ἀριθμῶ. ἀντὶ τριῶν, τέσσαρας ὑποδείξας· ἔ πειτα, τῆ λύσει τῶν δεσμῶν. λελυμένους γὰρ ἀντιδεδεμέ νων ἑώρα· ἔπειτα τῆ σωτηρία σρια · διαφθορὰ γάρ φησιν οὐκ ἔστιν ἐν αὐτοῖς· ὅθεν ἐκπλαγεὶς καὶ καταλύσας τὸν τύφον, προσέρχεται καὶ φησί· σεδράχ· μισάχ, ἀβδε ναγώ οἱ δοῦλοι τοῦ θεοῦ θυ τοῦ ὑψίστου. ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον σδρὰχ μισὰχ ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός· μ εμάθηκεν ὁ μάταιος, ὁ λέγων· τίς ἐστι θεὸς θς ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου· ὅτι ἔστι θεὸς θς ἄρρητον ἔχων τὴν δύναμιν, τῶ πυρὶ κελεύων ἐναντίαν ἐπιδεῖξαι τοῖς ἁγίοις ποιότητα· ὃν γὰρ θεὸν θν ἐκεῖνος οὐκ ενόμιζεν, ἔγνω ὅτι ἔστι θεὸς θς καὶ ὕψιστος θεός θς · ἐξελθόντων δὲ τῶν ἁγίων. θαυμάζουσι μὲν ἅπαντες. σατράπαι καὶ τοπάρχαι καὶ στρατηγοὶ, θεωροῦντες ἀκήρατον διατηρηθὲν τῶν ἁγί ων τὸ σῶμα· καὶ τὰς τρίχας αὐτὰς, οὐδὲμίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθῆτα καὶ τὰ ὑποδήμα τα ἀκέραια μείναντα· ὡς καὶ αὐτῆς ἀπηλλάχθαι, τῆς ἀπὸ τοῦ πυρὸς ὀσμῆς· εἶτα· ὑμνεῖ ταῦτα θεασάμενος ναβου χοδονόσορ καὶ λέγει· εὐλογητὸς κύριος κς ὁ θεὸς θς τοῦ σεδρὰχ μισὰχ ἀβδεναγώ· ὃς ἀπέστειλεν τὸν ἄγγελον αὑτοῦ, καὶ ἐρρύσατο τοὺς παῖδας αὐτοῦ. ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῶ. καὶ τὸ ῥῆμα τοῦ βασιλέως, ἠλλοίωσαν· καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι παντὶ θεῶ θω ἑτέρω, ἀλλ’ ἢ τῶ θεῶ θω αὑτῶν· ἀεὶ τῆ πείρα παραλαμβάνων ὁ μάταιος τοῦ θεοῦ θυ τὴν δύναμιν, λήθη τὰ θαύματα παραδίδωσι· τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε δανιήλ· ἀναστὰς γὰρ προσεκύνησεν αὐτῶ, καὶ μαναὰ καὶ εὐωδίαν προσενεχθῆναι αὐτῶ παρηγγύη σεν· καὶ νῦν δὲ, ὡς αὕτως· θεασάμενος τῶν ἁγίων τού των τὴν σωτηρίαν σριαν , ὑμνεῖ τὸν θεὸν θν καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ προετίμησαν φησὶν εὐσεβῆ θάνατον παρανόμου ζωῆς· καὶ νῦν φησὶν ἰδοὺ ἐκτίθημι δόγμα· ὅπως πᾶς λαὸς φυλὴ γλῶσσα ἣ ἐὰν εἴπη βλασφημίαν κατὰ τοῦ θεοῦ θυ σεδρὰχ μισὰχ ἀ βδεναγὼ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν διαρπαγή σονται, καθότι οὐκ ἔστι θεὸς θς ἕτερος ὃς, δυνήσεται ῥύσασθαι οὕτως· καὶ τῶ ὄντι τῆ πείρα τοῦτο μεμάθηκεν· πολ λῶν γὰρ καλουμένων θεῶν θων · καὶ τεμένη καταλύσας· καὶ τὰ τι μια συλήσας· βωμούς τε ἀνασπάσας· καὶ τοὺς ἱερωμένους αὐτοῖς κατασφάξας, οὐδὲμιᾶς θείας ἐνεργείας ἐδέξατο πείραν· κατὰ δε τῶν τῶ θεῶ θω ἀνακειμένων τῆ λύττη χρη σάμενος, εἶδεν τοῦ θεοῦ θυ καὶ τὴν ἄπειρον δύναμιν, καὶ τὴν μακρο θυμίαν τὴν ἄρρητον· τοὺς μὲν γὰρ οἰκείους θεράποντας, ἀκραιφνεῖς διεφύλαξεν· αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εισεπράξατο· ἐπιμείναντα δὲ τῆ δυσσεβεία, μετα βραχὺ μετρίως ἐκόλασεν· εἶτα μετανοία χρησά μενον, φιλανθρωπίας φιλανιας ἠξίωσεν· τότε δὲ ὅμως κατηύθυ νε φησὶν ὁ βασιλεὺς τὸν σεδρὰχ μισὰχ ἀβδεναγὼ, ἐν τῆ χώρα βαβυλῶνος· καὶ ηὔξησεν αὐτοὺς. καὶ ἠξίωσεν ἡγεῖσθαι πάντων τῶν ἰουδαίων τῶν ἐν τῆ βασιλεία αὐτοῦ· τοσαύτην ὁ δεσπότης τῶν θεραπεύειν αὐτὸν ἐσπουδακότων. ποιεῖται προμήθειαν· καὶ εἰκότως ἐβό ων οἱ ἅγιοι παῖδες, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθό σιν ἐπὶ σοί· καὶ ἡμεῖς τοίνυν ταύτην κτησώμεθα τὴν ἐλπίδα· πάσης ὁμοῦ προτιμῶντες τῆς κτί σεως, τὸν τῆς κτίσεως καὶ ποιητὴν καὶ κυβερνήτην· κ αὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες, ὠφελεί ας παράδειγμα, εὐσεβείας ἀρχέτυπον· ποδηγοὶ πρὸς θεόν θν , καὶ τὰ ὑπὸ θεοῦ θυ τοῖς ἀξίοις χορηγούμενα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπία φιλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ χριστοῦ ἰυ χυ · ὧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν: