※ ὅρασις α ※ τόμος β :– ἐ ν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ. ἐνυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ : ἐντεῦθεν μανθάνομεν. ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασι λείας ἀρξάμενος, ἐπεστράτευσε τῆ ἰουδαία. ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακείμ· καὶ τὸν μὲν ἐκέλευσεν φέρειν δασμὸν. τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγα γεν χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὕτως λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν. πρὸς πάντα τὸν λαὸν ἰούδα. ἐν τῶ ἔτει τῶ τετάρτω τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα. αὐτὸς ἐνιαυτὸς πρῶτος τῶι ναβουχοδονόσορ, τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιή σατο· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμί ας παραίνεσιν τῶ λαῶ προσφέρων. ἔφη πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῶ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ, τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα. ἐπήγαγε νῦν· ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβου χοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέ θεικα. ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου γὰρ χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων. καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας, ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους καὶ τοὺς χαλδαίους. τοῦ ἀναγγεῖλαι τῶι βασι λεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία, τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτῶ τὸν οἰκεῖον ποιῆσαι βου λόμενος προφήτην. ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους δέξη ται παραινέσεις δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίωι. ἀ φαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια. οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι. καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ἄ κρας παραπληξίας, τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὅμως κληθέντες φησὶ. ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἐ νυπνιάσθην ἐνύπνιον. καὶ ἐξέστη τὸ πνεῦμά πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συριστὶ, καὶ εἶπαν· βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὲ τὸ ἐνύ πνιον τοῖς παισί σου. καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι, ἀκόλουθον ἐποιήσαντο· ἀλαζονι κὴν δὲ, τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἀνινης ἦν διανοίας, θείας ἑρμηνεύειν ἀποκαλύψεις. δίχα τῆς ἄνωθεν ἐνεργεί ας· συριστὶ δὲ οἱ Β χαλδαῖοι Α τὴν διάλεξιν πεποίηνται, τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν· καὶ ἰδίαν μὲν γλῶτταν ἑκάστων ἐχόντων. κοινῆ δὲ πάντων τῆ σύρων χρω μένων φωνῆ. διδάξαι βουλό μενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον· ἀλλ’ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα, μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ἀνων τὰ πέρα τῆς φύσεως· ἀπεκρί θη γάρ φησι. καὶ εἶπεν τοῖς χαλδαίοις· ὁ λόγος ἀπέστη ἀ π’ ἐμοῦ· ἐὰν δὲ μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγ κρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε. καὶ οἱ οἶκοι ὑμῶν διαρ παγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι· ταῦτα δὲ. οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης, τὸ νομίσαι ἢ τῆ ἀπειλῆ τῶν κακῶν. ἢ τῆ ὑποσχέσει τῶν ἀγαθῶν, πλείονα τοῖς χαλδαίοις ἐγγενήσεσθαι γνῶσιν· αὐτίκα τοίνυν, ἐκεῖνοι πά λιν πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου. καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν· ἀλλὰ καὶ τὴν φύσιν γινώ σκομεν· καὶ ἑρμηνεῦσαι μὲν εἰ μάθοιμεν τὸ ἐνύπνιον δυνησό μεθα· εὑρεῖν δὲ αὐτὸ σοὶ μὲν γνωρισθὲν. εἶτα λήθη παρα δοθὲν, οὐ δυνάμεθα· ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο. τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν· ἀπεκρίθη δὲ ὁ βασι λεὺς καὶ εἶπεν· ἐπ’ ἀληθείας ἐγὼ οἶδα, ὅτι καιρὸν ὑμεῖς ἐξαγο ράζεσθε· καθότι οἴδατε. ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγείλητέ μοι. ἕν ἐστι τὸ δόγμα ὑμῶν· καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθη· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγε λεῖτέ μοι· τούτων δὲ τῶν λόγων· ἡ μὲν ἀπαίτησις, αὐθάδης καὶ μανική· ἡ δὲ κατηγορία, λίαν ἀληθής· βούλεσθε γάρ φησι μαθεῖν τὸ ἐνύπνιον, ἵνα κοινήν τινα πλασάμενοι ἑρμηνείαν ψευδῆ. φενακίσητέ με συνήθως· συνεργὸν λαβόντες τοῦ χρόνου τὸ μῆκος. καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες· τούτων ἀκούσαντες οἱ χαλδαῖοι. ὡς γὰρ ἔοικεν οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῶ παρρησίαν. ἀποφατικῶς διαλέ γονται. καὶ παντελῶς ἀπαγορεύουσι. τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν· οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ἄνος ἐπὶ τῆς ξηρᾶς. ὅστις δύναται γνωρίσαι τὸ ῥῆμα τῶι βασιλεῖ· καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων. ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾶ, πάντα μάγον χαλ δαῖον· ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐρωτᾶ βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ’ ἢ θεοί θοι , ὧν οὐκ ἔστιν ἡ κατοίκησις αὐτῶν μετὰ πάσης σαρ κός· ὅθεν οὐκ ενδέχεται γενέσθαι καθάπερ οἴει· ἀνθρώπινα ἀνινα φησὶ παρ’ ἡμῶν ἐπιζήτησον. μὴ τὰ πέρα τῆς φύσεως· πάν των γὰρ μάλιστα. βασιλεῦσιν ἁρμόττει. δικαίως τὴν βασιλεί αν ἰθύνειν. καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ, δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ἀνων τῶν σάρκα περικειμένων ἡ τοιάδε γνῶσις, ἀλλὰ τῆς ἀσωμά του φύσεως, τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης· ταῦτα μὲν οὖν. παρὰ τῶν χαλδαίων ἐρρήθη· προωκονόμητο δὲ, ἡ τοῦ δανιὴλ ἀνάρρησις· τούτων γὰρ εἰρηκότων οὐκ ἔστιν ἀνθρώπων ἀνων ἀλλὰ θεῶν θων τοῦ ταῦτα γινώσκειν, ὁ θεσπέσιος δανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα. ἀκριβῶς δὲ λέγει. καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα. ὅτι ἡ τοιαύτη γνῶσις. οὐκ ἀνθρώπων ἐστὶν τῶν ἐπὶ γῆς ἑρπόντων. οὔτε μὴν θεῶν θων τῶν οὐκ ὄντων. ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ · ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῶ οἰκείω χωρίω. τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξεται· ἐπὶ δὲ τά συνε χῆ τῆς ἱστορίας, τὸν λόγον μετενέγκωμεν· τότε φησὶν ὁ βασιλεὺς ἐν θυμῶ καὶ ὀργῆ πολλῆ εἶπεν ἀπολέσαι πάν τας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τὸ δόγμα ἐξῆλθεν. καὶ οἱ σοφοὶ ἀπεκτένοντο· καὶ ἐζήτησαν τὸν δανιὴλ, καὶ τοὺς φί λους αὐτοῦ ἀνελεῖν· τυραννικὸν, ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα· καὶ ἄδικον προφανῶς. καὶ δικαιοσύνης ἔρημον· ἀλαζονεία γὰρ καὶ τύφος προσλαβὼν ἐξουσίαν. ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις· ἀλλ’ ὁ θειότατος δανιὴλ. τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος, πυνθάνεται τοῦ ἀριὼχ ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρίσθη φόνον λέγων· ἄρχον τοῦ βασιλέως, περι τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη. ἐκ προσώπου τοῦ βασιλέως· ἠγνόει γὰρ ὡς ἔοικεν, ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρελη λύθει ἔτη, ἐν οἷς αὐτοὺς τῆ βασιλικῆ τραφέντας τρο φῆ, μετὰ τὸν τρίτον χρόνον, εἰσαχθῆναι αὐτοὺς προσέταξεν αὐτῶ τῶν βαβυλωνίων ὁ βασιλεύς· εἰ δὲ πρὸ τούτων διη γήσατο τῶν λόγων· ὅτι καὶ εἰσῆλθον καὶ τῶν ἄλλων προεκρί θησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ διήγημα συμπεράναι βουλόμενος, ἅπαντα σαφῶς ἐδίδαξεν τὰ τηνικαῦτα συμβάντα· εἶτα μεταβαίνει λοιπὸν ἐφ ἕτερον διήγημα, τῶν ἐν τῶ μεταξὺ χρόνω γεγενημένων· ὅτι γὰρ οὐδέπω τῶν παρρησίαν ἐχόντων ἦν πρὸς τὸν βασιλέα ἡνίκα τοὺς σοφοὺς συνήγαγε βα βυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύ της γὰρ ἀγνοῶν τὴν αἰτίαν, τὸν ἀριὼχ ἠρώτα· καὶ ἐπειδὴ ἔμαθεν, θαρρεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλε ξιν· ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῶ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν. καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· ε ἶτα διδάσκει ἡμᾶς. τὸν τῆς εὑρέσεως τρόπον· οὐ κ αὐτὸς φιλοτιμούμενος, ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπου δὴν ἐκκαλούμενος· εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ. καὶ τῶ ἀνανία καὶ τῶ ἀζαρία καὶ τῶ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισεν τὸ ῥῆμα· καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ οὐνου . ὑπὲρ τοῦ μυστηρίου τούτου. ὅπως μὴ ἀπόλωνται δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ. μετὰ τῶν λοιπῶν σοφῶν βαβυλῶνος· ἀληθῶς, πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται, τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας· καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις ἀνινοις εὐσεβείας γεγυμνωμένοις χρώμενοι. πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων ἀνων · οἱ δὲ τρόφι μοι τῆς ἀληθείας, οὐδὲν δίχα τῆς ἄνωθεν βοηθείας λέγειν ἢ πράττειν ἀνέχονται· τὰ δὲ σφῶν αὐτῶν πείσ ματα. τῆς πάντα ἐφορώσης προμηθείας ἐξάπτον τες, ἑστᾶσιν ἀκίνητοι μὴ κλονούμενοι. μὴ δὲ τῆδε κα κεῖσε περιφερόμενοι, ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων ἀνινων λο γισμῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτυς, ὁ θεσπέσιος δανιήλ· ὀλίγον μὲν χρόνον αἰτήσας, εἰς τὴν τοῦ ἐνυ πνίου εὕρεσιν· οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν και ρὸν δαπανήσας. ἀλλ’ εἰς ἱκετείαν καὶ προσευχήν· καὶ οὐδὲ αὐτῶ μόνω θαρρήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβὼν· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· τότε γάρ φησι τῶ δανιὴλ ἐν οράματι τῆς νυκτὸς. τὸ μυστήριον ἀπεκαλύφθη· καὶ ηὐλόγησε τὸν θεὸν θν τοῦ οὐρανοῦ οὐνου δανιὴλ. καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου κυ τοῦ θεοῦ θυ εὐλογημένον. ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν. καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους· καθιστᾶ βασιλεῖς, καὶ μεθιστᾶ· διδοὺς σο φίαν τοῖς σοφοῖς. καὶ φρόνησιν, τοῖς εἰδόσι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· γινώσκων τὰ ἐν τῶ σκότει. καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν· διὰ πάντων, τὴν οἰ κείαν εὐγνωμοσύνην δείκνυσι· καὶ πλέκει τὸν ὕμνον οὐχ ἁ πλῶς. ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος. τοῦ ἐνυ πνίου τὴν εὕρεσιν· προσήκει γάρ φησι τὸν ἀΐδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεόν θν . σοφίας ὄντα καὶ συνέσε ως πηγήν· ὀρθῶς ἅπαντα, καὶ ἀγαθῶς πρυτανεύον τα. καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς· ἐλέγχοντα μὲν, τὸ τῆς ἀνθρωπίνης ἀνινης εὐημερίας ἀβέβαιον· δεικνῦντα δὲ ἅ πασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασιλέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως· καὶ δι δοὺς ἐξουσίαν. ἀφαιρεῖται ταύτην, ὅτ’ ἂν ἐθέλη· καὶ σοφί ας δὲ καὶ φρονήσεως, αὐτός ἐστι χορηγός· δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐτὸν βουλομένοις· ἀποκαλύπτει δὲ οἷς θέλει τὰ μηδαμῶς φαινόμενα, ἀλλ’ οἷόν τινι βυθῶ κρυπτόμενα, τῶ μηδέ πω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερὸν. φῶς τε οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει. τὰ ἐν τῶ σκό τει γινόμενα· διό σοι ὁ θεὸς θς τῶν πατέρων πρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ σύνεσιν ἔδωκάς μοι· καὶ νῦν ἐγνώρισάς μοι, ἃ ἠξιώσαμεν παρὰ σοῦ· ὅτι τὸ ὅραμα τοῦ βασιλέ ως ἐγνώρισάς μοι, τοῦ γνωρίσαι τῶ βασιλεῖ πρὸς ταῦτα τ οιαῦται τῶν εὐσεβῶν αἱ ψυχαί· καὶ ἐν ταῖς χρείαις τὸν θεὸν θν ἐπιστάμεναι χορηγὸν, καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι· καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν. οὐκ ἀνεχόμεναι λήθη παραδοθῆναι τῶν δωρεῶν τὴν μνήμην, ἀλλ’ ὕμνοις ἀμειβόμε ναι τὸν εὐεργέτην θεόν θν · ἄξιον δὲ ἐπισημήνασθαι τοῦ θείου τούτου ἀνδρὸς. καὶ τὸ μέτριον φρόνημα· καὶ γὰρ τὴν αἴτησιν ποιούμενος, κοινωνοὺς ἔλαβεν τοὺς ὁμοτρόπους τῆς προσευχῆς· καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβεν, πάλιν αὐτῶν ἐμνημόνευσεν· οὐ γὰρ εἶπεν, ἐγνώρισάς μοι ἃ ἠξίω σά σε, ἀλλ’ ἃ ἠξιώσαμεν παρὰ σοῦ· οὕτω τὸν θεῖον συμ περάνας ὕμνον. εὐθὺς φησὶν ἦλθεν δανιὴλ πρὸς ἀριὼχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς βαβυλῶ νος, καὶ εἶπεν αὐτῶ· τοὺς σοφοὺς βαβυλῶνος μὴ ἀπολέσης· εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῶ βασιλεῖ· πρέπων καὶ οὗτος τῶ προ φήτη ὁ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων ἀπαλλα γῆναι τῆς ἀδίκου σφαγῆς, ἀλλὰ καὶ τοῖς χαλδαίοις πραγμα τεύεται σωτηρίαν σριαν · ἐλπίζων δια τοῦδε τοῦ θαύματος. καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλλάξειν. καὶ τῶ τῶν ὅλων προσάξειν θεῶ θω · τ ότε ἀριὼχ τούτων ἀκούσας τῶν λόγων, σπουδῆ τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν αὐτῶ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας. ὅστις τὸ σύγκριμα τῶ βασιλεῖ ἀναγγελεῖ· πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέγονεν. ὅτι οὐδέπω τῆς τοῦ δανιὴλ ἀρετῆς πείραν ὁ βασιλεὺς εἰλήφει· οὐ γὰρ ἂν εἴπερ ἐγινώσκετο. ἀορίστως εἶπεν ἀριὼχ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλω σίας τῆς ἰουδαίας. ὅστις τὸ σύγκριμα τῶ βασιλεῖ ἀναγγελεῖ· ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος, εἶπεν τῶ δανιὴλ οὗ τὸ ὄνομα βαλτάσαρ· εἰ δύνασαί μοι ἀπαγγεῖλαι τὸ ἐνύπνι ον ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ· ἐπισημήνασθαι δεῖ καὶ τοῦτο· ὅτι βαλτάσαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει, ἀλλ’ ὅτε τῶ βασιλεῖ διαλέγεται. τῶ ταύτην αὐτῶ τὴν προσηγορίαν ἐπιτεθεικότι· ἐρωτηθεὶς δὲ ὅμως εἰ δύναται καὶ τὸ ἐνύ πνιον καὶ τὴν ἑρμηνείαν ἀναγγεῖλαι τῶ βασιλεῖ. ἀπεκρίνατο λέγων· τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾶ, οὐκ ἔστι σο φῶν· μάγων· ἐπαοιδῶν· γαζαρινῶν. δυναμένων ἀπαγγεῖλαι τῶ βασιλεῖ. ἀλλ’ ἔστι θεὸς θς ὁ ἐν οὐρανῶ οὐνω ἀποκαλύπτων μυστήρια· θ αυμαστῶς τῆς διδασκαλίας ἤρξατο· ἐκβαλὼν γὰρ τὸν τῶν ἀφρόνων ἐκείνων χορὸν· καὶ γυμνώσας αὐτῶν τὴν ἀσθέ νειαν. τὸν θεὸν θν εἶναι ἔφη τῆς τῶν μυστηρίων ἀποκαλύψεως διδάσκαλον· προστέθεικε δὲ ἐν οὐρανῶ οὐνω , τοὺς κάτω γινομένους καὶ προσκυνουμένους ἐκβάλλων θεούς θους · καὶ τῶ μὲν ἑνικῶ ὀνό ματι, τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν θων · τῆ δὲ ἐν οὐρανῶ οὐνω διαγωγῆ. τοὺς κάτω φαινομένους δείκνυσιν οὐ θεούς θους . ἀλλ’ ἀπάτην ἀφορμὴν ἔχουσαν, τῶν ἀνθρώπων ἀνων τὴν τέχνην· οὗτος φησὶν ὁ θεὸς θς ἐγνώρισεν τῶ βασιλεῖ ναβουχοδονόσορ, ἃ, δεῖ γενέσθαι ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· οὕτω προοιμιασάμε νος. πάλιν ἐπισπᾶται τῆι εὐλογίαι εἰς εὔνοιαν τοῦ βασι λέως τὴν ἀκοήν· βασιλεῦ γάρ φησιν εἰς τοὺς αἰῶνας ζῆθι· ἐπειδὴ γὰρ μέλλει καὶ τὸ ἐνύπνιον λέγειν· καὶ τὴν ἑρμη νείαν ἐπάγειν· καὶ προλέγειν αὐτῶ τὴν τῆς βασιλείας κατάλυσιν, προοιμιαζόμενος φησίν· ὅτι ἐμοὶ εὐχὴ, ζῆν σε διηνεκῶς· μὴ τοίνυν ἐμοὶ ἐπιγράψηις. τὸ ὑπὸ τοῦ ἐνυπνίου δηλούμενον· εἶτα φησίν· τὸ ἐνύπνιόν σου καὶ ἡ ὅρασις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου· τοῦτ ̓ ἔστ ιν ἃ νύκτωρ ἐθεάσω βασιλεῦ, ταῦτά ἐστιν· οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέ βησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα· ἐλογίζου φησὶ κατα κείμενος ἐπὶ τῆς κλίνης. εἴτε εἰς ἀεὶ ζήσεις, εἴτε τῶ νόμω τῶν ἀνθρώπων ἀνων ὑπὸ τὸν θάνατον γενήση· ἐπεθύμεις δὲ μαθεῖν, καὶ τὰ μηδέπω γεγενημένα· καὶ ὁ ἀποκαλύ πτων μυστήρια. ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι· πανταχοῦ δὲ τὸν ἕνα κηρύττει θεόν θν , τῆς πολυθεΐας ἐκβάλλων τὴν πλάνην· εἶτα καὶ τοῦ οἰκείου φρονήματος τὴν μετριότητα δείκνυσιν· ἐμοὶ γάρ φησιν οὐκ ἐν σοφία τῆ οὔση ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον ἀπεκαλύφθη. ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῶ βασιλεῖ γνωρίσαι· καὶ ἵνα γνῶς τοὺς διαλογισμοὺς τῆς καρδίας σου· ταύτης γάρ φησι τῆς ἀποκαλύψεως ἔτυχον· οὐκ ἐπειδὴ πάντων εἰμὶ τῶν ἀνθρώπων ἀνων σοφώτερος, ἀλλ’ ἵνα σὺ μάθης, ἃ μαθεῖν ἐπεθύμησας· ἐμοὶ δὲ διακόνω ταύτης ἐχρήσατο τῆς γνώσεως. ὡς οἰκείω θεράποντι· ἄρχεται τοίνυν τῆς ἐξηγήσεως, καὶ λέγει πρῶτον αὐτὸ τὸ ἐνύπνιον· σὺ βασιλεῦ ἐθεώρεις· καὶ ἰδοὺ εἰκὼν μία μεγάλη· ἡ εἰκὼν ἐκείνη, μεγάλη· καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς, ἑστῶσα προ προσώπου σου· καὶ ἡ ὅρασις αὐτῆς, φοβερά· εἰκὼν, ἧς ἡ κεφαλὴ χρυ σίου καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς, ἀργυροί· ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοὶ, καὶ αἱ κνῆμαι σιδηραί· οἱ πόδες· μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκου· τ έσσαρας μὲν ὕλας, διὰ τῶν προειρημένων ἐσήμανεν· τὸν χρυσόν· τὸν ἄργυρον· τὸν χαλκὸν. τὸν σίδηρον· τὸ γὰρ ὄστρακον οὐ καθ ἑαυτὸ εἶπεν. ἀλλὰ τῶ σιδήρω συμμεμιγμέ νον· δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τε καὶ καθολικωτά τας βασιλείας. αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκρά τησαν. ἀλλήλας διαδεξάμεναι· ὅτι μὲν γὰρ καὶ ἄλλαι βασι λεῖαι συνέστησαν. καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι. δῆλον ἐστὶν. οὐ μὴν πάντων. ἢ τῶν πλειόνων ἐστὶν αὐτὰς κρατού σας ἰδεῖν, ἀλλ’ ἑνὸς ἢ δύο μόνον ἐθνῶν· λέγει τοίνυν πρώ την ἁπάντων γεγενῆσθαι. τὴν ἀσσυρίων ἡγεμονίαν, ἥτις ἐστιν ἡ βαβυλωνίων· ἀσσύριοι γὰρ, καὶ οὗτοι κακεῖνοι· ἀλλὰ ποτὲ μὲν ἐν τῆ νίνω τῆ παρ’ ἑβραίοις νινευὴ καλουμένη τὰ βασίλεια ἐσχήκασι. ποτὲ δὲ ἐν τῆ βαβυλῶνι· ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κακείνων, καὶ αὐτὸς ὁ προ φήτης μαρτυρεῖ· ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον, φησίν· ἡ κεφαλὴ ἡ χρυσὴ, σὺ εἶ βασιλεῦ· καὶ ὁ μακάριος δὲ ἱερεμί ας ὁ προφήτης. φησί· ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου κυ , μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς. ἔπιον ἔθνη· δια τοῦτο ἐσαλεύθησαν· καὶ ἄφνω ἔ πεσεν βαβυλὼν καὶ συνετρίβη· εἰ δὲ ἑτέρα ἦν παρα ταύτην τῶν ἀσσυρίων ἡ βασιλεία ταύτης πρεσβυτέρα, ποίαν ἄν τις αὐτὴν ὕλην καλέσειεν· μαρτυρεῖ δὲ καὶ ὁ θεσπέσιος μωυσὴς. ταῦθ’ οὕτως ἔχειν· ἐν γὰρ τῆ κοσμογενεία περὶ τοῦ νεβρὼθ εἰρηκὼς ὅτι γίγας ἦν κυνηγὸς ἔναντι κυρίου κυ , ἐπήγαγεν· καὶ ἐγένετο ἐν ἀρχῆ τῆς βασιλείας αὐτοῦ, βαβυλὼν ὀρεχ καὶ χαλάνη· καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς βαβυλωνίους, ἀσσυρίους προσαγορεύουσιν· καὶ μέχρι δὲ τοῦ παρόντος ὡς φασὶν, ἀσσυρίαν αὐτὴν ὀνομάζουσι πέρσαι· οὐκοῦν ἡ μὲν πρώτη ὕλη ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν ἀσσυρίων καὶ βαβυλωνίων σημαίνει βασιλείαν· κεφαλὴν δὲ αὐτὴν ὀνομάζει. ὡς πρώτην γεγενημένην· ἡ δευτέ ρα δὲ ἥτις ἐστὶν ὁ ἄργυρος, περσῶν ἐστι καὶ μήδων· κῦρος γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρόθεν μὲν ἐκ μήδων· πατρόθεν δὲ ἐκ περσῶν. κατέλυσε μὲν τῶν ἀσσυρίων ἤτ’ οὖν βαβυλωνίων τὴν βασιλείαν· μετατέθεικε δὲ τὴν βασιλείαν εἰς πέρσας· στῆθος δὲ αὐτὸν προσηγόρευ σεν καὶ βραχίονας. ἵνα δείξη τὴν πρὸς δύο ἔθνη συγγένει αν· διὰ μὲν γὰρ τῆς δεξιᾶς. τὸ πατρῶον αὐτοῦ σημαίνει γένος· τὸ μητρῶον δὲ. διὰ τῆς εὐωνύμου· ὧν τὴν συνάφειαν. τὸ στῆθος πεπίστευται· τὴν καρδίαν ἔχον, τῶν λογισμῶν τὸ ταμιεῖον· λογισμῶ δὲ. καὶ τὰ γαμικὰ τελεῖ ται συμβόλαια· τὸν δὲ χαλκὸν προσηγόρευσε, τὴν μακεδονικὴν βασιλείαν, μετὰ τὴν περσικὴν ἀναφανεῖ σαν· καὶ αὐτὴν ἁπάντων ὁμοίως κρατήσασαν· τὴν κοι λίαν δὲ αὐτῆ καὶ τοὺς μηροὺς ἀπένειμεν, τήν τε μοναρ χίαν τοῦ ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων, καὶ διὰ τῶν μηρῶν, τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γενομένην τῆς βασιλείας διαίρεσιν· σίδηρον δὲ, τὴν ῥωμαικὴν προσηγόρευσε βασιλείαν· αὕτη δὲ, τὴν μακεδονικὴν διεδέξατο· ἀπένειμεν δὲ αὐτῆ τὰς κνήμας. ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώματος, καὶ φέρειν ἅπαν δυναμένας τὸ σῶμα· τὰς δὲ τῶν ποδῶν βάσεις. σιδηρὰς μὲν καὶ αὐτὰς. ὀστράκω δὲ ἀναμεμιγμένας· διὰ δὲ τούτου. οὐχ ἑτέραν αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν. ἀσθενεστέραν ἑαυτῆς ἐσομένην, καὶ τῆ τοῦ ὀστράκου ἀσθε νεία συμμεμιγμένην· τὴν δὲ τῶν ὑλῶν διαφορὰν τέ θεικεν. οὐ τῆς τιμῆς. ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διά φορον· τοῦ μὲν γὰρ χρυσοῦ, ὁ ἄργυρος στεγανώτερος· τοῦ δὲ ἀργύρου. στεγανώτερος ὁ χαλκός· ὁ δὲ σίδηρος καὶ αὐτὸς τοῦ χαλκοῦ, πολλῶ τῶ μέτρω στερεμνιώτερος· ἡ διαφορὰ τοίνυν· οὐκ ἐν τῆ τιμῆ, ἀλλ’ ἐν τῆ ἰσχύι τε καὶ δυνά μει· ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην· οὐδὲν γὰρ ἁπλῶς οὐδὲ μάτην. ὑπὸ τοῦ θεοῦ θυ τῶν ὅλων ἀποκαλύπτεται· ἡ εἰκὼν, σχήματα, ἀλλ’ οὐ πράγματα ἔχει· τοιοῦτος δὲ καὶ ὁ παρὼν βίος· οὐδὲν ἔχει διαρκὲς οὐδὲ μόνιμον· διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ ἀλλαχοῦ παραινῶν λέγει· μὴ συσχηματί ζεσθε τῶ αἰῶνι τούτω· καὶ ὁ μακάριος δαβὶδ δαδ τῆς ἀνθρωπίνης ἀνινης εὐημερίας διελέγχων τὸ μάταιον. φησί· πλὴν τὰ σύμπαντα ματαιότης· πᾶς ἄνθρωπος ἀνος ζῶν· μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος ἀνος · θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος. ὀξυρ ρόπους ἔχει τὰς μεταβολὰς· θνητὰ γρ γενητα γὰρ ἅπαντα τὰ ὁρώμενα καὶ πρόσκαιρα· καὶ ἡ εἰκὼν δὲ τῶν πραγμά των τὴν ἐνέργειαν οὐκ έχει· μονα δὲ τὰ σχήματα δεί κνυσι βασιλέων καὶ ἀρχόντων καὶ ὑπηκόων· πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιάλυτον ἔχει, εἰκότως ὁ τῶν ὅλων θεός θς · τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βου λόμενος βασιλέα τῆς ἀνθρωπίνης ἀνινης ὀφρύος τὸ μάταιον· καὶ διδάξαι ὅτι ῥάστην ἔχει τὰ ἀνθρώπινα ἀνινα τὴν μεταβολὴν, εἰκόνα μὲν αὐτῶ ὄναρ προτίθησι· τὰ δὲ ταύτης μό ρια μερίζει ταῖς ὕλαις. τὰς συχνὰς καὶ ἐπαλλήλους τῶν βασιλέων διδάσκων διαδοχάς· καὶ πείθων ἅπαντας ὡς αὐτὸς μόνος, διηνεκὲς ἔχει τὸ κράτος· ἄναρχόν τε καὶ ἀτελεύτητον· καὶ ἁπαξ ἁπλῶς, αἰώνιον τὴν βασιλείαν· τ ούτοις ἐπάγει ὁ μακάριος δανιὴλ, τὰ λοιπὰ τοῦ ἐνυπνί ου διδάσκων· ἐθεώρεις ἕως ὅτου ἀπεσχίσθη λί θος ἀπὸ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέ πτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύνθησαν εἰς ἅπαξ· ὁ σίδηρος· τὸ ὄστρακον· ὁ χαλκός· ὁ ἄργυρος. ὁ χρυσός· καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς, ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος πνς , καὶ πᾶς τόπος οὐχ’ ηὑρέθη ἐν αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα. ἐγένετο εἰς ὄρος μέγα. καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν· τοῦτο μέν ἐστι τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ, κάτωθεν ἡμᾶς ἄρ ξασθαι τῆς ἑρμηνείας· ζητήσωμεν τοίνυν πρότε ρον. τίς ὁ λίθος προσαγορευόμενος· καὶ βραχὺς μὲν πρό τερον φαινόμενος. ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰκου μένην ἐκάλυψεν· οὐκοῦν ἀκούσωμεν αὐτοῦ τοῦ θεοῦ θυ διὰ ἡσαΐου τοῦ προφήτου λέγοντος· ἰδοὺ τίθημι ἐν σιὼν λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῶ οὐ μὴ καται σχυνθήσεται· ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ δαδ προθεσπίζοντος καὶ βοῶντος· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· τ αύτην τὴν μαρτυρίαν, καὶ αὐτὸς ὁ δεσπότης χριστὸς χς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἰουδαίοις προσήνεγκεν· οὐκ ἀνέ γνωτε λέγων λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ κυρίου κυ ἐγένετο αὕτη. καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ ὁ μακάριος δὲ πέτρος ἐν ἰουδαίοις δημηγορῶν· καὶ τοῦ κυρίου κυ τὴν προφητείαν εἰς μέσον παραγαγὼν, ἑρμηνεύει τὴν προφητείαν οὕτω λέγων· οὗτός ἐστιν ὁ λίθος ὁ ἐξου θενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδομούντων, ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας· καὶ ὁ μακάριος δὲ παῦλος φησίν· ἐποικοδομηθέντες ἐπὶ τῶ θεμελίω τῶν ἀποστόλων καὶ προφητῶν. ὄντος ἀκρογωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ ιυ χυ · καὶ ἀλλαχοῦ δὲ φησί· θεμέλιον δὲ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἰησοῦς χριστὸς ις χς · καὶ πάλιν ἔπινον φησὶν, ἐκ πνευματικῆς πνικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός χς · oὐκοῦν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς διδασκό μεθα. τὸν κύριον κν ἡμῶν προσηγορεῦσθαι λίθον· οὗτος γὰρ ἐτμήθη ἀπὸ όρους. ἄνευ χειρῶν, γεννηθεὶς ἐκ παρθένου παρνου . γαμι κῆς κοινωνίας χωρίς· οἶδεν δὲ πολλάκις καὶ τὴν παρα φύσιν γέννησιν. λατομίαν προσαγορεύειν γραφή· ἰουδαίοις γὰρ ἡσαΐας, τῆς παρὰ φύσιν γενομένης τῶ ἀβραὰμ παιδογονίας ἀναμιμνήσκων, ἐμβλέψατε λέγει εἰς τὴν στερεὰν πέτραν ἐξ ῆς ἐλατομήθη τε· οὐκοῦν ὄρος μὲν, ἡ δαυιτικὴ φυλή· λίθος δὲ, ὁ χριστός χς · κατὰ τὸ ἀνθρώπινον ανινον . οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμηθείς· οὗτος δὲ πάλιν μικρὸς φαινόμενος· δι ἣν περιέκειτο φύσιν, ἀθρόον ἐδείχθη ὄρος μέγιστον. πᾶσαν πληρώσας τὴν οἰκουμένην· ἐπληρώθη γὰρ πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον κν . ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· οὗτος πα τάξει τὴν εἰκόνα. ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρα κίνους· τοῦτ ἔστι καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν· φροῦδον τὲ καὶ ἀφανῆ ποιήσει· οὐ γὰρ ἑτέρα ταύτην δια δέξεται τὴν βασιλείαν. ἀλλὰ τὴν οἰκείαν γυμνώσει, καὶ πᾶσι ταύτην ὑποδείξει 8:8 ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν. καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην· κονιορτοῦ δίκην ἐξ ἅλωνος μὲν τικτομένου, ὑπὸ δὲ πνεύματος πνς σκεδαννυμένου· οὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῶ βασιλεῖ. ἐπήγαγεν· τοῦτό ἐστι τὸ ἐνύπνιον. καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν, ἔμπροσθεν τοῦ βασιλέως· οὐ κολακεύων δὲ τοῦτο τέθεικεν, ἀλλὰ τῆ συνήθει προσηγορία χρησάμενος· κατὰ γὰρ πάντων τῶν ἐθναρχούντων βασιλέων ὀνομαζομένων. εἶχε τὸ κράτος· σύ φησι βασιλεῦ βασιλέων ὧι ὁ θεὸς θς τοῦ οὐ ρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπω· οὐ γὰρ ἀπὸ ἰσχύος φησὶν ἀνθρωπίνης ἀνινης πάντων περιγεγένησαι. ἀλλὰ τοῦ θεοῦ θυ τοῦ τὴν ἐπ ουράνιον ουνιον ἔχοντος βασιλείαν. ταύτην σοι δεδωκότος τὴν ἐξου σίαν· ὥστε τῶν ἐν παντὶ τόπω ἀνθρώπων ἀνων . ἡγεμονεύειν τὲ καὶ βασιλεύειν· ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων ἀνων · θηρί α τε ἀγροῦ καὶ πετηνὰ οὐρανοῦ οὐνου , δέδωκεν ἐν τῆ χειρί σου. καὶ κατέστησέν σε κύριον κν πάντων· καὶ θηρία μὲν καλεῖ, τοὺς θηριωδέστερον ζῶντας βαρβάρους· πετηνὰ δὲ. τοὺς συνέσει κεκοσμημένους καὶ τῶν ἄλλων ἀνθρώπων ἀνων ὑπερτέρους. καὶ πτηνοὺς τὴν δι άνοιαν· τούτων φησὶν ἁπάντων ἀπέφηνέν σε βασιλέα· σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσή· τοῦτ ἔστιν ἡ βασιλεία. οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει. ἀλλὰ περὶ αὐτῆς τῆς βασιλεί ας· μετὰ τὴν τελευτὴν γὰρ αὐτοῦ, εὐιλαδ μαραδὰχ ἐβασίλευσε τῶν βαβυλωνίων· καὶ μετ’ ἐκεῖνον, βαλτάσαρ· εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη ὅτι σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσὴ, πῶς νοήσωμεν τό ὀπίσω σου ἀναστήσεται βασι λεία ἑτέρα ἥττων σου· οὔτε γὰρ τὴν τῶν υἱῶν αὐτοῦ βασιλεί αν μηνύει, ἀλλὰ τὴν περσικήν· οὐκοῦν κεφαλὴ χρυ σὴ οὐκ’ αὐτὸς ὁ ναβουχοδονόσορ, ἀλλὰ πᾶσα ἡ τῶν ἀσσυρί ων ἤτ’ οὖν βαβυλωνίων βασιλεία· καὶ ὀπίσω σου ἀνα στήσεται βασιλεία ἑτέρα ἥττων σου· ἡ περσική· ἥττο να δὲ αὐτὴν καλεῖ. οὐχ’ ὡς ἀσθενεστέραν, ἀλλ ’ ὡς δευτέραν· κ αὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκός· ἣ κυριεύσει πά σης τῆς γῆς· τὴν μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς, ἀλέξανδρος ὁ φιλίππου· ἐν δώδεκα ἔτεσι πάντας ὑποτάξας ἀνθρώπους ἀνους · καὶ βασιλεία τετάρτη. ἥτις ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτυνεῖ πάντα καὶ δαμά σει· τὴν ῥωμαικὴν λέγει βασιλείαν· ἰσχυροτάτην μὲν γενομένην. καὶ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἐθνῶν περι γενομένην· δασμὸν δὲ καὶ φόρον, παρὰ πάντων κομι σαμένην· τὸ γὰρ λεπτυνεῖ. ἐπὶ τούτου τέθεικεν· τὸ δὲ δαμάζειν. ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας, καὶ τῆς ἐννό μου πολιτείας· καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δα κτύλους· μέρος μέν τι σιδήρου· μέρος δέ τι ὀστράκου. βασιλεία ἄλλη διηρημένη ἔσται· καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω· ἄλλην οὐ κατα γένος εἶπεν, ἀλλὰ κατὰ τὴν ποιότητα τῆς δυνά μεως· εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν ἄλλην. εἶπεν ἂν αὐτὴν πέμπτην, ὥσπερ εἴρηκε τρίτην καὶ τετάρτην· ἐπειδὴ δὲ ἀσθενέστερα οἶδε τῆς σιδηρᾶς βασιλείας τὰ τέλη. ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν· καὶ μάλα εἰκότως· σ φόδρα γὰρ αὐτὴν ἰσχυροτάτην ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα· ἀλλ’ ὅμως οὐδὲ τὰ τελευταια αὐτῆς. ἀσθενῆ παντελῶς γενήσεσθαι λέγει· ἀπὸ γὰρ τῆς ῥίζης· φησὶ τοῦ σιδήρου ἔσται ἐν αὐτῆ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀνα μεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω· καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδήρου. μέρος δέ τι ὀστράκου· τοῦτο δὲ, οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας προσδεῖται· αὐτὸς γὰρ ὁ προφήτης ἑρμηνεύων φησί· μέρος τί τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον· τούτοις ἐπάγει· καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῶ ὀστράκω τῶ πηλίνω, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων · τοῦτο δὲ μάλιστα δείκνυσιν, ὡς οὐχ ἑτέρα αὕτη ἡ βασιλεία παρὰ τὸν σίδηρον. ἀλλ’ αὐτὴ ἀσθενέστερον διακειμένη· καὶ μέρος μέν τι αὐτῆς ἰσχυρὸν, μέρος δέ τι ἀσθενές· συγγενείας δὲ ὅμως δεσμὸς συνάψει. τὴν ἀσθενῆ μοῖραν. τῆ ἰσχυρᾶ· τ ὸ γὰρ συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων ἀνων . τοῦτο δηλοῖ· ἐπι μιξία φησι τὶς ἐσται καὶ ἐπιγαμία τούτων κακείνων· ἀλλ’ ὅ μως ἡ διχόνοια. τὰ τῆς συγγενείας δίκαια διαφθερεῖ· ο ὐκ ἔσονται γάρ φησι προσκολλώμενοι οὗτος μετὰ τούτου. καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται τῶ ὀστράκω· ἡμεῖς μὲν, οὕτω τοῦ θεσπεσίου δανιὴλ τὴν ἑρμηνείαν νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων. τὰς δόξας εἰς μέσον παραγαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλή θεια δειχθήσεται· τινὲς τοίνυν τῶν συγγραφέων τὴν τετάρτην βασιλείαν τοῦτ ἔστι τὸν σίδηρον. ἀλέξανδρον ἔφα σαν εἶναι τὸν μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύ λους τῶν ποδῶν ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους, τοὺς μετ’ αὐτὸν βασιλεύσαντας μακεδόνας πτολεμαίους καὶ σελεύκους καὶ ἀντιόχους καὶ δημητρίους· τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρικῶς κρατήσαντας· καὶ ἐπιγαμίαν δὲ ποιησαμένους. καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγγένειαν· ἔ δει δὲ αὐτοὺς συνιδεῖν· πρῶτον μὲν. ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν, αὐτὸν ἔφη εἶναι τὸν ναβουχοδονόσορ· τοῦ τ ἔστι τὴν τῶν βαβυλωνίων εἴτ’ οὖν ἀσσυρίων βασιλείαν· Γ δ ιεδέξατο δὲ αὐτὴν. ἡ περσῶν καὶ μήδων βασιλεία· κατα ταυ τὸν γὰρ ὁ κῦρος ἐξ ἑκατέρου ἔθνους ἦν ὁρμώμενος καὶ τούτων κακείνων κρατῶν· τῶν βαβυλωνίων γὰρ καταλύ σας τὴν βασιλείαν. ἐκράτυνε τῶν περσῶν· τὴν δὲ περσῶν δευτέραν οὖσαν, ἀλέξανδρος ὁ μακεδὼν κατα λύει· καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ. κυριευσαι πάσης τῆς γῆς· ταύτην δὲ τὴν βασιλείαν, τρίτην ὠνόμασεν· οὐδὲ μία δὲ αὐτὴν ἑτέρα, ἀλλ’ ἢ τῶν ῥωμαίων διεδέξατο· ἔ δει τοίνυν πρῶτον αὐτοὺς ἐκ τοῦ ἀριθμοῦ καὶ τῶν παραδη λωθέντων πραγμάτων συνιέναι καὶ μαθεῖν, ὡς τρίτη ἐστὶν ἡ μακεδόνων βασιλεία, τοῦτ ἔστιν ὁ χαλκός· τετάρτη δὲ ἡ ῥωμαίων, τοῦτ ἔστιν ὁ σίδηρος· εἰ δὲ καὶ ὅλως σαφέ στερα αὐτοῖς ἔδοξεν εἶναι ἐκεῖνα. ἀπο γ’ οὖν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόρρησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκι νον τέλος, ἐπήγαγεν· καὶ ἐν ταῖς ἡμέραις τῶν βασι λέων ἐκείνων· τοῦτ ἔστι τῶν τοῦ ὀστράκου καὶ τοῦ σιδήρου τὴν ἐπιμιξίαν ἐχόντων· καὶ τὴν μὲν ἀλλήλων συγγένειαν ἀσπα σαμένων, ὁμόνοιαν δὲ, μὴ δὲ ἐκ τῆς συγγενείας ἐσχη κότων· ἀναστήσει ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ. λαῶ ἑτέρω οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας. καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας· ὃν τρόπον εἶδες ὅτι ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν. καὶ ἐλέπτυνεν τὸν ὄστρακον καὶ τὸν σίδηρον τὸν χαλκὸν τὸν ἄργυρον τὸν χρυσόν· ταῦτα δὲ ἄντικρυς δείκνυσι· τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος. τῆς δὲ τῶν οὐρανῶν οὐνων βασιλείας τὸ ἀτελεύτητον· τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενέστερον διατεθείσης· καὶ τοῦ ὀστράκου τὴν ἐπιμιξίαν λαβούσης, φανήσεται μὲν ὁ λίθος ὁ τμη θεὶς ἄνευ χειρῶν. καὶ λεπτυνεῖ τὸν ὄστρακον· τὸν σίδηρον· τὸν χαλκὸν· τὸν ἄργυρον· τὸν χρυσὸν. καὶ φροῦδα ποιήσει παντελῶς· καὶ ἀδιάδοχον καὶ αἰώνιον καὶ ἀπέραντον βασι λείαν. τοῖς ἀξίοις παρέξει· εἰς γὰρ τοὺς αἰῶνας φησὶν. οὐ διαφθαρήσεται· καὶ λαῶι ἑτέρω οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ καὶ δαμάσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας· εἰ δέ τις ζυγομαχεῖ καὶ ταῦτ’ ἔχειν οὕτως οὐ βούλεται, δειξάτω τί τῶν ἀνθρωπίνων ἀνινων αἰώνιον· ποία δὲ τῶν ἀνθρώπων ἀνων βασιλεία τέλος οὐ λήψεται· εὔηθες γὰρ καὶ λίαν ἀνόητον· συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶ νος. βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀ τελεύτητον ἔσεσθαι· εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ δια τούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ θεοῦ θυ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι, οὐκ ἄρα τὴν μακεδονικὴν βασιλεί αν ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκείνης κρατούσης. ὁ παρὼν βίος ἐδέξατο τέλος· ἀλλ’ ἡ ῥωμαικὴ τὴν μακεδο νικὴν καταλύσασα, κατέχει τῆς οἰκουμένης τοὺς οἴ ακας· εἰ δὲ φασὶ τὴν προτέραν τοῦ κυρίου κυ παρουσίαν διὰ τούτων τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν καταλυθεῖ σαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν, εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος σρς ἡμῶν ἐπιφάνειαν· πᾶν γὰρ τουναντίον ἐστὶν ἰδεῖν· κρατυνθεῖσαν αὐτὴν ἀλλ’ οὐ καταλυθεῖσαν, ἅμα τῆ τοῦ σωτῆρος σρς γεννήσει· αὐγούστου γὰρ βασιλεύοντος, ὁ δεσπο τικὸς γεγένηται τόκος· ὃς δεύτερος μὲν ἐβασίλευσεν· πάντας δὲ ὡς ἔπος εἰπεῖν ἀνθρώπους ἀνους . ὑπηκόους ἐποιήσατο· ἀ πεγράψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν εὐ αγγελίων φωνὴν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν· ὑπ’ ἐ κείνου δὲ ἡ ῥωμαίων κρατυνθεῖσα βασιλεία, μέχρι καὶ νῦν διήρκεσεν· οὐκοῦν ἡ προτέρα γέννησις τοῦ κυρίου κυ , τὴν ῥωμαίων ἡγεμονίαν οὐ κατέλυσεν· λείπεται τοίνυν, αὐτοῦ δευτέραν ἐννοεῖν ἐπιφάνειαν· ὁ γὰρ ἤδη πρότε ρον τμηθεὶς λίθος ἄνευ χειρῶν· γενόμενος εἰς ὄρος μέγα. καὶ τὴν οἰκουμένην καλύψας, οὗτος ἐν τῆ δευ τέρα παρουσία πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους· τοῦτ ἔστιν ἐν αὐτω τῶ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενη μένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας, καὶ λήθη τινὶ παραδώσει· τὴν δὲ αἰωνίαν αὑτοῦ βασιλείαν. τοῖς ἀξίοις αὐτοῦ παρέξει· ταῦθ’ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ. ἀναγκαίως ἐπήγαγεν· ὁ θεὸς θς ὁ μέγας ἐγνώρισεν τῶ βασιλεῖ. ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον. καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ· ἄξιον δὲ θαυ μάσαι τὴν τοῦ θεοῦ θυ τῶν ὅλων περι πάντας ἀνθρώπους ἂνους κη δεμονίαν· οὐδὲ γὰρ τοὺς δυσσεβείαΙ συζῶντας, τῆς οἰ κείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους ἁπάσης ἐπιμελείας ἀξιοῖ· ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θηριώδη καὶ δυσσεβῆ. οὐ καταλέλοιπεν ἀτημέλητον· ἀ λλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύψεων. τῆς εὐκληρίας τοῦ παρόντος βίου δείκνυσιν αὐτῶ τὸ ἐπίκηρον. καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύρροπον· καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης ἀνινης εὐημερίας, ἀλλὰ δίκην ἀνθῶν ἐαρινῶν μα ραίνεται καὶ σβέννυται· ἱκανὰ δὲ ταῦτα ἦν τὴν ἀλαζο νικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρὺν καταλύσαι. καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα. καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασιλείας τὸ τέλος· πρῶτον μὲν οὖν, δια τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν· ἔπειτα, τῆ λήθη τοῦ ἐνυπνί ου. ἐλέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν· δεί κνυσι δὲ, τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν· καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας, τὴν θείαν αὐτοῦ δύ ναμιν παραδηλοῖ. καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας· μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαι τοῦντας προσκύνησιν, τοὺς ἁγίους αὑτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει· καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει· τ ότε γάρ φησιν ὁ βασιλεὺς ναβουχοδονόσορ ἐπι πρόσωπον ἔπεσεν, καὶ τῶ δανιὴλ προσεκύνησεν· καὶ μαναὰ καὶ εὐω δίαν εἶπεν σπεῖσαι αὐτῶ· ἐνθυμήθητι. ἡλίκον ἐστὶν. ἐκεῖνον τὸν ἀλαζόνα· τὸν μεμηνότα· τὸν καὶ θεὸν θν ἑαυ τὸν εἶναι νομίσαντα· δι’ ἑτέρου γὰρ προφήτου ὁ θεὸς θς φησὶ πρὸς αὐτόν· σὺ δὲ εἶ ἄνθρωπος ἄνος καὶ οὐ θεός θς , τὸν πάντας ἀνθρώπους ἀνους ὑπηκόους ποιησάμενον. τὸν αἰχμάλωτον προσκυνεῖν· τὸν ἰουδαῖον· τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα. καὶ ἡγεῖσθαι δια τούτου, τὸν τούτου προσκυνεῖν θεόν θν · τούτου γὰρ χάριν φησὶν εἶπεν. μαναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῶ· τοῦ τ ἔστι λιβανωτὸν καὶ θυμίαμα προσενεχθῆναι αὐτῶ ἐνετεί λατο· αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δο κοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρηγγύησεν· ὁ γὰρ προ σκυνήσας. πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει, εἴπερ ἱερατεύειν εἰώθει· ἐπειδὴ δὲ τοῦτο πάντως οὐ χ ἁρμόττον ἦν· αὐτὸς μὲν οὐκ επεχείρει ποιεῖν, ἃ μηδὲ προσῆκον ἦν· τοῖς δὲ ποιεῖν εἰωθόσι, τοῦτο ποιῆσαι παρακελεύεται· καὶ ἵνα μὴ δόξη μάτην ἄνθρωπον ἄνον προσκυνεῖν, λέγει τῶ δανιήλ· ἐπ’ ἀληθείας ὁ θεὸς θς ὑμῶν, οὗτός ἐστι θεὸς θς θεῶν θων . καὶ κύριος κς τῶν βασιλέων· καὶ ἀποκαλύπτων μυστήρια· ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο· τοσαύτην ἔκ τῆς τοῦ ἐνυπνίου λήθης ὠφέλειαν αὐτῶ, τῶν ὅλων ὁ πρύτανις προσενήνοχεν· πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν· ἔπειτα, μεμάθηκε τῶν ὑπ’ αὐτοῦ προσκυνουμένων θεῶν θων τὴν ἀσθένειαν· πρὸς τούτοις. ἐδιδά χθη τοῦ ὄντως θεοῦ θυ τὴν ἐνέργειαν· οὗ χάριν βοᾶ· ἐπ’ ἀλη θείας ὁ θεὸς θς ὑμῶν. οὗτός ἐστι θεὸς θς θεῶν θων , καὶ κύριος κς τῶν βασιλέ ων. καὶ ἀποκαλύπτων μυστήρια· θεὸν δὲ θεῶν προσαγο ρεύει. οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεία γραφὴ, τοὺς ἱερωσύνης ἠξιωμένους ὀνο μάζει θεούς θους · θεοὺς γάρ φησιν οὐ κακολογήσεις. καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ερεῖς κακῶς· οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδυνήθη, τὸ παν τελῶς ἀσθενὲς αὐτῶν συνιδεῖν· μεμάθηκεν δ’ ὅμως τὸ διάφορον· διὸ καὶ θεὸν θν τῶν θεῶν θων . τὸν τῶν ὅλων προσαγο ρεύει θεόν θν · καὶ κύριον κν τῶν βασιλέων· ταῦθ’ οὕτως ὁμολογή σας. ἐμεγάλυνεν τὸν δανιὴλ, καὶ δόματα πολλὰ καὶ μεγάλα ἔδωκεν αὐτῶ· καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος· καὶ ἄρχοντα σατραπῶν, καὶ ἐπὶ πάν τας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τοῦτο δὲ, τῆς θείας κηδεμονίας ἴδιον· μεγίστην γὰρ φέρει τοῖς ὑπη κόοις τὴν ὠφέλειαν, τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης· καὶ συντομώ τερον ὁ μακάριος δαβὶδ δαδ τὰ κατ’ αὐτὸν διηγούμενος, καὶ τὴν θείαν πρόνοιαν ἀνυμνῶν φησίν· ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον ἀνoν · εἰς δοῦλον ἐπράθη ἰωσήφ· εἶτα τὰ συμβε βηκότα αὐτῶ δυσχερῆ καταλέξας. καὶ τῆς εἱρκτῆς καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπήγαγεν· ἀπέστειλεν βασιλεὺς. καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν· κατέστησεν αὐτὸν κύριον κν τοῦ οἴκου αὐτοῦ· καὶ ἄρχοντα πάσης τῆς κτίσεως αὑτοῦ· τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι· ο ὕτω καὶ ἐνταῦθα πεποίηκεν τῶν ὅλων ὁ πρύτανις· ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν σοφῶν βαβυλῶνος τὸν τρισμακάριον δανιὴλ καταστήσας, ἀρχέτυπον αὐτὸν εὐ σεβείας. καὶ τῆς ἄλλης προύθηκεν ἀρετῆς· ἀλλ’ ὅμως οὐκ ηνέσχετο, μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης· ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς, κοινωνοὺς ἔλαβε τῆς τιμῆς· ἠτήσατο γάρ φησι παρὰ τοῦ βασιλέως· καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χώρας βαβυλῶνος. τὸν σεδρὰχ μισὰχ, ἀβδεναγώ· καὶ δανιὴλ ἐν τῆ αὐλῆ τοῦ βασιλέως· συμβαίνει καὶ ταῦτα τῆ τοῦ ἀποστόλου διδασκαλία· νῦν γάρ φησι μένει, πίστις. ἐλπὶς, ἀγάπη· ταῦτα τὰ τρία· μεῖζον δὲ πάντων ἡ ἀγάπη· καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφή της· ἠγάπησεν μὲν τὸν θεὸν θν ἐξ ὅλης καρδίας. καὶ ἐξ ὅλης ψυχῆς. καὶ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως· ἀγαπήσας δὲ θερμῶς, ἐπίστευσεν εἰλικρινῶς· εἰλικρινῶς δὲ πι στεύσας. ἤλπισε τῆς παρ’ αὐτοῦ τεύξεσθαι βοηθείας· τυχὼν δὲ ὧν ἤλπισεν, ἔδειξεν τὴν περὶ τὸν πέλας ἀγάπην· καὶ κοινωνοὺς τοὺς ὁμοφύλους ὧν ἔλαβεν ἐποι ήσατο· ὅσα δὲ ἐγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλή σεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν· ἐν χριστῷ ἰησοῦ χω ιυ μεθ’ οὗ τῶ πατρὶ πρι δόξα σὺν τῶ ἁγίω πνεύματι πνι , εἰς τοὺς αἰῶνας ἀμήν: