ἐ ν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἦλ θεν ναβουχοδονόσορ ὁ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλήμ ἱλημ , καὶ ἐπολιόρκει αὐτήν: ἀ ναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων. καὶ τοῦ τηνικάδε βασι λέως ἐμνημόνευσεν· καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς, τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ· ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ· πατὴρ πηρ δὲ ἐγέ νετο τοῦ ἰωάχαμ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώ τη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο. τὸ τῶν βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑπο δείκνυσι χαρακτῆρα· οὕτως γὰρ καὶ τοὺς ἄλλους προφή τας ποιοῦντάς ἐστιν εὑρεῖν· ὅρασις γάρ φησιν ἣν εἶδεν ἠσαίας υἱὸς ἀμὼς. ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς ἰουδαίας· καί ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἰεζε κιὴλ δὲ· καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ τού τω τῶ προοιμίω κέχρηνται τῆς προφητείας· ἀπόχρη τοιγαροὖν καὶ τοῦτο, τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν· καὶ δεῖξαι προφήτην, τὸν τῶ ὄντι προφήτην· καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ, βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ · καὶ τοῦτο δὲ, τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντὸς ἦν, τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος, καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει. ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος· διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανο μίαν· καὶ τὴν πολλὴν ἀσέβειαν καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικεν τό ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ, τὸν ἰωακεὶμ βασιλέα ἰούδα· ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον. τῆς τῶ θεῶ θω ἀνα κειμένης περιγενέσθαι πόλεως· μάθωσι δὲ πάντες ἀκριβῶς. ὅτι τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρου ροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν. ὑπὸ τοῖς πολεμί οις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαίου τοῦ προφήτου σαφὲς ποιῶν, αὐτὸς ὁ τῶν ὅλων θεός θς , οὕτω φησί· μὴ δοξασθήσεται ἀξίνη. ἄνευ τοῦ κόπτοντος ἐν αυτῆ; ἢ ὑψωθήσεται πρίων. ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κεχρημένος ὀργάνοις. τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤνεγκεν αὐτά φησιν εἰς γῆν σενναὰρ. εἰς οἶκον τοῦ θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγ κεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ αὐτοῦ· καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων. τὰ ἅγια σκεύ η τὰ τῶ θεῶ θω ἀνακείμενα. παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα, οἱ τῶν θείων οἰκονομιῶν τὸν σκο πὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μώρια γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματι πνι κὸς, ἀνακρίνει μὲν πάντα κατὰ τὸν θεῖον ἀπόστολον. καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζό μενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς . καὶ τὰς αἰτίας μανθάνει· ὥ σπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενόν ἐστιν καταμαθεῖν. τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν· οὐκ ἰου δαίοις μόνοις. ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι. τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεός θς , τὰ παρὰ ἀνθρώπων ἀνων προσφερόμενα δέχεται, ἀλλ’ ἐκεί νους εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θεραπείας τε καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐερ γέτην θεόν θν . εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ, παρὰ τῶν προσφε ρόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν. ἀλλὰ τῆ ἐκείνων ἀσθενεί α συγκατιὼν. τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο. εἰκότως ἀποστραφεὶς αὐτοὺς. καὶ αἰχμαλωσία παρα δοὺς. καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία, τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσε βῶν. κατ ουδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖ νοι. μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπο μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν. καὶ μυρίων ὅσων θαυμάτων αὐτό πται γενόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ , τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη, μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων. ὅτι κατ ουδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς, ταῖς παρανομίαις μολύνετε· καὶ ἶσον ἐστὶν. ὑμᾶς τε ταῦτα ἔχειν. καὶ βαβυλωνίους· ἀσέβεια γὰρ, καὶ ὑμῶν κακείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ϊκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεύσαι. καὶ ὠφέλειαν αὐτοῖς, οὐ σμικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι· ἡνίκα μὲν ἐτίμη σαν ὡς ἐνόμισαν τὰ σκεύη. ἀνθρωπείας μὲν αὐτὰ χρή σεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυ νουμένοις ἀνατεθεικότες θεοῖς θοις , τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρή σασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παρ’ αὐτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ θεοῦ θυ ἡ δύναμις τῶν σκευῶν ἐκείνων· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προέδωκε, διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ, καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ἡλὶ τοῦ ἱερέως παῖδες παράνομοι λίαν ὄντες καὶ βδελυροὶ· ταύτην λαβόν τες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον. ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεός θς , οὐδεμιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγῆ παραδοὺς. τὴν κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύ λοις· πάλιν τὸν ἰσραὴλ ιηλ παιδεύων καὶ διδάσκων ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ, ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύ ασεν· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία. ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον. καὶ ἀσεβεία συζῆν προαιρουμέ νοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεόν θν · τεκμηρίω χρώμενοι. τῆ τῶν οἰκείων εἰδώλων κατασκευῆ· καὶ πολλὴν ἐντεῦθεν ἐπι.σπάσωνται βλάβην. ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεόν θν · καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς θοις · παρα σκευάζει μὲν τὸν δαγὼν, τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδω λον. πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι. καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἥτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ’ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολ λάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν· καὶ ἀναθήματα, δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα. καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μό νον ἰουδαίους. ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν. ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῶ ἀρχιευνούχω αὑτοῦ. εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ιηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. καὶ ἀπὸ τῶν φ π ορθομμὶν νεανίσκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος. καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία. καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν. καὶ δια νοουμένους φρόνησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἑστά ναι ἐν τῶ οἴκω τοῦ βασιλέως. καὶ τοῦ διδάξαι αὐτοὺς γράμ ματα. καὶ γλώσσαν χαλδαίων· ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενη μένα. ἵνα δια τούτων. καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀ νοι δὲ. σωμάτων ὥραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσι καὶ σο φίαν· οὐ τὴν τὰ θεῖα γινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττία κεκομ ψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπινων ἀνινων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονεί αν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆ σαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχον τας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαίου πρόρρησις. ἣν ἐζεκία προεῖπεν τῶ βασιλεῖ· ἄκουσον γάρ φησι λό γον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρ χονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὅσα συνή γαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς βαβυλῶ να ἥξει. καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεός θς . ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύ της ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα. εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ιηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασι λείας. καὶ ἀπὸ τῶν φ π ορθομμεὶν νεανίσκους· φ π ορθομμεὶν δὲ. τοὺς παρθένους ἐκάλεσε τῆ ἑβραίδι φωνῆ· ὁ δὲ σύμ μαχος τὸ φ π ορθομμεὶν. ἐπιλέκτους ἑρμενεύει· καὶ διέτα ξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ ημέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία. καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δανιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ· ἐν ταῦθα μὲν οὖν. τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτι μίαν· ὅτι οὐχ ὡς δοριαλώτοις εὐτελῆ τινα καὶ δουλοπρε πῆ παρεῖχε τροφὴν, ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοὺς ἀπολαύειν τραπέζης ἐκέλευσεν· μετὰ βραχέα, τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτι μία χρώμενος, ἀλλ’ ὠφελείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν. καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκ λεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει διαπρέ ποντας· καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνό ματα. τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν, καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρυψεν· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῶ δανιὴλ, βαλτάσαρ· καὶ τῶ ἀνανία. σεδράχ· καὶ τῶ ἀζαρία, μισάχ· καὶ τῶ μισαὴλ, ἀβδεναγώ· καὶ τοῦτο δὲ, παρά τισι δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας. τὰς προσηγορίας ἀμεί βουσιν· ἵνα καὶ τῆ τῆς προσηγορίας ἐναλλαγῆ. τὴν δου λείαν γνωρίζωσι· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησεν· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας, χαλδα ϊκὰς ἐπέθηκεν. ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μα θεῖν τοὺς νεανίσκους ὁ βασιλεὺς παρηγγύησεν· καὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ. τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασιλέως. καὶ ἐν τῶ οἴνω τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῆ· οἱ γὰρ φιλόθεοι. οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεόν θν . ἀλ λ’ ἔνθα ἂν ἀφίκωνται. τὴν αὐτὴν αὐτῶ θεραπείαν προσ φέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡς αὕτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν· ἐνταῦθα δὲ, πολλήν ἔστιν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαί οις τεθραμμένοι. καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθη κότες· εἶτα· τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμέ νοι· νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν· ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπου δάζουσιν· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων· ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὁρωμένης καταφρονήσαν τες σωτηρίας σριας . καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πα τήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι, παραχωρῆσαι σφί σιν αὐτοῖς. τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλα βεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν. ἐνώπιον τοῦ ἀρχιευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις. ἡ θεῖα κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θεί ας ἐπικουρίας ἀπήλαυσαν· τὸ αὐτὸ. καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγε νημένον ἐστὶν εὑρεῖν· ἦν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτῶ ἔλεον καὶ χάριν ἐναν τίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυν καὶ ἐντεῦ θεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων, ἀτημέλη τoν πώποτε καταλέλοιπεν ὁ θεός θς · διὸ δὴ, καὶ ἕτερος προ φήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσεν τῶ κυρίω κω καὶ κατησχύνθη· κ αὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν κν μου τὸν βασιλέα. τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρω πὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν. καὶ καταδικά σητε τὴν κεφαλήν μου τῶ βασιλεῖ· οὐκ’ ἄλογον τοῦ ἀρ χιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν. πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως ἀνινως δὲ σκοπῶν τὰ ἀνθρώπινα· καὶ ἡγού μενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτε λείας. τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικεν, μὴ τῶν μὲν, πολυτελῶς τρεφομένων· τούτων δὲ ἀσκη τικῶς βιωτευόντων. διαφορά τις ἐν τοῖς προσώποις φανείη. καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη, παρὰ τοῦ τὰναν τία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδεν δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦ χος κηδεμόνα αὐτοῦ τὲ καὶ ἀνανίου, καὶ ἀζαρίου καὶ μισαὴλ· καὶ φησί· πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώμεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν. καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τρά πεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδης. ποίησον μετὰ τῶν παίδων σου· οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρό τερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι μαθεῖν· οὐχ ἥ κιστα δὲ. καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ ὅτι μὴ ἐσθίων. τῶν ἐσθιόντων καὶ τρυφώντων καὶ τῆς βασι λικῆς ἀπολαυόντων χλιδῆς. εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποίαν εὐσεβείας ὑπερ βολὴν καταλίπη· καλῶς δὲ καὶ τῶ πιθανῶ τὴν ἱκετείαν ἐκέρασεν· πείρασον γάρ φησι τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα. καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κ ἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς. τὸ μὲν δοκοῦν σοι κελεύσεις. ἡμεῖς δὲ οὐκ αντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα. καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσεν αὐτοῦ φησιν εἰς τὸ ῥῆμα τοῦτο. καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ. καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν. ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης. καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς, τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένω· τῆς γὰρ θείας χάριτος ἀπολαύοντες. ὤφθησαν ἀμείνω πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· κ αὶ ἐγένετο ἀμελασὰρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα· κ αὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ με μάθηκεν ὡς δυνατὸν καὶ νηστεία χρώμενον, σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν. προ θυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἐ πειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαί ως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καί φησι· τ οῖς παιδαρίοις τοῖς τέσσαρσιν. ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύ νεσιν καὶ φρόνησιν, ἐν πάση γραμματικῆ καὶ σοφία· οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνεν, ἀλλ’ ἐκ θείας χάριτος. καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστή μης ἀξιωθέντες. κρείττους ἁπάντων ἀνεδείχθησαν· κ αὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάση ὁράσει καὶ ἐνυπνίοις· π αιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν τε ἠδύνατο, τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκεν, τοῦτο παραδηλοῖ· ση δ ιδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς οὐκ οἶδεν ἡλικίας δια φορὰν ὁ τῶν ὅλων θεός θς , ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθείαν ζητεῖ· κἂν εὕρη ταύτην ἐν νέω, πολλῶν τοῦτον προ τίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσήφ ἐστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπι σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω· καὶ ἐπεφάνη, καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἀπόδειξιν δὲ, τῆς ἐπανθούσης τῶ μειρακίω χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς. εἰσή γαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον τοῦ ναβουχοδονό σορ, καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν. ὅμοιοι δανιὴλ καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτη σε παρ’ αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίο νας. ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους, τοὺς ὄν τας ἐν τῆ βασιλεία αὐτοῦ· ἀλλ’ ὁ μὲν ἀμελασὰρ ἤδει τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθεν πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθεν. τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης. ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀναλισκομένης· ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὕτως ὠφέλει αν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλε γέντων, ἀμείνους εὑρών· κάλλει μὲν καὶ μεγέθει, σώματος· σοφία δὲ καὶ συνέσει, ψυχῆς· ῥυθμῶ τε λόγων, καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποι ήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν, τὴν πείραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς οὐχ’ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρ χοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἁπάντων ἐθνῶν. ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς. ἐπήγαγεν· καὶ ἐγέ νετο δανιὴλ ἕως ἑνὸς ἔτους κύρου τοῦ βασιλέως· οὐ χ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον, δῆλον ποιῆσαι θελήσας τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν, καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀρι θμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει. ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν. ἐθεάσατο κύρον· καὶ ἐν τῶ παρόντι βίω παραψυχῆς ἀπήλαυσεν. τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῶ γὰρ τῶ πρώ τω ἔτει τῆς βασιλείας, ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξεν, καὶ τὸν θεῖ ον ἀναιγεῖραι νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαίου τοῦ προφήτου πρόρρησιν διδαχθείς· ἐκεῖ νος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ἱλημ οἰκοδομηθήση καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικισθήσεσθε· ὁ λέγων κύρω φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τ άδε λέγει κύριος κς τῶ χριστῶ μου κύρω· οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προπορεύσομαι προ προσώπου σου καὶ ὄρη ὀμαλιῶ· πύλας χαλκὰς συντρί ψω. καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θησαυροὺς σκο τεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοῖς βουλομένοις τῶν ἰουδαίων, τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων, τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γάρ φησι πρώτου κύρου τοῦ βασιλέως περσῶν· μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα πν κύρου του βασιλέως περσῶν, καὶ παρήγγειλεν κῦρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ. ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κῦρος ὁ βασιλεὺς περσῶν, πάσαις ταῖς βασιλείας τῆς γῆς· ἔδωκέ μοι κύριος κυ ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ἱερουσαλὴμ ἱλημ τῆ ἐν τῆ ἰουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λα οῦ αὐτοῦ· κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ. τὸν τῆς προφητείας διδάσκων χρό νον, ἐντέθεικε τοῖς οἰκείοις συγγράμμασι τὸ ἐγένετο δανιὴλ. ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑ μνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρία καὶ φιλανθρωπία φιλανια χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν :