πᾶσι ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν· εἰς δὲ τὸ βάθος καταδύνειν· καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν· ἴσως ἂν εἰκότως ἐνομίσθην· πάρεργον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν· πάντων εὐπετῶς πα ρ αὐτὴν τὴν ἀνάγνωσιν, τῆς προφητείας ἐφικνουμένων. ἐπειδὴ δὲ μίαν ἅ παντες φύσιν ἐλάχομεν· οὐκ ἴσην δὲ γνῶσιν πάντες ἐλάβομεν· ἑκάστωι γὰρ δίδοται φησὶν ὁ ἀπόστολος ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον καὶ ὧι μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας. ἄλλωι δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα . ἑτέρωι δὲ πίστις ἐν τῶι αὐτῶ αὐτῶν πνεύματι πνι καὶ τὰ ἑξῆς δὲ ὡς αὕτως κατὰ διαίρεσιν πάντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμ ματα ἔγγραφον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρα κελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς συγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτὰ φησὶ τοὺς υἱούς σου· καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τῶι νόμωι μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ αρχῆς· εἶτα διδάσκων πόθεν ταῦτα μεμάθηκεν· ὅσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν αὐτά· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων· νόμον γάρ φησὶν ἔθετο ἐν ἰσραήλ ἰηλ · ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν· τοῦ γνωρίσαι αὐ τὰ τοῖς υἱοῖς αὐτῶν· ὅπως ἂν γνῶ γενεὰ ἑτέρα υἱοὶ τεχθησόμενοι καὶ ἀνα στήσονται καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφελειαν δεικνὺς ἐπάγει ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ, ἐκζητήσω σι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι· χρέος δί καιον τοῖς μεθ’ ἡμᾶς γενομένοις καὶ ἐσομένοις, ὀφείλομεν· καὶ προσήκει τούτου τὴν αἴτησιν εὐγνωμόνως ποιεῖσθαι: οὐ μόνος δὲ ὁ θεῖος ἡμας διεγείρει νόμος ἀλλὰ καὶ πολλοὶ τῶν συνήθων ἡμᾶς λιπαρήσαντες, θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν, ὡς ἔνι μάλι στα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἴσως δὲ οὐδὲ τοῖς γνώσεως ἠξιωμένοις ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν νενομί κασιν ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες· βεβαιώσουσι τῆι κοινω νίαι τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατα θεσις κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην· ἐπὶ τοῦ παρόντος ἑρ μηνευειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες μὴ γένοιτο· ἅπαν τες γὰρ ἴσμεν αυτοὺς τοῦ θείου πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν ὅτι τὴν ἑρμηνείαν τούτου ἡμᾶς οἱ συνήθεις ἤιτησαν· καὶ προσῆκον ἡγούμεθα· ἣν ἠτήμεθα χάριν ταύτην δοῦναι τοῖς ἠιτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶι παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἥλασαν. ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀπο σχοινίζειν· καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναι δὲς μέν· οὐκ ἄπο σκοποῦ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶι σαφέστερον· τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισε παρουσίαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας· ἀλλὰ καὶ τὸν χρόνον προειρηκώς· καὶ τῶν μέχρι τῆς αὐτοῦ παρουσίας ἐτῶν ἐντεθεικὼς τὸν ἀριθμόν· καὶ ἅπαντα σαφῶς καταλέξας· τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ· εἰκότως ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν· ὡς οὐκέστι προφήτης ὁ ταῦτα καὶ μυρία ἄλλα χρησμολογήσας· ἀποχρην ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδέν εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θερά ποντας συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριὸς κς φησίν. εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσι· καὶ πάλιν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἀπε κάλεσαν πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ καὶ ἐκ πολλοῦ τοῦ περι όντος· τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν· πυθώμεθα αὐτῶν οὕτωσί· τί προφήτου ἴδιον εἶναι φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προει δέναι τὲ καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρη κεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ χριστοῦ χυ λόγον τέως ἐπίσχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν. εὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μα κεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πεί σ εται ὁ βαβυλωνίων βασιλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειθ’ ὅτι τούτους καταλύσας ὁ μακεδὼν· τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέτταρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τ ὴν ῆς βασιλεί αν ας · καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας τίς· μυρία ὅσα ἐργάσεται τοῖς ἰουδαίοις δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας· τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχὺν· καὶ ὅτι πάσας καταγωνι σαμένοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομιοῦνται δασμόν· τί δεῖ λέγειν περὶ τοῦ τῶν αἰγυπτίων· καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέως· καὶ ὅσα ἀλλήλους ἐργάσον ται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς επιγαμίας καὶ συγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλ λαγήν· τὸν τοίνυν ταῦτα πάντα προειρηκότα καὶ προεγνωκότα· καὶ ἀνά γραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα, πὼς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προ φητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια· ποῖα τῆς προφη τείας τὰ ἴδια· εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγων τὸ τάδε λέγει κύριος κς τού του χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας; τί τοιοῦτον ὁ πατριάρχ’ ἀβραὰμ εἰ πάτωσαν εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ τῶ γὰρ ἀβιμέλεχ φησί καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶι ἀνδρὶ ὅτι προφή της ἐστὶ καὶ προσεύξεται περὶ σοῦ· καὶ σωθήση σύ· καὶ πᾶς ὁ οἶκος σου· καὶ ὁ μα κάριος δὲ δαβὶδ δαδ περί τε ἑαυτοῦ καὶ τοῦ υἱέος· καὶ τοῦ ἐγγόνου φησίν. ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς λέγων· μὴ ἅπτεσθε τῶν χριστῶν μου· καὶ ἐν τοῖς προφή ταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουὴλ ὁ παιδόθεν νεωκόρος οὐ κατὰ τοὺς ἄλλους προφήτας τῆς προφητείας τὸ εἶδος ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων· ἢ διὰ μεθ’ ἡμερινῶν τινῶν ἀποκαλύψεων· προγνώ σε ις ἐνίας καὶ προρρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κἀ κείνοις ἀναφανδὸν· καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παράνοιαν· φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντίαν· προφήτης γὰρ καὶ προφήτης ἐπιθυμίαι καὶ πόθωι τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος· ἱδρῶσι καὶ πόνοις νηστείαι καὶ κακουχία τὰ ἐσόμενα διδαχθεὶς· καὶ διδαχθεὶς οὐ τίνα μόνοις ἰου δαίοις συμβήσεται ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν ἀλλὰ τῶν κοινῶν τῆς οἰ κουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προδιδάξας· σκοπή σατε τοίνυν εἰ μὴ λίαν ἄδικον· ἀβδιοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰδουμαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντα τῆς νινευὴ, τοῖς προφήταις ἐγκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς οὐδὲ περὶ ἔθνους βραχέος ἀλλὰ περὶ τῶν μεγίστων βα σιλειῶν προειρηκότα· χαλδαϊκῆς περσικῆς μακεδονικῆς· ῥωμαϊκῆς καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων· τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώ μονας· τὸν ναβουχοδονόσορ αἰδεσθῆναι τὸν δυσσεβῆ. τὸν θηριώδη τὸν βάρβα ρον τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα, ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῶι· καὶ γὰρ τῶι ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν· καὶ τὸ ἐνύ πνιον εἰπεῖν ὃ ἕτερος θεασάμενος ἐπελήσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀ κριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν ἀλλὰ διὰ τοῦ προφήτου τῶι τοῦ προφήτου πολεμεῖτε δεσπότηι. ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφή την γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν· καὶ τὸ τῆς προρρήσεως τέλος· αὐτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα· νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τούτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν πα ροινίαν καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίωι τῆς ὑμετέ ρας ἀναιδείας τοὺς ἐλέγχους ποιησόμεθα. ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν διελέγξει τὴν διάνοιαν· φέρε τοίνυν τήν τε ὑπὲρ ἡ μῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι. τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἴ θ’ οὕ τω τῆς καταλέξιν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς· ἐβασίλευσε δὲ τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μήνας ὅλους· καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασι λείαις καὶ ταῖς παραλειπομέναις· ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελεὶμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου βασιλεὺς φαραὼ, νεχὼ λαβὼν, ἀπήγαγεν εἰς αἴγυπτον ἐχειροτόνησε δὲ ἀντ αὐτοῦ βασιλέα τὸν ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος, ἕνδεκα ἔτη πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῶι τρίτωι τῆς τούτου βασιλείας ἔτει· ἐ πιστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς. ἔλαβε μὲν οὐκ ὀλίγους δοριαλώτους τῶν ἐπ εὐγενείαι λαμπρυνομένων. ἔλα βε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν· τῶν ταῖς θείαις λειτουργίαις ἀφιε ρωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶι ἰ ω ακεὶμ, ἀπῆρεν εἰς τὴν βαβυλῶνα εἶτα τούτου τὸν ὁρισθέντα φόρον ἐκτίσαι μὴ βουλομένου· πάλιν ἐπεστρά τευσε τοῖς ἱεροσολύμοις καὶ τὴν πόλιν ἑλὼν καὶ τοῦτον ἀνελὼν καθίστησιν ἀν ταὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ· ἐλιακεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα· ἰ ωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ἱερεμίας ὁ προφή της ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι κύριος κς · ἐὰν γενόμενος γένηται ἰεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα τῆς χειρός μου τῆς δεξιᾶς· ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου· ὧν σὺ εὐ λαβῆ ἀπὸ προσώπου αὐτῶν· εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος· πάλιν ὁ ναβουχοδο νόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς στρατείαν ἀποστείλας καὶ στρατηγὸν· τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγον εἰς τὴν βαβυλῶνα· τῶι δὲ σεδεκίαι θείωι πρὸς πατρὸς πρς αὐτοῦ ὄντι, τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα τὸν συγκείμενον φόρον οὐ δεδωκότος· μετὰ πολ λῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύμοις· τῶν βαβυλωνίων ὁ βασιλεύς· ἔ πειτα πολιορκήσας καὶ τῶι λιμῶι κατ’ αὐτῶν συμμάχω χρησάμενος καὶ μηχα νήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· αἵρει δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δοριαλώτους πυρὶ τήν τε πόλιν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ ὁ τῶν ὅλων θεός θς · ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παραν ό ο μίαν· οὐδὲ κολάζων παντελῶς αὐ τοὺς, τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆι ἰουδαίαι οἷόν τινας παιδονόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σαμαίου· καὶ ἱερεμίαν τὸν τοῦ χελκίου ἄνδρα ἱερωσύνηι καὶ προφητείαι λάμποντα· τοῖς δὲ κα τὰ τὴν πρώτην αἰχμαλωσίαν δοριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλε· καὶ ἰεζεκιὴλ καὶ ἀνανίαν· καὶ ἀζαρίαν καὶ μισαὴλ· ἵν’ ἔχοντες τῆς νομικῆς πολιτείας διδασκάλους ἀκριβεῖς μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην· ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς· καὶ φιλοσοφίας ἀναμιμνήσκοντας· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς , τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διὰ πάντων προθυμουμένους τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινας δι’ ὑμᾶς τοὺς προφήτας· ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγμα τευσάμενος σωτηρίαν σρίαν . τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους· ἐκεῖνα παθειν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν. ὃ ς νέος ὢν ἔτι καὶ ὥρα λάμπων σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφείς· καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν σοφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς· πολλὴν μὲν ἐκτήσατο παρὰ τῶι κρατοῦντι τὴν παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον· ὠφελείας κἀκείνωι γεγένηται πρόξενος· οὐκ ἐκείνωι δὲ μόνον· ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας· εἰς τοὺς ὑπηκόους παρέπεμψεν νόμον τεθεικὼς τὸν διαρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου κηρυττόμενον καὶ πρεσβευόμενον προσκυνεῖν θεόν θν · πότε μὲν οὖν εἰς βαβυλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος· οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τ ῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον μαθη σόμεθα τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν τῆς σαφηνειας ἀρξώμεθα: