λόγος ζ ὅρασις η ἐ ν τῶι πρώτω ἔτει βαλτάσαρ τοῦ βασιλέως χαλδαίων· δανιὴλ ἐνύ πνιον εἶδεν· καὶ αἱ ὅρασεις τῆς κεφαλῆς αὐτοῦ· ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ τὸ ἐνύπνιον ἔγραψε· μέχρι μὲν τούτων τῶν λόγων ὁ μακάριος δανιὴλ ἱστορικώτερον τὴν προφητείαν συνέγραψε· πρῶτον μὲν γὰρ εὐθὺς· ἀρξάμενος τὰ συμβεβηκότα αὐτοῖς δοριαλώτοις γεγενημέ νοις ἐδίδαξε προτέθεικε δὲ καὶ ὅσης παρὰ τοῦ θεοῦ θυ τῶν ὅλων κη δεμονίας ἀπήλαυσαν· ἔπειτα διηγήσατο ἡλίκας ὁ ναβουχοδονόσορ τῆς ὠμότητός τε καὶ ἀλαζονείας ἔδωκε δίκας· μετὰ ταῦτα οἵαν ὁ βαλ τάσαρ ἔτισε τιμωρίαν· τῶν ἱερῶν καταφρονήσας σκευῶν· τούτου δὲ θείαι πληγῆι καταλυθέντος καὶ εἰς μήδους τῆς βασιλείας μετατεθείσης, τὰ καθ’ ἁυτὸν καὶ τὸν δαρεῖον συνέγραψε· διδάξας ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη· οἵας δὲ αὐτὸς ὑπομείνας ἐπιβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν· τῆς θείας ἐπέτυχεν ἀντιλήψεως· ταῦτα οἱονεὶ συγγραφικῶς διηγησάμενος· ἄρχεται λοιπὸν διδάσκειν· ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχθη προρρήσεις· καὶ πρῶτον μὲν τίθησι τὴν τῶν τεττάρων θηρίων ἀποκάλυψιν· σφόδρα ἐοικυιαν τῶι τοῦ ναβουχοδονόσορ ἐνυπνίωι· καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾶ· τέτταρας ἐθεάσατο ὕλας· καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς, τέτταρα ἀνιόντα θηρία· ἀλλ’ ἵνα μὴ δὶς ταῦτὰ λέγειν ἀναγκασθῶμεν· τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα· σαφέστερον γὰρ ἐκεῖθεν τοῦτο δειχθήσεται· ἐν τῶι πρώτωι ἔτει βαλ τάσαρ βασιλέως χαλδαίων· δανιὴλ ἐνύπνιον εἶδε καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· τουτέστι καθεύδων τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο· ἐπειδὴ γὰρ μέλλει ἃ καὶ μεθ’ ἡμέραν εἶδεν συγγράφειν, εἰκότως ἡμᾶς διδάσκει· τίνα μὲν ὄναρ εἶδεν· τίνα δὲ ὕπαρ· καὶ τὸ ἐνύπνιον φησὶν ἔγραψεν· οὐ γὰρ ἠνέσχετο κρύψαι τὰ θεόθεν αὐτῶι δειχθέν τα· ἀλλ’ εἰς ὠφέλειαν ἁπάντων συνέγραψεν· ἀρχὴ λόγων αὐτοῦ· καὶ ἀπο κριθεὶς εἶπεν ἤρξατο φησὶν τῆς διηγήσεως οὕτω· καὶ ἐγὼ δανιὴλ ἐθεώ ρουν ἐν ὁράσει μου τῆς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐ ρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην· καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης· διαφέροντα ἀλλή λων· ὁ μὲν οὖν ναβουχοδονόσορ εἰκόνα βλέπει διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον· καὶ ὅτι σχήματα μᾶλλον εἰσὶν ἧ φησιν ὁ θεῖος ἀπόστολος· ἀλλ’ οὐ πράγματα οὐδὲν γὰρ αὐτῶν μόνιμον οὐδὲ βέβαιον· ἀλλὰ πάντα διαρρεῖ καὶ φθείρεται καὶ μαραίνεται· ὁ δὲ μακάριος δανι ὴλ θάλασσαν βλέπει· τοῦ παρόντος βίου τὰ κύματα διδασκόμενος· ἐπειδὴ γὰρ τὴν ξένην οἰκεῖν ἠναγκάζετο δοριάλωτος γενονὼς, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδάσκεται· καὶ ὁ μὲν βασιλεὺς ὡς μέγα φρονῶν· ἐπὶ χρυσῶι καὶ ἀργύρωι· καὶ χαλκωι καὶ σιδήρωι· διὰ τούτων λαμβάνει τὰ τῶν βασιλειῶν αἰνίγματα· καὶ τὰς τῶν βασιλέων μανθά νει διαδοχάς· καὶ διδάσκεται μὴ μεγάλα φρονεῖν ἐπὶ τῆι βασιλείαι ὀξύρρο πον ἐχούση μεταβολήν· ὁ δὲ προφήτης ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν· τέσσαρα θηρία βλέπει· διδασκόμενος ὡς αἱ φοβεραὶ αὗται βασιλεῖ αι· αἱ πάντας ἀνθρώπους ἀνους δεδιττόμεναι· τέλος λήψονται καὶ αὗται· μία δὲ μόνη ἀτελεύτητος μένει βασιλεία· ἣν τοῖς ἁγίοις εὐτρέπισεν ὁ τῶν ὁλῶν θεός θς · θάλατταν τοίνυν καλεῖ τὸν βίον ἅτε δὴ μυρίας ἔχοντα τρικυμίας· ἀνέμους δὲ ταύτηι προσβάλλοντας τὰς τῶν πραγμάτων μεταβολάς· καθάπερ γὰρ νότου μὲν πνέοντος ἐπὶ τὸ ἀρκτῶιον μέρος δια τρέχει τὰ κύματα βορέου δὲ κινοῦντος τὴν θάλασσαν, ἔμπαλιν τὸ ῥόθιον ἐ πὶ τὸ νότιον μέρος ὠθεῖται· οὕτως ἡνίκα μὲν ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας· πρὸς ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπηκόους· μεταβάσης δὲ τῆς βασιλείας εἰς πέρσας· μετέβη πάλιν καὶ τῶν ὑπη κόων πρὸς ἐκείνους ὁ δρόμος. μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων· ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκοον πρότερον τούτοις προσέφερον τὸν συνήθη δασμόν· ἐπειδὴ δὲ ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος· εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅπαντες μακεδόνων οὐδένα ποιούμενοι λόγον· τοῖς γὰρ ὑπηκόοις καὶ αὐτοὶ συνη ρίθμηνται· εἰκότως τοίνυν τὰς τῶν πραγμάτων μεταβολὰς, ἀνέ μοις ἀπείκασεν· οἳ νῦν μὲν ὧδε νῦν δὲ ἐκεῖσε τῆς θαλάττης συνὤθοῦ σι τὰ κύματα· τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέμων. ἐπειδὴ καὶ τέσσαρες γεγόνασι τῶν βασιλειῶν διαδοχαί· διδάσκει δὲ ἡμᾶς· καὶ ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν· τὸ πρῶτον γάρ φησιν ὡσεὶ λέαινα· καὶ πτερὰ αὐτῆ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆι· τῶν ἀσσυρίων ἠτ’ οὖν χαλδαίων βασιλείαν· αὐτὴ γὰρ πρώτη τοῦ πλείστου τῆς οἰκουμένης ἐ κράτησεν· ἣν διὰ τῆς λεαίνης ἠινίξατο· βασιλικὸν γὰρ τὸ ζῶιον· καὶ τὰ πτερὰ δὲ ἀετῶι ἐοικίναι φησίν· καὶ γὰρ τοῦτο τὸ ζῶιον τῶν πτηνῶν ἁπάντων κρατεῖ· ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνης ὁ ναβουχοδονόσορ τὴν κεφα λὴν ἔφη τεθεᾶσθαι χρυσῆν· ἑρμηνεύων δὲ ὁ θειότατος δανιὴλ ἔφη· ἡ κεφα λὴ ἡ χρυσῆ σὺ εἶ βασιλεῦ· οὕτω κἀνταῦθα τῶν θηρίων τὸ κράτιστον ἐπὶ τῆς πρώτης τέθεικε βασιλείας· οὐκ ἰσχὺν αὐτηι πλείονα προσμαρτυρῶν ἀλλ’ ὡς πρώτην τιμιωτέραν ἀποφαίνων· ἀλλ’ ὅμως εἶδεν ὡς ἐξετά λη αὐτῆς τὰ πτερά τουτέστι γυμνὴ τῶν ὑπηκόων ἁπάντων ἐγένετο καὶ τῆς προτέρας ἐστερήθη δυνάμεως· καὶ ἐξήρθη φησὶν ἀπὸ τῆς γῆς· ἀντὶ τοῦ βασι λεύειν ἐπαύσατο· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου ἐστάθη· ἴση φησὶν τοῖς ὑπηκόοις ἐγένετο· καὶ καρδία ἀνθρώπου ἀνου ἐδόθη αὐτῆι· μεμάθηκε φησὶν διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν. καὶ μὴ ὑπερβαίνειν τῆι φαντασία τῆς διανοίας, τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ ἡνίκα τὰ τῆς βασιλείας κατεῖχον πηδάλια· τύφον ἐνόσουν καὶ ἀλαζονείαν ἀμετρον· διὸ καὶ ὁ μακάριος ἡσαΐας φησίν· ἐπάξει ὁ θεὸς θς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυρίων· εἰκότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῆι πείρα μαθόντες· καὶ τῆς εὐημερίας τὸ σφαλερὸν, ἀπὸ ἀνθρώ πινα φρονοῦσι καὶ ἑαυτοὺς γινώσκουσι καὶ καρδίαν ἀνθρωπίνην ἐκτήσαντο· οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου· ἐπάγει δέ· καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκτωι· καὶ εἰς μέρος ἓν ἐστάθη· καὶ τρία πλευ ρὰ ἐν τῶι στόματι αὐτῆς· ἀναμέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕ τως ἔλεγον αὐτῆι· ἀνάστα φάγε σάρκας πολλάς· τὴν περσικὴν ἐν ταῦθα βασιλείαν αἰνίττεται· ἄρκω δὲ αὐτὴν ἐοικέναι φησὶν· διὰ τὸ τῶν τιμωριῶν ὠμὸν καὶ ἀπηνές· βαρβάρων γὰρ ἁπάντων ὠμότεροι περὶ τὰς τιμωρίας οἱ πέρσαι· ἐκδοραῖς χρώμενοι καὶ τῆι κατὰ μέρος τῶν μορίων ἐκτομῆι μακρὰς τὰς κολάσεις μηχανώμενοι καὶ πικρὸν κατασκευάζοντες τοῖς κολαζομένοις τὸν θάνατον· διὰ τοῦτο φησὶ· καὶ ἔλεγον αὐτῆι· ἀνάστα φάγε σάρκας πολλάς· οὐκ ἐπιτρέποντες τοῦτο ποιεῖν· ἀλλὰ προλέγοντες τὰ ἐσόμενα καὶ τὸ ὠμὸν καὶ ἀνήμερον προσμαρ τυροῦντες· τρία δέ φησι πτερὰ ἐν τῶι στόματι αὐτῆς· τῶν τριῶν γὰρ τῆς οἰκουμένης τμημάτων ἐκράτησε· τοῦ ἑώου καὶ τοῦ βορείου καὶ τοῦ νοτίου· κῦρος μὲν γὰρ ὁ πρῶτος περσῶν βασιλεύσας τὸ ἑῶι ον ἅπαν μέχρι τοῦ ἑλλησπόντου· ἐφ’ ἑαυτὸν ἐποιήσατο· καμβύσης δὲ ὁ τούτου παῖς καὶ τὴν αἴγυπτον ἐχειρώσατο· καὶ αἰθίοπας ὑπηκό ους ἀπέφηνε· δαρεῖος δὲ ὁ τοῦ ὑστάσπου· σκυθῶν τῶν νομάδων ἐκράτη σεν οἳ τὸ βόρειον ἔλαχον μέρος τῆς οἰκουμένης οἰκεῖν· ξέρξης δὲ ὁ δαρείου· ἐπεχείρισε μὲν καὶ τὴν εὐρώπην· τοῖς ὑπηκόοις συνάψαι· ναυμαχία δὲ ἡττηθεὶς ἀθηναίων αἰσχρῶς ἀνέστρεψε· καὶ τὴν ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθε βλάβην· τούτου χάριν φησὶ τρία πτερὰ ἐν τῶι στόματι αὐτῆς· ἔνια δὲ τῶν ἀντιγράφων πλευρὰ ἔχει· οὐδὲν δὲ διαφέρει· εἴτε γὰρ τοῦτο εἴτε ἐκεῖνο τεθείη· διδάσκει ὡς τὰ τρία τμήματα τῆς οἰκουμένης καρποῦται· καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον· καλῶς δὲ καὶ τὸ ἐν τῶι στόματι αὐτῆς προστέθεικεν ἵνα δείξη, τὴν παρὰ πάντων χορηγουμένην εἰσφοράν· καὶ ἐπειδὴ οὐ παντάπασιν ἡ βασιλεία αὕτη κατελύθη· ἀλλὰ μοῖραν τινὰ τῆς προτέρας ἡγε μονίας διέμεινεν ἔχουσα· οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν ἅπερ ἡ πρὸ αὐτῆς πέπονθε τῶν πτερῶν στερηθεῖσα καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἀνου σταθεῖσα· καὶ καρδίαν ἀνθρώπου ἀνου λαβοῦσα. εἶπεν δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος. εἰς ἓν δὲ φησὶ μέρος ἐστάθη κρατήσασα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων· ἀ πεστερήθη μὲν τοῦ πλείστου· ἑνὸς δὲ μέρους τὴν ἡγεμονίαν κατέσχε· κρατοῦσα γὰρ τῆς ἀσίας πάλαι ἁπάσης καὶ τῆς λιβύης· ἀπεστερή θη μὲν τῆς αἰγύπτου καὶ τῆς αἰθιοπίας· οὐκέτι δὲ παλαιστινῶν καὶ φοινίκων καὶ σύρων κρατεῖ· ἀφήιρηται δὲ καὶ τῆς ἀσίας τὴν ἡγεμονίαν. καὶ ὁ εὔξεινος δὲ πόντος, ἔξω τῶν σκήπτρων γεγένηται· κρατεῖ δὲ μόνης περσίδος καὶ μηδίας· καὶ ἀσσυρίας καὶ τῶν πλησιοχώρων ὀλίγων ἐθνῶν· διὰ τοῦτό φησὶν ὅτι εἰς ἓν μέρος ἐστάθη· ταῦτα καὶ περὶ τοῦ δευτέρου διηγησάμενος θηρίου· ὀπίσω φησὶ τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις· καὶ αὐτῆι πτερὰ τέσσαρα πετει νοῦ ὑπεράνω αὐτῆς καὶ τέσσαρες κεφαλαὶ τῶι θηρίωι καὶ ἐξουσία ἐδόθη αὐτῆι· τὴν μακεδονικὴν βασιλείαν διὰ τούτων αἰνίττεται· καὶ μάλα προσφόρως· παρδάλει τὸν ἀλέξανδρον ἀπείκασε· διὰ τὸ βραχὺ καὶ ὀξὺ καὶ ποικίλον· τέτταρα δὲ πτερὰ πετεινοῦ ἔφη τὸ θηρίον ἐσχηκέναι· ἐπειδὴ πτηνοῦ δίκην ὁ ἀλέξανδρος τὰ τέτταρα τῆς οἰκουμένης δια δραμὼν τμήματα πάντας ὑφ’ ἑαυτὸν ἐποιήσατο· διὰ δὲ τῶν τεττάρων κεφαλῶν· τὴν μετὰ τὸν ἀλέξανδρον γενομένην ἠινίξατο τῆς ἡγεμο νίας διαίρεσιν· τέσσαρες γὰρ ἀνθ’ ἑνὸς κατέστησαν βασιλεῖς· καὶ πτο λεμαῖος μὲν ὁ λάγου, τῶν κατ’ αἴγυπτον ἐνεχειρίσθη τοὺς οἴακας σέ λευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμονίαν ἰθύνειν ἐπιστεύθη· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτησε· τῆς δὲ μακεδονίας ὡς τινες ἔφαςαν, ἀντίπατρος· ὡς δὲ ἕτεροι φίλιππος ὁ καὶ ἀριδαῖος αὐτοῦ ἀλεξάν δρου ἀδελφός· αἱ μὲν οὖν τέσσαρες κεφαλαὶ τὰς μετὰ τὸν ἀλέξανδρον τέσσαρας ἡγεμονίας αἰνίττονται· τὰ δὲ τέσσαρα πτερὰ αὐτὴν τοῦ ἀλεξάνδρου τὴν δυναστείαν τῶν τεττάρων τῆς οἰκουμένης περιγε νομένην τμημάτων· ἐξουσίαν δὲ ἔφη δεδόσθαι τῶι θηρίωι· ἐπειδὴ καὶ ὧν οἱ πρὸ αὐτοῦ ἐκεκρατήκεσαν, οὗτος ἐδείχθη κρατῶν· ἀλλ’ ὅμως καὶ ἡ πάντων περιγενομένη βασιλεία τέλος ἐδέξατο· ὀπίσω γὰρ τούτου φησὶν ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς· καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον περισσῶς· καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι· ἤσθιε καὶ ἐλέπτυνε· καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει· καὶ αὐτὸ διέφερε περισσῶς· παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· τὸ τέταρτον θηρίον τὴν ῥωμαϊκὴν καλεῖ βασιλείαν· ὄνομα δὲ αὐτῶι οὐ τίθησιν ἐπειδὴ ἐκ πλειόνων ἐθνῶν ἡ ῥωμαίων συγκροτηθεῖσα πόλις τῆς οἰ κουμένης ἐκράτησε· πρῶτον μὲν βασιλευομένη· εἶτα τοτὲ μὲν δημο κρατουμένη· τοτὲ δὲ ἀριστοκρατουμένη· ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν· φοβερὸν δὲ λέγει τὸ θηρίον καὶ ἔκθαμβον περισσῶς· ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βασιλειῶν δυνατωτέρα αὕτη ἡ βασιλεία καθίσταται· καὶ ἐπὶ τῆς εἰκόνος δὲ τετάρτην ὕλην τὸν σίδηρον τέθεικε· καὶ ἐπήγαγεν· ὥσπερ τοίνυν ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτω πάντα λεπτυνεῖ καὶ δαμάσει καὶ ἐνταῦθα δὲ φησὶν οἱ ὀδόντες τοῦ θηρίου σιδηροῖ· ὡς εἶναι δῆλον ὅτι τὴν αὐτὴν κἀν ταῦθα κἀκεῖ βασιλείαν αἰνίττεται· ἤσθιε φησὶ καὶ ἐλέπτυνε· καὶ γὰρ τῶι ὄντι μείζους ἐπετέθησαν ὑπὸ ῥωμαίων τοῖς ὑπηκόοις οἱ φόροι· καὶ τὰ ἐπίλοιπα φησι τοῖς ποσὶν αὐτοῦ συνεπάτει· πόδας δὲ τῆς βασι λείας τὴν στρατίαν αἰνίττεται· ὑφ’ ὧν οὐ μικραὶ ζημίαι· τοῖς τε τὰς πόλεις οἰκοῦσι καὶ τὰς χώρας ἐπάγονται· καὶ αὐτὸ διέφερε πε ρισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν, πάντα· δυνατωτέρα γὰρ καὶ περιφανεστέρα ἡ ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη· καὶ κέρατα αὐτῶι φησὶ δέκα· σημαίνει δὲ ἐνταῦθα ὅτι περὶ τὸ τέλος τῆς βασιλείας δέκα κατὰ ταυτὸν ἀναστήσονται βασιλεῖς· ὧν οἱ μὲν ἔσονται δυνατοὶ οἱ δὲ λίαν ἀσθενεῖς· τοῦτο γὰρ καὶ ἐν τῶι τῆς εἰκόνος ἐνυπνίωι ἐδίδαξε· καὶ γὰρ ἐκεῖ καὶ οἱ δάκτυλοι τῶν ποδῶν δέκα· καὶ αὐτοὶ μέρος μέν τι εἶχον σιδήρου· μέρος δέ τι ὀστράκου· ἑρμη νεύων δὲ ἔφη ὁ μακάριος δανιήλ· ὡς τῆς βασιλείας μέρος μέν τι ἔσται ἰσχυρόν· μέρος δέ τι ἀσθενές· ὡς εἶναι δῆλον ὅτι τὰ αὐτὰ σημαί νει· ἄμφω τὰ ἐνύπνια· καὶ κέρατα αὐτῶι φησὶ δέκα· προσενόουν φησὶ τοῖς κέρασιν αὐτοῦ καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν θεωρητὸν ἀνέβαινε ἐν μέσω αὐτῶν· καὶ τρία τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἀνου τῶι κέ ρατι τούτωι· καὶ στόμα λαλοῦν μεγάλα· καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους· ἐνταῦθα τὸν ἀντίχριστον αἰνίττεται· μεταξὺ τῶν δέκα κεράτων ἀναφαινόμενον· λέγει δὲ ὅτι καὶ τρία κέρατα ἐξερρίζωσε τῶν ἔμπροσθεν αὐτοῦ· αἰνίττεται δὲ ὅτι καὶ τρεῖς βασιλεῖς καταλύσει ἀπὸ τῶν δέκα· τῶν κατὰ ταυτὸν βασιλευόντων· μικρὸν δὲ αὐτὸν κέρας καλεῖ ὡς ἀπὸ μικρᾶς φυλῆς τῆς ἰουδαίων φυόμενον· θεωρητὸν δὲ ὡς ἐπίσημον μετὰ ταῦτα γινόμενον· διὰ δὲ τῶν ὀφθαλμῶν. τὴν φρόνησιν καὶ τὴν πανουργίαν ἠνίξατο· ἧι χρώμενος ἐξαπατήσει πολλούς· ἀλλὰ καὶ στόμα φησὶ λαλοῦν μεγάλα· τουτέστιν ἀλαζονικὰ καὶ ὑπέ ρογκα· σαφῶς δὲ ἡμᾶς ὁ μακάριος παῦλος τοῦτο διδάσκει λέγων· μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθη ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῆ ὁ ἄνθρωπος ἀνος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάν τα λεγόμενον θεὸν θν ἢ σέβασμα· ὥστε καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ θυ εἰσελθόντα καθίσαι· ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ θεός θς · τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη δανιήλ· καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων· πάντα γὰρ πραγματεύεται· κοινωνοὺς τῆς τε πο νηρίας καὶ τῆς τιμωρίας πάντας ἀνθρώπους λαβεῖν ἐφιέμενος· ἀλλὰ ταῦτα ποιῶν φησὶν οὐκ ἐπὶ πολὺ διαρκέσει· ἀλλ’ ὡς τάχιστα κατα λυθήσεται· ἐθεώρουν γάρ φησιν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς εκάθη, το ἡμερῶν ἐκάθισε· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν. καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῶι καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῶι κριτήρϊον ἐκά θισε καὶ βίβλοι ἀνεώχθησαν· ἐκεῖνα φησὶν ἅπαντα ἐτόλμα τὸ κέρας· λαλοῦν δὲ μεγάλα καὶ ἀλαζονικὰ καὶ ὑπέρογκα· καὶ τοῖς ἁγίοις πολεμοῦν· ἕως ἐκάθισε τὸ κριτήριον· προσήκει δὲ εἰδέναι· ὅτι ἀσώματος ὢν ὁ θεὸς θς ἁπλοῦς τε καὶ ἀσυνθετος περιγραφὴν οὐδεμίαν δεχόμενος ἀλλ’ ἀπερίγραφον ἔχων τὴν φύσιν· σχηματίζει πολλάκις πρὸς τὸ χρήσιμον ὡς ἐθέλει τὰς ὀπτασίας· καὶ ἔστιν ἰδεῖν. ἑτέρως μὲν αὐτὸν ἐπιφαινόμενον τῶι ἀβραὰμ· ἑτέρως δὲ τῶι μωσῆι· καὶ ἄλλως τῶι ἡσαΐαι καὶ τῶι ἰζυκιὴλ δὲ ὡσ αὕτως ἑτέραν ὄψιν ὑπέδειξεν· ὅταν τοίνυν τὴν τῶν ἀποκαλύψεων ἴδης διαφορὰν μὴ πολύμορφον ὑπο λ άβης τὸ θεῖον· ἄκουσον δὲ αὐτοῦ λέγοντος διὰ ὠσηὲ· ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· ὡμοιώθην εἶπεν οὐκ ὤφθη· ὡς γὰρ βούλεται σχηματίζει τὰς ὄψεις ὥσπερ ἀμέλει καὶ ὁ μακάριος ἰεζεκιὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πυρὸς συγκείμενον τὸν ὀφθέν τα διηγησάμενος, τὴν ἀποκάλυψιν ἐπήγαγε. τοῦτο ὁμοίωμα δόξης κυρίου κυ · καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν κύριον κν οὔτε αὐτὴν τὴν τοῦ κυρίου κυ τὴν δόξαν· ἀλ λὰ τὸ ὁμοίωμα τῆς τοῦ κυρίου κυ δόξης· καὶ ἐνταῦθα τοίνυν ὁ μακάριος δα νιὴλ διὰ μὲν τοῦ παλαιοῦ τῶν ἡμερῶν· διδάσκεται τὸ αἰώνιον οὕ τω γὰρ καί τινες τῶν ἑρμηνευτῶν νενοηκότες ἀντὶ τοῦ παλαιοῦ τῶν ἡμερῶν. ὁ παλαιῶν τὰς ἡμέρας τεθείκασιν· ὁρᾶ τε καὶ τῆς τριχὸς τὴν καθαρότητα καὶ τῶν ἐνδυμάτων τὴν λαμπρό τητα· τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον· οὐ μόνον τῆς θείας φύσεως ἀλ λὰ καὶ τῶν περὶ αὐτὸν νοουμένων διδασκόμενος· τουτέστι· δικαιο σύνης προνοίας κηδεμονίας κρίσεως· ἐπειδὴ γὰρ εἶδεν τὸ κέρας· ἀλαζονικοῖς μὲν χρώμενον λόγοις· τοῖς τε τοῦ θεοῦ θ θεράπουσι μυ ρίας καττύον ἐπιβουλὰς, διδάσκεται τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος· ὡς οὐ παρορῶντος τοῦ θεοῦ θυ ταῦτα τολμᾶται· ἀλλὰ διὰ τὴν ἄρρητον συγχωροῦντος οἰκονομίαν· καὶ ἵνα μή τις πάλιν ὑπολάβοι βούλεσθαι μὲν τὸν θεὸν θν ἅτε δὴ ἀγαθὸν ὄντα τοῖς ἁγίοις ἐπαμύνειν. μὴ δύνασθαι δὲ ὁρᾶ καὶ τὸν θρόνον ἐκ φλογὸς κατεσκευασμένον· καὶ τοὺς τροχοὺς ὡσαύτως πυρὸς ἔχοντας φύσιν· καὶ ποταμὸν πυρὸς τὸν θρόνον ἕλκοντα· καὶ χιλίας μὲν χιλιάδας λειτουργού σας μυρίας δὲ μυριάδας παρεστώσας· καὶ διὰ τούτων μὲν τὸ δυνα τὸν διδάσκεται τοῦ θεοῦ θυ · δι’ ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον· διὰ δὲ τῆς παλαιότητος τὸ αἰώνιόν τε καὶ σοφόν καὶ ἥμερον· τού τοις ἐπάγει· κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεώχθησαν· ἀντὶ τοῦ κρίσεως λοιπὸν ἐδοκίμασεν εἶναι καιρὸν. καὶ ἀνέπτυξε τῶν ἑ κάστωι πεπραγμένων τὴν μνήμην· βίβλους γὰρ τὰς μνήμας καλεῖ· εἰ δέ τις καὶ τὴν τοῦ κυρίου κυ ὑπόσχεσιν ἡγεῖται ταῦτα αἰνίτ τεσθαι· ἣν τοῖς ἀποστόλοις ἔδωκε· τεθήσονται λέγων δώδεκα θρόνοι καὶ καθεσθέντες κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ ἰσραὴλ ἰηλ οὐδὲν ἀπεικὸς ὑπολαμβάνει· ἀψευδὴς γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελία· ἐθεώρουν φησὶ ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων ὧν τὸ κέρας ἐκεῖνο ἐ λάλει· θεωρῶν ἤμην ἕως ἀνηιρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς κατάκαυσιν πυρός· διὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανίαν τοῦ κριτηρίου φησὶ γενομένου· κατελύθη καὶ ἡ τετάρτη φησὶ βασιλεία· κ αὶ τὸ σῶμα τοῦ θηρίου ἐδόθη εἰς καῦσιν πυρός· προσήκει δὲ ἐπισημήνασθαι· ὅτι οὐχ ἁπλῶς εἶπεν ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρός ἀλλὰ τὸ σῶμα αὐτοῦ· ἐπειδὴ γὰρ διὰ τοῦ θηρίου πᾶσαν τὴν βασιλείαν αἰνίττεται· ἐν δὲ τῆι βασιλείαι οἱ μέν εἰσιν εὐσεβείας τρόφιμοι· οἱ δὲ κακίας ἐργά ται· καὶ τοὺς μὲν πνευματι πνι κοὺς τοὺς δὲ σαρκικοὺς προσαγορεύειν εἰώθαμεν τῆι θείαι γραφῆι πειθόμενοι· εἰκότως οὐκ εἶπεν τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρός· ἀλλὰ τοῦ θηρίου τὸ σῶμα τουτέστι τοὺς παχυτέρους καὶ σαρκικοὺς· καὶ πνευματι πνι κὸν πεφρονηκότας οὐδέν· καὶ τῶν δὲ λοιπῶν θηρίων μετεστάθη ἡ ἀρχὴ καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ· τῶν γάρ φησιν ἄλλων θηρίων ἤδη πέπαυτο ἡ ἀρχὴ· οἱ καὶ πολλῶν ἐτῶν περίοδον ἐν τῶι κρατεῖν κατανάλωσαν· φανερὸς γὰρ ἑκάστωι εἰς τὸ βασιλεύειν ὡ ρίσθη καιρός· τούτων δέ φησιν οὕτω γινομένων καὶ τῶν μὲν ἄλλων βα σιλεῶν ἤδη πρότερον παυσαμένων· τῶν δὲ τῆς τετάρτης βασιλείας τιμωρίας ἀξίων τῶι πυρὶ παραδοθέντων· ἐθεώρουν φησὶν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἀνου ἐρχόμενος ἦν· καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῶι καὶ αὐτωι ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῶι δουλεύσουσι καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθα ρήσεται· ἀληθῶς εἰς καιρὸν εἴποι τις ἂν πρὸς ἰουδαίους ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν· ὄψις πόρνης ἐγένετό σοι ἀπηιναισχύν τησας πρὸς πάντας· τί γὰρ τούτων σαφέστερον τῶν λόγων εὐαγγελι κῶς γὰρ τῶι ὄντι μᾶλλον καὶ ἀποστολικῶς, ἢ προφητικῶς καὶ αἰνιγματωδῶς ταῦτα ὁ προφήτης ἐκήρυξεν· ὅπερ γὰρ ὁ κύριος κς ἐν τοῖς εὐαγγελίοις λέγει ὅτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ οὐνου μετὰ ἀγγέλων· καὶ ὁ μακάριος παῦλος ὅτι ὁ κύριος κς ἐν κελεύσμα τι ἐν φωνῆι ἀρχαγγέλου· καὶ ἐν σάλπιγγι θεοῦ θυ καταβήσεται ἀπ’ οὐρανοῦ· καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι· καὶ οἱ περιλειπόμενοι ἡμεῖς οἱ ζῶν τες, ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα καὶ οὕτω πάντοτε σὺν κυρίωι κωι ἐ σόμεθα· τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μακάριος δανιὴλ· τὴν δευ τέραν σωτῆρος ἐπιφάνειαν προθεσπίζων· υἱὸν μὲν ἀνθρώπου ἀνου σαφῶς ἀποκαλῶν· δι’ ἣν ἀνέλαβε φύσιν· ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν ἵνα δείξη τὴν ἐξουσίαν· λαμβάνοντα δὲ τὴν τιμὴν καὶ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν ὡς ἄνθρωπον ἀνον · τοῦτο γὰρ καὶ ἐν τῶι δευτέρωι ψαλμῶι ἐκ προσώπου αὐτοῦ τοῦ κυρίου κυ ὁ μακάριος λέγει δαβίδ δαδ · κύριος κς εἶπεν πρός με υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· τοῦτο γὰρ καὶ ὁ μακάριος λέγει δανιήλ πάντες γάρ φησι φυλαὶ γλῶσσαι λαοὶ, αὐτῶι δουλεύσουσι· καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥ τις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· οὕτω συγγράψας τὴν ἀποκάλυψιν ἐπήγαγεν· ἔφριξε τὸ πνεῦμά πνα μου· ἐγὼ δανιὴλ ἐν τῆι ἕξει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με· ἥ τε γὰρ ὄψις φύσει φρικώδης ἦν καὶ ἡ ἄγνοια τῶν αἰνιγμάτων ἐκύκα μου τὴν διάνοιαν· καὶ θορύβων ἐπλήρου· προσῆλθον τοίνυν ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀ κρίβειαν ἐζήτουν παρ αὐτοῦ, περὶ πάντων τούτων· ἑστηκότας λέγει τὰς χιλίας χιλιάδας καὶ μυρίας μυριάδας δι ὧν οὐκ ἀριθμὸν εἶπεν ῥητὸν ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος· τῶν τε λειτουρ γούντων καὶ τῶν παρεστηκότων· οἱ μὲν γὰρ τιμιώτεροι οὐχ εἱστήκασι μό νον· ἀλλὰ καὶ λειτουργεῖν ἐκελεύοντο· οἱ δὲ λοιποὶ τῆι μετα δέους στά σει τὴν δουλείαν ἐμήνυον· καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων δικαστη ρίων· οἱ μὲν τῶν ὑπηκόων ἱστᾶσι φοβερώτερον δεικνύντες τὸ δι καστήριον· οἱ δὲ ἐξίασί τε καὶ εἰσίασι τῶι δικαστῆι τὰς ἀποκρίσεις κο μίζοντες, οὕτως ἐν τῶι φοβερωτάτωι δικαστηρίωι εἶδεν ὁ δα νιὴλ· τὰς μὲν μυριάδας παρεστώσας τὰς δὲ χιλίας χιλιάδας λειτουρ γεῖν ἐμπεπιστευμένας προσελθὼν τοίνυν καὶ ἐρόμενος τίς ἡ τῆς ἀπο καλύψεως ἑρμηνεία. ἔμαθεν παρά τινος τῶν ἑστώτων τὴν ἀλήθειαν· ἔφη γάρ μοι ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς· αἳ ἀρθήσονται καὶ παραλή ψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος· καὶ ἕως αἰῶνος τῶν αἰώνων· προσέχειν ἀκριβῶς δεῖ ὅτι κἀνταῦθα τέσσαρας βασιλείας εἶπεν· καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας καὶ μὴ νομίζειν τὸ ὄστρακον ἑτέραν εἶναι βασιλείαν παρὰ τὸν σίδηρον· καὶ γὰρ ἐκεῖ τὸ τέλος τῆς σιδηρᾶς βασιλείας ἀσθενέστερον ἔφη· καὶ ἐν ταῦθα ὡσαύτως τρία κέρατα ἔφη ἐκριζωθῆναι· ἀπὸ τῶν δέκα ὡς ἀσθενέστερον δῆλον ὅτι διακείμενα· αὗται τοίνυν φησὶν αἱ βασιλεῖαι δια λυθήσονται· καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασιλεία τοῖς τοῦ θεοῦ θυ ἁγίοις δο θήσεται· ἐκείνην τοίνυν φησὶ ποθῶν· μηδὲν ἡγοῦ τοῦ παρόντος βίου τὰς βασιλείας οὐκ εἰς μακρὰν δεξομένας τὸ τέλος εἶτα φησὶν· ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον καὶ φοβερὸν περισσῶς οἱ ὀδόντες αὐτοῦ σιδηροῖ· καὶ οἱ ὄνυ χες αὐτοῦ χαλκοῖ· ἤσθιον καὶ ἐλέπτυνον· καὶ τὰ λοιπὰ τοῖς ποσὶν αὐτοῦ· κατεπάτει· ἐπισημήνασθαι δεῖ ὅτι τοὺς μὲν ὀδόντας σιδηροῦς λέ γει· τοὺς δὲ ὄνυχας χαλκοῦς· ἡ μὲν γὰρ ῥωμαίων βασιλεία τὸν παρὰ πάντων δέχεται φόρον· διὸ τοὺς ὀδόντας ἔφη σιδηροῦς· ἐπειδὴ δὲ καὶ ἐκ τῆς μακεδονικῆς βασιλείας πολλοὶ εἰς τὴν ὁπλιτικὴν τελοῦσι στρατείαν· ὅπερ δέ εἰσι θηρίωι ὄνυχες, τοῦτο βασιλεῖ στρατιῶ ται· εἰκότως ἔφη τοὺς ὄνυχας χαλκοῦς· ἐπειδὴ καὶ τὴν τρίτην βασιλείαν χαλκῆν προσηγόρευσεν, ἐπυνθανόμην φησὶ καὶ περὶ τῶν κεράτων αὐτοῦ· τῶν δέκα τῶν ἐν τῆι κεφαλῆι αὐτοῦ· καὶ τοῦ τέ ρου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία καὶ τὸ κέρας ἐκεῖνο· ὧι ὀφθαλμοὶ αὐτῶι καὶ στόμα λαλοῦν μεγάλα καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν· οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄνω μὲν σμικρὸν ἔφη τὸ κέρας ἐνταῦθα δὲ τὴν ὅρασιν μείζονα τῶν λοιπῶν· προσήκει δε προσέχειν τοῖς λεγομένοις ἀκριβῶς ὅτε μὲν γὰρ φυόμενον εἶδεν τὸ κέρας, μικρὸν αὐτὸ προσηγόρευσεν· ὡς καὶ ἀ πὸ σμικροῦ ἔθνους ὁρμώμενον τοῦ ἰουδαίων· καὶ ἀφανῆ τέως τὴν βασιλείαν ἔχον· μετὰ δὲ τὸ ἐκριζῶσαι τρία κέρατα τῶν πρὸ αὐτοῦ εἰκότως τὴν ὅρασιν αὐτοῦ, μείζω τῶν λοιπῶν ἀποκαλεῖ· ἐπιφέρει τοίνυν ἔτι πυνθανόμενος· τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων· καὶ ἴσχυσε πρὸς αὐτούς· ἀντὶ τοῦ ἐταπείνωσεν αὐτούς ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασε καὶ τὴν βασιλείαν κα τέσχον οἱ ἅγιοι· ἱκετεύω φησι μαθεῖν τίνα τὸ κέρας ἐκεῖνο αἰνίττεται· τύφωι μὲν χρώμενον· ἀλαζονικοὺς δὲ λόγους προσφέρον· ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν· ἕως ἂν ὁ παλαιὸς τῶν ἡμερῶν· τῆι μὲν δικαίαι χρήσηται ψήφωι· ἀποδῶ δὲ τοῖς ἁγίοις τὴν βασι λείαν· καὶ τὸ ἐκείνου καταλύση κράτος· καὶ εἶπεν μοι φησὶν οὕτω· τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῆι γῆι· ἥτις ὑπερέξει πάσας τὰς βασιλείας· καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει αὐτήν· ταῦτα δὲ οἱ πάλαι μὲν δι’ αἰνιγμάτων ἐμάνθανον· ἡμεῖς δὲ τῆι πείραι μεμαθήκαμεν· ὁρῶμεν γὰρ τῆς προρ ρήσεως τὴν ἔκβασιν· τῶν εἰσφορῶν τὴν εἴσπραξιν· τὴν κρα τοῦσαν τῶν πλειόνων πενίαν· καὶ τὰ ἄλλα καθ’ ἑκάστην ὁρῶμεν γινόμενα ἡμέραν· καὶ τὰ δέκα κέρατα αὐτοῦ φησὶ δέκα βασιλεῖς ἀναστήσονται· ἐπισημήνασθαι δὲ χρὴ ὅτι οὐκ εἶπεν αὐτοὺς ἀνα στήσεσθαι ἕνα καθ’ ἕνα ἀλλήλους διαδεχομένους, ἀλλὰ κατὰ ταὐτὸν ἀναστήσεσθαι καὶ ὅτι ταῦτα οὕτως ἔχει τὰ ἐπαγόμενα μαρτυρεῖ· καὶ ὀπίσω γὰρ αὐτῶν ἀναστήσεται ἕτερος ὃς ὑπεροίσει κακοῖς· πάντας τοὺς ἔμπροσθεν· καὶ τρεῖς βασιλεῖς ταπεινώσει· εἰ δὲ μὴ κατὰ ταὐτὸν ἐβασίλευον· ἀλλὰ καθ’ ἕνα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος· πῶς οὗτος τρεῖς κατὰ ταυτὸν τῶν πρὸ αὐτοῦ ταπεινώσει· οὐκοῦν εὔδηλον ὡς τοὺς δέκα πρὸς τῶι τέλει κατὰ ταυτὸν ἀναστήσεσθαι προλέγει· ἔσχατον δὲ τὸν ἀντίχριστον ἀνιστάμενον· καὶ τῆς βασιλείας ἀντιλαμβανόμενον· πολεμήσειν μὲν φησὶν αὐτοῖς τρεῖς δὲ ἐξ αὐτῶν καταλύσειν· μὴ ἀρκούμενος δὲ τῆι κατὰ τῶν ἀνθρώπων ἀνων νίκηι· καὶ λόγους φησὶ πρὸς τὸν ὕψιστον λαλήσει· καὶ τοὺς ἁγίους ὑψίστου παλαιώ σει· καὶ ὡς ἔνια τῶν ἀντιγράφων ἔχει· ταπεινώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμους· τοιαύτηι γάρ φησι λύττηι χρήσεται καὶ μανίαι ὡς ἀλαζονικοὺς μὲν καὶ βλασφήμους λόγους ἀκοντίσαι κατὰ τ οῦ ὑψίστου θεοῦ θυ · πᾶν δὲ τιμωρίας εἶδος τοῖς εὐνοϊκῶς αὐτῶι δουλεύουσι· καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγαγεῖν· ὑποτοπήσει δὲ ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν· καὶ τὴν ἀρίστην αὐτῆς πολιτείαν ἀμείψει· τοῦτο γὰρ ἠινίξατο εἰρηκὼς ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· τουτέστι τὴν κατ’ ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πολι τείαν εἶτα ἐπάγει· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ· τουτέστι συγχωρήσει τοῦ θεοῦ θυ προμήθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρίας τὸν χρόνον ο ὐ γὰρ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος· εἰρηκὼς δοθήσεται ἐν χειρὶ αὐτοῦ· ἐπήγαγεν· ἕως καιροῦ καὶ καιρῶν· καὶ ἥμισυ καιροῦ· τοῦτο δὲ σαφέστερον ἡμᾶς ἐν τῶι τέλει τῆς προφητείας ἐδίδαξεν· ἀπὸ καιροῦ γάρ φησι παραλλά ξεως τοῦ ἐνδελεχησμοῦ· καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως· ἡμέ ραι χίλιαι διακόσιαι ἐννενήκοντα· καιρὸν οὖν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ· τρία ἥμισυ ἔτη λέγει ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει· ἀλλὰ τὸ κριτήριον φησὶν ἐκάθισε καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι τοῦ ἀφα νίσαι· καὶ τοῦ ἀπολέσαι ἕως τέλους· τοῦτο καὶ ὁ μακάριος ἡμᾶς σαφῶς ἐ δίδαξε παῦλος· εἰρηκὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν, προσέθηκε καὶ ταῦτα· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀπο καλυφθήσεται ὁ ἄνομος· ὃν ὁ κύριος κς ἰησοῦς ις ἀναλώσει τῶι πνεύματι πνι τοῦ στόματος αὐτοῦ· καὶ καταργήσει τῆι ἐπιφανείαι τῆς παρουσίας αὐτοῦ· οὐκ ἐστὶν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ· ἐν πάσηι δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους· καὶ ἐν πάση ἀπάτηι ἐν τοῖς ἀπολλυμένοις· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· δεῖ τὸ κατέ χον ἄρτι ἐκ μέσου γενέσθαι· σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη· καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος τοῦ το δὲ καὶ ὁ κύριος κς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· κηρυχθήσεται γάρ φησι τὸ εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς· καὶ τότε ἥξει τὸ τέ λος ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος παῦλος διδάσκει θεσσαλονικέας καὶ δι’ ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστὰς· ὅτι μὴ νομίσητε νῦν φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρότερον σβεσθῆναι τὴν κατέχουσαν τῶν εἰδώλων πλάνην· καὶ κρατυνθῆναι τῶν εὐαγγελίων τὸ κήρυγμα εἶθ’ οὕτως ἀποκαλυφθῆναι τὸν ἄνομον· εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον· ὃν ὁ κύριος κς φησιν ἰησοῦς ἰς ἀναλώσει τῶι πνεύματι πνι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῆι ἐπιφανείαι τῆς παρουσίας αὐτοῦ· ἔπειτα δείκνυ σι καὶ τίνα τρόπον ἐπιφαίνεται· οὗ ἔστι φησὶν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ· μιμήσεται γὰρ ὁ διάβολος τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν τὴν ἐνανθρώπη σιν· καὶ καθάπερ ὁ κύριος κς ἐν ανθρωπήσας καὶ ιὰ ἀνθρωπείας φύσεως ἐπιφα νεὶς τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτως ὁ διάβολος ἄξι ον ὄργανον τῆς ἑαυτοῦ πονηρίας λαβὼν δι’ αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξεται· ψευδέσι σημείοις καὶ τέρασι καὶ φαντασίαι θαυμάτων· τοὺς ῥαθύμους τῶν ἀνθρώπων ἐξαπατῶν· καὶ διδάσκων τί δηποτε ταῦτα συγχω ρεῖ γενέσθαι ὁ τῶν ὅλων θεὸς θς ἐπήγαγεν· ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας· οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· καὶ δια τοῦτο πέμψει αὐτοῖς ὁ θεὸς θς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῶι ψεύδει· ἵνα κριθῶ σι πάντες οἱ μὴ πιστεύσαντες τῆι ἀληθείαι ἀλλ’ εὐδοκήσαντες τῆι ἀδικία: ἀληθείαι ταὐτὸ δὲ τοῦτο καὶ ὁ κύριος κς πρὸς ἰουδαίους ἔφη ἐγὼ ἦλθον ἐν τῶι ὀνόματι τοῦ πατρός πρς μου· καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῶι ὀνόματι τῶι ἰδίωι κἀκεῖνον λήψεσθε· ταῦτα διδάσκων ὁ ἄγγελος τὸν δανιὴλ ἔφη· ὅτι λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν· καὶ ἥμισυ καιροῦ καὶ τὸ κριτήριον ἐκάθισε καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι· τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους· ὁρᾶτε πῶς τὰ αἰνιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἡρμηνευμένα· σαφῶς ὁ μακάριος ἐδίδαξε παῦλος· καὶ ὁ κύριος κς δὲ τὰς κατὰ τῶν ἁγίων ἐπαναστάσεις· π ροσημαίνων ἔλεγεν ἔσται θλίψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου· ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβω θήσονται αἱ ἡμέραι ἐκεῖναι· εἶτα συμβουλεύσας, τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ δι’ ἐκείνων πᾶσιν ἀνθρώποις· μὴ ἐξαπατᾶσθαι τοῖς λέ γουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν χριστὸν χν · οὐκέτι γὰρ κρύβδην καὶ λάθρα· ἀλλ’ ἀναφαν δὸν μετὰ δόξης φανήσεται· ἐπήγαγε τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνου · ἐρχό μενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ· μετὰ δυνάμεως καὶ δόξης πολλῆς· καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων· ἀπ’ ἄκρων τῶν οὐρανῶν ἕως ἄκρου αὐτῶν· ταῦτα δὲ τῶι δανιὴλ προλέγων ὁ ἄγγελος ἐπήγαγε· οἷς ἤδη εἶπεν· καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία· καὶ ἡ μεγαλωσύνη τῶν βασι λέων τῶν ὑποκάτω τοῦ οὐρανοῦ παντὸς, ἐδόθη ἁγίοις ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῶι δουλεύσουσι καὶ ὑπακούσονται· ἕως ὧδε τὸ πέρας τοῦ λόγου· τουτέστι πάντων τ ῶν κατὰ τὸν βίον πραγμάτων· τοῦτο τέλος τὸ παύσασθαι μὲν ἁπά σης γῆς τὰς βασιλείας· δοθῆναι τοῖς ὑψίστου ἁγίοις τὴν αἰώνιον βασιλείαν· βασιλεύοντας δὲ ὑπακούειν αὐτῶι καὶ δουλεύειν εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βασιλεία καὶ τὸ τέλος οὐ δεχομένη τούτων ἀκούσας ἐγὼ φησὶν δανιὴλ δέους ἐνεπλήσθην πολλοῦ· ὡς μήτε τοὺς λογισμοὺς ἡ συχάζειν ἐν ἐμοὶ ἀλλὰ κυκᾶσθαι καὶ διηνεκῶς ταράττεσθαι· καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέξασθαι· ἀλλ’ ὅμως οὐκ ἔκπυστα πεποίηκα τὰ ὑποδειχθέντα μοι μυστήρια· ἀλλ’ ἐν τῆι καρδία τηρῶν α ὐτὰ διετέλουν· ὁ μὲν οὖν μακάριος δανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν· ἐγὼ δὲ τῶν ἰουδαίων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἀφεὶς, θαυμά ζω κομιδη τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς, μακεδονικὴν βασιλείαν τὸ τέταρτον θηρίον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς συ νιδεῖν· πρῶτον μὲν ὅτι τὸ τρίτον θηρίον, τέσσαρας εἶχε κεφαλάς· ὃ σαφῶς ἐδήλου τὴν γεγενημένην μετὰ τὴν τοῦ ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρη διαίρεσιν· ἔπειτα δὲ προσέχειν ἔ δει ὅτι καὶ τὸ τέταρτον θηρίον δέκα κατὰ ταυτὸν κέρατα ἔσχεν ὡς τὸ μικρὸν κέρας, τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρες δὲ ἀλλ’ οὐ δέκα βασιλεῖς τὴν ἀλεξάνδρου βασιλείαν διεδέξαντο· καὶ ἵνα τὰ ἄλλα καταλιπὼν ἐπὶ τὸ τέλος ἔλθω· ἔδει καὶ τοῦτο συνιδεῖν· ὅτι μετὰ τὴν τοῦ θηρίου ἀναίρεσιν· τοῖς ἁγίοις τοῦ ὑψίστου τὴν βασιλείαν ἔφη δοθήσεσθαι· διὸ καὶ τὸ κριτήριον ἐκάθισεν· οἱ δὲ ἅγιοι τοῦ ὑψίστου οὐ μετὰ ἀντίοχον τὸν ἐπιφανῆ τὴν βασιλείαν ἐδέξαντο· εἰ δὲ καὶ ἰσχύν τινὰ ἔλαβον οἱ μακάριοι μακκαβαῖοι· ἀλλ’ οὐκ ἐπὶ πλεῖστον· ὁ μὲν γὰρ ἰούδας τρία ἐστρατήγησεν ἔτη· ὁ δὲ ἰωνάθαν ἐννέα καί δεκα· ὁ δὲ σίμων ὀκτώ· καὶ οἱ ἄλλοι δὲ ἵνα μὴ καθ’ ἕκαστον διεξιὼν μηκος ἐργάσω μαι τῶι λόγωι· ὀλίγον τινὰ κρατοῦντες χρόνον· ἢ τῶι θανάτωι ἐ σβέννυντο, ἢ περιστάσεσί τισὶ ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο· ἄλ λως τε δὲ οὐδὲ πάντες οὗτοι ἅγιοι· ἔνιοι γὰρ καὶ πονηροὶ ἐν αὐτοῖς τινὲς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας ἁγίους εἶναι· τούτους ἡρώδης καταλύσας, ἁπάσης βασιλεὺς ἀνεδείχθη τῆς ἰουδαίας· πῶς τοί νυν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον· ὅτι μετὰ τὴν τοῦ κέρατος ἐκείνου κατάλυσιν· ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων· τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ οὐνου · ἐδόθη ἁγίοις ὑ ψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος· τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς μακκαβαίοις· οὔτε γὰρ βασιλείαν ἐπιστεύθησαν· ἀλλὰ στρατηγοῦντες ἐνίκων· καὶ ταχὺ τέλος ἐδέξαντο· λείπεται τοίνυν τὴν ῥωμαϊκὴν βασιλείαν· νοεῖν τὸ τέταρτον θηρίον· ἐν γὰρ τῶι ταύτης τέλει· οἱ μὲν δέκα βασιλεῖς κατὰ ταυτὸν ἀναστήσονται· ὁ δὲ πάσης πονηρίας δημιουργὸς καὶ διδάσκαλος ἔσχατος ἀναφανήσεται· ἐκεῖνα ποιῶν τὲ καὶ πάσχων ἃ ἐδιδάχθημεν· μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν· ἡ τοῦ θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἀναφανήσεται πα ρουσία· καὶ τὸ πάντων ἀνθρώπων ἀνων γενοίσεται κριτήριον· καὶ αἰ βίβλοι μὲν ἀνοι γήσονται μὲν· τῶν ἑκάστωι βεβιωμένων αἱ μνῆμαι· παραδοθήσεται δὲ πυρὶ τὸ τοῦ θηρίου σῶμα τουτέστιν οἱ μὲν τῆς ψυχῆς ἀφελόμενοι τὸ κράτος· ἠθικὸν τ ῶι δὲ σώματι τὴν ἐξουσίαν προσνείμαντες· καὶ σαρκικῶι φρονήματι χρησάμενοι διὰ τοῦ βίου· ἀποδώσει δὲ ὁ δίκαιος κριτὴς τοῖς ἁγίοις τὴν βασιλείαν βοῶν· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός πρς μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, πρὸ καταβολῆς κόσμου· ἧς γένοι τ ο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπία φιλανια τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ μεθ’ οὗ τῶι πατρὶ πτι δόξα σὺν τῶι ἁγίωι πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν: